Ecloga chronographic
Georgius Syncellus ConstantinopolitanusChro 426 · pg-scrape-grcMore by Georgius Syncellus Constantinopolitanus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-syncellus-constantinopolitanus" aria-label="More works by Georgius Syncellus Constantinopolitanus">
—
⋯
Original / primary: Pg Scrape Grc
426.1.1
ἐν οἷς ἔφη· τοῦ δὲ σωτῆρος ἡμῶν τὰ ἔργα ἀεὶ παρῆν· ἀληθῆ γὰρ ἦν. οἱ θεραπευθέντες καὶ οἱ ἀναστάντες ἐκ νεκρῶν οὐκ ὤφθησαν μόνον θερα πευόμενοι καὶ ἀνιστάμενοι, ἀλλὰ καὶ ἀεὶ παρόντες, οὐδὲ ἐπιδημοῦντος μόνον τοῦ σωτῆρος, ἀλλὰ καὶ ἀπαλλαγέντος ἦσαν ἐπὶ χρόνον ἱκανόν, ὥστε καὶ εἰς τοὺς ἡμετέρους χρόνους τινὲς αὐτῶν ἀφίκοντο. τούτῳ καὶ Ἀρι στείδης Ἀθηναῖος φιλόσοφος ὑπὲρ Χριστιανῶν ἀκόλουθα τῷ αὐτοκράτορι προσεφώνησεν Ἀδριανῷ, ἅπερ δεξάμενος ὁ Καῖσαρ σὺν τοῖς παρὰ Σερε νίου λαμπροτάτου ἡγουμένου, ὡς ἄδικον εἴη κτείνειν γράψαντος Χρι στιανοὺς ἀκρίτως ἐπὶ μηδενὶ τῶν ἐγκλημάτων, γράφει Μινουκίῳ Φου νάνῳ ἀνθυπάτῳ τῆς Ἀσίας Ἀδριανὸς μηδένα κτείνειν ἄνευ ἐγκλημάτων καὶ κατηγορίας. Ἀδριανὸς Ἰουδαίους κατὰ Ἀλεξανδρέων στασιάζοντας ἐκόλασεν. Ἀδριανὸς χρεῶν ὀφειλὰς τῶν ὑπ' αὐτὸν πόλεων ἀνηκούσας τῷ δημοσίῳ λόγῳ ἀπέκοψε, καύσας τοὺς χάρτας. Ὁ αὐτὸς Ῥωμαίοις φόρους πολλοὺς ἐχαρίσατο, ὅθεν ἡ σύγκλητος θεὸν αὐτὸν ἐψηφίσατο. Ὁ αὐτὸς Νικομήδειαν σεισμῷ καταπτωθεῖσαν καὶ Νίκαιαν πόλεις Βι θυνίας χρήμασιν ἀνεστήσατο. Ὁ αὐτὸς Ἀθηναίοις ἀξιώσασιν ἐκ τῶν Δράκοντος καὶ Σόλωνος νόμους ἐπισυνέταξε, χειμάσας εἰς Ἀθήνας καὶ μυηθεὶς τὰ Ἐλευσίνια καὶ γεφυρώσας Ἐλευσῖνα κατακλυσθεῖσαν ὑπὸ Κηφισοῦ ποταμοῦ. Πλούταρχος Χαιρωνεὺς φιλόσοφος ἐπιτροπεύειν Ἑλλάδος ὑπὸ τοῦ αὐτο κράτορος κατεστάθη γηραιός. Σέξτος φιλόσοφος καὶ Ἀγαθόβουλος καὶ Οἰνόμαος ἐγνωρίζετο. Σαυρομάται κατεπολεμήθησαν. Ἰουδαῖοι κατὰ Λιβύην καὶ Αἴγυπτον διεφθάρησαν πολέμῳ. Ἀποικίαν εἰς Λιβύην ἐρημωθεῖσαν Ἀδριανὸς ἔπεμψεν. Ἀδριανὸς πατὴρ πατρίδος καὶ ἡ γυνὴ αὐτοῦ Σεβαστὴ ἀνηγορεύθη. Ῥώμης ηʹ ἐπίσκοπος Τελεσφόρος ἔτη ιʹ. 427 Ἀντιοχείας δʹ ἐπίσκοπος Κορνήλιος ἔτη ιγʹ. Ἀλεξανδρείας ςʹ ἐπίσκοπος Ἰοῦστος ἔτη ιʹ. Νικόπολις καὶ Καισάρεια σεισμῷ κατεπτώθησαν. Ἱεροσολύμων θʹ ἐπίσκοπος Φίλιππος ἔτη βʹ. Ἱεροσολύμων ιʹ ἐπίσκοπος Σενέκας ἔτος αʹ. Ἱεροσολύμων ιαʹ ἐπίσκοπος Ἰοῦστος ἔτη δʹ. Ἱεροσολύμων ιβʹ ἐπίσκοπος Λευὶς ἔτη δʹ. ΚΟΣΜΟΥ ΕΤΗ ΕΧΚΑ Τῆς θείας σαρκώσεως ἔτη ρκαʹ Τὰ ὑπόλοιπα Ῥωμαίων βασιλέως ιβʹ Ἀδριανοῦ Αἰλίου ἔτη Ἀδριανὸς παραχειμάζων ἐν Ἀθήναις μυεῖται τὰ Ἐλευσίνια· ἔνθα καὶ ἦξεν ἀγῶνα, ἐπισκευάσας πολλὰ τῷ τόπῳ καὶ βιβλοθήκας συστησάμενος. Ἀδριανὸς κατὰ Ἰουδαίων ἀποστάντων στράτευμα ἐξέπεμψε, καταδρα μόντων τὴν Ἰουδαίαν ἀπ' Αἰγύπτου καὶ Λιβύης μετὰ πολλοὺς πολέμους. ἡγεῖτο δὲ τῆς Ἰουδαίας Τίννιος Ῥοῦφος ὁ καὶ πολεμήσας τοὺς Ἰουδαίους· τῆς Ἰουδαίων ἀποστάσεως Χωχεβᾶς τις ὁ μονογενὴς ἡγεῖτο, ὃς ἑρμηνεύετο ἀστήρ. οὗτος Χριστιανοὺς ποικίλως ἐτιμωρήσατο μὴ βουλομένους κατὰ Ῥωμαίων συμμαχεῖν. Ἰουδαῖοι κακῶς ἀπήλλαξαν, καὶ ὁ πρὸς αὐτοὺς πόλεμος πέρας ἔσχεν, ἁλόντων τῶν Ἱεροσολύμων τὸ ἔσχατον, ὡς μηδὲ λίθον ἐπὶ λίθον ἀφεθῆναι κατὰ τὴν θείαν φωνήν. ἔνθεν οὖν εἵργονται πάντη τῆς πόλεως ἐπιβαίνειν προστάξει θεοῦ καὶ Ῥωμαίων κράτει δια σπαρέντες κατὰ παντός. Ἀδριανὸς ὕδρωπι τελευτᾷ ἐν Βαΐαις τῆς Ἰταλίας. Ῥώμης θʹ ἐπίσκοπος Ὑγιηνὸς ἔτη δʹ. Ἀντιοχείας εʹ ἐπίσκοπος Ἔρως ἔτη κςʹ. Ἀλεξανδρείας ζʹ ἐπίσκοπος Εὐμένης ἔτη ιγʹ. Ἱεροσολύμων ιγʹ ἐπίσκοπος Ἐφραῒμ ἔτη
426.2.1
428 Φαβουρῖνος καὶ Πολέμων ὁ ῥήτωρ ἐγνωρίζοντο. Ἡρώδης ῥήτωρ Ἀθηναῖος. Μάρκος ῥήτωρ Βυζάντιος. Ἱεροσολύμων ιδʹ ἐπίσκοπος Ἰωσὴφ ἔτη βʹ. Ἱεροσολύμων ιεʹ ἐπίσκοπος Ἰούδας ἔτη βʹ. Καθ' ὃν ἡ ἐπὶ Ἀδριανοῦ τελεία καὶ ἐσχάτη γέγονε τῆς πόλεως καὶ τοῦ ἔθνους Ἰουδαίων ἅλωσις. λοιπὸν πρῶτος ἐξ ἐθνῶν ἐπίσκοπος Ἱεροσολύμων Μάρκος ἔτη ηʹ. ΚΟΣΜΟΥ ΕΤΗ ΕΧΚΘ Τῆς θείας σαρκώσεως ἔτη ρκθʹ Ἱεροσολύμων ιςʹ ἐπίσκοπος, αʹ δὲ ἐξ ἐθνῶν Μάρκος ἔτη ηʹ. ΚΟΣΜΟΥ ΕΤΗ ΕΧΛ Τῆς θείας σαρκώσεως ἔτη ρλʹ Ῥωμαίων ιγʹ ἐβασίλευσε Τίτος Ἀντωνῖνος, ὁ ἐπικληθεὶς εὐσεβής, σὺν τοῖς παισὶν Αὐρηλίῳ καὶ Λουκίῳ ἔτη
