Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-syncellus-constantinopolitanus" aria-label="More works by Georgius Syncellus Constantinopolitanus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
61.1.1
Περὶ τῶν μετὰ τὸν κατακλυσμὸν Αἰγυπτίων δυναστειῶν, ὡς Εὐσέβιοσ Μετὰ νέκυας καὶ τοὺς ἡμιθέους πρώτην δυναστείαν καταριθμοῦσι βασι λέων ηʹ. ὧν πρῶτος γέγονε Μήνης, ὃς διασήμως αὐτῶν ἡγήσατο. ἀφ' οὗ τοὺς ἐξ ἑκάστου γένους βασιλεύσαντας ἀναγράψομεν ὧν ἡ διαδοχὴ τοῦτον ἔχει τὸν τρόπον. αʹ Μήνης Θενίτης καὶ οἱ τούτου ἀπόγονοι ιζʹ (ἐν ἄλλῳ δὲ ζʹ), ὃν Ἡρό δοτος Μῆνα ὠνόμασεν, ἐβασίλευσεν ἔτεσιν ξʹ. οὗτος ὑπερόριον στρα τείαν ἐποιήσατο καὶ ἔνδοξος ἐκρίθη. ὑπὸ ἵππου δὲ ἱπποποτάμου ἡρπάσθη. βʹ Ἄθωθις ὁ τούτου υἱὸς ἦρξεν ἔτεσιν κζʹ. καὶ τὰ ἐν Μέμφει βασίλεια ᾠκοδόμησεν, ἰατρικήν τε ἐξήσκησε καὶ βίβλους ἀνατομικὰς συνέγραψε. γʹ Κενκένης ὁ τούτου υἱὸς ἔτη λθʹ. δʹ Οὐενέφης ἔτη μβʹ. ἐφ' οὗ λιμὸς κατέσχε τὴν χώραν, ὃς καὶ τὰς πυραμίδας τὰς περὶ Κωχώμην ἤγειρε. εʹ Οὐσαφαὶς ἔτη
61.2.1
ςʹ Νιεβαὶς ἔτη κςʹ. ζʹ Σεμέμψης ἔτη ιηʹ. ἐφ' οὗ πολλὰ παράσημα ἐγένετο καὶ μεγίστη φθορά. ηʹ Οὐβίενθις ἔτη κςʹ. οἱ πάντες ἐβασίλευσαν ἔτη σνβʹ. Δευτέρα δυναστεία βασιλέων θʹ αʹ πρῶτος Βῶχος, ἐφ' οὗ χάσμα κατὰ Βούβαστον ἐγένετο καὶ πολλοὶ ἀπώλοντο. βʹ μεθ' ὃν καὶ βʹ Χῶος, ὅτε καὶ ὁ Ἆπις καὶ ὁ Μνεῦις, ἀλλὰ καὶ ὁ Μεν δήσιος τράγος θεοὶ ἐνομίσθησαν. 62 γʹ Βίοφις, ἐφ' οὗ ἐκρίθη καὶ τὰς γυναῖκας βασιλείας γέρας ἔχειν. καὶ μετὰ τούτους ἄλλοι τρεῖς, ἐφ' ὧν οὐδὲν παράσημον ἐγένετο. ζʹ ἐπὶ δὲ τοῦ ἑβδόμου μυθεύεται τὸν Νεῖλον μέλιτι κεκραμένον ἡμέραις ιαʹ ῥυῆναι. ηʹ Σέσωχρις ἔτη μηʹ, ὃς ὕψος εἶχε πηχῶν εʹ, πλάτος γʹ. θʹ Χενερὴς ἔτη λʹ. ὁμοῦ ἔτη τβʹ. Ὁμοῦ πρώτης καὶ δευτέρας δυναστείας μετὰ τὸν κατακλυσμὸν ἔτη φνεʹ κατὰ τὴν δευτέραν ἔκδοσιν