Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-syncellus-constantinopolitanus" aria-label="More works by Georgius Syncellus Constantinopolitanus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
414.1.1
ΚΟΣΜΟΥ ΕΤΗ ΕΦΞΓ Τῆς θείας σαρκώσεως ἔτη ξγʹ Τὰ ὑπόλοιπα τοῦ Νέρωνοσ Νέρων πρῶτος κατὰ Χριστιανῶν κινήσας διωγμὸν πρὸς τῷ τέλει τῆς αἰσχίστης ζωῆς καὶ βασιλείας αὐτοῦ, καθ' ὃν Πέτρος καὶ Παῦλος ἐμαρ τύρησαν οἱ θεῖον ἀπόστολοι, πολλοὺς καὶ ἄλλους Χριστιανῶν ἀνεῖλε, πλείονας ἐκδιώξας. Νέρων τοὺς θείους ἀποστόλους Πέτρον καὶ Παῦλον ἀνελών, πολλούς τε Χριστιανῶν διαφθείρας καὶ πλείονας διώξας, ἐπὶ τούτοις κιθαρῳδίαις καὶ τραγῳδίαις κατά τε Ῥώμην καὶ τὴν Ἑλλάδα πομπεύων, Ἰσθμίοις καὶ Πυθίοις καὶ Ἠλείοις καὶ Ἀκτίοις ἐστεφανοῦτο κήρυξιν ἅρματι πωλικῷ καὶτῷ τελείῳ καὶ δεκαπώλῳ· μεταθέμενος καὶ τὴν ὀλυμπιάδα κατὰ σκηνῆς αἰσχρῶς ἑαυτὸν ὑπεδείκνυ. Τότε καὶ τὸν Ἰσθμὸν ἠβουλήθη διορύξαι πρὸς τὸ γενέσθαι νῆσον τὴν Πελοπόννησον. Οὗτος εἰς Ῥώμην ἐπανελθὼν ἐκ τῆς Ἑλλάδος ἐκεῖθεν πάλιν εἰς Ἄργοςφεύγει πειρασθεὶς ἐπαναστάσεως καὶ ὑπό τινος τῶν οἰκετῶν βιαίως ἀναι ρεῖται, ὡς δὲ ἕτεροι, ἑαυτὸν διαχειρισάμενος τέθνηκεν. Οὐεσπασιανὸς ὑπατικὸς ἀνὴρ δυνατὸς ὑπὸ Νέρωνος κατὰ Ἰουδαίων ἀποστάντων πεμφθεὶς καὶ δυσὶ πολέμοις τούτους τρεψάμενος ἀπέκλεισεν. Ἰώσηππος δὲ στρατηγῶν Ἰουδαίων μόλις περισωθεὶς θεσπίζει τῷ Οὐεσπασιανῷ τὰ τῆς Νέρωνος τελευτῆς καὶ τῆς αὐτοῦ βασιλείας. Νέρων υἱοθετήθη μὲν τῷ πρὸ αὐτοῦ Ῥωμαίων βασιλεύσαντι Κλαυδίῳ, πρόγονος ὢν αὐτοῦ. ἐβασίλευσε δὲ Ῥωμαίων μετὰ Κλαύδιον ἔτη ιγʹ, κατὰ δὲ ἄλλους ιδʹ. τούτου δὲ τῆς βασιλείας ἀτυχεστέραν ἢ αἰσχροτέραν ἐν οὐδενὶ χρόνῳ φαίνονται βασιλευθέντες Ῥωμαῖοι. πάσης γὰρ τυραννίδος καὶ ὠμότητος ἔργα παρ' αὐτοῦ πέπρακται, ἀκρασίαι, μιαιφονίαι τῆς τε μητρὸς Ἀγριππίνης καὶ Ὀκταβίας τῆς οἰκείας γαμετῆς, ἀδελφοῦ τε γνη 415 σίου καὶ θείου πρὸς πατρὸς καὶ ἄλλων πολλῶν συγγενῶν, καὶ τῶν ἐν γερουσίᾳ. ἐπὶ πᾶσι δ' αὐτοῦ τοῖς ἀτυχήμασι καὶ τὸν πρῶτον κατὰ Χρι στιανῶν ἐνεδείξατο διωγμόν, ἡνίκα Πέτρος καὶ Παῦλος οἱ θειότατοι ἀπό στολοι τῷ ὑπὲρ Χριστοῦ μαρτυρήσαντες κατεστέφθησαν ἀγῶνι, ὁ μὲν κατὰ κεφαλῆς ἀνασκολοπισθείς, ὡς αὐτὸς ᾑρετίσατο, ὁ δὲ τὴν ἁγίαν ἐκτμηθεὶς κεφαλὴν Παῦλος· περὶ ὧν ὁ Ῥωμαϊκὸς συγγραφεὺς Τερτυλλιανὸς τάδε γράφει· Ἐντύχετε τοῖς ὑπομνήμασιν ὑμῶν· ἐκεῖ εὑρήσετε πρῶτον Νέρωνα τοῦτο δογματίσαντα, ἡνίκα μάλιστα ἐν Ῥώμῃ τὴν ἀνατολὴν πᾶσαν ὑποτάξας ὠμὸς ἦν εἰς πάντας διώκτης. τοιούτῳ τῆς κολάσεως ἡμῶν ἀρχηγῷ καυ χώμεθα. ὁ γὰρ εἰδὼς ἐκεῖνον νοῆσαι δύναται οὐκ ἄν, εἰ μὴ μέγα τι ἀγαθῶν ἦν, ὑπὸ Νέρωνος κατακριθῆναι. ταύτῃ γοῦν οὗτος θεομάχος ἐν τοῖς μά λιστα πρῶτος ἀνακηρυχθεὶς ἐπὶ τὰς κατὰ τῶν ἀποστόλων ἐπήρθη σφα γάς. Παῦλος δὴ οὖν ἐπὶ τῆς Ῥώμης τὴν κεφαλὴν ἀπετμήθη καὶ Πέτρος ὡσαύτως ἀνασκολοπισθῆναι κατ' αὐτὸν λέγεται. καὶ πιστοῦταί γε τὴν ἱστορίαν ἡ Παύλου καὶ Πέτρου εἰς δεῦρο κρατήσασα ἐπὶ τῶν αὐτόθι κοιμητηρίων πρόρρησις. τούτοις καὶ Γάιος ἱστορικός, ἀνὴρ ἐκκλησιαστι κός, ὅμοια γράφει Πρόκλῳ τινὶ τῆς Φρυγῶν αἱρέσεως διαλεγόμενος ἐν τοῖς χρόνοις Ζεφυρίνου, πεντεκαιδέκατος τῆς Ῥωμαίων ἐκκλησίας ἐπί σκοπος κατὰ Σεβῆρον Ῥωμαίων αὐτοκράτορα· ἐγὼ δὲ τὰ τρόπαια τῶν ἀποστόλων ἔχω. ἐὰν γὰρ θελήσῃς ἀπελθεῖν ἐπὶ τὸν Βασίκανον ἐπὶ τὴν ὁδὸν τὴν Ὀστείαν, εὑρήσεις τὰ τρόπαια τῶν ταύτην ἱδρυσαμένων τὴν ἐκκλησίαν. Τούτοις ἀκόλουθα καὶ Διονύσιος ὁ Κορίνθου ἐπίσκοπος γράφει, ὡς δη λονότι κατὰ τὸν αὐτὸν καιρὸν ἐμαρτύρησαν· ταῦτα καὶ ὑμεῖς διὰ τῆς το σαύτης νουθεσίας τὴν ἀπὸ Παύλου καὶ Πέτρου