Ecloga chronographic
Georgius Syncellus ConstantinopolitanusChro 445 · pg-scrape-grcMore by Georgius Syncellus Constantinopolitanus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-syncellus-constantinopolitanus" aria-label="More works by Georgius Syncellus Constantinopolitanus">
—
⋯
Original / primary: Pg Scrape Grc
445.1.1
ΚΟΣΜΟΥ ΕΤΗ ΕΨΜΔΤῆς θείας σαρκώσεως ἔτη σμδʹ Ῥωμαίων κδʹ ἐβασίλευσε Δέκιος ἔτη βʹ. Ῥώμης καʹ ἐπίσκοπος Κορνήλιος ἔτη γʹ. Ἀντιοχείας ιγʹ ἐπίσκοπος Φαβιανὸς ἔτη θʹ. Ἀλεξανδρείας ιδʹ ἐπίσκοπος Διονύσιος ἔτη ιζʹ. Ἱεροσολύμων λζʹ ἐπίσκοπος Μαζαβάνης ἔτη καʹ. Δεκίου Φίλιππον ἀνελόντος ἅμα τοῖς παισὶ καὶ τὸν κατὰ Χριστιανῶν διωγμὸν ἐξάψαντος οἱ τῶν ἐπισήμων ἐκκλησιῶν τῆς οἰκουμένης, ὡς προ εσήμανται, ἱεράρχαι τῷ ὑπὲρ Χριστοῦ μαρτυρίῳ κατεστέφθησαν, Φα βιανὸς μὲν τῆς Ῥωμαίων ἁγιωτάτης ἐκκλησίας, Βαβυλᾶς δὲ τῆς Ἀντιοχέων, καὶ ὁ Ἱεροσολύμων ἱερώτατος Ἀλέξανδρος δὶς παραστὰς τυραννικοῖς βήμασι καὶ τελευτήσας ἐν τῇ φρουρᾷ μετὰ πεπαρρησιασμένην καὶ ἀξιόθεον ὁμολογίαν. Ἐπὶ τούτοις καὶ Κυπριανὸς ὁ μέγας Καρθαγένης ἐπίσκοπος πλείστοις ἱεροῖς λόγοις καὶ ἐπιστάλμασιν ὑπαλείψας πολλοὺς ἐν τῷ αὐτῷ κατὰ Δέκιον διωγμῷ καὶ μάρτυρας προθύμως πείσας γενέσθαι τῷ ὑπὲρ τοῦ κυρίου μαρτυρίῳ τελειοῦται, πολλὰ τῷ ἀρχεκάκῳ δράκοντι ἀντιπαλαίσας, ὡς ἡ κατ' αὐτὸν συγγραφὴ δηλοῖ, τῆς κατὰ Ἰουστίναν τὴν ἁγίαν καλλιπάρθε νον δαιμονιώδους προσβολῆς δηλοῦσα τὸ ἀδρανὲς καὶ τῆς αὐτοῦ πρὸς θεὸν προφανοῦς ἐξαγορεύσεως τὸ ἀνυπόκριτον. Πολλῶν δὲ καὶ ἄλλων τελειωθέντων ὑπὲρ Χριστοῦ ἐν τῷ αὐτῷ διωγμῷ, ὧν τὰ ὀνόματα μόνος ὁ μαρτυρηθεὶς ὑπ' αὐτῶν κύριος οἶδεν, Ὠριγένης αὐχῶν ἐπὶ λόγοις σεσοφισμένοις καὶ μύθοις Ἑλληνικοῖς ἀπελείφθη τοῦ τηλικούτου στεφάνου, οὐδὲν διὰ θείας χρηστότητος, ἀλλὰ δι' ὑπερήφανον καὶ αὐτοπεποίθητον γνώμην. ἀλλὰ ταῦτα Εὐσεβίῳ τῷ Καισαρεῖ οὐ δοκεῖ, ὃς μείζω πάντων ἁγίων καὶ διδασκάλων αὐτὸν ἀποδεῖξαι σπουδάζων ἐν 446 ἕκτῳ τῆς ἐκκλησιαστικῆς αὐτοῦ ἱστορίας λόγῳ ὁμοφρονῶν αὐτῷ πολλοῖς ἐγκωμίοις αὐτὸν ἐνυβρίζει, μὴ εἰδὼς ἃ λέγει ἢ περὶ ὧν διαβεβαιοῦται. πάνυ γὰρ ὀλίγον περὶ τῶν κατὰ τούσδε τοὺς χρόνους ἱερῶν καὶ μακαρίων πατέρων ἐπιμνησθείς, Κλήμεντος λέγω τοῦ Στρωματέως, Ἱππολύτου τοῦ ἱερομάρτυρος, Ἀφρικανοῦ τοῦ ἱστορικοῦ, Διονυσίου τοῦ μεγάλου Ἀλεξανδρείας καὶ ἄλλων, μόνου τοῦ ματαιόφρονος Ὠριγένους τὴν ἐκ παιδὸς ἀναγωγὴν ἐκθειάζει μέχρι τῆς ἐν τῷ μαρτυρίῳ λειποτακτήσεως. Φα βιανοῦ τε γὰρ τοῦ λεχθέντος ἱερομάρτυρος καὶ ἐπισκόπου Ῥώμης πέρι καὶ Βαβυλᾶ τοῦ Ἀντιοχείας καὶ Ἀλεξάνδρου Ἱεροσολύμων ἐν ὀλίγοιςδιεξῆλθε τοῖς ῥήμασιν, ἐπὶ δὲ τὸν ὁμόφρονα ἐλθὼν Ὠριγένην πλεῖστα προεγκωμιάσας τὸν θεοκατάρατον ὧδέ που προστίθησι φήσας· Τὰ μὲν οὖν Ὠριγένει κατὰ τὸν διωγμὸν ξυμβάντα οἷα καὶ ὅσα καὶ ὁποίας ἔτυχε τελευτῆς, τοῦ πονηροῦ δαίμονος ἐφαμίλλως τῷ ἀνδρὶ πανστρατιᾷ πα ραταξαμένου πάσῃ τε μηχανῇ καὶ δυνάμει κατ' αὐτοῦ στρατηγήσαντος, παρὰ πάντας τε τοὺς τηνικάδε πολεμηθέντας διαφερόντως ἐπισκήψαντος αὐτῷ, οἷά τε καὶ ὅσα διὰ τὸν τοῦ Χριστοῦ λόγον ὁ ἀνὴρ ὑπέμεινε, δεσμὰ καὶ βασάνους τὰς κατὰ τοῦ σώματος τάς τε ὑπὸ σιδήρῳ καὶ μυχοῖς εἱρκτῆς τιμωρίας καὶ ὡς ἐπὶ πλείσταις ἡμέραις τοὺς πόδας ὑπὸ τέσσαρα τοῦ κο λαστηρίου ξύλα παραταθεὶς στίγματά τε καὶ πυρὸς ἀπειλὰς καὶ ὅσα ἄλλα πρὸς τῶν ἐχθρῶν ἐπενεχθέντα καρτερῶς ἤνεγκεν, οἵου τε τὰ κατ' αὐτὸν ἔτυχε τέλους, μηδαμῶς αὐτὸν ἀνελεῖν παντὶ σθένει τοῦ δικαστοῦ φιλονεί κως ἐνστάντος, ὁποίας τε μετὰ ταῦτα καταλιπὼν φωνάς, καὶ αὐτὰς πλή ρεις τοῖς ἀναλήψεως δεομένοις ὠφελείας, πλεῖσται ὅσαι τοῦ ἀνδρὸς ἐπι στολαὶ τἀληθὲς ὁμοῦ καὶ ἀκριβὲς περιέχουσιν. Τούτοις Εὐσέβιος καὶ πλείστοις πρὸ τούτων ἄλλοις Ὠριγένους τοῦ δυσσεβοῦς ἐγκωμίοις χρησάμενος ἀμάρτυρον αὐτῷ καταλέλοιπε τὸ μαρτύ ριον καὶ τὸν δρόμον ἀτέλεστον· ὁ γὰρ ὑπομείνας εἰς τέλος, φησὶν ὁ κύριος, σωθήσεται, οὐχ ὁ πολλὰ παθὼν καὶ λειποτακτήσας. ἐπάγει δὲ καὶ περὶ τοῦ μακαρίου Διονυσίου ἐπισκόπου Ἀλεξανδρείας ἐκ τῆς πρὸς Γερμανὸν 447 αὐτοῦ ἐπιστολῆς τὴν χρῆσιν προθεὶς ὁ αὐτὸς Καισαρεὺς Εὐσέβιος, Ὠρι γένει καὶ τούτῳ καὶ τοῖς ὁμόφροσιν αὐτοῦ χαριζόμενος, ὡς ἂν μὴ μόνος φανῇ λειποτακτήσας, ἀλλὰ καὶ ἄλλους ἔχων ἐν τούτῳ συμμετόχους. ἔχει δὲ ἡ χρῆσις Διονυσίου πως ὧδε· Ἐγὼ δὲ καὶ ἐνώπιον τοῦ θεοῦ λαλῶ, καὶ αὐτὸς οἶδεν ὅτι οὐ ψεύδομαι, οὐδεμίαν ἐπ' ἐμαυτοῦ βαλλόμενος, οὐδὲ ἀθεεὶ πεποίημαι τὴν φυγήν. ἀλλὰ καὶ πρότερον τοῦ κατὰ Δέκιον προτεθέντος διωγμοῦ Σαβῖνος αὐτῆς ὥρας φρουμεντάριον ἔπεμψεν εἰς ἀναζήτησίν μου. κἀγὼ μὲν τεσσάρων ἡμερῶν ἐπὶ τῆς οἰκίας ἔμεινα, τὴν ἄφιξιν μὲν τοῦ φρουμενταρίου προσδοκῶν, ὁ δ' ἅπαντα μὲν περιῆλθεν ἀνερευνῶν, τὰς ὁδούς, τοὺς ποταμούς, τοὺς ἀγρούς, ἔνθα κρύπτεσθαί με ἢ βαδίζειν ὑπενόησεν, ἀορασίᾳ δὲ εἴχετο, μὴ εὑρίσκων τὴν οἰκίαν. οὐ γὰρ ἐπίστευον οἴκοι με διωκόμενον μένειν, καὶ μόλις μετὰ τὴν τετάρτην ἡμέραν κελεύσαντός μοι μεταστῆναι τοῦ θεοῦ καὶ παραδόξως ὁδοποιήσαντος ἐγώ τε καὶ οἱ παῖδες καὶ πολλοὶ τῶν ἀδελ φῶν ἅμα συνεξήλθομεν. καὶ ὅτι τῆς τοῦ θεοῦ προνοίας ἔργον ἐκεῖνο γέγονε τὰ ἑξῆς ἐδήλωσεν, ἐν οἷς τάχα τισὶ γεγόναμεν χρήσιμοι. εἶτά τινα μεταξὺ εἰπὼν τὰ μετὰ τὴν φυγὴν αὐτῷ συμβεβηκότα δηλοῖ ταῦτα ἐπάγων· ἐγὼ μὲν γὰρ περὶ ἡλίου δυσμὰς ἅμα τοῖς σὺν ἐμοὶ γενομένοις ὑπὸ τοῖς στρατιώ ταις εἰς Ταπόσιριν ἤχθην. ὁ δὲ Τιμόθεος κατὰ τὴν τοῦ θεοῦ πρόνοιαν ἔτυχε μὴ παρὼν μηδὲ καταληφθείς· ἐλθὼν δὲ ὕστερον εὗρε τὸν οἶκον ἔρημον καὶ φρουροῦντας αὐτὸν ὑπηρέτας, ἡμᾶς δὲ ἐξηνδραποδισμένους. Καὶ μεθ' ἕτερά φησι· καὶ τίς ὁ τῆς θαυμαστῆς αὐτοῦ οἰκονομίας τρόπος; τὰ γὰρ ἀληθῆ λεχθήσεται. ἀπηντᾶτό τις τῶν χωριτῶν ὑποφεύγοντι τῷ Τιμοθέῳ καὶ τεταραγμένῳ καὶ τὴν αἰτίαν τῆς ἐπείξεως ἐπύθετο. ὁ δὲ τἀληθὲς ἐξεῖπεν, κἀκεῖνος ἀκούσας (ἀπῄει δ' εὐωχησόμενος γάμῳ, δια παννυχίζειν γὰρ αὐτοῖς ἐν ταῖς τοιαύταις συνόδοις ἔθος) εἰσελθὼν ἀπήγ γειλε τοῖς κατακειμένοις ἐν τῷ γάμῳ. οἱ δὲ ὁρμῇ μιᾷ πάντες ἐξανέστησαν, καὶ δρόμῳ φερόμενοι τάχιστα ἧκον ἐπισπεύδοντες ἡμῖν, καὶ ἠλάλαξαν καὶ φυγῆς εὐθέως τῶν φρουρούντων ἡμᾶς στρατιωτῶν γενομένης ἐπέστησαν ἡμῖν, ὡς εἴχομεν ἐπὶ τῶν ἀστρώτων σκιμπόδων κατακείμενοι. κἀγὼ μέν, οἶδεν ὁ θεός, ὡς λῃστὰς εἶναι πρότερον ἡγούμενος ἐπὶ σύλησιν καὶ ἁρπα 448 γὴν ἀφικομένους, μένων ἐπὶ τῆς εὐνῆς ἤμην ἐν τῷ λινῷ ἐσθήματι, τὴν δὲ λοιπὴν ἐσθῆτα παρακειμένην αὐτοῖς ὤρεγον. οἱ δὲ ἐξανίστασθαί τε ἐκέλευον καὶ τὴν ταχίστην ἐξιέναι. καὶ τότε συνεὶς ἐφ' ᾧ παρῆσαν ἀνέ κραγον δεόμενος αὐτῶν καὶ ἱκέτευον ἀπιέναι καὶ ἡμᾶς ἐᾶν· εἰ δὲ βούλονταί τι χρηστὸν ἐργάσασθαι, τοὺς ἀπάγοντάς με φθάσαι καὶ τὴν κεφαλὴν αὐ τοὺς τὴν ἐμὴν ἀποτεμεῖν ἠξίουν. καὶ τοιαῦτα βοῶντος, ὡς ἴσασιν οἱ κοινω νοί μου καὶ μέτοχοι πάντων γενόμενοι, ἀνίστασαν πρὸς βίαν. κἀγὼ μὲν παρῆκα ἑαυτὸν ὕπτιον πρὸς τοὔδαφος, οἱ δὲ διαλαβόντες χειρῶν καὶ πο δῶν σύροντες ἐξήγαγον. ἐπηκολούθουν δέ μοι οὗτοι τῶν πάντων μάρτυρες, Γάιος, Φαῦστος, Πέτρος, Παῦλος. οἱ καὶ ὑπολαβόντες με φοράδην ἐξ ήγαγον τοῦ πολιχνίου καὶ ὄνῳ γυμνῷ ἐπιβιβάσαντες ἀπήγαγον. οὕτω μὲν οὖν ἡ τοῦ μεγάλου τούτου πατρὸς περιέχουσα χρῆσις πάντη τῆς Ὠριγέ νους λειποταξίας διενήνοχεν. Ὁ δ' αὐτός, φησί, καὶ περὶ τῶν ἐν Ἀλεξανδρείᾳ μαρτυρησάντων ἐπὶ Δεκίου σοφώτατος Διονύσιος γράφει πρὸς τὸν Ἀντιοχείας ἐπίσκοπον Φάβιον· οὐκ ἀπὸ τοῦ βασιλικοῦ προστάγματος παρ' ἡμῖν ὁ διωγμὸς ἤρξατο, ἀλλὰ γὰρ ὅλον ἐνιαυτὸν προὔλαβε, καὶ φθάσας ὁ κακῶν τῇ πόλει ταύτῃ μάντις καὶ ποιητής, ὅστις ἐκεῖνος ἦν, ἐκίνησε καὶ παρώρμησε καθ' ἡμῶν τὰ πλήθη τῶν ἐθνῶν εἰς τὴν ἐπιχώριον αὐτοῦ δεισιδαιμονίαν ἀναρριπίσας. οἱ δὲ ἐρεθισθέντες ὑπ' αὐτοῦ καὶ πάσης ἐξουσίας εἰς ἀνοσιουργίαν λαβό μενοι, μόνην εὐσέβειαν τὴν θρησκείαν τῶν δαιμόνων ταύτην ὑπέλαβον τὸ καθ' ἡμῶν φονᾶν. πρῶτον μὲν οὖν πρεσβύτην Μητρανὸν ὀνόματι συναρπά σαντες καὶ κελεύσαντες ἄθεα λέγειν ῥήματα, μὴ πειθόμενον ξύλοις τε παίοντες τὸ σῶμα καὶ καλάμοις ὀξέσιν τὸ πρόσωπον καὶ τοὺς ὀφθαλμούς, ἀπαγαγόντες εἰς τὸ προάστειον κατελιθοβόλησαν· εἶτα πιστὴν γυναῖκα Κώινταν καλουμένην ἐπὶ τὸ εἰδωλεῖον ἀγαγόντες ἠνάγκαζον προσκυνεῖν, ἀποστρεφομένην τε καὶ βδελυττομένην ἐκδήσαντες τῶν ποδῶν διὰ πάσης τῆς πόλεως κατὰ τοῦ τραχέος λιθοστρώτου σύροντες, προσαρασσομένην τοῖς μυλιαίοις λίθοις ἅμα καὶ μαστιγοῦντες, ἐπὶ τὸν αὐτὸν ἀγαγόντες κατέλευσαν τόπον. εἶθ' ὁμοθυμαδὸν ἅπαντες ὅρμησαν ἐπὶ τὰς τῶν θεο 449 σόφων οἰκίας, καὶ οὓς ἐγνώριζον ἕκαστοι γειτνιῶντας ἐπισπεύδοντες ἦγον ἐσύλων τε καὶ διήρπαζον, τὰ μὲν τιμιώτερα τῶν κειμηλίων νοσφιζόμενοι, τὰ δ' εὐτελέστερα καὶ ὅσα ξύλων ἐπεποίητο διαρρήσσοντες καὶ κατακαίον τες ἐν ταῖς ὁδοῖς, ἑαλωκυίας ὑπὸ πολεμίων πόλεως παρεῖχον θέαμα. ἐξέ κλιναν δὲ καὶ ὑπανεχώρουν οἱ ἀδελφοί, καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὁμοίως ἐκείνοις, οἷς καὶ Παῦλος ἐμαρτύρησε, μετὰ χαρᾶς προσεδέξαντο. καὶ οὐκ ᾔδει τις πλὴν εἰ μή πού τις εἷς ἐκπεσὼν μέχρι γε τούτου τὸν κύριον ἠρνήσατο. ἀλλὰ καὶ τὴν θαυμασιωτάτην ποτὲ παρθένον πρεσβῦτιν Ἀπολ λωνίαν διαλαβόντες, τοὺς μὲν ὀδόντας ἅπαντας κόπτοντες τὰς σιαγόνας ἐξήλασαν, πυρὰν δὲ νήσαντες πρὸ τῆς πόλεως ζῶσαν ἠπείλουν κατακαύ σειν, εἰ μὴ συνεκφωνήσειεν αὐτοῖς τὰ τῆς ἀσεβείας κηρύγματα· ἡ δ' ὑπο παραιτησαμένη βραχὺ καὶ ἀνεθεῖσα συντόνως ἐπεπήδησεν εἰς τὸ πῦρ καὶ καταπέφλεκται. Σαραπίωνά τε καταλαβόντες ἐφέστιον, σκληραῖς βασά νοις αἰκισάμενοι καὶ πάντα τὰ ἄρθρα διακλάσαντες ἀπὸ τοῦ ὑπερῴου πρη νῆ κατέρραξαν. οὐδεμία δὲ ὁδός, οὐ λεωφόρος, οὐ στενωπὸς ἡμῖν βάσιμος ἦν, οὐ νυκτός, οὐ μεθ' ἡμέραν, ἀεὶ καὶ πανταχοῦ πάντων κεκραγότων, εἰ μὴ τὰ δύσφημά τις ἀνυμνεῖ ῥήματα, τοῦτον εὐθέως δεῖν σύρεσθαί τε καὶ πίμπρασθαι. καὶ ταῦτα ἐπὶ πολὺ μὲν ἤκμασε τὸ πρῶτον, διαδεξαμένους δὲ τοὺς ἀθλίους ἡ στάσις καὶ πόλεμος ἐμφύλιος τὴν καθ' ἡμῶν ὠμότητα πρὸς ἀλλήλους αὐτῶν ἔτρεψε. καὶ σμικρὸν μὲν προσανεπνεύσαμεν, ἀσχο λίαν τοῦ πρὸς ἡμᾶς θυμοῦ λαβόντων, εὐθέως δὲ ἡ τῆς βασιλείας ἐκείνης τῆς ἐπιφανεστέρας ἡμῖν μεταβολὴ διήγγελται, καὶ πολὺς ὁ τῆς ἐφ' ἡμᾶς ἀπειλῆς φόβος ἐπανέτεινε τὸ κήρυγμα. καὶ παρῆν τὸ πρόσταγμα αὐτοσχέ διον εἰπεῖν, οἷον τὸ προρρηθὲν ὑπὸ τοῦ κυρίου, ἢ παρὰ βραχὺ τὸ φοβερώ τατον, ὡς εἰ δυνατὸν σκανδαλισθῆναι καὶ τοὺς ἐκλεκτούς. πλὴν πάντες γε κατεπτήχεσαν. καὶ πολλοὶ μὲν εὐθέως τὴν περιφανεστέραν οἱ μὲν ἀπήν των δεδιότες, οἱ δὲ δημοσιεύοντες ὑπὸ τῶν πράξεων ἤγοντο, οἱ δὲ ὑπὸ τῶν ἀμφ' αὐτοῖς ἀφείλκοντο, ὀνομαστί τε καλούμενοι ταῖς ἀνάγνοις καὶ ἀνιέροις θυσίαις προσῄεσαν, οἱ μὲν ὠχριῶντες καὶ τρέμοντες, ὥσπερ οὐ 450 θύσοντες, ἀλλ' αὐτοὶ θύματα καὶ σφάγια τοῖς εἰδώλοις ἐσόμενοι, ὡς ὑπὸ πολλῶν τοῦ περιεστῶτος δήμου χλεύην αὐτοῖς ἐπιφέρεσθαι καὶ ἄλλους μὲν εἶναι πρὸς πάντας δειλούς, ὑποτρέμοντας καὶ πρὸς τὸ τεθνάναι καὶ πρὸς τὸ θῦσαι· οἱ δέ τινες ἑτοιμότεροι τοῖς βωμοῖς προσέτρεχον, ἰσχυρι ζόμενοι τῇ θρασύτητι τὸ μηδὲ πρότερον γεγονέναι Χριστιανούς· περὶ ὧν ἡ τοῦ κυρίου πρόρρησις ἀληθεστάτη ὅτι δυσκόλως σωθήσονται. τῶν δὲ λοιπῶν οἱ μὲν εἵποντο τούτοις ἑκατέροις, οἱ δὲ ἔφευγον, οἱ δὲ ἡλίσκοντο, καὶ τούτων οἱ μὲν ἄχρι δεσμῶν καὶ φυλακῆς χωρήσαντες, καί τινες καὶ πλείονας ἡμέρας καθειρχθέντες, εἶτα καὶ πρὶν ἐπὶ δικαστήριον ἐλθεῖν ἐξωμόσαντο· οἱ δὲ καὶ βασάνοις ἐπὶ ποσὸν ἐγκαρτερήσαντες, πρὸς τὸ ἑξῆς ἀπεῖπον. οἱ δὲ στερροὶ καὶ μακάριοι στῦλοι τοῦ κυρίου κραταιωθέν τες ὑπ' αὐτοῦ καὶ τῆς ἰσχυρᾶς ἐν αὐτοῖς πίστεως ἀνάλογον καὶ ἀξίαν δύναμιν καὶ καρτερίαν λαβόντες θαυμαστοὶ γεγόνασιν αὐτοῦ τῆς βασι λείας μάρτυρες. ὧν πρῶτος Ἰουλιανὸς ἄνθρωπος ποδαλγός, μὴ στῆναι μηδὲ βαδίσαι δυνάμενος, σὺνἑτέροις δύο τοῖς φέρουσιν αὐτὸν προσήχθη, ὧν ὁ μὲν ἕτερος εὐθὺς ἠρνήσατο, ὁ δὲ ἕτερος Κρονίων ὀνόματι, ἐπίκλην δὲ ὁ Νοῦς, καὶ αὐτὸς ὁ πρεσβύτερος Ἰουλιανὸς ὁμολογήσαντες τὸν κύριον, διὰ πάσης τῆς πόλεως μεγίστης οὔσης, ὡς ἴστε, καμήλοις ἐποχούμενοι καὶ μετέωροι μαστιγούμενοι, τέλος ἀσβέστῳ πυρὶ κεχυμένου τοῦ δήμου παντὸς κατεκάησαν. στρατιώτης τε αὐτοῖς ἀπαγομένοις παραστὰς καὶ τοῖς ἐφυβρίζουσιν ἐναντιωθεὶς ἐκβοησάντων ἐκείνων προαχθεὶς ὁ ἀν δρειότατος ὁ πρόμαχος τοῦ θεοῦ Βησᾶς κἀν τῷ μεγάλῳ πολέμῳ τῷ περὶ τῆς εὐσεβείας ἀριστεύσας ἀπετμήθη τὴν κεφαλήν. καί τις ἕτερος τὸ μὲν γένος Λίβυς, τὴν δὲ προσηγορίαν ἅμα καὶ τὴν εὐλογίαν ἀληθὴς Μάκαρ, προτροπῆς αὐτῷ πολλῆς ὑπὸ τοῦ δικαστοῦ γενομένης πρὸς ἄρνησιν, οὐχ ὑπαχθείς, ζῶν καταπέφλεκται. Ἐπίμαχός τε καὶ Ἀλέξανδρος μετὰ πολὺν ὃν ἔμειναν δεσμῶται χρόνον μυρίας διενεγκόντες ἀλγηδόνας, ξυστῆρας, μάστιγας, πυρὶ ἀσβέστῳ καὶ οὗτοι διεχύθησαν, καὶ σὺν αὐτοῖς γυναῖκες δʹ, Ἀμμωναρία τε ἁγία παρθένος, πάνυ φιλονείκως αὐτὴν ἐπὶ πλεῖστον τοῦ δικαστοῦ βασανίσαντος, ἅτε προαποφηναμένην ὅτι μηδὲν ὧν ἐκεῖνος κελεύει φθέγξαιτο, ἀληθεύσασα τὴν ἐπαγγελίαν ἀπήχθη. αἱ δὲ λοιπαί, 451 σεμνοτάτη πρεσβῦτις Μερκουρία καὶ αἱ ὑπόλοιπαι μὲν οὐχ ὑπὲρ τὸν κύριον δὲ ἀγαπήσασαι τὰ τέκνα Διονυσία, καταιδεσθέντος εἰς ἀνήνυτον ἔτι βασανίζειν καὶ ὑπὸ γυναικῶν ἡττᾶσθαι τοῦ ἡγεμόνος σιδήρῳ τεθνᾶσι μηκέτι πεῖραν λαβοῦσαι. τὰς γὰρ ὑπὲρ πασῶν ἡ πρόμαχος Ἀμμωναρία ἀναδέδεκται. Ἔτι περὶ τῶν ἐν Χριστῷ τελειωθέντων κατὰ τὸν ἐπὶ Δεκίου διωγμὸν ἐκ τῆς αὐτῆς τοῦ μακαρίου Διονυσίου ἐπιστολῆσ Ἥρων δὲ καὶ Ἀστὴρ καὶ Ἰσίδωρος Αἰγύπτιοι καὶ σὺν αὐτοῖς παιδάριον ὡς πεντεκαιδεκαετὴς Διόσκορος παρεδόθησαν. καὶ πρῶτον τὸ μειράκιον λόγοις τε ἀπατᾶν ὡς εὐπαράγωγον καὶ βασάνοις καταναγκάζειν ὡς εὐέν δοτον πειρωμένου, οὔτε ἐπείσθη οὔτε εἶξεν ὁ Διόσκορος. τοὺς δὲ λοιποὺς ἀγριώτατα ξήνας, ἐγκαρτερήσαντας πυρὶ καὶ τούτους ἔδωκε. τὸν δὲ Διόσ κορον ἐλλαμπρυνόμενόν τε δημοσίᾳ καὶ σοφώτατα πρὸς τὰς ἰδίας πεύσεις ἀποκρινόμενον θαυμάσας παρῆκεν, ὑπὲρ ὧν ἦν φήσας εἰς μετάνοιαν αὐτὸν διὰ τὴν ἡλικίαν ἐπιμετρεῖν. καὶ νῦν ὁ θεοπρεπέστατος σὺν ἡμῖν ἐστι Διόσ κορος εἰς μακρότερον τὸν ἀγῶνα καὶ διαρκέστερον εἶναι τὸν ἆθλον. Νεμεσίων τις κἀκεῖνος Αἰγύπτιος ἐσυκοφαντήθη μὲν ὡς δὴ σύνοικος λῃ στῶν, ἀποδυσάμενος δὲ ταύτην παρὰ τῷ ἑκατοντάρχῃ τὴν ἀλλοτριωτάτην διαβολήν, καταμηνυθεὶς ὡς Χριστιανὸς ἧκε δεσμώτης ἐπὶ τὸν ἡγεμόνα. ὁ δὲ ἀδικώτατος διπλαῖς αὐτὸν ἢ τοὺς λῃστὰς βασάνοις τε καὶ μάστιξι λυμηνάμενος, μεταξὺ τῶν λῃστῶν κατέφλεξε τιμηθέντα τὸν μακάριον τῷ τοῦ Χριστοῦ παραδείγματι. ἀθρόον δέ τι σύνταγμα στῖφος στρατιωτικόν, Ἄμμων καὶ Ζήνων καὶ Πτολεμαῖος καὶ Ἰγγένης καὶ σὺν αὐτοῖς πρεσβύτης Θεόφιλος, εἱστήκεισαν πρὸ τοῦ δικαστηρίου. κρινομένου δέ τινος ὡς Χριστιανοῦ καὶ πρὸς ἄρνησιν ῥέποντος ἐπρίοντο οὗτοι παρεστηκότες καὶ τοῖς προσώποις ἐνένευον καὶ τὰς χεῖρας ἀνέτεινον καὶ συνεσχηματίζοντο τοῖς σώμασιν. ἐπιστροφῆς δὲ πάντων πρὸς αὐτοὺς γενομένης, πρίν τινας αὐτῶν ὅλως λαβέσθαι, φθάσαντες ἐπὶ τὸ βάθρον ἀνέδραμον εἶναι Χρι στιανοὶ λέγοντες, ὥστε τὸν ἡγεμόνα καὶ τοὺς συνέδρους ἐν φόβῳ γενέσθαι, καὶ τοὺς μὲν κρινομένους εὐθαρσεστάτους ἐφ' οἷς πείσονται φαίνεσθαι, 452 τοὺς δὲ δικάζοντας ἀποδειλιᾶν. καὶ οὗτοι μὲν ἐκ δικαστηρίων ἐνεπόμ πευσαν καὶ ἠγαλλιάσαντο τῇ μαρτυρίᾳ, θριαμβεύοντος αὐτοὺς ἐνδόξως τοῦ θεοῦ. Ἄλλοι δὲ πλεῖστοι κατὰ χώρας καὶ κώμας ὑπὸ τῶν ἐθνῶν διεσπάσθη σαν, ὧν ἑνὸς παραδείγματος ἕνεκεν ἐπιμνησθήσομαι. Ἰσχυρίων ἐπετρό πευέ τινι τῶν ἀρχόντων. τοῦτον ὁ μισθοδότης ἐκέλευσε θῦσαι, μὴ πει θόμενον δὲ ὕβριζε, ἐμμένοντα προὐπηλάκιζε, βακτηρίαν μεγάλην λαβὼν διὰ τῶν ἐντέρων καὶ τῶν σπλάγχνων διώσας ἀπέκτεινε. τί δεῖ λέγειν τὸ πλῆθος τῶν ἐν ἐρημίαις καὶ ὄρεσι πλανηθέντων ὑπὸ λιμοῦ καὶ δίψης καὶ κρύους καὶ λῃστῶν καὶ νόσων καὶ θηρίων διεφθαρμένων, ὧν οἱ περιγενό μενοι τῆς ἐκείνων εἰσὶν ἐκλογῆς καὶ νίκης μάρτυρες; ἓν δὲ καὶ τούτων εἰς δήλωσιν ἔργον παραθήσομαι. Χαιρήμων ἦν ὑπέργηρως τῆς Νείλου καλουμένης πόλεως ἐπίσκοπος. οὗτος εἰς τὸ Ἀράβιον ὄρος ἅμα τῇ συμβίῳ αὐτοῦ φυγὼν οὐκ ἐπανελήλυθεν, οὐδὲ ἠδυνήθησαν ἰδεῖν οὐκέτι, καίπερ πολλὰ διερευνησάμενοι, οἱ ἀδελφοὶ οὔτε αὐτοὺς οὔτε τὰ σώματα αὐτῶν. πολλοὶ δὲ οἱ κατ' αὐτὸ τὸ Ἀραβικὸν ὄρος ἐξανδραποδισθέντες ὑπὸ βαρ βάρων Σαρακηνῶν οἱ μὲν μόλις ἐπὶ πλείστοις χρήμασιν ἐλυτρώθησαν, οἱ δὲ μέχρι καὶ νῦν οὐδέπω. ταῦτα διεξῆλθον οὐ μάτην, ἀδελφέ, ἀλλ' ἵνα εἰδῇς ὅσα καὶ ἡλίκα δεινὰ παρ' ἡμῖν συνέβη, ὧν οἱ μᾶλλον πεπειραμένοι πλεῖον ἂν εἰδεῖεν. Καὶ μετὰ βραχύ· αὐτοὶ τοίνυν οἱ θεῖοι μάρτυρες παρ' ἡμῖν, οἱ νῦν τοῦ Χριστοῦ πάρεδροι καὶ τῆς βασιλείας αὐτοῦ κοινωνοὶ καὶ μέτοχοι τῆς κρί σεως αὐτοῦ καὶ συνδικάζοντες αὐτῷ, τῶν παραπεπτωκότων ἀδελφῶν τι νας ὑπευθύνους τοῖς τῶν θυσιῶν ἐγκλήμασι γενομένους προσελάβοντο, καὶ τὴν ἐπιστροφὴν καὶ μετάνοιαν αὐτῶν ἰδόντες δεκτήν τε γενέσθαι δυ ναμένην τῷ μὴ βουλομένῳ καθόλου τὸν θανατὸν τοῦ ἁμαρτωλοῦ ὡς τὴν μετάνοιαν δοκιμάσαντες προσεδέξαντο καὶ συνήγαγον καὶ προσευχῶν αὐτοῖς ἐκοινώνησαν καὶ ἑστιάσεως. τί οὖν ἡμῖν, ἀδελφοί, περὶ τούτων συμβουλεύετε; τί ἡμῖν πρακτέον; σύμψυχοι καὶ ὁμογνώμονες αὐτοῖς καταστῶμεν καὶ τὴν κρίσιν αὐτῶν τῇ χάριτι φυλάξωμεν καὶ τοῖς ἐλεηθεῖ 453 σιν ὑπ' αὐτῶν χρηστευσώμεθα ἢ τὴν κρίσιν αὐτῶν ἄδικον ποιησώμεθα καὶ δοκιμαστὰς αὐτοὺς τῆς ἐκείνων γνώμης ἐπιστήσωμεν καὶ τὴν χρηστότητα λυπήσωμεν καὶ τὴν τάξιν ἀνασκευάσωμεν; σαφῶς διὰ τούτων ἐλέγχει τὴν Ναυάτου μισανθρωπίαν ὁ ἱερὸς Διονύσιος. Ὃς Ναυᾶτος πρεσβύτερος τῆς Ῥωμαίων ἐκκλησίας ὤν, κατὰ τούτους δὲ τοὺς χρόνους τῆς ἐπισκοπῆς ἀναξίως ὀρεγόμενος καὶ ἀποτυχὼν ἐν ἄλλοις τε ἀτοπήμασι κατεγνωσμένος, μάλιστα φιλαργυρίᾳ καὶ οἰήσει καὶ φιλαυτίᾳ, προφάσει δῆθεν τῶν ἐπιθυσάντων ἐν τῷ κατὰ Δέκιον διωγμῷ καὶ διὰ μετανοίας παραδεχθέντων εἰς κοινωνίαν τῇ ἐκκλησίᾳ, ταύτης ἀπέσχισεν, ἀρχηγὸς καὶ αἱρεσιάρχης τῶν ἑαυτοὺς Καθαροὺς ὀνομαζόντων δι' ὑπερήφανον γνώμην ὀφθεὶς καὶ σὺν αὐτοῖς ἐξωσθεὶς τοῦ παραδείσου τῆς ἐκκλησίας ψήφῳ πατέρων ἁγίων ξʹ συνελθόντων ἐν Ῥώμῃ Περὶ τῆς κατὰ Ναυάτου συνόδου γενομένης ὑπὸ Κορνηλίου ἐν Ῥώμῃ συνοδικῶς ὅτι μετὰ πλείστων πρεσβυτέρων τε καὶ διακόνων καὶ τοῦτον ἐκκηρυξάντων σὺν τοῖς ὁμόφροσιν ἀπανθρώποις, τοὺς δὲ παραπεπτωκότας ἀδελφοὺς διὰ μετανοίας δεξαμένων. τῆς δὲ τοιαύτης συνόδου Κορνήλιος ἐπίσκοπος Ῥώμης ἐξῆρχεν, ὃς καὶ γράφει πρὸς Φάβιον ἐπίσκοπον Ἀντιοχείας τὰ παραστάντα τῇ συνόδῳ καὶ πάλιν ἰδίως περὶ τῆς Ναυάτου κακοπραγίας λέγων· Ἵνα δὲ γνῷς ὅτι πρόπαλαι ὀρεγόμενος τῆς ἐπισκοπῆς ὁ θαυμάσιος καὶ κρύπτων ἐν ἑαυτῷ τὴν προπετῆ ταύτην ἐπιθυμίαν ἐλάνθανεν, ἐπικαλύμματι τῆς αὐτοῦ ἀπονοίας τῷ κατ' ἀρχὰς σὺν αὐτῷ τοὺς ὁμολογοῦντας ἐσχηκέναι χρώμενος, εἰπεῖν βούλομαι. Μάξιμος πρεσβύτερος τῶν παρ' ἡμῖν καὶ Οὐρβανὸς δὶς τὴν ἐξ ὁμολογίας δόξαν ἀρίστην καρπωσάμενοι, Σιδώνιός τε καὶ Κελερῖνος, ἀνὴρ ὃς πάσας βασάνους διὰ τὸν τοῦ θεοῦ ἔλεον καρ τερικώτατα διενεγκὼν καὶ τῇ ῥώμῃ τῆς αὐτοῦ πίστεως τὸ ἀσθενὲς τῆς 454 σαρκὸς ἐπιρρώσας, κατὰ κράτος νενίκηκε τὸν ἀντικείμενον· οὗτοι δὴ οὖν οἱ ἄνδρες κατανοήσαντες αὐτὸν καὶ καταφωράσαντες τὴν ἐν αὐτῷ πανουρ γίαν τε καὶ παλιμβουλίαν τάς τε ἐπιορκίας καὶ τὰς ψευδολογίας καὶ τὴν ἀκοινωνησίαν αὐτοῦ καὶ λυκοφιλίαν ἐπανῆλθον εἰς τὴν ἁγίαν ἐκκλησίαν, καὶ ἅπαντα αὐτοῦ τὰ τεχνάσματα καὶ πονηρεύματα, ἃ ἐκ πολλοῦ ἔχων ὑπεστέλλετο, παρόντων τοῦτο μὲν ἐπισκόπων, τοῦτο δὲ πρεσβυτέρων καὶ λαϊκῶν παμπόλλων, ἐξήγγειλαν, ἀποδυρόμενοι καὶ μεταγινώσκοντες ἐφ' οἷς πεισθέντες τῷ δολερῷ καὶ κακοήθει θηρίῳ πρὸς ὀλίγον χρόνον τῆς ἐκκλησίας ἀπελείφθησαν. Καὶ μετ' ὀλίγα· ἀμήχανον ὅσην, ἀγαπητὲ ἀδελφέ, τροπὴν καὶ μεταβολὴν ἐν βραχεῖ καιρῷ ἐθεασάμεθα ἐπ' αὐτοὺς γενομένην. ὁ γάρ τοι λαμπρότα τος καὶ δι' ὅρκων φοβερῶν τινων πιστούμενος μηδ' ὅλως ἐπισκοπῆς ὀρέγεσθαι, αἰφνίδιον ἐπίσκοπος ὥσπερ ἐκ μαγγάνου τινὸς εἰς τὸ μέσον ῥιφεὶς ἀναφαίνεται. οὗτος γάρ τοι ὁ δογματιστής, ὁ τῆς ἐκκλησιαστικῆς ἐπιστήμης ὑπερασπιστής, ὁπηνίκα παρασπάσασθαί τε καὶ ὑφαρπάζειν τὴν μὴ δοθεῖσαν αὐτῷ ἄνωθεν ἐπισκοπὴν ἐπεχείρει, δύο ἑαυτῷ κοινωνοὺς ἀπεγνωκότας τὴν ἑαυτῶν σωτηρίαν ἐπελέξατο, ὡς ἂν εἰς βραχύ τι μέρος καὶ ἐλάχιστον τῆς Ἰταλίας ἀποστείλῃ κἀκεῖθεν ἐπισκόπους τρεῖς ἀγροί κους καὶ ἁπλουστάτους πλαστῇ τινι ἐξαπατῆσαι ἐπιχειρήσει, διαβεβαιού μενος καὶ διισχυριζόμενος δεῖν αὐτοὺς ἐν τάχει παραγενέσθαι εἰς Ῥώμην, ὡς δή τις πᾶσα διχοστασία γεγονυῖα