Ecloga chronographic
Georgius Syncellus ConstantinopolitanusChro 421 · pg-scrape-grcMore by Georgius Syncellus Constantinopolitanus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-syncellus-constantinopolitanus" aria-label="More works by Georgius Syncellus Constantinopolitanus">
—
⋯
Original / primary: Pg Scrape Grc
421.1.1
ΚΟΣΜΟΥ ΕΤΗ ΕΦΠΖ Τῆς θείας σαρκώσεως ἔτη πζʹ Ἡγησίππου περὶ τῶν ἐκ γένους Δαβὶδ καὶ τοῦ σωτῆρος ὑπὸ τῶν αἱρετικῶν διαβληθέντων τῷ Δομετιανῷ Ἔτι δὲ περιῆσαν οἱ ἀπὸ γένους τοῦ κυρίου υἱῶν Ἰούδα τοῦ κατὰ σάρκα λεγομένου αὐτοῦ ἀδελφοῦ, οὓς ἐδηλάτευσαν ἐκ γένους ὄντας Δαβίδ. τούτους ὁ ἰούκατος ἤγαγε πρὸς Δομετιανόν. ἐφοβεῖτο γὰρ τὴν παρουσίαν τοῦ Χριστοῦ, ὡς καὶ Ἡρώδης, καὶ ἠρώτησεν αὐτοὺς πόσας κτήσεις ἔχουσιν ἢ πόσων χρημάτων κυριεύουσιν. οἱ δὲ εἶπον ἀμφότεροι ἐννακισχίλια δη νάρια ὑπάρχειν αὐτοῖς μόνα, ἑκάστῳ αὐτῶν ἀνήκοντος τοῦ ἡμίσεως, καὶ ταῦτα οὐκ ἐν ἀργυρίοις ἔφασκον ἔχειν, ἀλλ' ἐν διατιμήσει γῆς πλέθρων λθʹ μόνων, ἐξ ὧν καὶ τοὺς φόρους ἀναφέρειν καὶ αὐτοὺς αὐτουργοῦντας διατρέφεσθαι. Ἱεροσολύμων γʹ ἐπίσκοπος Ἰοῦστος ἔτη ζʹ. ΚΟΣΜΟΥ ΕΤΗ ΕΦΠΖ Τῆς θείας σαρκώσεως ἔτη πζʹ Ἀπολλώνιος ὁ Τυανεὺς καὶ Εὐφράτης φιλόσοφοι ἤκμαζον. ΚΟΣΜΟΥ ΕΤΗ ΕΦΠΗ Τῆς θείας σαρκώσεως ἔτη πηʹ Δομετιανοῦ αἱ τιμαὶ καθῃρέθησαν ὑπὸ τῆς συγκλήτου, καὶ οἱ ἀδίκως ἀπελασθέντες ἐπανῆλθον· ἔνιοι δὲ καὶ ἀπέλαβον τὰς οὐσίας. 422 Τοῦ ἁγίου Εἰρηναίου ἐπισκόπου Λουγδόνου ἐκ τοῦ βʹ λόγου τοῦ πρὸς τὰς αἱρέσεις περὶ τοῦ ἁγίου Ἰωάννου τοῦ θεολόγου Καὶ πάντες οἱ πρεσβύτεροι μαρτυροῦσιν οἱ κατὰ τὴν Ἀσίαν Ἰωάννῃ τῷ τοῦ κυρίου μαθητῇ συμβεβληκότες παραδεδωκέναι τὸν Ἰωάννην. παρέ μεινε γὰρ αὐτοῖς μέχρι τῶν Τραϊανοῦ χρόνων. Τούτοις ἀκόλουθα καὶ Κλήμης ὁ Ἀλεξανδρεὺς ἐν τῷ ἐπιγεγραμμένῳ λόγῳ «Τίς ὁ σῳζόμενος πλούσιος» γράφει, μετὰ τὴν Δομετιανοῦ τοῦ τυράν νου τελευτὴν ἐπανελθεῖν ἐκ τῆς Πάτμου τὸν Ἰωάννην τὸν θεολόγον, ἐπισκόπους τε παρακληθέντα τοῖς πλησιοχώροις ἔθνεσι καταστῆσαι, τισὶ δὲ καὶ ὅλας ἐκκλησίας ἁρμόσαι. ἐν οἷς καὶ τὴν περὶ τοῦ νεανίσκου προσ τίθησιν εὔχρηστον ἱστορίαν τοῖς ἐκ πολλῶν ἁμαρτημάτων μεταμελομέ νοις συμβαλλομένην, ὅπως αὐτὸν ἐπισκόπῳ τινὶ τῶν παρὰ τὴν Ἀσίαν παρέθετο, διαμαρτυράμενος αὐτῷ περὶ τῆς αὐτοῦ σωτηρίας. κἀκεῖνος βα πτίσας αὐτὸν καὶ στοιχειώσας τῷ θείῳ λόγῳ εἴασεν· ὃν ἡλικιῶταί τινες ἀπατήσαντες λῄσταρχον διὰ ῥώμην σώματος προεστήσαντο. τοῦτον ὁ θεολόγος ἀπαιτήσας παρὰ τοῦ ἐπισκόπου μετά τινα χρόνον ὡς Χριστοῦ παραθήκην, κἀκείνου διαποροῦντος, εἶτα διδαχθέντος περὶ τοῦ νεανίσκου τὴν ζήτησιν ἀπαιτεῖσθαι καὶ οὐ περὶ χρημάτων, στενάξας ὁ αὐτὸς ἐπί σκοπος ἔφη τεθνάναι θεῷ καὶ ἀρχιλῃστὴν ἀποφῆναι. ὁ δὲ ἀπόστολος αὐτοῦ καταγνούς, φησί, τῆς περὶ τὸν νεανίσκον ἀμελείας, ἔφιππος δι' ἑαυ τοῦ καταλαβὼν τὸ λῃστήριον καὶ τὸν νεανίαν φεύγοντα καταδιώξας εὐχαῖς καὶ δάκρυσιν ἐν γήρει βαθυτάτῳ καταλαμβάνει, λόγοις τε χρηστοῖς καὶ πρὸς μετάνοιαν ἄγουσι καὶ ἐλπίδα ζωῆς φωταγωγήσας, οἰμωγαῖς καὶ δάκρυσι μεθ' ἑαυτοῦ ἐπανήγαγε, τὴν διὰ μετανοίας τε σωτηρίαν καὶ ἄφεσιν χαρισάμενος καὶ τῇ ἐκκλησίᾳ ἐπιστήσας, ὡς πάντας μέγα παρά δειγμα καὶ τρόπαιον ἀναστάσεως καὶ παλιγγενεσίας γνώρισμα τὴν με τάνοιαν διδαχθῆναι ἐν αὐτῷ. Ῥωμαίων βασιλεὺς ιʹ Νερούας ἐβασίλευσεν ἔτος αʹ.