φυτείαν γενηθεῖσαν Ῥω 416 μαίων τε καὶ Κορινθίων συνεκεράσατε. καὶ γὰρ ἄμφω καὶ εἰς τὴν ἡμετέ ραν Κόρινθον φοιτήσαντες ἡμᾶς ὁμοίως ἐδίδαξαν, ὁμοίως δὲ καὶ εἰς τὴν Ἰταλίαν ἐκδιδάξαντες ἐμαρτύρησαν κατὰ τὸν αὐτὸν καιρόν. Τῆς Ῥωμαίων ἐκκλησίας αʹ ἐπίσκοπος μετὰ Πέτρον τὸν κορυφαῖον Λίνος ἔτη ιηʹ. ΚΟΣΜΟΥ ΕΤΗ ΕΦΞΔΤῆς θείας σαρκώσεως ἔτη ξδʹ Νέρωνος τὸν βίον αἰσχρῶς καταλύσαντος Οὐεσπασιανὸς ὑπὸ τῶν στρα τευμάτων κατὰ τὴν Ἰουδαίαν βασιλεὺς Ῥωμαίων ἀνηγορεύθη. Γαλβᾶς δὲ στρατηγῶν Ἰβηρίας εἰς Ῥώμην παρελθὼν κρατεῖ μῆνας ζʹ. τοῦτον Ὄθων ἀνελὼν εἷς τῶν ἐν τέλει κρατεῖ μῆνας γʹ ἐπὶ τῆς Ῥώμης, ὃν Βιτέλλιος κτείνας κρατεῖ μῆνας ηʹ. οὗτος Σαβῖνον τὸν ἀδελφὸν Οὐεσπασιανοῦ διατρίβοντα κατὰ τὴν Ῥώμην καὶ φόβῳ τῆς ἀναρρήσεως τοῦ ἀδελφοῦ ἐν τῷ Καπετωλίῳ προσφυγόντα κατὰ τὸν ναὸν τοῦ Διὸς ἀνεῖλε, πολιορκήσας τὸν ἄνδρα καὶ τὸν ναὸν ἐμπρήσας. Ὁ δὲ αὐτὸς ὑπὸ Δομετιανοῦ παραχρῆμα ἀνῃρέθη τοῦ νεωτέρου παιδὸς Οὐεσπασιανοῦ πεμφθέντος εἰς τοῦτο παρὰ τοῦ πατρός. τὸν γὰρ πρεσβύτε ρον υἱὸν Τίτον τὸν πρὸς Ἰουδαίους πόλεμον ἐκτελέσαντα καταλιπὼν αὐτὸς ἐπὶ τὴν Ἑλλάδα παραγίνεται, χαίρων, ὡς Ἕλληνες μυθεύονται, ἐφ' οἷς ἠκηκόει παρὰ τοῦ Τυανέως Ἀπολλωνίου περὶ τοῦ χρόνου τῆς βασιλείας καὶ τῶν λοιπῶν εὐδοκιμήσεων, κατὰ τὴν Αἴγυπτον συντυχὼν αὐτῷ ἐξ Ἰνδῶν καὶ Βραχμάνων ἐπανελθόντι τῶν ἐκεῖσε Γυμνοσοφιστῶν. ἐλθὼν οὖν εἰς Ἑλλάδα χειροῦται τὰς ἀποστάσας πόλεις, κἀκεῖθεν εἰς Ῥώμην παραγίνεται, βασιλεύσας κοσμίως καὶ ἀντιθέτως τῷ Νέρωνι. βίους γὰρ καὶ τὰ τῆς πόλεως ἀνακαλεῖται δίκαια, τούς τε ἐπαναστάντας βαρβάρους Βροξύλους καὶ Βρεττανοὺς καὶ Δάκας καὶ Σαρμάτας διὰ τῶν παίδων παραστησάμενος Δομετιανοῦ καὶ Κυρεναλίου. 