σὺν καὶ ἑτέροις ἐπισκόποις μεσιτευόν των διαλυθῇ· οὓς παραγενομένους, ἅτε δή, ὡς ἔφθημεν λέγοντες, ἀνθρώ πους ἁπλουστέρους περὶ τὰς τῶν πονηρῶν μηχανίας καὶ ῥᾳδιουργίας, συγκλεισθέντας ὑπό τινων ὁμοίων αὐτῷ τεταραγμένων ἀνθρώπων, ὥρᾳ ιʹ μεθύοντας καὶ κραιπαλῶντας μετὰ βίας ἠνάγκασεν εἰκονικῇ τινι καὶ ματαιότητι καὶ ματαίᾳ χειρεπιθεσίᾳ ἐπισκοπὴν αὐτῷ δοῦναι, ἣν ἐνέδρᾳ καὶ πανουργίᾳ μὴ ἐπιβάλλουσαν αὐτῷ ἐκδικεῖ. ἐξ ὧν εἷς μετ' οὐ πολὺ ἐπανῆλθεν εἰς τὴν ἐκκλησίαν ἀποδυρόμενος καὶ ἐξομολογούμενος τὸ ἑαυ τοῦ ἁμάρτημα, ᾧ καὶ ἐκοινωνήσαμεν λαϊκῷ, ὑπὲρ αὐτοῦ δεηθέντος παντὸς 455 τοῦ παρόντος λαοῦ. καὶ τῶν δὲ λοιπῶν ἐπισκόπων διαδόχους εἰς τοὺς τόπους ἐν οἷς ἦσαν χειροτονήσαντες ἀπεστάλκαμεν. ὁ ἐκδικητὴς οὖν τοῦ εὐαγγελίου οὐκ ἠπίστατο ἕνα ἐπίσκοπον δεῖν εἶναι ἐν καθολικῇ ἐκκλησίᾳ, ἐν ᾗ οὐκ ἠγνόει (πῶς γάρ;) πρεσβυτέρους εἶναι μςʹ, διακόνους ζʹ, ὑπο διακόνους ζʹ, ἀκολούθους δύο καὶ μʹ, ἐξορκιστὰς δὲ καὶ ἀναγνώστας ἅμα πυλωροῖς δυσὶ καὶ νʹ, χήρας σὺν θλιβομένοις ὑπὲρ αφʹ, οὓς πάντας ἡ τοῦ δεσπότου χάρις καὶ φιλανθρωπία διατρέφει· ὧν οὐδὲ τοσοῦτον πλῆθος καὶ οὕτως ἀναγκαῖον ἐν τῇ ἐκκλησίᾳ διὰ τῆς τοῦ θεοῦ προνοίας πλούσιός τε καὶ πληθύων ἀριθμὸς μετὰ μεγίστου καὶ ἀναριθμήτου λαοῦ ἀπὸ τῆς τοιαύτης ἀπογνώσεώς τε καὶ ἀπαγορεύσεως ἐπέστρεψέ τε καὶ ἀνεκαλέ σατο εἰς τὴν ἐκκλησίαν. Τούτοις ἐπάγων μεθ' ἕτερά φησι· φέρε δὴ ἑξῆς εἴπωμεν τίσιν ἔργοις ἢ τίσι πολιτείαις τεθαρρηκὼς ἀντεποιήθη τῆς ἐπισκοπῆς. ἆρά γε διὰ τὸ ἐξ ἀρχῆς ἐν τῇ ἐκκλησίᾳ ἀνεστράφθαι καὶ πολλοὺς ἀγῶνας ὑπὲρ αὐτῆς ἠγωνίσθαι καὶ ἐν κινδύνοις πολλοῖς τε καὶ μεγάλοις ἕνεκα τῆς θεοσεβείας γεγονέναι; ἀλλ' οὐκ ἔστιν ᾧ γε ἀφορμὴ τοῦ πιστεῦσαι γέγονεν ὁ σατανᾶς φοιτήσας εἰς αὐτὸν καὶ οἰκήσας ἐν αὐτῷ χρόνον ἱκανόν· ὃς βοηθούμενος ὑπὸ τῶν ἐπορκιστῶν νόσῳ περιπεσὼν χαλεπῇ καὶ ἀποθανεῖσθαι ὅσον οὐδέπω νομιζόμενος ἐν αὐτῇ τῇ κλίνῃ οὗ ἔκειτο περιχυθεὶς ἔλαβεν, εἴ γε χρὴ λέγειν τὸν τοιοῦτον εἰληφέναι. οὐ μὴν οὐδὲ τῶν λοιπῶν ἔτυχε διαφυ γὼν τὴν νόσον ὧν χρὴ μεταλαμβάνειν κατὰ τὸν τῆς ἐκκλησίας κανόνα, τοῦ τε σφραγισθῆναι ὑπὸ τοῦ ἐπισκόπου. τούτων δὲ μὴ τυχὼν πῶς ἂν τοῦ ἁγίου πνεύματος ἔτυχε; Καὶ αὖθις ἐπιφέρει· οὐ διὰ δειλίαν καὶ φιλοζωίαν ἐν τῷ καιρῷ τῆς διώ ξεως πρεσβύτερον εἶναι ἑαυτὸν ἀρνησάμενος; ἀξιούμενος γὰρ καὶ παρακα λούμενος ὑπὸ τῶν διακόνων ἐξελθεῖν τοῦ οἰκίσκου, ἐν ᾧ καθεῖρξεν ἑαυτόν, καὶ βοηθῆσαι τοῖς ἀδελφοῖς ὅσα θέμις καὶ ὅσα δυνατὸν πρεσβυτέρῳ κινδυ νεύουσιν ἀδελφοῖς καὶ ἐπικουρίας δεομένοις βοηθεῖν, τοσοῦτον ἀπέσχε τοῦ πειθαρχῆσαι καὶ παρακαλοῦσι τοῖς διακόνοις, ὡς καὶ χαλεπαίνοντα ἀπιέναι καὶ ἀπαλλάττεσθαι. μὴ γὰρ ἔτι βούλεσθαι πρεσβύτερος ἔφη· ἑτέρας γὰρ εἶναι φιλοσοφίας ἐραστής. 456 Εἶτ' ἐπιφέρει μετ' ὀλίγον· καταλιπὼν γὰρ ὁ λαμπρὸς οὗτος τὴν ἐκ κλησίαν τοῦ θεοῦ, ἐν ᾗ πιστεύσας κατηξιώθη τοῦ πρεσβυτερίου κατὰ χά ριν τοῦ ἐπισκόπου τοῦ ἐπιθέντος αὐτῷ χεῖρα εἰς πρεσβυτερίου κλῆρον, ὃς διακωλυόμενος ὑπὸ παντὸς τοῦ κλήρου, ἀλλὰ καὶ λαϊκῶν πολλῶν, ἐπεὶ μὴ ἐξὸν ἦν τὸν ἐπὶ κλίνῃ διὰ νόσον περιχυθέντα, ὥσπερ καὶ οὗτος, εἰς κλῆρόν τινα γενέσθαι, ἠξίωσε συγχωρηθῆναι αὐτὸν τοῦτον μόνον χειρο τονῆσαι. Τούτοις προστίθησιν ὁ Κορνήλιος τὸ ἀτοπώτατον τῆς Ναυάτου ἀνευ λαβείας φάσκων· ποιήσας γὰρ τὰς προσφορὰς καὶ διανέμων ἑκάστῳ τὸ μέρος καὶ ἐπιδιδοὺς τούτῳ ὀμνύειν ἀντὶ τοῦ εὐλογεῖν τοὺς ταλαιπώρους ἀνθρώπους ἀναγκάζει, κατέχων ἀμφοτέραις ταῖς χερσὶ τὰς τοῦ λαβόντος καὶ μὴ ἀφεὶς ἕως ἂν ὀμνύοντες εἴπωσι ταῦτα (τοῖς γὰρ ἐκείνου χρήσομαι λόγοις)· ὄμοσόν μοι κατὰ τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μηδέποτέ με καταλιπεῖν καὶ ἐπιστρέψαι πρὸς Κορνήλιον. καὶ ὁ ἄθλιος ἄνθρωπος οὐ πρότερον γεύεται, εἰ μὴ πρότερον ἑαυτῷ κατ αράσαιτο. καὶ ἀντὶ τοῦ εἰπεῖν λαμβάνοντα τὸν ἄρτον ἐκεῖνον τὸ ἀμήν, «οὐκ έτι ἐπανήξω πρὸς Κορνήλιον» λέγει. Φαβίῳ μὲν γὰρ Ἀντιοχείας ἐπισκόπῳ χωλαίνοντι περὶ Ναυάτου Κορνήλιος τὰ προτεταγμένα, καὶ ὅπως αὐτὸν οἱ πολλοὶ καταλιμπάνοντες τῇ ἐκκλησίᾳ προσέτρεχον, ἔγραφεν ἀναγκαίως, ἐν οἷς καὶ τὰ περὶ Μωυσέως τοῦ μακαρίου μάρτυρος, ὅπως αὐτὸν ἀκοι νώνητον ἐποίησε τὸν Ναυᾶτον πρὸ τοῦ μαρτυρίου, καταγνοὺς αὐτοῦ τῆς θρασύτητος, ἅμα τοῖς συναποσχισταῖς αὐτοῦ πέντε πρεσβυτέροις, προσ θείς, ἐν τῷ τέλει τῆς ἐπιστολῆς τῶν συνελθόντων ἐν Ῥώμῃ ἐπισκόπων κατ' αὐτοῦ τὸν κατάλογον πεποίηται κατ' ὄνομα καὶ παροικίαν, τῶν τε μὴ συνελθόντων διά τινας ἀναγκαίας περιστάσεις, εὐδοκησάντων δὲ γράμ μασιν οἰκείοις τῇ θείᾳ κατ' αὐτοῦ κρίσει. ἀκόλουθα δὲ τούτοις καὶ Διο νύσιος ὁ μέγας Ἀλεξανδρείας τούτῳ ταὐτῷ Φαβίῳ περὶ μετανοίας ἐπιστέλ λων, μνήμης ὁμοῦ καὶ θαύματος ἄξιόν τι προστίθησι, μετὰ τὴν τῶν ἔναγ χος
445.2.1
Ἀλεξανδρείας μαρτυρησάντων καὶ τὴν λοιπὴν ἱστορίαν αὐτῷ διεξιών. 457 Ἐκ τῆς Διονυσίου πρὸς Φάβιον ἐπιστολῆς κατὰ Ναυάτου Ἓν δέ σοι τοῦτο παράδειγμα παρ' ἡμῖν συμβεβηκὸς ἐκθήσομαι· Σαρα πίων τις ἦν παρ' ἡμῖν πιστὸς γέρων, ἄμεμπτος μὲν τὸν πολὺν διαβιώσας χρόνον, ἐν δὲ τῷ πειρασμῷ πεσών. οὗτος πολλάκις ἐδεῖτο καὶ οὐδεὶς προσ εῖχεν αὐτῷ· καὶ γὰρ ἐτεθύκει. ἐν νόσῳ δὲ γενόμενος τριῶν ἑξῆς ἡμερῶν ἄφωνος καὶ ἀναίσθητος διετέλεσε. βραχὺ δὲ ἀνασφήλας τῇ τετάρτῃ προσ εκαλέσατο τὸν θυγατριδοῦν καὶ «μέχρι τίνος, φησίν, ὦ τέκνον, μὲ κατέχετε; δέομαι σπεύσατε καί με θᾶττον ἀπολύσατε, τῶν πρεσβυτέρων μοί τινα κάλεσον.» καὶ ταῦτα εἰπὼν πάλιν ἦν ἄφωνος. ἔδραμεν ὁ παῖς ἐπὶ τὸν πρε σβύτερον· νὺξ δὲ ἦν κἀκεῖνος ἠσθένει. ἀφικνεῖσθαι μὲν οὖν οὐκ ἠδυνήθη, ἐντολῆς δὲ ὑπ' ἐμοῦ δεδομένης τοὺς ἀπαλλαττομένους τοῦ βίου, εἰ δέοιντο, καὶ μάλιστα εἰ καὶ πρότερον ἱκετεύσαντες τύχοιεν, ἀφίεσθαι, ἵν' εὐέλπιδες ἀπαλλάττωνται, βραχὺ τῆς εὐχαριστίας ἔδωκε τῷ παιδαρίῳ, ἀποβρέξαι κελεύσας καὶ τῷ πρεσβύτῃ κατὰ τοῦ στόματος ἐπιστάξαι. ἐπανῆκεν ὁ παῖς φέρων, ἐγγύς τε γενομένῳ τῷ παιδὶ πρὶν τοῦ εἰσελθεῖν ἀνενέγκας πά λιν ὁ Σαραπίων «ἧκες, ἔφη, τέκνον; καὶ ὁ μὲν πρεσβύτερος ἐλθεῖν οὐκ ἠδυνήθη, σὺ δὲ ποίησον ταχέως τὸ προσταχθέν, καὶ ἀπαλλάττομαι.» ἀπέ βρεξεν ὁ παῖς καὶ ἅμα ἐνέχεε τῷ στόματι, καὶ μικρὸν ἐκεῖνος καταβροχθί σας εὐθέως ἀπέδωκε τὸ πνεῦμα. ἆρ' οὐκ ἐναργῶς διετηρήθη καὶ παρέ μεινεν, ἕως λυθῇ καὶ τῆς ἁμαρτίας ἐξαλειφθείσης ἐπὶ πολλοῖς οἷς ἔπραξε καλοῖς ὁμολογηθῆναι δυνηθῇ; Ἐπέστειλε δὲ αὐτῷ Ναυατιανῷ πρὸς λέξιν ὧδέ πως· Διονύσιος Ναυα τιανῷ ἀδελφῷ χαίρειν. εἰ ἄκων, ὡς φῄς, ἤχθης, δείξεις, ἐὰν ἀναχωρήσῃς ἑκών. ἔδει μὲν γὰρ καὶ πᾶν ὁτιοῦν παθεῖν ὑπὲρ τοῦ μὴ διακόψαι τὴν ἐκ κλησίαν τοῦ θεοῦ· καὶ ἦν οὐκ ἀδοξοτέρα τῆς ἕνεκεν τοῦ μὴ εἰδωλολατρῆ σαι γενομένης ἢ ἕνεκεν τοῦ μὴ σχίσαι μαρτυρία· κατ' ἐμὲ δὲ καὶ μείζων. ἐκεῖ μὲν γὰρ ὑπὲρ μιᾶς τις τῆς ἑαυτοῦ ψυχῆς, ἐνταῦθα