Ecloga chronographic
Georgius Syncellus ConstantinopolitanusChro 437 · pg-scrape-grcMore by Georgius Syncellus Constantinopolitanus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-syncellus-constantinopolitanus" aria-label="More works by Georgius Syncellus Constantinopolitanus">
—
⋯
Original / primary: Pg Scrape Grc
437.1.1
ΚΟΣΜΟΥ ΕΤΗ ΕΨΙ Κιρκισίοις Ἡφαιστίοις ἐκάη τὸ ἀμφιθέατρον ἐν Ῥώμῃ. Ῥωμαίων ιεʹ ἐπίσκοπος Ζεφυρῖνος ἔτη ιθʹ. Ἀντιοχείας ηʹ ἐπίσκοπος Σεραπίων ἔτη
437.2.1
Ἀντιοχείας θʹ ἐπίσκοπος Ἀσκληπιάδης ἔτη θʹ. Ἀλεξανδρείας ιβʹ ἐπίσκοπος Δημήτριος ἔτη μγʹ. Ἱεροσολύμων λβʹ ἐπίσκοπος Δῖος ἔτη ηʹ. Ἱεροσολύμων λγʹ ἐπίσκοπος Γερμανίων ἔτη δʹ. ΚΟΣΜΟΥ ΕΤΗ ΕΨΙ Τῆς θείας σαρκώσεως ἔτη σιʹ Ῥωμαίων ιθʹ ἐβασίλευσεν Ἀντωνῖνος Αὐρήλιος ἔτη δʹ. Ἀντωνῖνος Αὐρήλιος Ἐδεσσηνὸς μετὰ Μακρῖνον ἐβασίλευσεν ἔτη δʹ, ἀνὴρ θηλυδρίας ὅλος, ἐπὶ τὸ γυναικεῖον ἦθος τετραμμένος, κοσμούμενος καὶ ἐργαζόμενος τὰ γυναικῶν, φονικώτατος σφόδρα· διὸ καὶ ὑπὸ στρατιω τῶν ἀκοντισθεὶς ἀνῃρέθη κακῶς σὺν τῇ μητρί. μεθ' ὃν βασιλεύει Ἀλέξαν δρος ὁ Μαμμαίας υἱὸς ἀδελφιδοῦς αὐτοῦ, ἐν Ἀρκαῖς γῆς παράλου τεχθεὶς Φοινίκης, ὑπαγόμενος Οὐλπιανοῦ τοῦ νομοθέτου τῇ γνώμῃ, σφόδρα τῆς στρατιωτικῆς εὐταξίας ἀντεχομένου. διὸ καὶ ἀνῃρέθη τοῦ βασιλέως ὁρῶν τος ὑπὸ στρατιωτῶν. Οὐράνιος δέ τις ἐν Ἐδέσσῃ τῆς Ὀσροϊνῆς αὐτοκράτωρ ἀναγορευθεὶς καὶ κατὰ Ἀλεξάνδρου τυραννήσας διαφθείρεται ὑπ' αὐτοῦ, ἡνίκα καὶ Πέρσας καταδραμόντας Καππαδοκίαν καὶ Νίσιβιν πολιορκοῦν τας Ἀλέξανδρος ἐξώθησεν. ἀλλ' εἰς Ῥώμην ἐπανελθὼν ἀναιρεῖται σὺν τῇ μητρὶ Μαμμαίᾳ ὑπὸ στρατιωτικοῦ θορύβου. Μάξιμος δέ τις Μυσὸς τὸ γένος στρατηγὸς Κελτικῆς ὑπὸ τῶν στρατευμάτων βασιλεὺς Ῥωμαίων ἀνηγορεύθη, κρατήσας τῆς βασιλείας Ῥωμαίων ἔτη γʹ. 438 Ῥωμαίων ιςʹ ἐπίσκοπος Κάλλιστος ἔτη ηʹ. Ἀντιοχείας θʹ ἐπίσκοπος Ἀσκληπιάδης ἔτη θʹ. Ἱεροσολύμων λδʹ ἐπίσκοπος Γορδιανὸς ἔτη εʹ. ΚΟΣΜΟΥ ΕΤΗ ΕΨΙΕ Τῆς θείας σαρκώσεως ἔτη σιεʹ Ῥωμαίων κʹ ἐβασίλευσεν Ἀλέξανδρος ὁ Μαμμαίας υἱὸς ἔτη ιγʹ. Ἱππόλυτος ἱερὸς φιλόσοφος ἐπίσκοπος Πόρτου κατὰ τὴν