417 Εὐσεβίου Τίτος Ἰουδαίους πολιορκήσας καὶ τὰ Ἱεροσόλυμα κατασκάψας ςʹ μυριάδας ἀνδρῶν ἐφόνευσε. φησὶ δὲ καὶ Ἰώσηππος λιμῷ καὶ μαχαίρᾳ ριʹ μυριάδας ἀπολέσθαι, καὶ ἄλλας τρεῖς μυριάδας διαπεπρᾶσθαι αἰχμαλώ των. αἴτιον δὲ τοῦ τοσοῦτον πλῆθος κατὰ τὴν πόλιν εὑρῆσθαί φησι τὴν τοῦ πάσχα ἑορτήν, ἐν ᾗ πάντες οἱ τοῦ ἔθνους συνεληλυθότες ὡς ἐν εἱρκτῇ συνεκλείσθησαν. ἔδει γὰρ τοὺς ἐν ἡμέραις τοῦ πάσχα ἐπιβεβουλευκότας τῷ σωτῆρι ἡμῶν μὴ ἄλλοτε ἢ τότε τὰ ἐπίχειρα ὧν ἐτόλμησαν παθεῖν. Οὐεσπασιανὸς τὸ Καπετώλιον ἐμπρησθὲν ἀνῳκοδόμησεν. Ἐν Ἀλεξανδρείᾳ στάσις. Ὁ κολοσσὸς Ῥόδου ἀνεστάθη μῆκος ποδῶν ρκζʹ ἐκ χαλκοῦ. Λοιμὸς κατὰ τὴν Ῥώμην μέγας, ὡς καθ' ἡμέραν ὑπὲρ μυρίους θνήσκειν ἐπὶ πολλὰς ἡμέρας. Ἐν Κύπρῳ τρεῖς πόλεις σεισμῷ κατεπτώθησαν. Οὐεσπασιανὸς ἀποικίας ἐκπέμψας τελευτᾷ νόσῳ. Ἀντιοχείας ἐπίσκοπος Ἰγνάτιος ὁ θεοφόρος ἔτη λʹ. ΚΟΣΜΟΥ ΕΤΗ ΕΦΞΣ Τῆς θείας σαρκώσεως ἔτη ξςʹ Τὰ ὑπόλοιπα Ἀγρίππα Ἰουδαίων βασιλέωσ Ἕως τοῦ μικροῦ τούτου Ἀγρίππα ἡ ὑπὸ ἀλλοφύλων βασιλεία τῶν Ἰουδαίων κατηργήθη διαρκέσασα ρʹ ἔτη οὕτω· Ἡρώδης πρῶτος ὁ τὰ νήπια ἀνελὼν ἐν Βηθλεὲμ ἔτη λζʹ. Ἀρχέλαος ὁ υἱὸς αὐτοῦ ἔτη θʹ. Ἡρώδης ὁ ἀδελφὸς αὐτοῦ ἔτη κδʹ. Ἀγρίππας ὁ υἱὸς Ἡρώδου, ὁ σκωληκόβροτος Ἡρώδης, ἔτη ζʹ. 418 Ἀγρίππας ὁ υἱὸς αὐτοῦ, ὁ μικρὸς λεγόμενος, ἔτη κγʹ. Ὁμοῦ ἔτη ρʹ. Συνάγεται ὁ πᾶς χρόνος κατὰ τόδε τὸ χρονογράφιον ἀπὸ Ἀδὰμ ἕως ἔτους δευτέρου Οὐεσπασιανοῦ ἔτη εφξζʹ. Ἀπὸ δὲ τοῦ κατακλυσμοῦ γτκεʹ. Ἀπὸ δὲ τοῦ πρώτου ἔτους Ἀβραὰμ βσνεʹ. Ἀπὸ δὲ τῆς ἐξόδου τοῦ λαοῦ διὰ Μωυσέως ἔτη αψναʹ. Ἀπὸ δὲ τῆς πρώτης ἐπισκευῆς τοῦ ναοῦ διὰ Σολομῶνος ἔτη απηʹ. Ἀπὸ δὲ τῆς δευτέρας ἐπισκευῆς ἤτοι δευτέρου ἔτους Δαρείου ἔτη φοδʹ. Ἀπὸ δὲ τῆς δευτέρας ἐπισκευῆς ἔτη Ἀπὸ δὲ τῆς Ἀντιόχου πολιορκίας ἔτη
414.2.1