426.3.1
Ἀντωνῖνος πατὴρ πατρίδος προσηγορεύθη. Ἰουστῖνος φιλόσοφος προσηγορεύθη, ὃς ὑπὲρ τοῦ καθ' ἡμᾶς ὀρθοῦ λό γου βίβλον ἀπολογίας Ἀντωνίνῳ ἐπέδωκε. Ῥωμαίων ἐπίσκοπος ιʹ Πῖος ἔτη ιεʹ. Κατὰ τοὺς χρόνους Ὑγιηνοῦ καὶ Πίου τῶν ἐπισκόπων Ῥώμης ἕως 429 Ἀνικήτου Οὐαλεντινιανὸς καὶ Κέρδων ἀρχηγοὶ τῆς Μαρκίωνος αἱρέσεως ἐπὶ Ῥώμης ἐγνωρίζοντο. Μεσομήδης Κρὴς ποιητὴς νόμων κιθαρῳδικῶν ἐγνωρίζετο, καὶ Ταῦρος Πλατωνικὸς καὶ Βηρύτιος. Ἀρριανὸς φιλόσοφος Νικομηδεὺς στρατηγὸς ἐγνωρίζετο. Ἐπίκτητος καὶ Εὐφράτης καὶ Περεγρῖνος ὁ ἑαυτὸν ἐμπρήσας κατὰ μίμησιν Καλανοῦ Βραχμᾶνος τοῦ κατὰ Ἀλέξανδρον τὸν Μακεδόνα γυμνοσοφιστοῦ. Μάξιμος Τύριος, Ἀπολλώνιος στωικὸς Χαλκηδόνιος, Βασιλείδης Σκυ θοπολίτης· οὗτοι καὶ διδάσκαλοι Οὐηρισίμου Καίσαρος γεγόνασι. Κρίσκος κυνικὸς φιλόσοφος Ἰουστίνῳ τῷ καθ' ἡμᾶς θείῳ φιλοσόφῳ τὸν μαρτυρικὸν συνεσκεύασε θάνατον ἐλεγχόμενος ὑπ' αὐτοῦ λιχνότητα κυνικήν. Ἀλεξανδρείας ζʹ ἐπίσκοπος Εὐμένης ἔτη ιγʹ. Ἀλεξανδρείας ηʹ ἐπίσκοπος Μαρκιανὸς ἔτη ιʹ. Ἱεροσολύμων ιςʹ ἐπίσκοπος Μάρκος ἔτη ηʹ. Ἱεροσολύμων ιζʹ ἐπίσκοπος Κασσιανὸς ἔτη εʹ. ΚΟΣΜΟΥ ΕΤΗ ΕΧΛΗ Τῆς θείας σαρκώσεως ἔτη ρληʹ ΚΟΣΜΟΥ ΕΤΗ ΕΧΜ Τῆς θείας σαρκώσεως ἔτη ρμʹ Ῥώμης ιʹ ἐπίσκοπος Πῖος ἔτη ιεʹ. Ῥώμης ιαʹ ἐπίσκοπος Ἀνίκητος ἔτη ιαʹ. 430 Ἐπὶ τούτου Πολύκαρπος ἐν Ῥώμῃ πολλοὺς ἐξ αἱρέσεων μετήγαγεν. Ἀλεξανδρείας θʹ ἐπίσκοπος Κελαδίων ἔτη ιδʹ. Ἱεροσολύμων ιηʹ ἐπίσκοπος Πούπλιος ἔτη εʹ. Ἱεροσολύμων ιθʹ ἐπίσκοπος Μάξιμος ἔτη δʹ. Ἱεροσολύμων κʹ ἐπίσκοπος Ἰουλιανὸς ἔτη βʹ. ΚΟΣΜΟΥ ΕΤΗ ΕΧΝΓ Τῆς θείας σαρκώσεως ἔτη ρνγʹ Ῥωμαίων ιδʹ ἐβασίλευσε Μάρκος Αὐρήλιος ὁ καὶ Οὐῆρος, Λούκιός τε Αὐρήλιος καὶ Κόμοδος ἔτη ιθʹ. Λούκιος Καῖσαρ ἱερουργῶν ἐν Ἀθήναις εἶδε πῦρ ἀπὸ δυσμῶν εἰς ἀνατο λὴν κατ' οὐρανὸν φερόμενον. Λούκιος Καῖσαρ Πάρθους ὑποτάξας κατ' αὐτῶν ἐθριάμβευσεν. Οὐολόγεσσος Πάρθων βασιλεὺς τὴν Ῥωμαίων χώραν κατέδραμε. Περεγρῖνος