Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-syncellus-constantinopolitanus" aria-label="More works by Georgius Syncellus Constantinopolitanus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
52.1.1
κδʹ Ἀμορραῖος, ἐξ οὗ Ἀμορραῖοι. κεʹ Γεργεσαῖος, ἐξ οὗ Γεργεσαῖοι. κςʹ Εὐαῖος, ἐξ οὗ Εὐαῖοι. κζʹ Ἀρουκαῖος, ἐξ οὗ*** κηʹ Ἀσενναῖος, ἐξ οὗ*** κθʹ Ἀράδιος, ἐξ οὗ Ἀράδιοι.
52.2.1
Σαμαραῖος, ἐξ οὗ Ὀρθωσιασταί. λαʹ Ἀμαθεῖς, ἐξ οὗ Ἀμαθούσιοι. οἱ πάντες σὺν τῷ Χὰμ λβʹ. Τούτων δὲ ἡ κατοικία ἀπὸ Ῥινοκουρούρων ἕως Γαδείρων τὰ πρὸς νό τον· τὰ δὲ ἐξ αὐτῶν γεννηθέντα ἔθνη Αἰθίοπες, Τρωγλοδύται, Ἀγγαῖοι, Γαγγινοί, Σαβῖνοι, Ἰχθυοφάγοι, Ἐλαϊνοί, Αἰγύπτιοι, Φοίνικες, Λίβυες, Μαρμαρῖται, Κᾶρες, Ψυλλῖται, Μυσοί, Μοσύλλιοι, Φρύγες, Μάκωνες, Βιθυνοί, Νομάδες, Λύκιοι, Μαριανδηνοί, Πάμφυλοι, Μοσσυνοί, Πισσυνοί, Αἰγαλαῖοι, Κίλικες, Μαυρούσιοι, Κρῆται, Μαγάρται, Νούμιδες, Μάκωνες καὶ Νασαμῶνες. Οὗτοι διακρατοῦσιν ἀπὸ Αἰγύπτου ἕως τοῦ δυτικοῦ πρὸς λίβα καὶ νότον Ὠκεανοῦ. οἱ δὲ ἐπιστάμενοι αὐτῶν γράμματα Φοίνικες, Αἰγύπτιοι, Πάμ φυλοι, Φρύγες. αἱ δὲ χῶραι αὐτῶν Αἴγυπτος, Αἰθιοπία ἡ βλέπουσα κατὰ Ἰνδοὺς πρὸς εὐρόνοτον, ἄλλη Αἰθιοπία πρὸς νότον, ὄθεν ἐκπορεύεται ὁ Νεῖλος ποταμός, ἐρυθρὰ ἡ βλέπουσα κατὰ ἀνατολάς, Θηβαΐς, Λιβύη ἡ παρεκτείνουσα μέχρι Κορκυρίνης, Μαρμαρὶς καὶ τὰ περὶ αὐτὴν πάντα, Σύρτις ἔχουσα ἔθνη τρία, Νασαμῶνας, Μάκας, Ταυταμαίους. Λιβύη ἀπὸ Λέπτεως παρεκτείνουσα μέχρι μικρᾶς Σύρτεως, Νουμιδία, Μασσου 53 ρίς, Μαυριτανία ἡ καὶ Ἀφρική, παρεκτείνουσα μέχρι Ἡρακλεωτικῶν στηλῶν κατέναντι Γαδείρων. ἔχει δὲ ἐν τοῖς κατὰ βορρᾶν τὰ πρὸς θάλασσαν Κιλικίαν, Παμφυλίαν, Πισσιδίαν, Μυσίαν, Λυκαονίαν, Φρυγίαν, Καββαλ λίαν, Λυκίαν, Λυδίαν, Καρίαν, Τρωάδα, Αἰολίαν, Βιθυνίαν, τὴν ἀρχαίαν Φρυγίαν. ἔχει δὲ νήσους ἐπισήμους τρεῖς Σαρδώ, Κρήτην, Κύπρον, ἐπι κοίνους