Ἀπὸ δὲ τοῦ σωτηρίου σταυροῦ ἔτη λδʹ. ΚΟΣΜΟΥ ΕΤΗ ΕΦΟΕ Τῆς θείας σαρκώσεως ἔτη οεʹ Βασιλεὺς Ῥωμαίων ηʹ Τίτος υἱὸς Οὐεσπασιανοῦ ἔτη βʹ. Τῆς συγκλήτου πρεσβευσαμένης, ὥς τινες, Τίτος θεὸς ἀνηγορεύθη δευ τέρῳ τῆς βασιλείας αὐτοῦ ἔτει, καὶ παραχρῆμα θνήσκει θεηλάτως· ὡς δὲ Ἕλληνες ἱστοροῦσι, φαρμάκῳ Δομετιανὸς αὐτὸν ἀνεῖλεν ὁ ἀδελφὸς ἔρωτι τῆς μοναρχίας. εὐδαίμονα δέ φασιν αὐτὸν ἀποδεῖξαι τοῖς πράγμασι τὴν πόλιν καὶ τὴν ὅλην Ῥωμαίων ἀρχὴν ἐν ὀλίγῳ χρόνῳ, εἴπερ τινὰ τῶν πρὸ αὐτοῦ. ἐπ' αὐτοῦ ὁ μέγας κατὰ τὴν Ῥώμην ἐμπρησμός. ἐπ' αὐτοῦ καὶ τὸ Βέσβιον ὄρος κατὰ κορυφῆς ῥαγὲν πῦρ ἀνέβλυσε τοσοῦτον, ὡς κατα φλέξαι τὴν παρακειμένην χώραν σὺν ταῖς πόλεσιν. Ἀλλὰ τοῦτον Δομετιανός, ὡς εἴρηται, φθόνῳ τῆς εὐπραγίας καὶ τῷ τῆς 419 αὐτοκρατορίας ἔρωτι φαρμάκῳ δολοφονήσας βασιλεύει μετ' αὐτὸν ἔτη ιβʹ, σὺν αὐτῷ δὲ ιδʹ, κατὰ δὲ ἄλλους ιεʹ, κάκιστα χρησάμενος τῇ ἀρχῆ, ἅπαν ὠμότητος καὶ πλεονεξίας καὶ φονικῆς πράξεως καὶ αἰσχρουργίας εἶδος μετιών, ὡς καὶ αὐτὰ τὰ βασίλεια πληρωθῆναι τῆς ἀκολασίας. οὗτος Νερ βᾶν μετέστησεν ὡς ἐπίβουλον τῆς ἀρχῆς καὶ δι' αὐτὸν Ἀπολλώνιον τὸν Τυανέα φιλόσοφον ἐφρούρησεν ὡς φίλον αὐτοῦ, κείρας αὐτὸν καὶ δέσμιον ἀγαγὼν εἰς δικαστήριον. ἀλλ' οὐδ' οὕτως ἔπεισε τὸν φιλόσοφον μὴ τοῖς πραττομένοις ἐπιπλήττειν καὶ ἐγγελᾶν. τότε μυθεύονται καὶ τὸ πολυθρύ λητον ἔπος εἰρηκέναι πρὸς αὐτὸν καὶ παραχρῆμα γενέσθαι ἄφαντον, ὡς Φιλόστρατος μαρτυρεῖ· οὐ μέν με κτενέεις, ἐπεὶ οὔτοι μόρσιμός εἰμι. Δομετιανὸς εὐπατρίδας πολλοὺς μετέστησε Ῥώμης· τότε καὶ ἄξυλον ναὸν κατεσκεύασεν· εὐνουχίζειν ἄνδρας ἐκέλευσεν· Σεβαστὴν ἀνηγόρευσε τὴν ἰδίαν γαμετήν. Τοὺς μαθηματικοὺς δεύτερον ἀπήλασε φιλοσόφους τῆς Ῥώμης. Τῆς Ἑστίας τρεῖς παρθένοι ἱέρειαι κατεδικάσθησαν ἁλοῦσαι φθορᾷ. καὶ αὖθις Κορνηλία ἡ πρώτη τῶν τῆς Ἑστίας παρθένων ἱέρεια ζῶσα κατωρύγη φθορᾷ περιπεσοῦσα. Ἐπὶ αὐτοῦ Δάκες