Ἀφρικανοῦ. ηʹ μεθ' ὃν Σέσωχρις μηʹ, ὃς λέγεται γεγονέναι ὕψος ἔχων πηχῶν εʹ, παλαιστῶν γʹ τὸ μέγεθος. θʹ ἐπὶ δὲ τοῦ θʹ οὐδὲν ἀξιομνημόνευτον ὑπῆρχεν. οἳ καὶ ἐβασίλευσαν ἔτεσι ςζζʹ. Ὁμοῦ αʹ καὶ βʹ δυναστείας ἔτη φμθʹ κατὰ τὴν ἔκδοσιν Εὐσεβίου. Τρίτη δυναστεία Μεμφιτῶν βασιλέων θʹ αʹ ὧν πρῶτος Νεχερωφὴς ἔτη κηʹ, ἐφ' οὗ Λίβυες ἀπέστησαν Αἰγυπτίων καὶ τῆς σελήνης παρὰ λόγον αὐξηθείσης διὰ δέος ἑαυτοὺς παρέδοσαν. βʹ Τόσορθρος ἔτη κθʹ. οὗτος Ἀσκληπιὸς Αἰγυπτίοις κατὰ τὴν ἰατρικὴν νενόμισται, καὶ τὴν διὰ ξεστῶν λίθων οἰκοδομίαν εὕρατο, ἀλλὰ καὶ γραφῆς ἐπεμελήθη. γʹ Τύρεις ἔτη ζʹ. δʹ Μέσωχρις ἔτη
61.3.1
εʹ Σώϋφις ἔτη ιςʹ. ςʹ Τοσέρτασις ἔτη ιθʹ. ζʹ Ἄχης ἔτη μβʹ. ηʹ Σήφουρις λʹ. θʹ Κερφέρης ἔτη κςʹ. ὁμοῦ ἔτη σιδʹ. Ὁμοῦ τῶν τριῶν δυναστειῶν κατὰ Ἀφρικανὸν ἔτη
61.4.1
63 Τετάρτη δυναστεία Μεμφιτῶν συγγενείας ἑτέρας βασιλεῖς ηʹ αʹ Σῶρις ἔτη
61.5.1
βʹ Σοῦφις ἔτη ξγʹ. ὃς τὴν μεγίστην ἤγειρε πυραμίδα, ἥν φησιν Ἡρόδοτος ὑπὸ Χέοπος γεγονέναι. οὗτος δὲ καὶ ὑπερόπτης εἰς θεοὺς ἐγένετο καὶ τὴν ἱερὰν συνέγραψε βίβλον, ἣν ὡς μέγα χρῆμα ἐν Αἰγύπτῳ γενόμενος ἐκτησάμην. γʹ Σοῦφις ἔτη ξςʹ. δʹ Μενχέρης ἔτη ξγʹ. εʹ Ῥατοίσης ἔτη κεʹ. ςʹ Βίχερις ἔτη κβʹ. ζʹ Σεβερχέρης ἔτη
61.6.1
ηʹ Θαμφθὶς ἔτη θʹ. ὁμοῦ ἔτη σοδʹ. Ὁμοῦ τῶν δʹ δυναστειῶν τῶν μετὰ τὸν κατακλυσμὸν ἔτη αμςʹ κατ' Ἀφρικανόν. ηʹ μεθ' ὃν Σέσωχρις μηʹ, ὃς λέγεται γεγονέναι ὕψος ἔχων πηχῶν εʹ, παλαιστῶν γʹ τὸ μέγεθος. θʹ ἐπὶ δὲ τοῦ θʹ οὐδὲν ἀξιομνημόνευτον ὑπῆρχεν. οἳ καὶ ἐβασίλευσαν ἔτεσι ςζζʹ. Ὁμοῦ αʹ καὶ βʹ δυναστείας ἔτη φμθʹ κατὰ τὴν ἔκδοσιν Εὐσεβίου. Τρίτη δυναστεία Μεμφιτῶν βασιλέων ηʹ αʹ Νεχέρωχις, ἐφ' οὗ Λίβυες ἀπέστησαν Αἰγυπτίων καὶ τῆς σελήνης παρὰ λόγον αὐξηθείσης διὰ δέος ἑαυτοὺς παρέδοσαν. βʹ μεθ' ὃν Σέσορθος, ὃς Ἀσκληπιὸς παρὰ Αἰγυπτίοις ἐκλήθη διὰ τὴν