Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-syncellus-constantinopolitanus" aria-label="More works by Georgius Syncellus Constantinopolitanus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
434.1.1
ΚΟΣΜΟΥ ΕΤΗ ΕΧΠΕ Τῆς θείας σαρκώσεως ἔτη ρπεʹ Ῥωμαίων ιςʹ ἐβασίλευσεν Ἑλύιος Περτίναξ μῆνας ςʹ. Ῥωμαίων ιζʹ ἐβασίλευσε Σευῆρος ἔτη ιηʹ. Περτίναξ ὑπὸ τῆς συγκλήτου καὶ τοῦ δήμου βασιλεὺς Ῥωμαίων ἀνηγο ρεύθη ἄριστος ἀνήρ, σφόδρα τῶν στρατιωτικῶν προνοῶν· ὑπὸ στρατιωτῶν ἀναιρεῖται διὰ τοῦτο, βασιλεύσας κατὰ μὲν Εὐσέβιον μῆνας ςʹ, κατὰ δὲ ἄλλους οὐδὲ τρεῖς ὅλους· μεθ' ὃν βασιλεύσας Ἰουλιανὸς ὁ κληθεὶς Δίδιος διὰ τὸ χρήμασι τὴν βασιλείαν ὠνήσασθαι καθαιρεῖται τῆς ἀρχῆς μετὰ δύο μῆνας ὑπὸ τῶν φίλων Σευήρου. Σευῆρος δὲ βασιλεύσας εὐθὺς τοὺς Περτίνακος φονευτὰς ἀνεῖλε. Κλήμης ὁ Στρωματεὺς πρεσβύτερος Ἀλεξανδρείας ἄριστος διδάσκαλος ἐν τῇ κατὰ Χριστὸν φιλοσοφίᾳ συντάττων διέλαμπε. Πάνταινος φιλόσοφος ἀπὸ στωικῶν ἐν τῷ θείῳ λόγῳ διέπρεπεν. Ἀφρικανὸς ἱστορικὸς Χριστιανὸς ἤκμαζε. Λεωνίδης Ὠριγένους πατὴρ ἐμαρτύρησε διωγμοῦ γεγονότος ἐν Ἀλεξανδρείᾳ. Μουσιανὸς ἐκκλησιαστικὸς συγγραφεὺς ἐγνωρίζετο. Ὠριγένης ὁ ματαιόφρων ἐν Ἀλεξανδρείᾳ κενοδοξῶν Ἑλληνικοῖς δόγμασιν ἐνεωτέριζε. τοῦτον Εὐσέβιος ὁ Παμφίλου ὡς ὁμόφρων ἐκθειάζων σὺν αὐτῷ λογισθείη. Νίγερα στρατηγὸν ἐπαναστάντα τοῖς πράγμασι καὶ τὸ Βυζάντιον χει ρωσάμενον κατά τε Νικαίας μητροπόλεως Βιθυνίας Περσικὴν δύναμιν ἀθροίσαντα, καὶ Οὐλίγισσον τὸν Περσῶν βασιλέα καὶ ἄλλους βαρβάρους ὁ Σευῆρος ἀναιρεῖ διὰ τῶν ἑαυτοῦ στρατηγῶν, τό τε Βυζάντιον ἀναλαμβάνει 435 πολιορκίᾳ, διαφθείρας τοὺς Νίγερος συνδρόμους. Σευῆρος πρὸς Οὐλίγισ σον καὶ Πέρσας πολεμήσας φυγάδα τοῦτον τρεψάμενος κατέστησε, τήν τε Νίσιβιν ἀνέλαβε, πάλαι προδοθεῖσαν Πέρσαις. Ῥώμης ιδʹ ἐπίσκοπος Βίκτωρ ἔτη ιβʹ. Ῥώμης ιεʹ ἐπίσκοπος Ζεφυρῖνος ἔτη ιθʹ, κατὰ δὲ Εὐσέβιον ἔτη ιβʹ. Ἀντιοχείας ηʹ ἐπίσκοπος Σεραπίων ἔτη κεʹ. Ἀλεξανδρείας ιβʹ ἐπίσκοπος Δημήτριος ἔτη μγʹ. Ἱεροσολύμων λʹ ἐπίσκοπος Νάρκισσος ἔτη δʹ. Ἱεροσολύμων λαʹ ἐπίσκοπος Δολιχιανὸς ἔτη ιβʹ. ΚΟΣΜΟΥ ΕΤΗ ΕΧˉζΣ Τῆς θείας σαρκώσεως ἔτη ρζςʹ Τὰ ὑπόλοιπα Ῥωμαίων ιζʹ βασιλέως Σευήρου ἔτη Σευῆρος Οὐλιγίσσου Περσῶν βασιλέως φυγόντος πρὸς τὴν Νίσιβιν καὶ ἄλλας πόλεις Πέρσαις προδοθείσας, Ῥωμαίοις δὲ πρότερον ἀνηκούσας, παρεστήσατο. Σευῆρος Ἀδιαβηνοὺς καὶ Ἄραβας συμμαχήσαντας τῷ Νίγερι καθυπέταξεν. Ὁ αὐτὸς Κολχικὴν ἤτοι Λαζικὴν παρεστήσατο. Σευῆρος εἰς Ῥώμην ἐλθὼν Ἀλβῖνον τυραννήσαντα κατὰ Λουγδόνων πόλιν ἀνεῖλε. Σευῆρος εἰς Βρεττανίαν ἐλθὼν νόσῳ πολεμίᾳ τελευτᾷ ἤγουν ἐπιλη ψίᾳ. Ῥωμαίων ιεʹ ἐπίσκοπος Ζεφυρῖνος ἔτη ιθʹ ἢ ιβʹ. Ἀντιοχείας ηʹ ἐπίσκοπος Σεραπίων ἔτη κεʹ. 436 Ἀλεξανδρείας ιβʹ ἐπίσκοπος Δημήτριος ἔτη μγʹ. Ἱεροσολύμων λαʹ ἐπίσκοπος Δολιχιανὸς ἔτη ιβʹ. Ἱεροσολύμων λβʹ ἐπίσκοπος Δῖος ἔτη ηʹ. ΚΟΣΜΟΥ ΕΤΗ ΕΨ ΚΟΣΜΟΥ ΕΤΗ ΕΨΑ Τῆς θείας σαρκώσεως ἔτη σαʹ Ῥωμαίων ιηʹ ἐβασίλευσεν Ἀντωνῖνος ὁ ἐπικληθεὶς Καράκαλλος, υἱὸς ὢν Σευήρου, ἔτη ζʹ σὺν ἀδελφῷ Γέτᾳ, ὃν καὶ ἀνεῖλε, φονικώτερος γεγο νὼς Κομόδου καὶ πολλοὺς ἀνελὼν ἀδίκως. Οὗτος ἐλθὼν εἰς Ἀλεξάνδρειαν τὸ ταύτης ἐπίσημον σὺν πολλῷ πλήθει διέφθειρε διὰ στάσιν δημοτικήν, ἀκόρεστος ὢν αἱμάτων καὶ μηδέν ποτε πράξας ἀξιόλογον. Ὁ δ' αὐτὸς Ἀρταβάνῃ τῷ Περσῶν βασιλεῖ πολεμεῖν δοκιμάσας ἀναι ρεῖται δόλῳ πρὸς Καρίαις καὶ Ἐδέσσῃ. πόλεις δ' αὗται τῆς Ὀσροϊνῆς. Μακρῖνος δὲ τούτου παῖς συνὼν αὐτῷ διεδέξατο τὴν ἀρχήν, ἔτος αʹ ἄρξας καὶ μῆνας ςʹ, ὥς τινες, χρηστὸς καὶ περὶ πάντα σπουδαῖος φανείς, μάλιστα δὲ τὰ στρατιωτικά, τό τε ὑπήκοον φυλάξας ἀνεπηρέαστον. οὗ χάριν τινὲς τῶν τῆς ἑῴας στρατιωτῶν ἐπιβουλεύσαντες αὐτῷ. Ἀντωνῖνον Αὐρήλιον ἀνηγόρευσαν βασιλέα Ἐδεσσηνόν. τούτῳ πολεμῆσαι πειραθεὶς ὁ Μακρῖνος ἐλαττοῦται, καὶ φεύγων περὶ τὸ Βυζάντιον ὡς αἰχμάλωτος περιενεχθεὶς διεφθάρη. Ῥωμαίων ιηʹ ἐβασίλευσε Μακρῖνος ἔτος αʹ, ὡς δὲ ἄλλοι λέγουσι, καὶ μῆνας ςʹ. ἐσφάγη δὲ ἐν Ἀρχελαΐδι.

Intertext edge

Open linked passage

Note