Ῥώμην σφόδρα διαπρεπῶς ἤνθει ἐν τῇ κατὰ Χριστὸν φιλοσοφίᾳ, πλεῖστα ψυχωφελῆ συν τάττων ὑπομνήματα. εἴς τε γὰρ τὴν ἑξαήμερον καὶ εἰς τὰ μετὰ τὴν ἑξαήμε ρον, εἰς πολλά τε τῶν προφητῶν, μάλιστα Ἰεζεκιὴλ καὶ Δανιὴλ τῶν με γάλων, ἔτι μὴν εἰς τὰ ᾄσματα καὶ εἰς ἄλλας παντοίας παλαιὰς καὶ νέας γραφάς, ἐν οἷς καὶ εἰς τὴν ἐν Πάτμῳ τοῦ θεολόγου ἀποκάλυψιν πρὸς Μαρκίωνα καὶ τὰς λοιπὰς αἱρέσεις, καὶ τὸν ἑξκαιδεκαετηρικὸν τοῦ πάσχα κανόνα ἐξέθετο περιγράψας εἰς τὸ αʹ ἔτος Ἀλεξάνδρου τοῦ Μαμμαίας τούτου, καὶ συντόμως φάναι θεοφράδης ποταμὸς τῇ ἐκκλησίᾳ ζώντων ναμάτων γέγονε, τὸν μαρτυρικὸν περιθέμενος στέφανον πρὸς τῷ τέλει. Ἐκ τούτου λαβὼν ἀφορμὰς Ὠριγένης ὁ τάλας ὑπεμνημάτισε πολλὰς τῶν γραφῶν, Ἀμβροσίου παρορμῶντος αὐτὸν εἰς τοῦτο καὶ χορηγοῦντος ἀναγκαίας τε χρείας ἀφθόνως καὶ ταχυγράφους ζʹ παριστῶντος, ἀμείβον τας ἀλλήλους ὑπαγορεύοντος, καὶ καλλιγράφους πλείους ἅμα κόραις ἠσκη μέναις γράφειν, ἄφατόν τε προθυμίαν αὐτῷ παρέχοντος εἰς τὸ συντάττειν. ἀλλ' εἰς βάραθρον Ἑλληνικῆς τερατολογίας παρολισθήσας ἀποκατάστασιν 439 καὶ προΰπαρξιν ἐδογμάτισεν ἕτερά τε ἀνόσια δόγματα· καὶ διὰ τοῦτο τοῦ χοροῦ τῶν ἁγίων ἐξώσθη. Μαμμαία τοῦ αὐτοκράτορος Ἀλεξάνδρου μήτηρ θεοσεβὴς ἦν σφόδρα. αὕτη λέγεται ὁμιλῆσαι τῷ Ὠριγένει ἐν Ἀντιοχείᾳ διατρίβουσα, μεταπεμψαμένη αὐτὸν ἐκ τοῦ Φάρου. ἡ δ' αὐτὴ καὶ πᾶσι τοῖς ὀνομαστοῖς τηνι καῦτα Χριστιανῶν διδασκάλοις προσέκειτο διὰ τὴν εἰς Χριστὸν πίστιν. Καὶ Ἀλέξανδρος ὁ Μαμμαίας υἱὸς μετὰ τὴν ἀναίρεσιν Οὐρανίου τοῦ τυράννου καὶ τὴν κατὰ Περσῶν εὐδοκίμησιν ἐπανελθὼν ἐν Ῥώμῃ ἀναι ρεῖται σὺν μητρὶ Μαμμαίᾳ ἐν Μογοντιακῷ στρατιωτικῇ ἐπαναστάσει. Περσῶν αʹ Ἀρταξέρξης ἔτη ιεʹ. Ῥώμης ιζʹ ἐπίσκοπος Οὐρβανὸς ἔτη ζʹ. Ἀντιοχείας ιʹ ἐπίσκοπος Φίλητος ἢ Φίλιππος ἔτη ηʹ. Ἀντιοχείας ιαʹ ἐπίσκοπος Ζέβεννος ἔτη ςʹ. Ἱεροσολύμων λεʹ ἐπίσκοπος πάλιν Νάρκισσος ἔτη ιʹ. Ἐμμαοὺς ἡ ἐν Παλαιστίνῃ κώμη, περὶ ἧς φέρεται ἐν τοῖς ἱεροῖς εὐαγγε λίοις, Νικόπολις ἐτιμήθη καλεῖσθαι ὑπὸ Ἀλεξάνδρου τοῦ αὐτοκράτορος, Ἀφρικανοῦ πρεσβευσαμένου τὰς ἱστορίας ἐν