δὲ ὑπὲρ ὅλης τῆς ἐκκλησίας μαρτυρεῖ. καὶ νῦν δὲ εἰ πείσαις ἢ βιάσαιο τοὺς ἀδελφοὺς εἰς ὁμόνοιαν ἐλθεῖν, μεῖζον ἔσται σοι τοῦ σφάλματος τὸ κατόρθωμα, καὶ τὸ μὲν οὐ λογισθήσεται, τὸ δὲ ἐπαινεθήσεται. εἰ δὲ ἀπειθούντων ἀδυνατοίης, 458 σῴζων σῷζε τὴν σεαυτοῦ ψυχήν. ἐρρῶσθαί σε ἐχόμενον τῆς εἰρήνης ἐν κυρίῳ εὔχομαι. θαυμασίως διὰ βραχέων μὲν λόγων, συνεκτικωτάτων δὲ ἐννοιῶν ὁ θεῖος Διονύσιος πᾶσαν πανουργίαν ἀπέκλεισε τῷ Ναυάτῳ, πρόφασιν αἰτιωμένῳ τὴν τῶν ἀδελφῶν ἔνστασιν καὶ οὐ τὴν ἰδίαν θρασύ τητα τῆς κατὰ Ῥώμην ἐκκλησίας ἀπόσχισιν. ἀλλὰ καὶ τοῖς κατ' Αἴγυπτον ὁ αὐτὸς ἱερώτατος γράφει Διονύσιος περὶ μετανοίας καὶ τῆς τῶν ἐν τῷ διωγμῷ παραπεσόντων ἀποδοχῆς μετὰ τὴν ἐπιστροφήν, τὰς τῶν παραπτω μάτων τάξεις ἄριστα διεξελθών, καὶ πρὸς Κόλωνα τῆς Ἐρημουπολιτῶν πό λεως ἐπίσκοπον ἐξαίρετον περὶ μετανοίας γραφὴν πεποίηται, καὶ ἄλλην ἐπιστρεπτικὴν πρὸς Ἀλεξανδρέας καὶ ἑτέραν περὶ μαρτυρίου πρὸς Ὠριγένην, ὥς φησιν, οὐ μὴν ἀλλὰ καὶ Λαοδικεῦσι Θηλυμίδρους ἐπισκοποῦντος αὐτῶν, Ἀρμενίοις τε Μερουζάνους προεστῶτος αὐτῶν ἐπισκόπου. ἐπειδὴ δὲ Ἕλενος Ταρσοῦ Κιλικίας ἐπίσκοπος καὶ οἱ σὺν αὐτῷ Φιρμιλιανός τε Καππαδοκίας καὶ Θεόκτιστος Παλαιστίνης ἐπίσκοποι γράμμασι Διονύ σιον τοῦτον ἐδυσώπουν συνελθεῖν αὐτοῖς ἐν Ἀντιοχείᾳ διασκεψόμενον σὺν αὐτοῖς τὰ περὶ Ναυάτου, Φαβίου ἐπισκόπου Ἀντιοχείας καὶ ἄλλων τινῶν ὑποκατακλινομένων τῷ σχίσματι, δεξάμενος παρὰ Κορνηλίου ἐπισκόπου Ῥώμης τὴν κατὰ Ναυάτου ἐπιστολήν, ἀντιγράφει αὐτῷ δηλῶν καὶ τὰς παρακλήσεις τῶν εἰρημένων ἀνδρῶν. ἀλλ' ἐν τούτοις Φαβίου κοιμηθέντος Δημητριανὸς ἐπίσκοπος Ἀντιοχείας καθίσταται. Διονύσιος δὲ καὶ ἄλλαις διαφόροις ἐπιστολαῖς καὶ λόγοις ἱεροῖς σπουδαίως τὴν Ῥωμαίων μάλιστα ἐκκλησίαν συνιστᾶν ὑπὸ Ναυάτου ταραττομένην ἠγωνίζετο, τὸν περὶ με τανοίας πρεσβεύων ἁπανταχοῦ καὶ ὁμονοίας λόγον, ἐν οἷς καὶ διακονικὴν ἐπιστολὴν περὶ εἰρήνης δι' Ἱππολύτου γράφει Ῥωμαίοις, καὶ ἄλλην περὶ μετανοίας, τοῖς τε συμπεριφερομένοις ὁμολογηταῖς τῇ τοῦ Ναυάτου πλάνῃ ἰδίαν, καὶ δύο τοῖς ἐξ αὐτῶν ὁμολογητῶν ἀποστᾶσιν αὐτοῦ καὶ τῇ ἐκκλησίᾳ ἑνωθεῖσι. ΚΟΣΜΟΥ ΕΤΗ ΕΨΜΣ Τῆς θείας σαρκώσεως ἔτη σμςʹ Ῥωμαίων κεʹ ἐβασίλευσε Γάλλος καὶ Βουλουσιανός. Ῥωμαίων κβʹ ἐπίσκοπος Κορνήλιος ἔτη γʹ. Ῥωμαίων κγʹ ἐπίσκοπος Λούκιος ἔτη βʹ. 459 Ναυᾶτος αἱρεσιάρχης πρεσβύτερος Ῥώμης ἐγνωρίζετο. Ἀντιοχείας ιγʹ ἐπίσκοπος Φαβιανὸς ἔτη θʹ. Ἀλεξανδρείας ιδʹ ἐπίσκοπος Διονύσιος ἔτη
445.3.1
Ἱεροσολύμων λζʹ ἐπίσκοπος Μαζαβάνης ἔτη καʹ. Σκύθαι περαιωθέντες οἱ λεγόμενοι Γότθοι τὸν Ἴστρον ποταμὸν ἐπὶ Δεκίου πλεῖστοι τὴν Ῥωμαίων ἐπικράτειαν κατενέμοντο. οὗτοι τοὺς Μυσοὺς φεύγοντας εἰς Νικόπολιν περιέσχον· Δέκιος δὲ ἐπελθὼν αὐτοῖς, ὡς Δέξιππος ἱστορεῖ, καὶ τρισμυρίους κτείνας ἐλαττοῦται κατὰ τὴν μάχην, ὡς καὶ τὴν Φιλιππόπολιν ἀπολέσαι ληφθεῖσαν ὑπ' αὐτῶν καὶ Θρᾷκας πολ λοὺς ἀναιρεθῆναι. ἐπανιοῦσι δὲ Σκύθαις ἐπὶ τὰ σφέτερα ὁ αὐτὸς Δέκιος ἐπιθέμενος ἀναιρεῖται ἐν Ἀβρύτῳ, τῷ λεγομένῳ φόρῳ Θεμβρωνίῳ, σὺν τῷ παιδὶ λίαν οἰκτρῶς ὁ θεομάχος, οἵ τε Σκύθαι μετὰ πλείστων αἰχμαλώ των καὶ λαφύρων ἐπανέρχονται. καὶ τὰ στρατόπεδα βασιλέα πάλαι τινὰ γενόμενον ὕπατον Γάλλον ἀναγορεύουσιν ἅμα Βουλουσιανῷ τῷ Δεκίου παιδί· οἳ καὶ βασιλεύουσι κατὰ Δέξιππον μῆνας ιηʹ, πράξαντες οὐδὲν ἀξιόλογον, κατὰ δὲ ἄλλους τινὰς ἔτη γʹ, καὶ καθ' ἑτέρους ἔτη βʹ. ἐσφάγη σάν τε προδοθέντες ὑπὸ τῆς ἰδίας δυνάμεως ἐν ἀγορᾷ Φλαμενίου τῆς αὐτῆς κακοτροπίας ἐχόμενοι τῷ Δεκίῳ, ὥς πού φησιν ὁ μακάριος Ἀλεξανδρείας ἐπίσκοπος Διονύσιος Ἑρμάμμωνι γράφων περὶ τοῦ Γάλλου· ἀλλ' οὐδὲ ἐκεῖ νος ἔγνω τὸ Δεκίου κακὸν οὐδὲ προεσκόπησε τί ποτε ἐκεῖνος ἔσφηλεν, ἀλλὰ πρὸς τὸν αὐτὸν πρὸ τῶν ὀφθαλμῶν αὐτοῦ γενόμενον ἔπταισε λίθον· ὃς εὐφραινομένης αὐτῷ τῆς βασιλείας καὶ κατὰ νοῦν χωρούντων τῶν πραγ μάτων καὶ τοὺς ἱεροὺς ἄνδρας τοὺς περὶ τῆς εἰρήνης αὐτῷ καὶ τῆς ὑγιείας πρεσβεύοντας πρὸς τὸν θεὸν ἡμῶν ἤλασεν. οὐκοῦν σὺν ἐκείνοις ἐδίωξε καὶ τὰς ὑπὲρ αὐτοῦ προσευχάς. Τούτοις τοῖς χρόνοις ὁ μέγας καὶ θαυματουργὸς Γρηγόριος ἐν τελειότητι τῆς κατὰ Χριστὸν φιλοσοφίας διέλαμπεν, οὗ μνήμην ἁρμόζουσαν ὁ Και σαρείος Εὐσέβιος οὐκ οἶδα τίνος ἕνεκα, καίπερ Ὠριγένους τοῦ δυσσεβοῦς 460 ἀλόγοις ἐνδιατρίψας ἐγκωμίοις, οὐ πεποίηται, τοῦ καθ' ὅλης τῆς οἰκου μένης ἐξηχουμένου θείοις τε λόγοις καὶ τέρασιν ἐξαστράπτοντος, ὡς καὶ αὐτοῖς δαίμοσι προστάττειν οἷά τισιν ἀνδραπόδοις διὰ πολλὴν πρὸς θεὸν παρρησίαν καὶ βίου καὶ λόγου καθαρότητα. νομίζω δὲ τὸν Εὐσέβιον τὸ τῆς θείας ἀρετῆς τοῦ θαυματουργοῦ καὶ θεοφόρου Γρηγορίου μέγεθος σιω πῆσαι διὰ τὸ πανταχοῦ τῶν δογμάτων ἀκέραιον καὶ ἀλλότριον τῶν Ὠριγένους ληρημάτων καὶ τῶν Ἀρείου βλασφημιῶν, οἷς Εὐσέβιος ἐλελώβητο. Ὁ αὐτὸς Εὐσέβιος καὶ τὸ Κυπριανοῦ τοῦ μεγάλου Καρθαγένης τῆς κατὰ Λιβύην ἐπισκόπου καὶ μάρτυρος σεσίγηκε μαρτύριον, κατὰ Γάλλον καὶ Βουλουσιανὸν εἰσάγων αὐτὸν περιεῖναι τῷ βίῳ καὶ τὴν ἐν Καρθαγένῃ σύν οδον συστησάμενον κατὰ τῶν μὴ δεχομένων τινὰς τῶν ἐξ αἱρέσεων ἀνα βαπτίζεσθαι, παλαιοῦ, φησίν, ἔθους κεκρατηκότος ἐν τῇ ἐκκλησίᾳ μόνῃ τῇ διὰ τῶν χειρῶν ἐπιθέσει τούτους καθαίρειν καὶ εὐχῇ. ὁ δέ γε θεολογι κώτατος Γρηγόριος ὁ Ναζιανζοῦ ἐν τῷ εἰς Κυπριανὸν λόγῳ κατὰ Δέκιόν φησιν αὐτὸν τελειωθῆναι. Κατὰ τὸν Γάλλου χρόνον ἑβδομηκοστὸν ἄγοντα ἔτος λέγει τεθνάναι τὸν Ὠριγένην Εὐσέβιος, προστεθεικότα δηλονότι τὸν ψυχικὸν θάνατον τοῖς τῆς ἀσεβείας δόγμασι. Πρῶτον Κυπριανῷ δογματίσαντι διὰ λουτροῦ τινας τῶν ἐξ αἱρέσεων ἐπιστρέφοντας ἀποκαθαίρεσθαι Στέφανος μετὰ Λούκιον τὸν Ῥωμαίων διέπων θρόνον ἀντέπεσεν ὡς νεώτερόν τι παρὰ τὴν κρατήσασαν καινοτο μοῦντι συνήθειαν. Στεφάνῳ τούτῳ Ῥώμης ἐπισκόπῳ τὴν πρώτην περὶ βαπτίσματος ὁ μέγας ἐπιστέλλει Διονύσιος, καὶ αὖθις περὶ τοῦ κατὰ Κυπριανὸν δόγματος παραινεῖ πλεῖστα γράφων, τῶν ἁπανταχοῦ ἐκκλη σιῶν εἰρηνευουσῶν ἐκ τῆς Ναυάτου δυσχερείας καὶ αὐτὸν εἰρηνεύειν, οὕτως γράφων ἑξῆς· 461 Ἐκ τῆς Διονυσίου ἐπιστολῆς περὶ βαπτίσματος πρὸς Στέφανον ἐπίσκοπον Ῥώμης παραινετική Ἴσθι νῦν ἀδελφὲ ὅτι ἥνωνται πᾶσαι αἱ πρότερον διεσχισμέναι κατά τε τὴν ἀνατολὴν ἐκκλησίαι καὶ ἔτι προσωτέρω, καὶ πάντες εἰσὶν ὁμόφρονες οἱ πανταχοῦ προεστῶτες, χαίροντες καθ' ὑπερβολὴν ἐπὶ τῇ παρὰ προσ δοκίαν εἰρήνῃ γενομένῃ, Δημητριανὸς ἐν Ἀντιοχείᾳ, Θεόκτιστος ἐν Και σαρείᾳ, Μαζαβάνης ἐν Αἰλίᾳ, Μαρῖνος ἐν Τύρῳ κοιμηθέντος Ἀλεξάνδρου, Ἡλιόδωρος ἐν Λαοδικείᾳ ἀναπαυσαμένου Θηλυμίδρους, Ἕλενος ἐν Ταρσῷ καὶ πᾶσαι αἱ τῆς Κιλικίας ἐκκλησίαι, Φιρμιλιανὸς καὶ πᾶσα Καπ παδοκία· τοὺς γὰρ περιφανεστέρους μόνους τῶν ἐπισκόπων ὠνόμασα, ἵνα μήτε μῆκος τῇ ἐπιστολῇ μήτε βάρος ἅψω τῷ λόγῳ. αἱ μέντοι Συρίαι ὅλαι καὶ ἡ Ἀραβία οἷς ἐπαρκεῖτε ἑκάστοτε