ἰατρικήν. οὗτος καὶ τὴν διὰ ξεστῶν λίθων οἰκοδομὴν εὕρατο, ἀλλὰ καὶ γραφῆς ἐπεμελήθη. οἱ δὲ λοιποὶ ἓξ οὐδὲν ἀξιομνημόνευτον ἔπραξαν. οἳ καὶ ἐβασίλευσαν ἔτεσιν ρζηʹ. Ὁμοῦ τῶν τριῶν δυναστειῶν κατὰ τὸν Εὐσέβιον ἔτη ψμζʹ. 64 Τετάρτη δυναστεία βασιλέων ιζʹ Μεμφιτῶν συγγενείας ἑτέρας βασιλείασ ὧν τρίτος Σοῦφις, ὁ τὴν μεγίστην πυραμίδα ἐγείρας, ἥν φησιν Ἡρόδοτος ὑπὸ Χέοπος γεγονέναι, ὃς καὶ ὑπερόπτης εἰς θεοὺς γέγονεν, ὡς μετανοήσαν τα αὐτὸν τὴν ἱερὰν συγγράψαι βίβλον, ἣν ὡς μέγα χρῆμα Αἰγύπτιοι πε ριέπουσι. τῶν δὲ λοιπῶν οὐδὲν ἀξιομνημόνευτον ἀνεγράφη. οἳ καὶ ἐβασί λευσαν ἔτεσιν υμηʹ. Ὁμοῦ τῶν δʹ δυναστειῶν μετὰ τὸν κατακλυσμὸν αρζεʹ κατὰ Εὐσέβιον. ΚΑΤΑ ΑΦΡΙΚΑΝΟΝ Πέμπτη δυναστεία βασιλέων ηʹ ἐξ Ἐλεφαντίνησ αʹ Οὐσερχέρης ἔτη κηʹ. βʹ Σεφρὴς ἔτη ιγʹ. γʹ Νεφερχέρης ἔτη κʹ. δʹ Σισίρης ἔτη ζʹ. εʹ Χέρης ἔτη κʹ. ςʹ Ῥαθούρης ἔτη μδʹ. ζʹ Μενχέρης ἔτη θʹ. ηʹ Τανχέρης ἔτη μδʹ. θʹ Ὄννος ἔτη λγʹ. Ὁμοῦ ἔτη σμηʹ. γίνονται σὺν τοῖς προτεταγμένοις αμςʹ ἔτεσι τῶν δʹ δυναστειῶν ἔτη
61.7.1
Ἕκτη δυναστεία βασιλέων ἓξ Μεμφιτῶν αʹ Ὀθόης ἔτη λʹ, ὃς ὑπὸ τῶν δορυφόρων ἀνῃρέθη. βʹ Φιὸς ἔτη νγʹ. γʹ Μεθουσουφὶς ἔτη ζʹ. δʹ Φίωψ ἑξαέτης ἀρξάμενος βασιλεύειν διεγένετο μέχρις ἐτῶν ρʹ. εʹ Μενθεσουφὶς ἔτος ἕν. ςʹ Νίτωκρις γεννικωτάτη τε καὶ εὐμορφοτάτη τῶν κατ' αὐτὴν γενομένη, ξανθὴ τὴν χροιάν, ἣ τὴν τρίτην ἤγειρε πυραμίδα· ἐβασίλευσεν ἔτη ιβʹ. 65 Ὁμοῦ ἔτη σγʹ γίνονται σὺν τοῖς προτεταγμένοις αςζδʹ. Τῶν εʹ δυναστειῶν ἔτη αυζζʹ. Ἑβδόμη δυναστεία Μεμφιτῶν βασιλέων οʹ, οἳ ἐβασίλευσαν ἡμέρας οʹ. Ὀγδόη δυναστεία Μεμφιτῶν βασιλέων κζʹ, οἳ ἐβασίλευσαν ἔτη ρμςʹ. Γίνονται σὺν τοῖς προτεταγμένοις ἔτη αχλθʹ τῶν ηʹ δυναστειῶν. ΚΑΤΑ ΕΥΣΕΒΙΟΝ Πέμπτη δυναστεία βασιλέων τριάκοντα ἑνὸς ἐξ Ἐλεφαντίνησ ὧν πρῶτος Ὀθόης. οὗτος ὑπὸ τῶν δορυφόρων ἀνῃρέθη. ὁ δὲ δʹ Φίωψ ἑξαέτης ἀρξάμενος ἐβασίλευσε μέχρις ἐτῶν ἑκατόν. Γίνονται οὖν σὺν τοῖς προτεταγμένοις αρζεʹ ἔτεσι τῶν τεσσάρων δυνα στειῶν αςζεʹ. Ἕκτη δυναστεία Γυνὴ Νίτωκρις ἐβασίλευσε τῶν κατ' αὐτὴν γεννικωτάτη καὶ εὐμορφο τάτη, ξανθή τε τὴν χροιὰν ὑπάρξασα, ἣ καὶ λέγεται τὴν τρίτην πυραμίδα ᾠκοδομηκέναι· οἳ καὶ ἐβασίλευσαν ἔτη γʹ, ἐν ἄλλῳ σγʹ. Γίνονται σὺν τοῖς προτεταγμένοις αςζεʹ τῶν πέντε δυναστειῶν ἔτη αυζηʹ. Σημειωτέον ὁπόσον ὁ Εὐσέβιος Ἀφρικανοῦ λείπεται ἀκριβείας ἔν τε τῇ τῶν βασιλέων ποσότητι καὶ ταῖς τῶν ὀνομάτων ὑφαιρέσεσι καὶ τοῖς χρό νοις, σχεδὸν τὰ Ἀφρικανοῦ αὐταῖς λέξεσι γράφων· Ἑβδόμη δυναστεία Μεμφιτῶν βασιλέων πέντε, οἳ ἐβασίλευσαν ἡμέρας οεʹ. Ὀγδόη δυναστεία Μεμφιτῶν βασιλέων εʹ, οἳ ἐβασίλευσαν ἔτη ρʹ. Γίνονται σὺν τοῖς προτεταγμένοις ἔτη αφζηʹ τῶν ὀκτὼ δυναστειῶν. ΚΑΤΑ ΑΦΡΙΚΑΝΟΝ Ἐνάτη δυναστεία Ἡρακλεοπολιτῶν βασιλέων ιθʹ, οἳ ἐβασίλευσαν ἔτη υθʹ ὧν ὁ πρῶτος Ἀχθόης δεινότατος τῶν πρὸ αὐτοῦ γενόμενος τοῖς ἐν πάσῃ Αἰγύπτῳ κακὰ εἰργάσατο, ὕστερον δὲ μανίᾳ περιέπεσε καὶ ὑπὸ κροκο δείλου διεφθάρη. 66 Δεκάτη δυναστεία Ἡρακλεοπολιτῶν βασιλέων ιθʹ, οἳ ἐβασίλευσαν ἔτη
61.8.1
Ἑνδεκάτη δυναστεία Διοσπολιτῶν βασιλέων ιςʹ, οἳ ἐβασίλευσαν ἔτη μγʹ. μεθ' οὓς Ἀμμενέμης ἔτη ιςʹ. Μέχρι τοῦδε τὸν πρῶτον τόμον καταγήοχε Μανεθῶ. Ὁμοῦ βασιλεῖς ρζβʹ, ἔτη βτʹ, ἡμέραι οʹ. ΔΕΥΤΕΡΟΥ ΤΟΜΟΥ ΜΑΝΕΘΩ Δωδεκάτη δυναστεία Διοσπολιτῶν βασιλέων ἑπτά. αʹ Σεσόγχωσις Ἀμμανέμου υἱὸς ἔτη μςʹ. βʹ Ἀμμανέμης ἔτη ληʹ, ὃς ὑπὸ τῶν ἰδίων εὐνούχων ἀνῃρέθη. γʹ Σέσωστρις ἔτη μηʹ, ὃς ἅπασαν ἐχειρώσατο τὴν Ἀσίαν ἐν ἐνιαυτοῖς θʹ καὶ τῆς Εὐρώπης τὰ μέχρι Θρᾴκης, πανταχόσε μνημόσυνα ἐγείρας τῆς τῶν ἐθνῶν σχέσεως, ἐπὶ μὲν τοῖς γενναίοις ἀνδρῶν, ἐπὶ δὲ τοῖς ἀγεν νέσι γυναικῶν μόρια ταῖς στήλαις ἐγχαράσσων, ὡς ὑπὸ Αἰγυπτίων μετὰ Ὄσιριν πρῶτον νομισθῆναι.