δὲ Κόρσουλαν, Λαμπαδοῦσαν, Γαῦδον, Μελίτην, Κουροῦναν, Μῆ νιν, Γαλάτην, Γορσύνην, Κρήτην, Γαυλορίδην, Θήραν, Κάρπαθον, Ἀστυ πάλαιαν, Χίον, Λέσβον, Τένεδον, Ἴμβρον, Θάσον, Σάμον, Κνίδον, Κῶον, Νίσυρον· ποταμὸν δὲ Γηὼν τὸν καὶ Νεῖλον, ὃς καὶ κυκλοῖ Αἴγυπτον καὶ Αἰθιοπίαν. καὶ διορίζει μεταξὺ τοῦ Χὰμ καὶ Ἰάφεθ τὸ στόμα τῆς ἑσπερίας θαλάσσης τὰ ἐπίκοινα τοῦ Χὰμ καὶ τοῦ Ἰάφεθ. Ἐκ τοῦ Ἰάφεθ τοῦ τρίτου υἱοῦ Νῶε ἔθνη δεκαπέντε οὔτως Υἱοὶ Ἰάφεθ τοῦ τρίτου υἱοῦ Νῶε ἔθνη δεκαπέντε οὕτωσ αʹ Γάμερ, ἐξ οὗ Καππάδοκες. βʹ Μαγώγ, ἐξ οὗ Κέλτοι οἱ καὶ Γαλάται. γʹ Μαδαί, ἐξ οὗ Μῆδοι. δʹ Ἰωυάν, ἐξ οὗ Ἕλληνες οἱ καὶ Ἴωνες. εʹ Θωβέλ, ἐξ οὗ Θετταλοί. ςʹ Μοσόχ, ἐξ οὗ Ἰλλυριοί. ζʹ Θηράς, ἐξ οὗ Θρᾷκες. ηʹ Χετταείμ, ἐξ οὗ Μακεδόνες. 54 Οἱ υἱοὶ Γάμερ τοῦ υἱοῦ Ἰάφεθ θʹ Ἀσχανάζ, ἐξ οὗ Ῥηγῖνες. ιʹ Ῥιχάθ, ἐξ οὗ Σαυρομάται. ιαʹ Θοργαμά, ἐξ οὗ Ἀρμένιοι. Οἱ υἱοὶ Ἰωυάν ιβʹ Ἐλισσά, ἐξ οὗ Σικελοί. ιγʹ Θαρσεῖς, ἐξ οὗ Ἴβηρες. ιδʹ Κίτιοι, ἐξ οὗ Λατῖνοι οἱ καὶ Ῥωμαῖοι. ιεʹ Ῥόδιος, ἐξ οὗ Ῥόδιοι. Ἐκ τούτων ἀφωρίσθησαν νῆσοι τῶν ἐθνῶν ἐν τῇ γῇ αὐτῶν, ἕκαστος κατὰ γλῶσσαν αὐτῶν, ἐν ταῖς φυλαῖς αὐτῶν καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν, ὥς φησιν ἡ γραφή. ὁμοῦ ἔθνη οβʹ. Εἰσὶ δὲ καὶ οἱ Κύπριοι ἐκ τῶν Κιτιαίων καὶ οἱ ἐν τῷ βορρᾷ ὁμόφυλοι τῶν αὐτῶν Κιτιαίων, εἴτ' οὖν Ῥωμαῖοι, καὶ τὰ ἔθνη τῆς Ἑλλάδος, πλὴν τῶν μετοικησάντων ὕστερον ἐκεῖ Σαϊτῶν καὶ κατοικησάντων τὴν τῆς Ἑλλάδος μητρόπολιν Ἀθήνας καὶ τὰς Θήβας. Σιδωνίων γὰρ οὗτοι ἄποικοι ἐκ Κάδμου τοῦ Ἀγήνορος. οἱ δὲ Χαλδαῖοι Τυρίων εἰσὶν ἄποικοι καὶ εἴ τινες ἄλλοι εἰς Ἑλλάδα μετῴκησαν. τὰ δὲ τοῦ Ἰάφεθ ἔθνη ἀπὸ Μηδείας ἕως τοῦ ἑσπερίου Ὠκεανοῦ κατέσπαρται βλέποντα πρὸς βορρᾶν οὕτως· Μῆδοι, Ἀλβανοί, Γαργανοί, Ἐρραῖοι, Ἀρμένιοι, Ἀμαζόνες, Κολλοί, Κζηνοί, Δενναγινοί, Καππάδοκες, Παφλαγόνες, Ταβίεννοι, Χάλυβες, Σαρ μάται, Θρᾷκες, Μοσσονοί, Βαστρανοί, Σαυρομάται, Ἰλλυριοί, Μαιῶται, 55 Σκύθαι, Ταῦροι, Μακεδόνες, Ἕλληνες, Ἴστριοι, Δαυνεῖς, Οὐεννοί, Ἰάπυγες, Καλαβροί, Ὀππικοί, Λατῖνοι καὶ Ῥωμαῖοι, Γάλλοι οἱ καὶ Κελταῖοι, Λυγιστῖνοι, Κελτίβηρες, Ἴβηρες, Γάλλοι, Ἀκυτιανοί, Ἰλλυρικοί, Βάσατες, Κυρτανοί, Λυσιτανοί, Οὐακκαῖοι, Βρεττανικοί, οἱ δὲ ἐν ταῖς νήσοις οἰκοῦντες. ἐξ αὐτῶν εἰδότες γράμματά εἰσιν οὗτοι· Ἴβηρες, Λατῖνοι οἱ καὶ Ῥωμαῖοι, Ἱσπάνοι, Ἕλληνες, Μῆδοι, Ἀρμένιοι. ἔστι δὲ κατὰ μῆκος ταὅρια αὐτῶν ἀπὸ Μηδείας ἕως δυτικοῦ Ὠκεανοῦ τὰ πρὸς βορρᾶν· εὖρος δὲ ἀπὸ Τανάιδος ποταμοῦ ἕως Μαστουσίας τῆς κατὰ ἥλιον. Αἱ χῶραι δὲ αὐτῶν Μηδεία, Ἀλβανία, Ἀρμενία μικρὰ καὶ μεγάλη, Ἀμαζονίς, Παφλαγονία, Καππαδοκία, Γαλατία, Κολχίς, Βοσπορινή, Μαιῶτις, Δερρίς, Σαρματία, Ταυριανή, Βαστρανή, Σκυθία, Θρᾴκη, Μα κεδονία, Ἑλλάς, Θεσσαλία, Βοιωτίς, Λοκρία, Αἰτωλία, Ἀχαΐα, Πελοπόννησος, Ἀκαρνία, Ἠπειρῶτις, Ἰλλυρίς, Λυχνῖτις, Ἀδριακή, ἀφ' ἧς τοἈδριακὸν πέλαγος ἐκλήθη, Καλαβρία, Ἰταλία, Γαλλία, Θουσκινή, Λυσιτανία, Κελτική, Μεσσαλία, Κελτογαλλία, Σπανογαλλία, Ἰβηρία, Ἱσπανία ἡ μεγάλη. ἐνταῦθα καταλήγει τὰ ὅρια τοῦ Ἰάφεθ ἕως Βρεττανικῶν νήσων τὰ πρὸς βορρᾶν βλέποντα. ἔχει δὲ νήσους Βρεττανίαν, Σικελίαν, Εὔβοιαν, Ῥόδον, Χίον, Λέσβον, Κύθηραν, Ζάκυνθον, Κεφαλληνίαν, Ἰθάκην καὶ τὰς Κυκλάδας, καὶ μέρος τι τῆς Ἀσίας τὴν Ἰωνίαν καλουμένην· ποταμὸν δὲ Τίγριν διορίζοντα μεταξὺ Μηδίας καὶ Βαβυλωνίας. ἐν τούτοις οὖν πληροῦται τὰ τοῦ Ἰάφεθ ὅρια διὰ τὸ εἰρηκέναι τὴν γραφήν· «πλατύναι ὁ θεὸς τῷ Ἰάφεθ πλεῖστα ὄντα.» τὴν πᾶσαν γὰρ Εὐρώπην καὶ μέρος οὐ μι κρὸν τῆς μεγάλης Ἀσίας ἀπηνέγκατο· διὸ καὶ εἴρηται «καὶ κατασκηνώσει ἐν τοῖς σκηνώμασι τοῦ Σήμ.» οὐ μόνον δέ, ἀλλὰ καὶ κατὰ ἀναγωγικὸν τρό πον, ὅτι πᾶσα ἡ μερὶς τοῦ Ἰάφεθ σχεδὸν τῷ βαπτίσματι καὶ τῇ εἰς Χριστὸν τὸν ἀληθινὸν θεὸν ἡμῶν πίστει