πενταβίβλῳ συγγραψαμένου. Ἀφρικανὸς τὴν ἐννεάβιβλον τῶν Κεστῶν ἐπιγεγραμμένην πραγματείαν ἰατρικῶν καὶ φυσικῶν καὶ γεωργικῶν καὶ χυμευτικῶν περιέχουσαν δυνά μεις Ἀλεξάνδρῳ τούτῳ προσφωνεῖ. Ἀφρικανὸς Αὔγαρόν φησιν ἱερὸν ἄνδρα τοῦ πρώην Αὐγάρου ὁμώνυμον βασιλεύειν Ἐδέσσης κατὰ τούτους τοὺς χρόνους. Ἐβασίλευσαν οὖν Ἀσσύριοι ἀπὸ Νίνου καὶ Σεμιράμεως μέχρι Βελεοῦν τοῦ Δελκετάδου. εἰς τοῦτον γὰρ τοῦ Σεμιράμεως γένους λήξαντος, Βελι ταρᾶν κηπουργὸς ἐβασίλευσε καὶ τὸ ἐκείνου γένος ἑξῆς μέχρι Σαρδανα πάλου, καθὰ Βίωνι καὶ Ἀλεξάνδρῳ δοκεῖ τῷ Πολυίστορι. Σαρδανάπαλον 440 δὲ ἀνεῖλεν Ἀρβάκης ὁ Μῆδος καὶ Βελεοῦς ὁ Βαβυλώνιος, καὶ μετήγαγεν εἰς Μήδους τὴν βασιλείαν. ἐβασίλευσαν οὖν οἱ Ἀσσύριοι ἔτη ατςʹ. οὕτω γὰρ λέγοντι Κτησίᾳ καὶ Διόδωρος ὁ Σικελιώτης συμφθέγγεται. τῶν δὲ Μήδων λʹ ἔτη βασιλευσάντων, τὸν ὕστατον βασιλέα Μήδων Ἀστυάγην Κῦρος καθεῖλεν ὁ Πέρσης καὶ εἰς Πέρσας τὴν ἡγεμονίαν μετήγαγεν. Ἐβασίλευσαν δὲ οἱ Πέρσαι ἔτη σκηʹ μέχρις Δαρείου τοῦ Ἀρσάμου, ὃν νικήσας ὁ Φιλίππου Ἀλέξανδρος Μακεδόσι τὴν Περσῶν βασιλείαν παρ έδωκεν. ἐκράτησαν δὲ τῆς Περσικῆς ἀρχῆς Μακεδόνες ἔτη ςζγʹ, οὓς ἐκ βαλὼν Ἀρσάκης ὁ Παρθυαῖος Πάρθοις τὴν βασιλείαν Περσῶν παρέδω κεν· ἔνθεν καὶ Ἀρσακίδαι οἱ βασιλεῖς Περσῶν ὀνομάζονται. Ἐβασίλευσαν δὲ Πάρθοι ἀπὸ Ἀρσάκου ἀρξάμενοι μέχρις Ἀρταβάνου ἔτη σοʹ. ἐβασίλευσε δὲ Ῥωμαίων ὁ Μαμμαίας Ἀλέξανδρος, ἡνίκα Ἀρτάβανος ὁ Πάρθος Περσῶν ἐβασίλευσε. μετὰ δὲ τὸν Ἀρτάβανον τὸ γένος Χοσρόου βασιλεύειν ἤρξατο. ἤρξατο δὲ οὕτως· Ἀρταξέρξης Πέρσης ἀφανής τε καὶ ἄδοξος ἀθροίσας ἄνδρας ἀτάκτους ἀνεῖλεν Ἀρτάβανον καὶ πε ριέθετο κίδαριν, καὶ αὖθις Πέρσαις ἐπανήγαγε τὴν βασιλείαν. ἦν δὲ μάγος καὶ ἐξ ἐκείνου οἱ μάγοι γεγόνασι παρὰ Πέρσαις ἐπίδοξοι. λέγουσι δὲ τὴν τοῦ Ἀρταξέρξου μητέρα ἀνδρὶ συνοικεῖν Παβεκῷ τοὔνομα σκυτοτόμῳ μὲν τὴν τέχνην, ἀστρολόγῳ δὲ καὶ περὶ ταῦτα ἐνησκημένῳ. στρατιώτην δὲ ὀνόματι Σάνανον διὰ τῆς Καδουσαίων πορευόμενον χώρας ὑποδεχθῆναι εἰς τὸν οἶκον Παβεκῷ, καὶ προγνῶναι δῆθεν διὰ τῆς ἀστρολογίας τὸν Παβεκὸν ὅτι δὴ ἡ τοῦ Σανάνου γονὴ ἐπὶ μέγα εὐδαιμονίας ἀρθήσεται. μὴ ἔχων δὲ θυγατέρα ἢ ἀδελφὴν ἢ ἄλλο πρὸς γένος συναπτόμενον γύναιον, συγκατέκλινε τὴν ἰδίαν γαμετὴν τῷ Σανάνῳ, καὶ συλλαβοῦσα ἔτεκε τὸν Ἀρταξάρην. 