Ecloga chronographic
Georgius Syncellus ConstantinopolitanusChro 425 · pg-scrape-grcMore by Georgius Syncellus Constantinopolitanus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-syncellus-constantinopolitanus" aria-label="More works by Georgius Syncellus Constantinopolitanus">
—
⋯
Original / primary: Pg Scrape Grc
425.1.1
ΚΟΣΜΟΥ ΕΤΗ ΕΧ Τῆς θείας σαρκώσεως ἔτη ρʹ Τὰ ὑπόλοιπα Ῥωμαίων ιαʹ Τραϊανοῦ ἔτη Ἰουδαῖοι κατὰ Λιβύην καὶ Κυρήνην καὶ Αἴγυπτον καὶ Ἀλεξάνδρειαν καὶ Θηβαΐδα πολεμήσαντες πρὸς τοὺς συνοικοῦντας Ἕλληνας διεφθάρησαν. Ἀντιόχεια κατεπτώθη παρόντος Τραϊανοῦ. Τραϊανὸς Λυσίῳ Κύντῳ τῆς Μεσοποταμίας ἐξᾶραι τοὺς στασιάσαντας ἐκέλευσεν. ὁ δὲ πολλὰς μυριάδας Ἰουδαίων ἀνελὼν ἡγεμὼν τῆς Ἰουδαίας διὰ τοῦτο καθίσταται. Τοὺς ἐν Σαλαμῖνι τῆς Κύπρου Ἕλληνας Ἰουδαῖοι ἀνελόντες τὴν πόλιν κατέσκαψαν. Τραϊανὸν ἡ σύγκλητος θεὸν ἐψηφίσατο. Τραϊανὸς νόσῳ τελευτᾷ κατ' Εὐσέβιον ἐν Σελινοῦντι, κατὰ δὲ ἄλλους ἐν Σελευκείᾳ τῆς Ἰσαυρίας δυσεντερίᾳ. Ῥωμαίων ζʹ ἐπίσκοπος Ξύστος ἔτη θʹ. Ἀλεξανδρείας εʹ ἐπίσκοπος Πρῖμος ἔτη ιβʹ. Ἱεροσολύμων ςʹ ἐπίσκοπος Βενιαμὶν ἔτη βʹ. Ἱεροσολύμων ζʹ ἐπίσκοπος Ἰωάννης ἔτη βʹ. Ἱεροσολύμων ηʹ ἐπίσκοπος Ματθίας ἔτη βʹ. ΚΟΣΜΟΥ ΕΤΗ ΕΧΘ Τῆς θείας σαρκώσεως ἔτη ρθʹ Ῥωμαίων ιβʹ ἐβασίλευσεν Ἀδριανὸς Αἴλιος ἔτη καʹ. Κοδρᾶτος ὁ ἱερὸς τῶν ἀποστόλων ἀκουστὴς Αἰλίῳ Ἀδριανῷ τῷ αὐτο κράτορι λόγους ἀπολογίας ὑπὲρ Χριστιανῶν ἐπέδωκεν, ὧδέ πως ἱστορῶν,