προσετέθη, ἅτινά ἐστι σκηνώματα τοῦ Σήμ, ἐπεὶ καὶ ἐξ αὐτοῦ καὶ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ οἱ πατριάρχαιἐξ ὧν καὶ αἱ λοιπαὶ γενεαρχίαι ἕως Χριστοῦ ἡγουμένου σαφῶς γενεαλο 56 γοῦνται. τοῦ δὲ Χὰμ πλεῖστα μέχρι καὶ νῦν ἔθνη ἐστὶν ἐν ἀποστασίᾳ κατά τε τὰς Ἰνδίας καὶ Αἰθιοπίας καὶ Μαυριτανίας, ἐν οἷς Ἀραβίαι καὶ Ἰδουμαῖαι κατὰ θεοῦ καὶ τῶν ἁγίων αὐτοῦ θρασύνονται τῇ τοῦ Χὰμ καὶ Χα ναὰν κατάρᾳ καθυποβεβλημένοι. διὸ καὶ παῖδα οἰκέτην τὸν Χὰμ τοῦ Σὴμ καὶ τοῦ Ἰάφεθ ἡ γραφὴ ἀπεφήνατο, διὰ τοῦ Χαναὰν τοῦ υἱοῦ αὐτοῦ καὶ αὐτὸν σημαίνουσα. Οὕτως οὖν ὑπὸ τοῦ Νῶε τῆς ὅλης οἰκουμένης διαμερισθείσης θείῳ προστάγματι, ὡς προδεδήλωται, τῷ βφοβʹ ἔτει τοῦ κόσμου, Ϡλʹ δὲ τῆς τοῦ δικαίου Νῶε ζωῆς πρὸ σδʹ ἐτῶν τῆς κατὰ τὴν πυργοποιίαν διασπορᾶς, τοῖς τρισὶν αὐτοῦ υἱοῖς, κατὰ τὸν αὐτὸν τρόπον καὶ ἐν τῇ συγχύσει δια σπαρὲν κατεκληρώσαντο αἱ οβʹ φυλαί τε καὶ γλῶσσαι, εἰ καὶ μετὰ ταῦτα κατά τινας καιροὺς ἀπῳκίσθησαν ἄλλοι ἀλλαχοῦ πολέμοις καὶ αἰχμαλω σίαις καὶ ταῖς κατ' ἀλλήλων πλεονεξίαις καὶ τυραννίσιν ἀλόγως χρησά μενοι· περὶ ὧν ἐντυγχάνων τις ταῖς θεοπνεύστοις πρῶτον γραφαῖς, ἔπειτα δὲ καὶ ταῖς Ἰουδαϊκαῖς καὶ Ἑλληνικαῖς καὶ Αἰγυπτιακαῖς ἢ Χαλδαϊκαῖς ἱστορίαις εἴσεται, εἰ καὶ μὴ ἐν πᾶσι χρὴ ταῖς τῶν ἀλλοπίστων συγγραφαῖς ἕπεσθαι, μάλιστα δὲ ἐν οἷς περὶ πολυθεΐας καὶ ἀπείρων ἐτῶν γένεσιν κόσμου εἰσάγουσι. φέρεται γὰρ παρ' Αἰγυπτίοις παλαιόν τι χρονογραφεῖον, ἐξ οὗ καὶ τὸν Μανεθῶ πεπλανῆσθαι νομίζω, περιέχον λʹ δυναστειῶν ἐν γενεαῖς πάλιν ριγʹ χρόνον ἄπειρον, καὶ οὐ τὸν αὐτὸν τὸν Μανεθῶ ἐν μυ ριάσι τρισὶ καὶ ςφκεʹ, πρῶτον μὲν τῶν Αὐριτῶν, δεύτερον δὲ τῶν Με στραίων, τρίτον δὲ Αἰγυπτίων, οὕτω πως ἐπὶ λέξεως ἔχον. Θεῶν βασιλεία κατὰ τὸ παλαιὸν χρονικόν Ἡφαίστου χρόνος οὐκ ἔστι διὰ τὸ νυκτὸς καὶ ἡμέρας αὐτὸν φαίνειν. Ἥλιος Ἡφαίστου ἐβασίλευσεν