441 Ἐξ ἐκείνου τοίνυν τοῦ Ἀρταξάρου τοῦ καὶ Ἀρταξέρξου τὸ Χοσρόου κατάγεται γένος. ἐβασίλευσαν δὲ οὕτως· Ἀρταξάρης, ὁ καὶ Ἀρταξέρξης, ἔτη ιεʹ. τῷ τετάρτῳ ἔτει τῆς βασιλείας Ἀλεξάνδρου τοῦ Μαμμαίας. Σαπώρης ἔτη λαʹ. Ὁρμίσδας ἔτος αʹ. Οὐραράνης ἔτη γʹ. Οὐραράκης ἔτη ιζʹ. Οὐραράνης ἔτος αʹ, ἄλλος δʹ. Ναρσῆς ἔτη ηʹ. Ὁρμίσδας ἔτη ηʹ. Σαβώρης ἔτη οʹ. τούτῳ δέδωκεν Ἰοβιανὸς τὴν Νίσιβιν. Ἀρταξὴρ ἔτη δʹ. Σαβὼρ υἱὸς Ἀρταξὴρ ἔτη εʹ. Οὐραράνης ἔτη ιαʹ. Οὐραράνης ἄλλος ἔτη κʹ. Ἰσδιγέρδης ἔτη καʹ. Περόζης ἔτη κδʹ. Ἰσδιγέρδης ἔτη ιζʹ. Καβάδης ἔτη ιαʹ, καὶ ἐξεβλήθη. Οὐάλας ἔτη δʹ. Καβάδης πάλιν ἔτη λʹ. Ζαμάσπης ἔτη δʹ. Ὁρμίσδας ἔτη ιεʹ. Χοσρόης υἱὸς Καβάδου ἔτη μηʹ. Χοσρόης ὁ μέγας, ὁ ἐπὶ Ἡρακλείου ἀναιρεθεὶς ὑπὸ Σιρόου υἱοῦ αὐτοῦ, ἔτη λθʹ. 442 Σιρόης ὁ υἱὸς Χοσρόου μῆνας ηʹ. Ἀδεσὴρ μῆνας ζʹ. Σαρβαράξας μῆνας βʹ. Βοράνη ἡ θυγάτηρ Χοσρόου μῆνας ζʹ. Ὁρμίσδας ὁ διωχθεὶς ὑπὸ τῶν Σαρακηνῶν ἔτη ιαʹ. ΚΟΣΜΟΥ ΕΤΗ ΕΨΚΗ Τῆς θείας σαρκώσεως ἔτη σκηʹ Ῥωμαίων καʹ ἐβασίλευσε Μαξιμῖνος ἔτη γʹ. Μαξιμῖνος κατὰ Χριστιανῶν διωγμὸν ἐκίνησεν. Οὗτος τύραννός τις καὶ ἀγριώτατος ἦν, ὡς καὶ τὴν ἰδίαν γαμετὴν ἀνελεῖν. Οὗτος ἀνῃρέθη κακῶς ὑπὸ τῶν στρατευμάτων ἐν Ἀκυληίᾳ. Θεμιστοκλῆς φιλόσοφος ἤκμαζεν, ᾧ τὸν Πύθιον Ἕλληνες μαρτυρῆσαι μυθεύονται τόδε ἔπος ἀνειπόντα· ἐσθλὸς ἀνὴρ μακάρεσσι τετιμένος ὀλ βιοδαίμων. Πλωτῖνος φιλόσοφος ὁ τὰς ἐννεάδας γράψας ἤκμαζε. Περσῶν βʹ ἐβασίλευσε Σαπώρης ἔτη λαʹ. Ῥώμης ιηʹ ἐπίσκοπος Ἀντέρως μῆνα αʹ. Ῥώμης ιθʹ ἐπίσκοπος Ποντιανὸς ἔτη γʹ. τινὲς Ποντιανὸν πρὸ τοῦ Ἀντέρωτός φασιν ἐπισκοπῆσαι Ῥώμης. Ἀντιοχείας ιαʹ ἐπίσκοπος Ζέβεννος ἔτη ςʹ. Ἀλεξανδρείας ιγʹ ἐπίσκοπος Ἡρακλᾶς ἔτη ιςʹ. Ἱεροσολύμων λεʹ ἐπίσκοπος Νάρκισσος ἔτη ιʹ. Ἱεροσολύμων λςʹ ἐπίσκοπος Ἀλέξανδρος ὁ μάρτυς ἔτη ιεʹ. Ὠριγένης ὁ ματαιόφρων ἀπὸ Ἀλεξανδρείας εἰς Καισάρειαν Παλαιστίνης μετέστη.