καὶ Νασαμῶνες ἐπαναστάντες Ῥωμαίοις διεφθάρησαν. Δομετιανὸς ἐθριάμβευσε κατὰ Δακῶν καὶ Γερμανῶν. Ὁ αὐτὸς ἐν ταῖς πόλεσιν ἄμπελον φυτεύεσθαι ἐκώλυσε, πολλούς τε τῶν εὐπατριδῶν ἀνεῖλε. Δομετιανὸς τοὺς ἀπὸ γένους Δαβὶδ ἀναιρεῖσθαι προσέταξεν, ἵνα μή τις Ἰουδαίων βασιλικοῦ γένους ἀπολειφθῇ. Οὗτος μετὰ Νέρωνα δεύτερος Χριστιανοὺς ἐδίωξε, καὶ Ἰωάννην τὸν θεολόγον ἀπόστολον ἐν Πάτμῳ τῇ νήσῳ περιώρισεν, ἔνθα τὴν ἀποκά λυψιν ἑώρακεν, ὡς ὁ ἅγιος Εἰρηναῖός φησι. πολλοὶ δὲ Χριστιανῶν ἐμαρ τύρησαν κατὰ Δομετιανόν, ὡς ὁ Βρέττιος ἱστορεῖ, ἐν οἷς καὶ Φλαυία Δο μετίλλα ἐξαδελφὴ Κλήμεντος Φλαυίου ὑπατικοῦ ὡς Χριστιανὴ εἰς νῆσον Ποντίαν φυγαδεύεται· αὐτός τε Κλήμης ὑπὲρ Χριστοῦ ἀναιρεῖται. τούτου 420 δὲ Στέφανός τις τῶν ἀπελευθέρων εἷς τῇ περὶ τὸν δεσπότην εὐνοίᾳ Κλή μεντα ἐνεδρεύσας τὸν Δομετιανὸν ἀνεῖλε, τιμῆς τε παρὰ τῆς συγκλήτου ἠξιώθη ὡς αἴσχους μεγίστου Ῥωμαίους ἀπαλλάξας. Τῆς Ῥωμαίων ἐκκλησίας ἐπίσκοπος γέγονε μετὰ Πέτρον τὸν κορυ φαῖον Ἀνέγκλητος ἔτη βʹ. ΚΟΣΜΟΥ ΕΤΗ ΕΦΟΣ Τῆς θείας σαρκώσεως ἔτη οςʹ Ῥωμαίων βασιλεὺς Δομετιανὸς ἔτη ιβʹ. ΚΟΣΜΟΥ ΕΤΗ ΕΦΟΖ Τῆς θείας σαρκώσεως ἔτη οζʹ Τῆς Ῥωμαίων ἐκκλησίας ἡγήσατο δʹ Κλήμης ἔτη θʹ. ΚΟΣΜΟΥ ΕΤΗ ΕΦΟΗ Τῆς θείας σαρκώσεως ἔτη οηʹ Τούτου καὶ ὁ ἀπόστολος ἐν τῇ πρὸς Φιλιππησίους μέμνηται αʹ ἐπιστολῇ εἰπών· μετὰ καὶ Κλήμεντος καὶ τῶν λοιπῶν συνεργῶν μου, ὧν τὰ ὀνόματα ἐν βίβλῳ ζωῆς. τούτου ἐπιστολὴ μία γνησία Κορινθίοις φέρεται ὡς ἀπὸ τῆς Ῥωμαίων ἐκκλησίας γραφεῖσα, στάσεως ἐν Κορίνθῳ συμβάσης τότε, ὡς μαρτυρεῖ Ἡγήσιππος, ἥτις καὶ ἐκκλησιάζεται. Ῥωμαίων εʹ ἐπίσκοπος Εὐάρεστος ἔτη θʹ. Ἐν Ῥώμῃ θεοσημίαι πολλαὶ καὶ καθ' ὅλης τῆς οἰκουμένης γεγόνασιν. Ἀλεξανδρείας γʹ ἐπίσκοπος Αἰμίλιος ἔτη ιβʹ.

Intertext edge

Open linked passage

Note