ἐτῶν μυριάδας γʹ. ἔπειτα Κρόνος, φησί, καὶ οἱ λοιποὶ πάντες θεοὶ ιβʹ ἐβασίλευσαν ἔτη γϠπδʹ. ἔπειτα ἡμίθεοι βασιλεῖς ηʹ ἔτη σιζʹ καὶ μετ' αὐτοὺς γενεαὶ ιεʹ Κυνικοῦ κύκλου ἀνεγρά φησαν ἐν ἔτεσι υμγʹ. εἶτα Τανιτῶν ιςʹ δυναστεία, γενεῶν ηʹ, ἐτῶν ρζʹ. 57 πρὸς οἷς ιζʹ δυναστεία Μεμφιτῶν, γενεῶν δʹ, ἐτῶν ργʹ· μεθ' οὓς ιηʹ δυναστεία Μεμφιτῶν, γενεῶν ιδʹ, ἐτῶν τμηʹ· ἔπειτα ιθʹ δυναστεία Διοσπο λιτῶν, γενεῶν εʹ, ἐτῶν ρζδʹ. εἶτα κʹ δυναστεία Διοσπολιτῶν, γενεῶν ηʹ, ἐτῶν σκηʹ. ἔπειτα καʹ δυναστεία Τανιτῶν, γενεῶν ςʹ, ἐτῶν ρκαʹ. εἶτα κβʹ δυναστεία Τανιτῶν, γενεῶν γʹ, ἐτῶν μηʹ· ἔπειτα κγʹ δυναστεία Διοσπο λιτῶν, γενεῶν βʹ, ἐτῶν ιθʹ. εἶτα κδʹ δυναστεία Σαϊτῶν, γενεῶν γʹ, ἐτῶν μδʹ. πρὸς οἷς κεʹ δυναστεία Αἰθιόπων, γενεῶν γʹ, ἐτῶν μδʹ. μεθ' οὓς κςʹ δυναστεία Μεμφιτῶν, γενεῶν ζʹ, ἐτῶν ροζʹ. καὶ μετ' αὐτὰς κζʹ δυναστεία Περσῶν εʹ, ἐτῶν ρκδʹ. ἔπειτα κθʹ δυναστεία Τανιτῶν, γενεῶν* ἐτῶν λθʹ. καὶ ἐπὶ πάσαις λʹ δυναστεία Τανίτου ἑνός, ἔτη ιηʹ. τὰ πάντα ὁμοῦ τῶν λʹ δυναστειῶν ἔτη Μγʹ καὶ ςφκεʹ. Ταῦτα ἀναλυόμενα, εἴτουν μεριζόμενα παρὰ τὰ αυξαʹ ἔτη εἴκοσι πεν τάκις, τὴν παρ' Αἰγυπτίοις καὶ Ἕλλησιν ἀποκατάστασιν τοῦ ζῳδιακοῦ μυθολογουμένην δηλοῖ, τοῦτ' ἔστι τὴν ἀπὸ τοῦ αὐτοῦ σημείου ἐπὶ τὸ αὐτὸ σημεῖον, ὅ ἐστι πρῶτον λεπτὸν τῆς πρώτης μοίρας τοῦ ἰσημερινοῦ ζῳδίου, κριοῦ λεγομένου παρ' αὐτοῖς, ὥσπερ καὶ ἐν τοῖς Γενικοῖς τοῦ Ἑρμοῦ καὶ ἐν ταῖς Κυραννίσι βίβλοις εἴρηται. ἐντεῦθεν δὲ οἶμαι καὶ Πτολεμαῖον τὸν Κλαύδιον τοὺς προχείρους κανόνας τῆς ἀστρονομίας διὰ κεʹ ἐτηρίδων ψη φίζεσθαι θεσπίσαι, ὡς τοῦ Αἰγυπτιακοῦ ἐνιαυτοῦ καὶ τοῦ Ἑλληνικοῦ διὰ αυξαʹ ἔτους ἀποκαθισταμένων, εἰ καὶ διὰ αυοςʹ ἐτῶν τὸ κανόνιον τῶν κεʹ ἐτηρίδων ἐξέθετο διὰ τὸ μὴ ἀπαρτίζειν τὸν αυξαʹ ἀριθμὸν εἰς κεʹ, ἀλλὰ λείπεσθαι ιδʹ. τὴν μέντοι μονάδα περιττὴν ἔθετο διὰ τὸ πλήρη τὰ τοῦ αʹ ἔτους ἐγκεῖσθαι