καὶ οἷς ἐπεστείλατε ἥ τε Με σοποταμία Πόντος τε καὶ Βιθυνία καὶ συνελόντι εἰπεῖν ἀγαλλιῶνται πᾶσαι πανταχοῦ τῇ ὁμονοίᾳ καὶ φιλαδελφίᾳ δοξάζοντες τὸν θεόν. ταῦτα μὲν ὁ Διονύσιος δυσὶν ἔτεσι προστάντι Στεφάνῳ τῆς ἐκκλησίας Ῥώμης καὶ τελευτήσαντι γράφει καὶ ἄλλα τούτοις ὅμοια κατευνάζων πρὸς εἰρήνην. Ξύστῳ δὲ μετὰ Στέφανον τὸν θρόνον διαδεξαμένῳ δευτέραν ἐπιστολὴν ὁ αὐτὸς Διονύσιος γράφει, ἐν ᾗ τὴν γνώμην Στεφάνου καὶ τὴν τῶν λοιπῶν ἐπισκόπων περὶ τῆς αὐτοῦ Στεφάνου γνώμης ἐπίκρισιν δηλοῖ λέγων· Τοῦ αὐτοῦ Διονυσίου ἐπισκόπου Ἀλεξανδρείας ἐκ τῆς πρὸς Ξύστον δευτέρας ἐπιστολῆς περὶ βαπτίσματοσ Ἐπεστάλκει μὲν οὖν πρότερον καὶ περὶ Ἑλένου καὶ περὶ Φιρμιλιανοῦ καὶ πάντων τῶν τε ἀπὸ Κιλικίας καὶ Καππαδοκίας καὶ δηλονότι Γαλατίας καὶ πάντων τῶν ἑξῆς ὁμορούντων, ὡς οὐδὲ ἐκείνοις κοινωνήσων διὰ τὴν αὐτὴν ταύτην αἰτίαν, ἐπειδὴ τοὺς αἱρετικούς, φησίν, ἀναβαπτίζουσι. καὶ σκόπει τὸ μέγεθος τοῦ πράγματος. ὄντως γὰρ δόγματα περὶ τούτου γέγονεν ἐν 462 ταῖς μεγίσταις τῶν ἐπισκόπων συνόδοις, ὡς πυνθάνομαι, ὥστε τοὺς προσ ιόντας ἐξ αἱρέσεων προκατηχηθέντας εἶτα ἀπολούεσθαι καὶ ἀνακαθαίρε σθαι τὸν τῆς παλαιᾶς καὶ ἀκαθάρτου ζύμης ῥύπον. καὶ περὶ τοῦ Ναυάτου πάντων δεόμενος ἐπέστειλα. καὶ μεθ' ἕτερα· καὶ τοῖς ἀγαπητοῖς δὲ ἡμῶν καὶ συμπρεσβυτέροις Διονυσίῳ καὶ Φιλήμονι, συμψήφοις πρότερον Στε φάνῳ γενομένοις καὶ περὶ τῶν αὐτῶν μοι γράφουσι, πρότερον μὲν ὀλίγα, καὶ νῦν δὲ διὰ πλειόνων ἐπέστειλα. τούτοις ἐπάγει καὶ περὶ τῶν κατὰ Σα βέλλιον τὸν κατὰ Λιβύην αἱρετικὸν ταῦτα· περὶ γὰρ τοῦ νῦν κινηθέντος ἐν τῇ Πτολεμαΐδι τῆς Πενταπόλεως δόγματος ὄντος ἀσεβοῦς καὶ βλασφη μίαν πολλὴν ἔχοντος περί τε τοῦ παντοκράτορος θεοῦ πατρὸς καὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἀπιστίαν τε πολλὴν περὶ τοῦ μονογενοῦς παιδὸς αὐτοῦ καὶ πρωτοτόκου πάσης κτίσεως τοῦ ἐνανθρωπήσαντος λό γου, εἰς ἀναισθησίαν δὲ τοῦ ἁγίου πνεύματος, ἐλθόντων ἑκατέρωθεν πρὸς ἐμοῦ καὶ τῶν γραμμάτων καὶ τῶν διαλεξομένων ἐπέστειλά τινα, ὡς ἠδυνήθην παρασχόντος τοῦ θεοῦ διδασκαλικώτερον ὑφηγούμενος, ὧν τὰ ἀντίγραφα ἔπεμψά σοι. ταῦτα ἐν τῷ δευτέρῳ διεξελθὼν περὶ βαπτίσματος λόγῳ πρὸς Ξύστον ὁ θεῖος Διονύσιος θαυμαστήν τινα θεοπτίαν ἐν τῷ τρίτῳ περὶ βαπτίσματος διέξεισι, πρὸς Φιλήμονα πρεσβύτερον Ῥώμης γράφων· Ἐκ τοῦ πρὸς Φιλήμονα πρεσβύτερον Ῥώμης γʹ λόγου περὶ βαπτίσματος Διονυσίου Ἀλεξανδρείας καὶ τῆς κατ' αὐτὸν ὁράσεωσ Ἐγὼ δὲ καὶ τοῖς συντάγμασι καὶ ταῖς παραδόσεσι τῶν αἱρετικῶν ἐνέτυ χον, χραίνων μέν μου πρὸς ὀλίγον τὴν ψυχὴν ταῖς παμμιάροις αὐτῶν ἐν θυμήσεσιν, ὄνησιν δὲ ταύτην ἀπ' αὐτῶν λαμβάνων, τοῦ ἐξελέγχειν αὐτοὺς παρ' ἐμαυτῷ καὶ πολλῷ πλέον βδελύττεσθαι. καὶ δή τινος ἀδελ φοῦ πρεσβυτέρων ἀπείργοντος καὶ δεδιττομένου συμφύρεσθαι τῷ τῆς πονηρίας αὐτῶν βορβόρῳ (λυμανεῖται γὰρ τὴν ψυχὴν τὴν ἐμαυτοῦ) καὶ ἀληθῆ λέγοντος ὡς ᾐσθόμην, ὅραμα θεόπεμπτον προσελθὸν ἐπέρρωσέ με, καὶ λόγος πρός με γενόμενος προσέταξε διαρρήδην λέγων· πᾶσιν ἐν 463 τύγχανε οἷς ἂν εἰς χεῖρας λάβοις· διευθύνειν γὰρ ἕκαστα καὶ δοκιμάζειν ἱκανὸς εἶ καὶ σοὶ γέγονε τοῦτο ἐξ ἀρχῆς καὶ τῆς πίστεως αἴτιον. ἀπεδεξά μην τὸ ὅραμα, ὡς ἀποστολικῇ φωνῇ συντρέχον τῇ λεγούσῃ πρὸς τοὺς δυνατωτέρους· γίνεσθε δόκιμοι τραπεζῖται. πρὸς τοῦτοις εἰπὼν περὶ πα σῶν αἱρέσεων ἐπάγει· τοῦτον ἐγὼ τὸν κανόνα καὶ τὸν τύπον παρὰ τοῦ μακαρίου πάπα ἡμῶν Ἡρακλᾶ παρέλαβον. τοὺς γὰρ προσιόντας ἀπὸ τῶν αἱρέσεων καὶ τῆς ἐκκλησίας ἀποστάντας, μᾶλλον δὲ οὐδ' ἀποστάντας, ἀλλὰ συνάγεσθαι μὲν δοκοῦντας, καταμηνυθέντας δὲ ὡς προσφοιτῶντάς τινι τῶν ἑτεροδιδασκαλούντων, ἀπελάσας τῆς ἐκκλησίας, δεομένους οὐ προσήκατο, ἕως δημοσίᾳ πάντα ὅσα ἀκηκόασι παρὰ τοῖς ἀντιθεμένοις ἐξέφρασαν, καὶ τότε συνήγαγεν αὐτούς, οὐ δεηθεὶς ἑτέρου βαπτίσματος ἐπ' αὐτῶν· τοῦ γὰρ ἁγίου πρότερον παρ' αὐτοῦ τετυχήκεσαν. εἶτα λεπτῶς περὶ τοῦδε τοῦ δόγματος διεξελθὼν ἐπιφέρει βεβαιῶν αὐτό· μεμάθηκα καὶ τοῦτο ὅτι μὴ νῦν οἱ ἐν Ἀφρικῇ τοῦτο μόνον παρεισήγαγον, ἀλλὰ καὶ πρὸ πολλοῦ κατὰ τοὺς πρὸ ἡμῶν ἐπισκόπους ἐν ταῖς πολυανθρωποτάταις ἐκκλησίαις καὶ ταῖς συνόδοις τῶν ἀδελφῶν, ἐν Ἰκονίῳ καὶ Συνάδοις καὶ παρὰ πολλοῖς τοῦτο ἔδοξεν, ὧν τὰς βουλὰς ἀνατρέπων εἰς ἔριν αὐτοὺς καὶ φιλονεικίαν ἐμβάλλειν οὐχ ὑπομένω· οὐ γὰρ μετακινήσεις, φησίν, ὅρια τοῦ πλησίον σου, ἃ ἔθεντο οἱ πατέρες σου. ταῦτα καὶ ἐν τῇ τρίτῃ ἐπιστολῇ περὶ βαπτίσματος ὁ μέγας Διονύσιος γράφει, ἐν δὲ τῇ τετάρτῃ αὐτοῦ περὶ βαπτίσματος ἐπιστολῇ, ἣν Διονυσίῳ πρεσβυτέρῳ Ῥώμης ἐπιστέλλει τῷ καὶ τὸν θρόνον μετὰ βραχὺ διαδεξαμένῳ ἀνδρὶ λογίῳ καὶ θαυμαστῷ, ταῦτά φησιν· Ἐκ τῆς Διονυσίου Ἀλεξανδρείας ἐπισκόπου δʹ ἐπιστολῆς περὶ βαπτίσματος γραφείσης Διονυσίῳ πρεσβυτέρῳ Ῥώμησ Ναυατιανῷ μὲν γὰρ εὐλόγως ἀπεχθανόμεθα διακόψαντι τὴν ἐκκλησίαν καί τινας τῶν ἀδελφῶν εἰς ἀσεβείας καὶ βλασφημίας ἐκλύσαντι καὶ ταῖς περὶ τοῦ θεοῦ διδασκαλίαις ἀνοσιωτάτην ἐπικλύσαντι καὶ τῷ τὸν κύριον 464 ἡμῶν Ἰησοῦν Χριστὸν ὡς ἀνηλεῆ συκοφαντοῦντι, ἐπὶ πᾶσι δὲ τούτοις καὶ τὸ λουτρὸν ἀθετοῦντι τὸ ἅγιον καὶ τήν τε πρὸ αὐτοῦ πίστιν καὶ ὁμο λογίαν ἀνατρέποντι, τό τε πνεῦμα τὸ ἅγιον ἐξ αὐτῶν, εἰ καί τις ἦν ἐλπὶς τοῦ παραμεῖναι ἢ καὶ ἐπανελθεῖν πρὸς αὐτούς, παντελῶς φυγαδεύοντι. Καὶ ἡ πέμπτη δὲ αὐτῷ πρὸς τὸν Ῥωμαίων ἐπίσκοπον Ξύστον ἐγέγραπτο, ἐν ᾗ πολλὰ κατὰ τῶν αἱρετικῶν εἰπὼν τοιοῦτόν τι κατ' αὐτὸν γεγονὸς ἐκτίθεται λέγων· καὶ γὰρ ὄντως, ἀδελφέ, καὶ συμβουλῆς δέομαι καὶ γνῶ σιν αἰτῶ παρὰ σοῦ, τοιούτου τινός μοι προσελθόντος πράγματος, δεδιὼς μὴ παρασφάλλομαι. τῶν γὰρ συναγομένων ἀδελφῶν πιστὸς νομιζόμενος ἀρχαῖος καὶ πρὸ τῆς ἐμῆς χειροτονίας, οἶμαι δὲ καὶ τῆς τοῦ μακαρίου Ἡρακλᾶ καταστάσεως τῆς συναγωγῆς ὑπόγυον βαπτιζόμενος περιτυχὼν καὶ τῶν ἐπερωτήσεων καὶ τῶν ἀποκρίσεων ἐπακούσας, προσῆλθέ μοι κλαίων καὶ καταθρηνῶν ἑαυτὸν καὶ πίπτων πρὸ ποδῶν μου, ἐξομολογούμε νος μὲν καὶ ἐξομνύμενος τὸ βάπτισμα, ὃ παρὰ τοῖς αἱρετικοῖς βεβάπτισται, μὴ τοιοῦτον εἶναι, μηδὲ ὅλως ἔχειν τι ἐπᾶραι τοὺς ὀφθαλμοὺς πρὸς τὸν θεὸν ἀπὸ τῶν ἀνόμων ἐκείνων ῥημάτων καὶ πραγμάτων ὁρμώμενος, καὶ διὰ τοῦτο δεόμενος τῆς εἰλικρινεστάτης ταύτης καθάρσεως καὶ παραδοχῆς καὶ χάριτος τυχεῖν· ὅπερ ἐγὼ μὲν οὐκ ἐτόλμησα ποιῆσαι, φήσας αὐταρκῆ τὴν πολυχρόνιον αὐτῷ κοινωνίαν εἰς τοῦτο γεγονέναι. εὐχαριστίας γὰρ ὑπακούσαντα καὶ συνεπιφθεγξάμενον τὸ ἀμὴν καὶ τραπέζῃ παραστάντα καὶ χεῖρας εἰς ὑποδοχὴν τῆς ἁγίας τροφῆς ἐκτείναντα καὶ ταύτην κατα δεξάμενον καὶ τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετασχόντα ἱκανὸν χρόνον οὐκ ἂν ἐξ ὑπαρχῆς ἀνασκευάζειν ἐπιτολμήσαιμι· θαρσεῖν δὲ ἐκέλευον καὶ μετὰ βεβαίας πίστεως καὶ ἀγα θῆς ἐλπίδος τῇ μετοχῇ τῶν