Ecloga chronographic
Georgius Syncellus ConstantinopolitanusChro 443 · pg-scrape-grcMore by Georgius Syncellus Constantinopolitanus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-syncellus-constantinopolitanus" aria-label="More works by Georgius Syncellus Constantinopolitanus">
—
⋯
Original / primary: Pg Scrape Grc
443.1.1
ΚΟΣΜΟΥ ΕΤΗ ΕΨΛΑ Τῆς θείας σαρκώσεως ἔτη σλαʹ Ῥωμαίων κβʹ ἐβασίλευσε Γορδιανὸς ἔτη ςʹ. Οὗτος ἐξ Ἰταλίας εἰς Πάρθους ἐλθὼν καὶ Σαπώρην τὸν Ἀρταξέρξου υἱὸν Περσῶν βασιλέα πολεμήσας ἐτρέψατο καὶ Νίσιβιν καὶ Κάρρας ἀρ θείσας ὑπὸ Περσῶν ἐπὶ Μαξιμίνου τοῦ Μυσοῦ Ῥωμαίοις ὑπέταξεν. ἀλλὰ πρὸς Κτησιφῶντα γενόμενος ἀναιρεῖται ὑπὸ τῶν οἰκείων στρατιωτῶν ὑπάρχου Φιλίππου γνώμῃ τοῦ μετ' αὐτὸν βασιλεύσαντος ἔτη εʹ, κατὰ δὲ τοὺς πολλοὺς ἔτη ζʹ. Ῥώμης κʹ ἐπίσκοπος Φαβιανὸς μάρτυς ἔτη ιγʹ. Ἀντιοχείας ιβʹ ἐπίσκοπος Βαβυλᾶς μάρτυς ἔτη
443.2.1
Ἀλεξανδρείας ιγʹ ἐπίσκοπος Ἡρακλᾶς ἔτη ιςʹ. Ἱεροσολύμων λςʹ ἐπίσκοπος Ἀλέξανδρος ὁ μάρτυς ἔτη ιεʹ. ΚΟΣΜΟΥ ΕΤΗ ΕΨΛΖ Τῆς θείας σαρκώσεως ἔτη σλζʹ Ῥωμαίων κγʹ ἐβασίλευσε Φίλιππος ἔτη ζʹ. Πλωτῖνος φιλόσοφος τῆς Πλατωνικῆς διατριβῆς καθηγούμενος. Τούτου Πορφύριος ἠκροάσατο. Θεόπομπος φιλόσοφος ἐν Χαιρωνείᾳ ἤκμαζε. Νικάτωρ ὁ σοφιστὴς Ἀθήνησιν ἤκμαζε. Φίλιππος τοσοῦτον προσετέθη τῇ πίστει Χριστοῦ, ὡς καὶ τὰ ἡμαρτη μένα προθύμως ἐξαγορεῦσαι καὶ τῶν ἐπὶ τῆς ἐκκλησίας εὐχῶν κοινω 444 νῆσαι τῷ πλήθει τῇ νυκτὶ τῆς ἑορτῆς τοῦ πάσχα. ἔνθεν τε πλέον παρρη σιασθῆναι τὸν θεῖον λόγον. Τότε καὶ Ὠριγένης ὁ ἄθλιος ἑξηκοστὸν ἄγων ἔτος διαλέξεις ἐποιεῖτο τῷ πλήθει ταχυγράφοις ἐκλαμβανομένας. ἐπέστελλε δὲ καὶ Φιλίππῳ τῷ βα σιλεῖ καὶ Σευήρᾳ τῇ τούτου γυναικὶ βασιλίδι. Τότε κατὰ τὴν Ἀραβίαν τινὲς ἐδογμάτιζον ἀσεβῶς συνδιαφθείρεσθαι τῇ ψυχῇ τὸ σῶμα κατὰ τὴν τελευτὴν καὶ ἐν τῇ ἀναστάσει πάλιν συνανα βιώσασθαι· σύνοδός τε κατ' αὐτῶν συνεκροτήθη μεγάλη. Ἔτι τε ἡ λεγομένη αἵρεσις τῶν Ἑλκεσαϊτῶν συνέστη, ἥτις πολλά τινα τῶν ἐν ταῖς θείαις γραφαῖς ἀθετεῖ τέλεον, δὲ τῶν θείων ἀποστόλων ῥη τοῖς τισι χρωμένη παροδικῶς ἐκ παλαιᾶς καὶ νέας. τὸ δὲ ἀρνεῖσθαι ἀδιά φορόν φησιν, ὅτι ὁ μὲν νοήσας τῷ στόματι ἐν ἀνάγκαις ἀρνήσεται, τῇ δὲ καρδίᾳ οὐχί. φέρουσιν αὐτοὶ καὶ βίβλον ἐξ οὐρανοῦ μυθεύοντες πεπτωκέ ναι, ἧς ὁ ἀκηκοὼς ἄφεσιν λήψεται πταισμάτων ἄλλην παρ' ἣν ὁ κύριος ἡμῶν ἐχαρίσατο ἡμῖν, τερατευόμενοι. Φίλιππος οὖν κρατήσας Ῥωμαίων ἔτη ζʹ μετὰ τὴν εἰς Σαπώρην τὸν Περ σῶν βασιλέα σπονδὴν ἀναζεύγνυσιν ἐν Ῥώμῃ, καὶ πολεμεῖ πρὸς Δέκιον αὐτοκράτορα παρὰ τῶν στρατευμάτων ἀναρρηθέντα, ἡνίκα καὶ ἀναιρεῖται. Δέκιος δὲ τὴν ἀρχὴν διαδεξάμενος δύο ἔτη διὰ τὸ πρὸς Φίλιππον ἔχθος πικρὸν ἤγειρε κατὰ Χριστιανῶν διωγμόν, ἐν ᾧ Φαβιανὸς ἐπὶ τῆς Ῥώ μης ὁ ταύτης ἐπίσκοπος τὸν μαρτυρικὸν ἀνεδήσατο στέφανον, Βαβυλᾶς τε κατὰ τὴν Ἀντιόχειαν ἐπισκοπῶν, καὶ Ἱεροσολύμων Ἀλέξανδρος ὁἱερὸς τὸ δεύτερον παραστὰς ἡγεμονικοῖς βήμασιν ἐπὶ τῆς εἱρκτῆς τελευτᾷ. Τότε καὶ Κυπριανὸς διαπρέπων ἔργοις καὶ λόγοις θεοσεβείας, ὁ μέγας Καρθαγένης ἐπίσκοπος, τῷ ὑπὲρ Χριστοῦ μαρτυρίῳ τελειοῦται. Ἀντιοχείας ιβʹ ἐπίσκοπος Βαβυλᾶς μάρτυς ἔτη ιγʹ. Ἀλεξανδρείας ιγʹ ἐπίσκοπος Ἡρακλᾶς ἔτη ιςʹ. Ἱεροσολύμων λςʹ ἐπίσκοπος Ἀλέξανδρος, ὁ καὶ μάρτυς, ἔτη ιεʹ.