κινήματα καὶ μὴ ἀπ' ἀρχῆς αὐτοῦ, ὥσπερ καὶ ἐπὶ τῶν μηνιαίων κινημάτων. ἐντεῦθεν δέ ἐστι καὶ τὸ ἀσύμφωνον τῶν τοιού των ἐκδόσεων πρός τε τὰς θείας ἡμῶν γραφὰς καὶ πρὸς ἄλληλα ἐπιγνῶναι, ὅτι αὕτη μὲν ἡ παλαιοτέρα νομιζομένη Αἰγυπτίων συγγραφὴ Ἡφαίστου μὲν ἄπειρον εἰσάγει χρόνον, τῶν δὲ λοιπῶν κθʹ δυναστειῶν ἔτη τρισμύρια ςφκεʹ, καίτοι τοῦ Ἡφαίστου πολλοῖς ἔτεσι μετὰ τὸν κατακλυσμὸν καὶ τὴν πυργοποιίαν τῆς Αἰγύπτου βασιλεύσαντος, ὡς δειχθήσεται ἐν τῷ δέοντι τόπῳ. 58 Ὁ δὲ παρ' Αἰγυπτίοις ἐπισημότατος Μανεθῶ περὶ τῶν αὐτῶν λʹ δυ ναστειῶν γράψας ἐκ τούτων δηλαδὴ λαβὼν τὰς ἀφορμὰς κατὰ πολὺ διαφωνεῖ περὶ τοὺς χρόνους πρὸς ταῦτα, καθὼς ἔστι καὶ ἐκ τῶν προειρημένων ἡμῖν ἀνωτέρω μαθεῖν καὶ ἐκ τῶν ἑξῆς λεχθησο μένων. Τῶν γὰρ ἐν τοῖς τρισὶ τόμοις ριγʹ γενεῶν ἐν δυναστείαις λʹ ἀναγεγραμ μένων, αὐτῶν ὁ χρόνος τὰ πάντα συνῆξεν ἔτη γφνεʹ, ἀρξάμενα τῷ αφπςʹ ἔτει τοῦ κόσμου καὶ λήξαντα εἰς τὸ ερμζʹ κοσμικὸν ἔτος, ἤτοι πρὸ τῆς Ἀλεξάνδρου τοῦ Μακεδόνος κοσμοκρατορίας ἔτη που ιεʹ. Ἐκ τούτων οὖν ἀφελών τις τὰ πρὸ τοῦ κατακλυσμοῦ χνςʹ πρὸς ἀναπλή ρωσιν τῶν βσμβʹ ἐξ Ἀδὰμ ἕως τοῦ κατακλυσμοῦ, ὡς ψευδῆ καὶ ἀνύπαρκ τα, καὶ τὰ ἀπὸ τοῦ κατακλυσμοῦ ἕως τῆς πυργοποιίας καὶ συγχύσεως τῶν γλωσσῶν καὶ διασπορᾶς τῶν ἐθνῶν φλδʹ, ἕξει σαφῶς τὴν ἀρχὴν τῆς Αἰγυπτιακῆς βασιλείας ἐκ τοῦ πρώτου βασιλεύσαντος τῆς Αἰγύπτου Με στραίμ, τοῦ καὶ Μήνεος λεγομένου παρὰ τῷ Μανεθῶ, ἀπὸ τοῦ βψοςʹ ἔτους τοῦ ἐξ Ἀδὰμ ἕως Νεκταναβῶ τοῦ ἐσχάτου βασιλέως Αἰγύπτου, ὡς εἶναι τὰ πάντα ἀπὸ Μεστραὶμ ἕως τοῦ αὐτοῦ Νεκταναβῶ ἔτη βτξεʹ, ἃ καὶ ἔφθασεν, ὡς προείρηται, εἰς τὸ κοσμικὸν ερμζʹ ἔτος πρὸ τῆς Ἀλεξ άνδρου τοῦ κτίστου ἀρχῆς, ἔτεσι ιεʹ ἐγγύς. Τοῦτο δὲ τὸ βψοςʹ ἔτος τοῦ κόσμου τοῦ μὲν Φαλὲκ τῆς ζωῆς ἔτος ἦν εʹ, τοῦ δὲ Ἕβερ τοῦ πατρὸς Φαλὲκ ἔτος καὶ αὐτοῦ τῆς ζωῆς ρληʹ. τῷ γὰρ βψοαʹ ἔτει τοῦ κόσμου, ὅπερ ἦν τῆς τοῦ Ἕβερ ζωῆς ρλγʹ ἔτος, ἐγεν νήθη αὐτῷ ὁ Φαλέκ, καὶ μετὰ δʹ ἔτη τῆς τοῦ Φαλὲκ γεννήσεως, τοῦτ' ἔστι τῷ κοσμικῷ βψοεʹ ἔτει συνεχύθησαν αἱ γλῶσσαι. καὶ τῷ ἐπιόντι κοσμι κῷ βψοςʹ ἔτει, τοῦ δὲ Ἕβερ ρληʹ, καὶ τοῦ υἱοῦ αὐτοῦ Φαλὲκ ἔτει εʹ, διεσπάρησαν εἰς τὴν οἰκουμένην αἱ οβʹ φυλαὶ καὶ γλῶσσαι. ἀπὸ δὲ τοῦ κατακλυσμοῦ ἕως τοῦδε τοῦ χρόνου ἐπὶ ἔτη φλδʹ ὁ Νῶε καὶ ὁ πρῶτος αὐτοῦ υἱὸς μετ' αὐτὸν Σὴμ καὶ ὁ τούτου παῖς Ἀρφαξὰδ ἡγεμόνευσαν τῶν τηνικαῦτα ἀνθρώπων οὕτως. 59 Ὁ χρόνος τῶν μετὰ τὸν κατακλυσμὸν ἡγεμονευσάντων τριῶν ἀνδρῶν ἕως τῆς διασπορᾶσ Νῶε μετὰ τὸν κατακλυσμὸν ἡγήσατο κόσμου τὰ λοιπὰ τῆς ζωῆς αὐτοῦ ἔτη τνʹ· Σὴμ ἡγήσατο τοῦ κόσμου τὰ λοιπὰ τῆς ἑαυτοῦ ζωῆς ἔτη ρνʹ· Ἀρφαξὰδ ἔτη λγʹ. ὁμοῦ φλδʹ. Ἐπειδὴ δὲ τῶν ἀπὸ Μεστραῒμ Αἰγυπτιακῶν ἐτῶν οἱ χρόνοι ἕως Νεκτα ναβῶ χρειώδεις τυγχάνουσιν ἐν πολλοῖς τοῖς περὶ τὰς χρονικὰς καταγινομέ νοις ζητήσεις, αὐταὶ δὲ παρὰ Μανεθῶ ληφθεῖσαι τοῖς ἐκκλησιαστικοῖς ἱστο ρικοῖς διαπεφωνημένως κατά τε τὰς αὐτῶν προσηγορίας καὶ τὴν ποσότητα τῶν χρόνων τῆς βασιλείας ἐκδέδονται, ἐπὶ τίνος τε αὐτῶν Ἰωσὴφ ἡγεμό νευσε τῆς Αἰγύπτου καὶ μετ' αὐτὸν ὁ θεόπτης Μωυσῆς τῆς τοῦ Ἰσραὴλ ἐξ Αἰγύπτου πορείας ἡγήσατο, ἀναγκαῖον ἡγησάμην δύο τῶν ἐπισημοτάτων ἐκδόσεις ἐκλέξασθαι καὶ ταύτας ἀλλήλαις παραθέσθαι, Ἀφρικανοῦ τέ φημι καὶ τοῦ μετ' αὐτὸν Εὐσεβίου τοῦ Παμφίλου καλουμένου, ὡς ἂν τὴν ἐγγίζουσαν τῇ γραφικῇ ἀληθείᾳ δόξαν ὀρθῶς ἐπιβάλλων καταμάθοι, τοῦτο πρό γε πάντων εἰδὼς ἀκριβῶς, ὅτι Ἀφρικανὸς μὲν κʹ ἔτη προσ τίθησιν ἐν τοῖς ἀπὸ Ἀδὰμ ἕως τοῦ κατακλυσμοῦ χρόνοις, καὶ ἀντὶ βσμβʹ βσξβʹ ἔτη βούλεται εἶναι, ὅπερ οὐ δοκεῖ καλῶς ἔχειν. Εὐσέβιος δὲ βσμβʹ ὑγιῶς ἔθετο καὶ ὁμοφώνως τῇ γραφῇ. ἐν δὲ τοῖς ἀπὸ τοῦ κατακλυσμοῦ ἀμφότεροι διήμαρτον ἕως Ἀβραὰμ καὶ Μωυσέως ἔτεσι ρλʹ τοῦ δευτέρου Καϊνᾶν υἱοῦ Ἀρφαξὰδ καὶ γενεᾷ μιᾷ, τῇ ιγʹ, παρὰ τῷ θείῳ εὐαγγελιστῇ Λουκᾷ ἀπὸ Ἀδὰμ κειμένῃ. ἀλλ' ὁ μὲν Ἀφρικανὸς ἐν τοῖς ἀπὸ Ἀδὰμ προτεθεῖσιν αὐτῷ καὶ ἐπὶ τὸν κατακλυσμὸν ἔτεσιν κʹ προαφήρπαξε ταῦτα, καὶ ἐν τοῖς τοῦ Καϊνᾶν καὶ τῶν μετέπειτα ριʹ μόνα λείπεται. διὸ καὶ ἕως Ἀβραὰμ πρώτου ἔτους γσβʹ ἔτη ἐστοιχείωσεν. ὁ δὲ Εὐσέβιος ὁλοκλήρως τὰ ρλʹ ὑφελών, γρπδʹ ἕως πρώτου ἔτους Ἀβραὰμ ἐξέδωκε. Περὶ τῶν μετὰ τὸν κατακλυσμὸν Αἰγύπτου δυναστειῶν, ὡς ὁ Ἀφρικανόσ αʹ Μετὰ νέκυας τοὺς ἡμιθέους πρώτη βασιλεία καταριθμεῖται βασιλέων ηʹ, ὧν πρῶτος Μήνης Θεεινίτης ἐβασίλευσεν ἔτη ξβʹ· ὃς ὑπὸ ἱπποπο τάμου διαρπαγεὶς διεφθάρη. 60 βʹ Ἄθωθις υἱὸς ἔτη νζʹ, ὁ τὰ ἐν Μέμφει βασίλεια οἰκοδομήσας· οὗ φέ ρονται βίβλοι ἀνατομικαί, ἰατρὸς γὰρ ἦν. γʹ Κενκένης υἱὸς ἔτη λαʹ. δʹ Οὐενέφης υἱὸς ἔτη κγʹ. ἐφ' οὗ λιμὸς κατέσχε τὴν Αἴγυπτον μέγας. οὗτος τὰς περὶ Κωχώμην ἤγειρε πυραμίδας. εʹ Οὐσαφάιδος υἱὸς ἔτη κʹ. ςʹ Μιεβιδὸς υἱὸς ἔτη κςʹ. ζʹ Σεμέμψης υἱὸς ἔτη ιηʹ. ἐφ' οὗ φθορὰ μεγίστη κατέσχε τὴν Αἴγυπτον. ηʹ Βιηνεχὴς υἱὸς ἔτη κςʹ. ὁμοῦ ἔτη σνγʹ. Τὰ τῆς πρώτης δυναστείας οὕτω πως καὶ Εὐσέβιος ὡς ὁ Ἀφρικανὸς ἐξέθετο. Δευτέρα δυναστεία Θεινιτῶν βασιλέων θʹ ὧν πρῶτος Βοηθὸς ἔτη ληʹ. ἐφ' οὗ χάσμα κατὰ Βούβαστον ἐγένετο, καὶ ἀπώλοντο πολλοί. βʹ Καιέχως ἔτη λθʹ. ἐφ' οὗ οἱ βόες Ἆπις ἐν Μέμφει καὶ Μηνεὺς ἐν Ἡλιουπόλει καὶ ὁ Μενδήσιος τράγος ἐνομίσθησαν εἶναι θεοί.
52.3.1
Βίνωθρις ἔτη μζʹ. ἐφ' οὗ ἐκρίθη τὰς γυναῖκας βασιλείας γέρας ἔχειν. δʹ Τλὰς ἔτη ιζʹ.
52.4.1
Σεθένης ἔτη μαʹ. ςʹ Χαίρης ἔτη ιζʹ. ζʹ Νεφερχέρης ἔτη κεʹ. ἐφ' οὗ μυθεύεται τὸν Νεῖλον μέλιτι κεκραμένον ἡμέρας ἕνδεκα ῥυῆναι. ηʹ Σέσωχρις ἔτη μηʹ, ὃς ὕψος εἶχε πηχῶν εʹ, πλάτος γʹ. θʹ Χενερὴς ἔτη λʹ. ὁμοῦ ἔτη τβʹ. Ὁμοῦ πρώτης καὶ δευτέρας δυναστείας μετὰ τὸν κατακλυσμὸν ἔτη φνεʹ κατὰ τὴν δευτέραν ἔκδοσιν Ἀφρικανοῦ.

Intertext edge

Open linked passage

Note