ἁγίων προσιέναι. ὁ δὲ οὔτε πενθῶν παύεται πέφρικέ τε τῇ τραπέζῃ προσιέναι καὶ μόλις παρακαλούμενος συνεστάναι ταῖς προσευχαῖς ἀνέχεται. ἐπὶ ταῖς προειρημέναις φέρεταί τις καὶ ἄλλη τοῦ αὐτοῦ περὶ βαπτίσματος ἐπιστολή, ἐξ αὐτοῦ καὶ ἧς ἡγεῖτο παροικίας Ξύστῳ καὶ τῇ κατὰ Ῥώμην ἐκκλησίᾳ προσπεφωνημένη, ἐν ᾗ διὰ μακρᾶς 465 ἀποδείξεως τὸν περὶ τοῦ ὑποκειμένου ζητήματος παρατείνει λόγον. καὶ ἄλλη δέ τις αὐτοῦ μετὰ ταῦτα φέρεται πρὸς τὸν κατὰ Ῥώμην Διονύσιον ἡ περὶ Λουκιανοῦ. καὶ περὶ μὲν τούτων τοσαῦτα. ΚΟΣΜΟΥ ΕΤΗ ΕΨΜΗ Τῆς θείας σαρκώσεως ἔτη σμηʹ Ῥωμαίων κςʹ ἐβασίλευσεν Οὐαλεριανὸς καὶ Γαλιηνὸς ἔτη ιεʹ. Περσῶν γʹ ἐβασίλευσεν Ὁρμίσδας ἔτος ἕν. Περσῶν δʹ ἐβασίλευσεν Οὐαραράνης ἔτη γʹ. Ῥώμης κδʹ ἐπίσκοπος Στέφανος ἔτη βʹ. Ῥώμης κεʹ ἐπίσκοπος Ξύστος ἔτη θʹ. Ῥώμης κςʹ ἐπίσκοπος Διονύσιος ἔτη ηʹ. Ἀντιοχείας ιδʹ ἐπίσκοπος Δημητριανὸς ἔτη δʹ. Ἀντιοχείας ιεʹ ἐπίσκοπος Παῦλος ὁ Σαμοσατεὺς ἔτη ηʹ. Οὗτος ἐξώσθη θείᾳ ψήφῳ καὶ κρίσει πατέρων ἁγίων τὴν Ἀρτέμωνος ἀνανεωσάμενος αἵρεσιν. Ἀντιοχείας ιςʹ ἐπίσκοπος Δομνῖνος ἔτη γʹ. Ἀλεξανδρείας ιδʹ ἐπίσκοπος Διονύσιος ἔτη ιζʹ. Ἀλεξανδρείας ιεʹ ἐπίσκοπος Μάξιμος ἔτη ηʹ. Ἱεροσολύμων λζʹ ἐπίσκοπος Μαζαβάνης ἔτη καʹ. Μετὰ Γάλλον καὶ Βουλουσιανὸν τὸν Δεκίου παῖδα διαδέχεται τὴν Ῥω μαίων ἀρχὴν κατὰ μὲν τοὺς πλείστους Οὐαλεριανὸς καὶ Γαλιηνὸς παῖς αὐτοῦ. τούτων ἀναιρεθέντων προδοσίᾳ καὶ τῆς οἰκείας δυνάμεως, ὡς προείρηται, κρατοῦσι τῆς αὐτῆς ἀρχῆς ἔτη ιεʹ, κατὰ δέ τινας Αἰμιλιανὸς τριετῆ προΐσταται χρόνον, καὶ τούτου κατὰ γνώμην ἀναιρεθέντος Οὐαλε ριανοῦ ὁ αὐτὸς Οὐαλεριανὸς Ῥωμαίων βασιλεὺς ἀνεδείχθη. 466 Ἐπὶ Οὐαλεριανοῦ δὲ καὶ Γαλιηνοῦ πάλιν οἱ Σκύθαι διαβάντες τὸν Ἴστρον ποταμὸν τήν τε Θρᾴκην ἐδῄωσαν καὶ Θεσσαλονίκην ἐπολιόρκησαν τὴν Ἰλλυρίδα πόλιν, οὐδὲν ἄριστον ἐπ' αὐτῇ δράσαντες τῇ τῶν φυλάκων ἀν δρείᾳ. διὰ τοῦτο ταραχθέντες Ἕλληνες τὰς Θερμοπύλας ἐφρούρησαν τό τε τεῖχος Ἀθηναῖοι ἀνῳκοδόμησαν καθαιρεθὲν ἀπὸ τῶν Σύλλου χρόνων, Πελοποννήσιοι δὲ ἀπὸ θαλάσσης εἰς θάλασσαν τὸν Ἰσθμὸν διετείχισαν, οἱ δὲ Σκύθαι μετὰ πολλῶν λαφύρων εἰς τὰ ἴδια ἦλθον. Ἐπὶ τούτοις καὶ Σαπώρης ὁ τῶν Περσῶν βασιλεὺς καταδραμὼν Συρίαν ἦλθεν εἰς Ἀντιόχειαν καὶ πᾶσαν Καππαδοκίαν ἐδῄωσε. τοῦ δὲ Ῥωμαϊκοῦ στρατοῦ λιμώξαντος ἐν Ἐδέσσῃ καὶ διὰ τοῦτο ταραχθέντος Οὐαλεριανὸς πτοηθεὶς καὶ σχηματισάμενος ἐπὶ δευτέραν ἰέναι μάχην ἑαυτὸν προὔδωκε τῷ Περσῶν βασιλεῖ Σαπώρῃ, συνθέμενος καὶ τὴν τοῦ πλήθους προδοσίαν· ἣν αἰσθόμενοι Ῥωμαῖοι μόλις διέφυγον ὀλίγων ἀναιρεθέντων. οὓς κα ταδιώκων ὁ Περσῶν βασιλεὺς Σαπώρης τήν τε μεγάλην Ἀντιόχειαν αἱρεῖ καὶ τὴν Κιλίκων Ταρσὸν καὶ τὴν Καππαδόκων Καισάρειαν. τότε Πέρσαι διασπαρέντες ὑπὸ πλεονεξίας ἄλλοι ἀλλαχοῦ καὶ τὴν πρὸς θάλασσαν Πομπηιούπολιν αἱρεῖν μέλλοντες, Λυκαονίαν τε πορθοῦντες, ἀναιροῦνται πλεῖστοι, Βαλλίστου τούτοις ἐπελθόντος ἀδοκήτως ναυσὶ μετὰ δυνάμεως τοῦ Ῥωμαίων στρατηγοῦ, ὃν φυγόντες προεστήσαντο ἑαυτοῖς. οὗτος καὶ τὰς Σαπώρου παλλακίδας σὺν πολλῷ πλούτῳ λαβὼν εἰς Σεβαστὴν καὶ Κώρυκον μετέστη σὺν τῷ στόλῳ, ἔνθα τρισχιλίους Περσῶν ἀνεῖλε. τού τοις Σαπώρης περιαλγήσας μετὰ σπουδῆς ἀναστρέφει καὶ φόβου· καὶ Οὐαλεριανὸς μένει παρὰ Πέρσαις ἕως τέλους ζωῆς. Ὠδέναθος δὲ Παλμυρηνὸς ἀνὴρ στρατηγικὸς συμμαχῶν Ῥωμαίοις πολλοὺς διέφθειρε Περσῶν ἀναστρέφοντας κατὰ τὴν Εὐφρατησίαν ἐπιθέμενος χώραν· ὃς καὶ στρα τηγὸς τῆς ἑῴας ὑπὸ Γαλιηνοῦ διὰ τοῦτο τετίμηται, διαφθείρας καί τινας 467 τῶν ἐπαναστάντων αὐτῷ Ῥωμαίων κατὰ Φοινίκην. τότε πάλιν οἱ Σκύ θαι καὶ Γότθοι λεγόμενοι ἐπιχωρίως διὰ τῆς Ποντικῆς θαλάσσης ἐλθόν τες εἰς Βιθυνίαν καὶ πᾶσαν Ἀσίαν καὶ Λυδίαν χωρήσαντες τήν τε Νικο μήδειαν Βιθυνίας πόλιν μεγάλην ἔλαβον καὶ τὰς Ἰωνίδας πόλεις διέφθει ραν, τὰς μὲν ἀτειχίστους, τὰς δὲ μερικῶς ὀχυρωθείσας καταλαβόντες· οὐ μὴν ἀλλὰ καὶ Φρυγίας ἥψαντο, Τροίαν πορθήσαντες, Καππαδοκίαν καὶ Γαλατίαν. ἀλλὰ πάλιν Ὠδέναθος κατὰ Περσῶν ἀριστεύσας καὶ Κτησιφῶντα πολιορκίᾳ παραστησάμενος, ἀκούσας τὰς συμφορὰς τῆς Ἀσίας σπουδαίως ἐπὶ τὴν Ποντικὴν Ἡράκλειαν ἔρχεται διὰ Καππαδοκίας σὺν ταῖς δυνάμεσι τοὺς Σκύθας καταληψόμενος. καὶ ὁ μὲν αὐτόθι δολοφονεῖται πρός τινος Ὠδενάθου τοὔνομα καὶ αὐτοῦ, οἱ δὲ Σκύθαι πρὶν αὐτὸν ἐλθεῖν ἐπανῆλθον εἰς τὰ ἴδια διὰ τοῦ αὐτοῦ Πόντου. καὶ διαφθείρουσιν Ὠδέναθον τὸν Ὠδενάθου φονευτὴν οἱ τούτου δορυφόροι, Ζηνοβίᾳ δὲ τῇ γαμετῇ αὐτοῦ τὴν ἀρχὴν τῆς ἑῴας ἐγχειρίζουσι. Τότε καὶ Αἴλουροι πεντακοσίαις ναυσὶ διὰ τῆς Μαιώτιδος λίμνης ἐπὶ τὸν Πόντον διαπλεύσαντες τὸ Βυζάντιον καὶ Χρυσόπολιν κατέλαβον. ἔνθα συμβαλόντες μάχην καὶ μικρὸν ὑποστρέψαντες πρὸς τὸ στόμιον τοῦ Εὐξείνου Πόντου τὸ λεγόμενον ἱερόν, τῇ ἑξῆς αἰσίῳ καταπλεύσαντες πνεύ ματι τὸν πορθμὸν Κυζίκου μὲν πρῶτον μεγίστης πόλεως Βιθυνίας προσ άγουσιν, εἶτα καὶ τὰς νήσους Λῆμνον καὶ Σκῦρον δῃοῦσι, καὶ εἰς τὴν Ἀττικὴν φθάσαντες ἐμπιπρῶσι τὰς Ἀθήνας Κόρινθόν τε καὶ Σπάρτην καὶ τὸ Ἄργος καὶ τὴν ὅλην Ἀχαΐαν κατέδραμον, ἕως Ἀθηναῖοι κατά τινας στενὰς δυσχωρίας ἐνεδρεύσαντες αὐτοὺς πλείστους ἀνεῖλον, συνδραμόντος καὶ Γαλιηνοῦ τοῦ βασιλέως καὶ τρισχιλίους ἀνελόντος παρὰ τὸν Νέσσον. τότε Ναυλοβάτος ὁ τῶν Αἰλούρων ἡγούμενος Γαλιηνῷ τῷ βασιλεῖ δοὺς ἑαυτὸν ἔκδοτον ὑπατικῆς ἠξιώθη τιμῆς παρ' αὐτοῦ. Αὐρίολος δέ τις Ῥωμαίων στρατηγὸς Κελτικὸς τὸν Γαλιηνὸν δολοφονεῖ. καὶ ταῦτα μὲν περὶ Οὐαλε ριανοῦ καὶ Γαλιηνοῦ τῶν βασιλέων. Ἄξιον δὲ καὶ Διονυσίου τοῦ μεγάλου ἐπισκόπου Ἀλεξανδρείας παραθέ σθαι τὰς χρήσεις περὶ τῶν αὐτῶν βασιλέων καὶ τοῦ κατ' αὐτοὺς διωγμοῦ καὶ τῆς οἰκείας ἐν Χριστῷ σπουδῆς καὶ ὁμολογίας. 468 Διονυσίου ἐπισκόπου Ἀλεξανδρείας ἐκ τῆς πρὸς Ἑρμάμμωνα ἐπιστολῆσ Καὶ τῷ Ἰωάννῃ δὲ ἀποκαλύπτεται περὶ τούτων· ἐδόθη γὰρ αὐτῷ, φησί, στόμα λαλοῦν μεγάλα καὶ βλάσφημα, καὶ ἐδόθη αὐτῷ ἐξουσία καὶ μῆνες τεσσαράκοντα δύο. ἀμφότερα δέ ἐστιν ἐπὶ Οὐαλεριανοῦ θαυμάσαι, καὶ τούτων μάλιστα τὰ πρὸ αὐτοῦ ὡς οὕτως ἔσχε, συννοεῖν ὡς μὲν ἤπιος καὶ φιλόφρων ἦν πρὸς τοὺς ἀνθρώπους τοῦ θεοῦ. οὐδὲ γὰρ ἄλλος τις οὕτω τῶν πρὸ αὐτοῦ βασιλέων εὐμενῶς καὶ δεξιῶς πρὸς αὐτοὺς διετέθη, οὐδ' οἱ λεχθέντες ἀναφανδὸν Χριστιανοὶ γεγονέναι ὡς ἐκεῖνοι. οἰκειότατα ἐξ ἀρχῆς καὶ προσφιλέστατα φανερῶς ἦν αὐτοὺς ὑποδεχόμενος καὶ πᾶς τε ὁ οἶκος αὐτοῦ θεοσεβῶν πεπλήρωτο καὶ ἦν ἐκκλησία θεοῦ. ἀποσκευάσασθαι δὲ παρέπεισεν αὐτὸν ὁ διδάσκαλος καὶ τῶν ἀπ' Αἰγύπτου μάγων ὁ ἀρχισυν άγωγος, τοὺς μὲν καθαροὺς καὶ ὁσίους ἄνδρας κτείννυσθαι κελεύων ὡς ἀντιπάλους καὶ κωλυτὰς τῶν παμμιάρων καὶ βδελυκτῶν ἐπαοιδῶν ὑπάρ χοντας (καὶ γάρ εἰσι καὶ ἦσαν ἱκανοὶ παρόντες καὶ ὁρώμενοι καὶ μόνον ἐμπνέοντες καὶ φθεγγόμενοι διασκεδάσαι τὰς τῶν ἀλιτηρίων δαιμόνων ἐπιβουλάς), τελετάς τε ἀνάγνους καὶ μαγγανείας ἐξαγίστους καὶ ἱερουργίας ἀκαλλιερήτους ἐπιτελεῖν ὑποθέμενος, παῖδας ἀθλίους ἀποσφάττειν καὶ τέκνα δυστήνων πατέρων καταθύειν, καὶ σπλάγχνα νεογενῆ διαιρεῖν, καὶ τὰ τοῦ θεοῦ κατακόπτειν καὶ καταχορδεύειν πλάσματα, ὡς ἐκ τούτων εὐδαιμονήσοντα. Τούτοις ἐπιφέρει λέγων· καλὰ γοῦν αὐτοῖς Μακρῖνος τῆς ἐλπιζομένης βασιλείας προσήνεγκε χαριστήρια. πρῶτον μὲν ἐπὶ τὸν καθ' ὅλου λόγον λεγόμενος εἶναι βασιλέως, οὐδὲν εὔλογον οὐδὲ καθολικὸν ἐφρόνησεν, ἀλλ' ὑποπέπτωκεν ἀρᾷ προφητικῇ τῇ λεγούσῃ· οὐαὶ τοῖς προφητεύουσιν ἀπὸ καρδίας αὐτῶν καὶ τὸ καθόλου μὴ βλέπουσιν. οὐ γὰρ συνῆκε τὴν καθόλου πρόνοιαν, οὐδὲ τὴν κρίσιν ὑπείδετο τοῦ πρὸ πάντων καὶ ἐν πᾶσι. διὸ καὶ τῆς μὲν καθολικῆς ἐκκλησίας αὐτοῦ γέγονε πολέμιος, ἠλλοτρίωσε δὲ καὶ ἀπεξένωσεν ἑαυτὸν τοῦ ἐλέους τοῦ θεοῦ καὶ ὡς πορρωτάτω τῆς ἑαυτοῦ σωτηρίας ἐφυγάδευσεν, ἐν τούτῳ τὸ ἴδιον ἐπαληθεύων ὄνομα. 