Ecloga chronographic
Georgius Syncellus ConstantinopolitanusChro 423 · pg-scrape-grcMore by Georgius Syncellus Constantinopolitanus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-syncellus-constantinopolitanus" aria-label="More works by Georgius Syncellus Constantinopolitanus">
—
⋯
Original / primary: Pg Scrape Grc
423.1.1
ΚΟΣΜΟΥ ΕΤΗ ΕΦΠΘ Τῆς θείας σαρκώσεως ἔτη πθʹ Νερούας πράως καὶ σοφῶς βασιλεύσας νόσῳ τελευτᾷ ἐν κήποις Σαλου στιανοῖς. Ἐπὶ τούτου φησὶν ὁ Φιλόστρατος Ἀπολλώνιον τελευτῆσαι τὸν Τυανέα καταγηράσαντα, καὶ τὰ περὶ τῆς τελευτῆς τῷ Νερβᾷ κατασημᾶναι καὶ γράμμασιν οἰκείοις. Ῥωμαίων ιαʹ ἐβασίλευσε Τραϊανὸς ἔτη ιθʹ. ΚΟΣΜΟΥ ΕΤΗ ΕΦˉζ Τῆς θείας σαρκώσεως ἔτη ζʹ Ἰοῦστος Τιβερεὺς Ἰουδαῖος συγγραφεὺς ἐγνωρίζετο. Τερτυλλιανὸς ἱστορεῖ Πλίνιον Σεκοῦνδον ἡγούμενον ἐπαρχίας πλήθη Χριστιανῶν κατακρῖναι θανάτῳ. περὶ ὧν ἀπορῶν τί πράξοι κοινοῦται Τραϊανῷ, μηδὲν ἄξιον θανάτου πράττειν αὐτοὺς πλὴν τοῦ μὴ θύειν εἰδώ λοις, καὶ ὅτι Χριστὸν ὡς θεὸν ἕωθεν ὑμνοῦσιν ἀνιστάμενοι, ἀπεχόμενοι πάντων κακῶν. πρὸς ὃν ἀντέγραψε Τραϊανός, μὴ ἐκζητεῖσθαι Χριστια νούς. Τραϊανὸς δὲ Δάκας καὶ Σκύθας ὑποτάξας κατ' αὐτῶν ἐθριάμβευσεν, ἐπαρχίαν ποιήσας τὴν Δακίαν. Ἐν Ῥώμῃ ἐνεπρήσθη ἡ χρυσῆ οἰκία. Ἀσίας δʹ πόλεις κατεπτώθησαν, Ἐλαία, Μύρινα, Πιτάνη καὶ Κύμη, Ἑλλάδος δὲ Ὀπουντία καὶ Ὤριτος. Τὸ Πάνθεον ὑπὸ κεραυνοῦ διεφθάρη. Γαλατίας γʹ πόλεις σεισμῷ κατεπτώθησαν. Ῥώμης ςʹ ἐπίσκοπος Ἀλέξανδρος ἔτη ιβʹ.