ὁ φιλόσοφος ἐν τῇ πανηγύρει πῦρ ἀνάψας ἑαυτὸν ἐνέπρησε μιμούμενος Κάλανον Βραχμᾶνον τὸν κατὰ Ἀλέξανδρον γυμνοσοφιστήν. Πολύκαρπος ὁ ἱερώτατος Σμύρνης ἐπίσκοπος τῷ ὑπὲρ Χριστοῦ μαρτυ ρίῳ ἐτελειώθη διωγμοῦ κατὰ τὴν Ἀσίαν γεγονότος. Πολλοὶ δὲ καὶ κατὰ τὰς Γαλλίας νομίμως ὑπὲρ Χριστοῦ ἤθλησαν, ὧν τὰ μαρτύρια ἀναγέγραπται εἰς μνημόσυνον τοῖς μετέπειτα. Ῥωμαῖοι Γερμανοὺς καὶ Σαυρομάτας καὶ Δάκας Κουάδους κατεπά λαισαν, λοιμώδης τε νόσος ἐπικρατήσασα μέχρι Ῥώμης ἔφθασε. Λούκιος αὐτοκράτωρ ἐνάτῳ τῆς βασιλείας αὐτοῦ ἔτει ἐτελεύτησεν. Ἀπολλινάριος ἐπίσκοπος Ἱεραπόλεως τῆς ἐν Ἀσίᾳ, ἱερὸς ἀνήρ, ἤκμαζε, καὶ Μελίτων Σαρδιανῶν ἐπίσκοπος τῆς Λυδίας, ὃς καὶ βίβλον ἀπολογίας Ἀντωνίνῳ ὑπὲρ Χριστιανῶν ἐπέδωκε. 431 Διονύσιος ἐπίσκοπος Κορίνθου, ἱερὸς ἀνήρ, ἐγνωρίζετο. Ὀππιανὸς ἁλιευτικῶν ποιητὴς ἤκμαζε Κίλιξ τῷ γένει. Ταῖς Χριστιανῶν εὐχαῖς ὁ Ῥωμαίων στρατὸς δίψει διαφθείρεσθαι μέλ λων ἐν Κουάδοις περισῴζεται θεοῦ ὕσαντος καὶ τοὺς πολεμίους Γερμα νοὺς καὶ Σαυρομάτας σκηπτῷ διαφθείραντος, ὡς καὶ αὐτὸς Ἀντωνῖνος ἐπιστέλλων μαρτυρεῖ. Περτίναξ ἡγεῖτο τοῦ στρατοῦ. Ῥωμαίων ἐπίσκοπος ιαʹ Ἀνίκητος ἔτη ιαʹ, ἐφ' οὗ Πολύκαρπος ἐν Ῥώμῃ. Ῥωμαίων ιβʹ ἐπίσκοπος Σωτήριχος ἔτη θʹ. Ἀντιοχείας ςʹ ἐπίσκοπος Θεόφιλος ἔτη ιγʹ. Θεοφίλου τούτου συγγράμματα διάφορά εἰσι καὶ φέρονται. Ἀλεξανδρείας ιʹ ἐπίσκοπος Ἀγριππῖνος ἔτη ιβʹ. Ἱεροσολύμων καʹ ἐπίσκοπος Γάιος ἔτη γʹ. Ἱεροσολύμων κβʹ ἐπίσκοπος Σύμμαχος ἔτη βʹ. Ἱεροσολύμων κγʹ ἐπίσκοπος Γάιος ἄλλος ἔτη γʹ. Ἱεροσολύμων κδʹ ἐπίσκοπος Ἰουλιανὸς ἔτη δʹ. Ἡ κατὰ Φρύγας συνέστη ψευδοπροφητία. Ἡρωδιανὸς γραμματικὸς ἄριστος ἤκμαζε. ΚΟΣΜΟΥ ΕΤΗ ΕΧΚΕ Τῆς θείας σαρκώσεως ἔτη ρξεʹ Τὰ ὑπόλοιπα Ῥωμαίων ιδʹ Μάρκου Αὐρηλίου Ἀντωνίνου τοῦ καὶ Οὐήρου ἔτη Γαληνὸς ἰατρὸς ἄριστος ἤκμαζε τῷ γένει Περγαμηνός. Ἰουλιανὸς νομοθέτης ἐν Ῥώμῃ καὶ Φρόντων ὁ ῥήτωρ. 432 Ἀριστείδης Σμυρναῖος σοφιστής. Νικόστρατος λογοποιός. Ὀππιανὸς Κίλιξ ποιητὴς ἁλιευτικῶν. Σέξτος ἀδελφιδοῦς Πλουτάρχου τοῦ Χαιρωνέως φιλοσόφου. Ἀττικὸς Πλατωνικὸς φιλόσοφος. Ἀντωνῖνος κοινωνὸν τῆς βασιλείας Κόμοδον ἴδιον παῖδα ἀνέδειξεν. Ὁ αὐτὸς κατὰ τῶν πολεμίων σὺν αὐτῷ ἐθριάμβευσεν. Ἀντωνῖνος καὶ Κόμοδος οἱ αὐτοκράτορες διανομὰς καὶ θέας παντοίας παρέσχον, τά τε δημόσια τέλη ἀνῆκαν καὶ τοὺς τῶν χρεῶν χάρτας ἐπὶ τῆς Ῥωμανισίας ἀγορᾶς κατέφλεξαν. νόμους καὶ διατάξεις εὖ συνειδότες ἀνενεώσαντο. Ἀντωνῖνος ἐν Παννονίαις, ὡς δέ τινες ἄλλοι, ἐν Σπανίαις νόσῳ τελευτᾷ. Ῥωμαίων ιγʹ ἐπίσκοπος Ἐλευθέριος ἔτη ιεʹ. Ἀντιοχείας ζʹ ἐπίσκοπος Μάξιμος ἔτη ιγʹ. Ἱεροσολύμων κεʹ ἐπίσκοπος Ἠλίας ἔτη βʹ. Ἱεροσολύμων κςʹ ἐπίσκοπος Ἀπίων, οἱ δὲ Καπίτων, ἔτη δʹ. Σμύρνα πόλις τῆς Ἀσίας σεισμῷ κατεπτώθη καὶ πρὸς ἀνοικοδομὴν ἀνείθη τῶν φόρων ἔτη ιʹ. ΚΟΣΜΟΥ ΕΤΗ ΕΧΟΒ Τῆς θείας σαρκώσεως ἔτη ροβʹ Ῥωμαίων ιεʹ ἐβασίλευσε Κόμοδος ἔτη ιγʹ. Κόμοδος ὑπὸ τῆς συγκλήτου Σεβαστὸς ἀνηγορεύθη. 433 Ὁ αὐτὸς κατὰ Γερμανῶν ἐθριάμβευσεν. Εἰρηναῖος ἐπίσκοπος Λουγδόνων πόλεως Γαλλίας θείοις λόγοις καὶ πρά ξεσι διέλαμπε. Τὸ Σεραπεῖον ἐν Ἀλεξανδρείᾳ κατεφλέχθη. Τὰς ἐν τῷ Καπετωλίῳ βιβλοθήκας καὶ ἄλλα τούτου μέρη σκηπτὸς κατέφλεξε. Τοῦ ἐν Ῥόδῳ ἡλιακοῦ κολοσσοῦ τὴν κεφαλὴν ἀφελὼν Κόμοδος τὴν ἑαυτοῦ ἔστησεν. Ἐμπρησμὸς μέγας τὸ παλάτιον Ῥώμης καὶ τὴν οἰκίαν τῶν παρθένων καὶ ἄλλα πλεῖστα ἐνέπρησε. Κόμοδος τοὺς ἐν γερουσίᾳ τιμίους ἀνελών, ἐν οἷς καὶ Ἰουλιανὸν νομο θέτην καὶ Ἀντωνῖνον ἴδιον ἀδελφιδοῦν, ὑπὸ Ναρκίσσου τινὸς ἱπποδαμα στοῦ βασιλέως διαφθείρεται ἐν τοῖς βασιλείοις. Ῥωμαίων ιδʹ ἐπίσκοπος Βίκτωρ ἔτη ιβʹ. Ἀντιοχείας ζʹ ἐπίσκοπος Μάξιμος ἔτη ιγʹ. Ἀντιοχείας ηʹ ἐπίσκοπος Σεραπίων ἔτη κεʹ. Ἀλεξανδρείας ιʹ ἐπίσκοπος Ἀγριππῖνος ἔτη ιβʹ. Ἀλεξανδρείας ιαʹ ἐπίσκοπος Ἰούλιος ἔτη ιʹ. Ἀλεξανδρείας ιβʹ ἐπίσκοπος Δημήτριος ἔτη μγʹ. Ἱεροσολύμων κζʹ ἐπίσκοπος Μάξιμος ἔτη δʹ. Ἱεροσολύμων κηʹ ἐπίσκοπος Ἀντωνῖνος ἔτη εʹ. Ἱεροσολύμων κθʹ ἐπίσκοπος Οὐάλης ἔτη γʹ. Ἱεροσολύμων λʹ ἐπίσκοπος Νάρκισσος ἔτη δʹ.