469 Καὶ πάλιν μεθ' ἕτερά φησιν· ὁ μὲν γὰρ Οὐαλεριανὸς εἰς ταῦτα ὑπὸ θεοῦ προαχθείς, εἰς ὕβρεις καὶ ὀνειδισμοὺς ἐκθοθείς, κατὰ τὸ ῥηθὲν πρὸς Ἡσαΐαν· καὶ οὗτοι ἐξελέξαντο τὰς ὁδοὺς αὐτῶν καὶ τὰ βδελύγματα αὐτῶν, ἃ ἡ ψυχὴ αὐτῶν ἠθέλησε, κἀγὼ ἐκλέξομαι τὰ ἐμπλέγματα αὐτῶν καὶ τὰς ἁμαρτίας ἀνταποδώσω αὐτοῖς. οὗτος δὲ τῇ βασιλείᾳ παρὰ τὴν ἀξίαν παρα μανεὶς καὶ τὸν βασίλειον ὑποδῦναι κόσμον ἀδυνατῶν ἀναπήρῳ τῷ σώματι, τοὺς δύο παῖδας τὰς πατρῴας ἀναδεξαμένους ἁμαρτίας προεστήσατο. ἐναρ γὴς γὰρ ἐπὶ τούτων ἡ πρόρρησις, ἣν εἶπεν ὁ θεός· ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα ἕως τρίτης καὶ τετάρτης γενεᾶς τοῖς μισοῦσί με. τὰς γὰρ ἰδίας πονηρὰς ἐπιθυμίας ὧν εἰ τύχοι ταῖς τῶν υἱῶν κεφαλαῖς ἐπιβαλὼν εἰς ἐκείνους τὴν ἑαυτοῦ κακίαν καὶ τὸ πρὸς θεὸν μῖσος ἐξεμόρξατο. καὶ περὶ μὲν τοῦ Οὐαλεριανοῦ, οὐ μὴν δὲ καὶ Μακρίνου ταῦτα ὁ μέγας λέγει Διονύσιος. ΚΟΣΜΟΥ ΕΤΗ ΕΨΞΓ Τῆς θείας σαρκώσεως ἔτη σξγʹ Ῥώμης κζʹ ἐβασίλευσε Κλαύδιος ἔτος ἕν. Κλαύδιος κρατήσας ἔτος ἕν. Πράττουσι δὲ καὶ ἐπὶ τούτου δυστυχῶς Αἴλουροι πάλιν εἰσβαλόντες ναυτικῷ πλείστῳ κατὰ διαφόρους τόπους τῆς Ῥωμαίων χώρας καὶ ποτὲ μὲν ναυμαχίαις, ποτὲ δὲ καὶ χειμῶσι, ποτὲ δὲ καὶ λοιμῷ πιεσθέντες, ὑφ' οὗ κατασχεθεὶς ὁ αὐτὸς Κλαύδιος τελευτᾷ τὸν βίον. μεθ' ὃν Κεντίλ λιος κατέσχεν ὅλας ἡμέρας ιζʹ καὶ ἀπέθανε. ΚΟΣΜΟΥ ΕΤΗ ΕΨΞΔΤῆς θείας σαρκώσεως ἔτη σξδʹ Ῥώμης κηʹ ἐβασίλευσεν Αὐρηλιανὸς ἔτη ςʹ. Αὐρηλιανὸς τοὺς Παλμυρηνοὺς ἐχειρώσατο καὶ Γαλλίαν ὑπέταξεν, ἐφ' οὗ φασι Φιλόστρατον τὸν Ἀθηναῖον ἱστοριογράφον καὶ Λογγῖνον ἀκμάσαι. 470 Τότε Ζηνοβία κατὰ Ῥωμαίων ἐπαίρεται, δύναμιν ἀθροίσασα πλείστην, καὶ Αἰγύπτου κρατεῖ, Πρόβον ἀνελοῦσα τὸν ἐκεῖ τότε στρατηγοῦντα Ῥωμαίων. ταύτην τὴν ἀκοὴν Αὐρηλιανὸς οὐκ ἐνεγκὼν ἔρχεται μετὰ στρα τιᾶς καὶ πλησίον Ἀντιοχείας τῆς κατὰ Συρίαν ἐν Ἴμμαις καλουμένῳ χωρίῳ τοὺς μὲν Παλμυρηνοὺς διαφθείρει, Ζηνοβίαν δὲ χειρωσάμενος εἰς Ῥώμην ἤγαγε, καὶ φιλανθρωπίᾳ χρησάμενος πολλῇ συνάπτει ταύτην ἐνδό ξως ἀνδρὶ τῶν ἐν γερουσίᾳ. Κρατεῖ δὲ καὶ Γάλλων κινηθέντων τότε. Ὁρμήσας δὲ καὶ ἐπὶ Σκύθας ὑπὸ τῆς ἰδίας στρατιᾶς ἀναιρεῖται στάσει περιπεσὼν μεταξὺ Βυζαντίου καὶ Ἡρακλείας ἐν τῷ καινῷ λεγομένῳ φρου ρίῳ τῶν Θρᾳκῶν, μέλλων τινὰ κατὰ Χριστιανῶν κινεῖν διωγμόν. Ὁ δ' αὐτὸς καὶ Ἡλίου ναὸν ἐν Ῥώμῃ κατεσκεύασε χρυσῷ καὶ λίθοις ἀξιάγαστον. Τὴν Τραϊανοῦ δὲ Δακίαν βαρβάροις ἀφεὶς ἄνδρας καὶ γυναῖκας εἰς τὸ μεσαίτατον τῆς Μυσίας στήσας ἑκατέρωθεν, Δακίαν δὲ μέσην ὀνομάζεσθαι. Περσῶν εʹ Οὐραράκης ἐβασίλευσεν ἔτη ιζʹ. Ῥώμης κςʹ ἐπίσκοπος Διονύσιος ἔτη ηʹ. Ἀντιοχείας ιςʹ ἐπίσκοπος Δόμνος ἔτη γʹ. Ἀντιοχείας ιζʹ ἐπίσκοπος Κύριλλος ἔτη ιεʹ. Ἀλεξανδρείας ιεʹ ἐπίσκοπος Μάξιμος ἔτη ηʹ. Ἱεροσολύμων λζʹ ἐπίσκοπος Μαζαβάνης ἔτη καʹ. ΚΟΣΜΟΥ ΕΤΗ ΕΨΞΕ Τῆς θείας σαρκώσεως ἔτη σξεʹ Ῥωμαίων κθʹ βασιλεὺς Αὐρηλιανὸς ὁ προγεγραμμένος ἔτη ςʹ. Τῷ ςʹ αὐτοῦ ἔτει Αὐρηλιανὸς μέλλων διωγμὸν κινεῖν κατὰ Χριστιανῶν θείῳ κεραυνῷ διακωλύεται. συσκευῆς δὲ γενομένης περὶ αὐτοῦ ἐκ τῶν κατ' αὐτὸν ἐδολοφονήθη ἐν καινῷ φρουρίῳ. 471 Μεθ' ὃν βασιλεύει Τάκητος μῆνας ςʹ. Οὗ σφαγέντος ἐν Πόντῳ βασιλεύει Φιλωριανὸς ἡμέρας πηʹ. Οὗ σφαγέντος ἐν Ταρσῷ βασιλεύει Πρόβος ἔτη ςʹ, μῆνας δʹ. Ὁμοῦ γίνονται ἔτη ζʹ. ΚΟΣΜΟΥ ΕΤΗ ΕΨΟ Τῆς θείας σαρκώσεως ἔτη σοʹ Τῷ γʹ ἔτει Πρόβου Ἀνατόλιος ὁ Λαοδικείας ἐπίσκοπος φιλοσόφοις μαθήμασι διαπρέπων ἐγνωρίζετο. Τῷ δʹ ἔτει Πρόβου ἡ τῶν μανέντων Μανιχαίων πανώλεθρος ἀπώλεια τῷ τῶν ἀνθρώπων παρεισήχθη βίῳ. Τῷ ςʹ ἔτει Πρόβου Σατορνῖνος στρατοπεδάρχης τὴν καινὴν Ἀντιόχειαν ἤρξατο κτίζειν, ὃς ὕστερον ἐπαναστὰς τῇ Ῥωμαίων ἀρχῇ ἐσφάγη ἐν Ἀπαμείᾳ ὑπὸ τῶν ἰδίων. Πρόβος ἐσφάγη ἐν Σερμείῳ. Ῥωμαίων βασιλεὺς λβʹ Κᾶρος σὺν τοῖς παισὶ Καρίνῳ καὶ Νουμεριανῷ ἔτη βʹ. ΚΟΣΜΟΥ ΕΤΗ ΕΨΟΕ Τῆς θείας σαρκώσεως ἔτη σοεʹ Τῷ πρώτῳ ἔτει Καρίνου ἐλθόντος Νουμεριανοῦ ἐν Ἀντιοχείᾳ καὶ θελή σαντος εἰσελθεῖν ἐν τῇ ἐκκλησίᾳ καὶ κατασκοπῆσαι τὰ τῶν Χριστιανῶν μυστήρια, ὁ ἅγιος Βαβυλᾶς ἐκώλυσεν αὐτὸν λέγων· οὐκ ἔξεστί σοι ἰδεῖν τὰ τῶν Χριστιανῶν μυστήρια μεμολυσμένῳ ὄντι ἐκ τῶν εἰδωλικῶν θυ σιῶν. καὶ ἀγανακτήσας Νουμεριανὸς ἐφόνευσεν αὐτόν. Ῥωμαίων κζʹ ἐπίσκοπος Φίλιξ ἔτη εʹ. 472 Τῆς Ῥωμαίων ἐκκλησίας μετὰ Φίλικα ἐπίσκοπος γέγονεν Εὐτυχιανὸς μῆνας ηʹ· μεθ' ὃν Γάιος κηʹ ἐπίσκοπος ἔτη ιεʹ. Ἀντιοχείας ιηʹ ἐπίσκοπος Κύριλλος ἔτη ιεʹ. Ἀλεξανδρείας ιεʹ ἐπίσκοπος Μάξιμος ἔτη ιηʹ. Ἀλεξανδρείας ιςʹ ἐπίσκοπος Θεωνᾶς ἔτη ιθʹ. Ἱεροσολύμων ληʹ ἐπίσκοπος Ὑμέναιος ἔτη ιβʹ. ΚΟΣΜΟΥ ΕΤΗ ΕΨΟΣ Τῆς θείας σαρκώσεως ἔτη σοςʹ Τὰ ὑπόλοιπα τοῦ Ῥωμαίων βασιλέως Κάρου Τῷ βʹ αὐτοῦ ἔτει Κᾶρος ἀνὴρ Γαλάτης ἀνδρεῖος ὑπάρχων ἐχειρώσατο Σαρμάτας ἐπαναστάντας. πολεμήσας δὲ καὶ Πέρσαις παρέλαβε Κτησι φῶντα· ὃς παρὰ τῷ ποταμῷ Τίγριδι διαστρατοπεδευόμενος κεραυνοῦ κατασκήψαντος ἀθρόως ἅμα τῇ σκηνῇ διαφθείρεται. Μεθ' ὃν ὁ Νουμεριανὸς υἱὸς αὐτοῦ βασιλεύει λʹ μόνας ἡμέρας. ἐπανιὼν γὰρ ἐκ Περσῶν καὶ ὀφθαλμιάσας ὑπὸ τοῦ ἰδίου πενθεροῦ φονεύεται, τὴν μὲν προσηγορίαν Ἄπερος, ἐξάρχου δὲ κατὰ τὸ στρατόπεδον ὄντος καὶ βασι λεῦσαι σπουδάσαντος, πλὴν ἀλλὰ τῆς ἐλπίδος ἀποτυχόντος· ἡ στρατεία γὰρ πᾶσα Διοκλητιανὸν ἀνηγόρευσε βασιλέα συστρατευσάμενον τῷ Κάρῳ τότε καὶ πολλὴν ἀνδρείαν ἐπιδειξάμενον, Δαλμάτην τὸ γένος καὶ τῆς συγ κλήτου βουλῆς μετέχοντα, ἐν ὑπατείαις ἠξιωμένον. ἦν δὲ τότε κατὰ τὴν Ῥώμην Καρῖνος ὁ Κάρου παῖς ὑπὸ τοῦ πατρὸς ἐκεῖ καταλειφθείς, ἡνίκα ἐπὶ Πέρσας ἐστράτευσε, χαλεπὸς τοῖς Ῥωμαίοις φανείς. Διοκλητιανὸς δὲ παραλαβὼν τὴν ἀρχὴν τὸν μὲν ὕπαρχον Ἄπερα τὸν τοῦ Νουμεριανοῦ σφα γέα παραχρῆμα φονεύει, τὸν δὲ Καρῖνον ἀδίκως τῇ ἀρχῇ χρώμενον ἀνα ζεύξας εἰς Ῥώμην ἀναιρεῖ, καὶ ἄριστος κατὰ πᾶσαν τὴν ἡγεμονίαν φανεὶς τοῖς Ῥωμαίοις ἐβασίλευσεν κʹ χρόνους.