61.9.1
Λαχάρης ἔτη ηʹ. ὃς τὸν ἐν Ἀρσινοΐτῃ λαβύρινθον ἑαυτῷ τάφον κατ εσκεύασε. εʹ Ἀμερὴς ἔτη ηʹ. ςʹ Ἀμμενέμης ἔτη ηʹ. ζʹ Σκεμίοφρις ἀδελφὴ ἔτη δʹ. ὁμοῦ ἔτη ρξʹ. ΚΑΤΑ ΕΥΣΕΒΙΟΝ Ἐνάτη δυναστεία Ἡρακλεοπολιτῶν βασιλέων δʹ, οἳ ἐβασίλευσαν ἔτη ρʹ ὧν πρῶτος Ἀχθώης δεινότατος τῶν πρὸ αὐτοῦ γενόμενος τοῖς ἐν πάσῃ Αἰγύπτῳ κακὰ εἰργάσατο, ὕστερον δὲ μανίᾳ περιέπεσε καὶ ὑπὸ κροκο δείλου διεφθάρη. 67 Δεκάτη δυναστεία Ἡρακλεοπολιτῶν βασιλέων ιθʹ, οἳ ἐβασίλευσαν ἔτη ρπεʹ. Ἑνδεκάτη δυναστεία Διοσπολιτῶν βασιλέων ιςʹ, οἳ ἐβασίλευσαν ἔτη μγʹ. μεθ' οὓς Ἀμμενέμης ἔτη ιςʹ. Μέχρι τοῦδε τὸν πρῶτον τόμον καταγήοχεν ὁ Μανεθῶ. Ὁμοῦ βασιλεῖς ρζβʹ, ἔτη βτʹ, ἡμέραι οθʹ. ΔΕΥΤΕΡΟΥ ΤΟΜΟΥ ΜΑΝΕΘΩ Δωδεκάτη δυναστεία Διοσπολιτῶν βασιλέων ζʹ ὧν πρῶτος Σεσόγχωσις Ἀμμενέμου υἱὸς ἔτη μςʹ. βʹ Ἀμμανέμης ἔτη ληʹ, ὃς ὑπὸ τῶν ἰδίων εὐνούχων ἀνῃρέθη. γʹ Σέσωστρις ἔτη μηʹ, ὃς λέγεται γεγονέναι πηχῶν δʹ, παλαιστῶν γʹ, δακτύλων βʹ. ὃς πᾶσαν ἐχειρώσατο τὴν Ἀσίαν ἐν ἐνιαυτοῖς θʹ καὶ τῆς Εὐρώπης τὰ μέχρι Θρᾴκης, πανταχόσε μνημόσυνα ἐγείρας τῆς τῶν ἐθνῶν κατασχέσεως, ἐπὶ μὲν τοῖς γενναίοις ἀνδρῶν, ἐπὶ δὲ τοῖς ἀγεννέσι γυναι κῶν μόρια ταῖς στήλαις ἐγχαράσσων, ὡς καὶ ὑπὸ τῶν Αἰγυπτίων μετὰ Ὄσιριν νομισθῆναι. δʹ μεθ' ὃν Λάμαρις ἔτη ηʹ, ὡς τὸν ἐν Ἀρσενοΐτῃ λαβύρινθον ἑαυτῷ τά φον κατεσκεύασεν. οἱ δὲ τούτου διάδοχοι ἐπὶ ἔτη μβʹ, οἳ πάντες ἐβασίλευσαν ἔτη σμεʹ. ΚΑΤΑ ΑΦΡΙΚΑΝΟΝ Τρισκαιδεκάτη δυναστεία Διοσπολιτῶν βασιλέων ξʹ, οἳ ἐβασίλευσαν ἔτη υνγʹ Τεσσαρεσκαιδεκάτη δυναστεία Ξοϊτῶν βασιλέων οςʹ, οἳ ἐβασίλευσαν ἔτη ρπδʹ. Πεντεκαιδεκάτη δυναστεία ποιμένων. Ἦσαν δὲ Φοίνικες ξένοι βασιλεῖς ςʹ, οἳ καὶ Μέμφιν εἷλον, ὧν πρῶτος Σαΐτης ἐβασίλευσεν ἔτη ιθʹ, ἀφ' οὗ καὶ ὁ Σαΐτης νομός. οἳ καὶ ἐν τῷ 68 Σεθροΐτῃ νομῷ πόλιν ἔκτισαν, ἀφ' ἧς ὁρμώμενοι Αἰγυπτίους ἐχειρώσαντο. βʹ Βνῶν ἔτη μδʹ. γʹ Παχνὰν ἔτη ξαʹ. δʹ Σταὰν ἔτη νʹ. εʹ Ἄρχλης ἔτη μθʹ. ςʹ Ἄφοβις ἔτη ξαʹ. ὁμοῦ ἔτη σπδʹ. Ἑξκαιδεκάτη δυναστεία ποιμένες ἄλλοι βασιλεῖς λβʹ. ἐβασίλευσαν ἔτη φιηʹ. Ἑπτακαιδεκάτη δυναστεία ποιμένες ἄλλοι βασιλεῖς μγʹ καὶ Θηβαῖοι Διοσπολῖται μγʹ. Ὁμοῦ οἱ ποιμένες καὶ οἱ Θηβαῖοι ἐβασίλευσαν ἔτη ρναʹ. ΚΑΤΑ ΕΥΣΕΒΙΟΝ Τρισκαιδεκάτη δυναστεία Διοσπολιτῶν βασιλέων ξʹ, οἳ ἐβασίλευσαν ἔτη υνγʹ. Τεσσαρεσκαιδεκάτη δυναστεία Ξοϊτῶν βασιλέων οςʹ, οἳ ἐβασίλευσαν ἔτη ρπδʹ. ἐν ἄλλῳ υπδʹ. Πεντεκαιδεκάτη δυναστεία Διοσπολιτῶν βασιλέων, οἳ ἐβασίλευσαν ἔτη σνʹ. Ἑξκαιδεκάτη δυναστεία Θηβαῖοι βασιλεῖς εʹ, οἳ καὶ ἐβασίλευσαν ἔτη ρζʹ. Ἑπτακαιδεκάτη δυναστεία ποιμένες ἦσαν ἀδελφοὶ Φοίνικες ξένοι βασιλεῖς, οἳ καὶ Μέμφιν εἷλον ὧν πρῶτος Σαΐτης ἐβασίλευσεν ἔτη ιθʹ, ἀφ' οὗ καὶ ὁ Σαΐτης νομὸς ἐκλήθη, οἳ καὶ ἐν τῷ Σεθροΐτῃ νομῷ πόλιν ἔκτισαν, ἀφ' ἧς ὁρμώμενοι Αἰγυπτίους ἐχειρώσαντο. βʹ Βνῶν ἔτη μʹ. γʹ Ἄφωφις ἔτη ιδʹ. μεθ' ὃν Ἄρχλης ἔτη λʹ. ὁμοῦ ἔτη ργʹ. Κατὰ τούτους Αἰγυπτίων βασιλεὺς Ἰωσὴφ δείκνυται. 69 Σημειωτέον πῶς ὁ Εὐσέβιος πρὸς τὸν οἰκεῖον σκοπὸν τοὺς τῆς πεντε καιδεκάτης δυναστείας παρὰ τῷ Ἀφρικανῷ φερομένους κατὰ τὴν ιζʹ δυνα στείαν γεγονέναι λέγει. ἐπὶ γὰρ πᾶσι συμπεφώνηται ὅτι ἐπὶ Ἀφώφεως ἦρξεν Ἰωσὴφ τῆς Αἰγύπτου. μὴ ἔχων ὁπωσοῦν ἐπὶ ἄλλου τινὸς αὐτὸν παραθέσθαι μετήγαγε τὸν Ἄφωφιν ἀπὸ τῆς ιεʹ δυναστείας εἰς τὴν ιζʹ, κολοβώσας τὰ ἔτη αὐτοῦ ξαʹ ὑπάρχοντα εἰς λʹ, τὰ δὲ τῆς ὅλης δυνα στείας ρναʹ ργʹ παραθεὶς καὶ ἀντὶ τῶν ἓξ βασιλέων δʹ μόνους. ΚΑΤΑ ΑΦΡΙΚΑΝΟΝ Ὀκτωκαιδεκάτη δυναστεία Διοσπολιτῶν βασιλέων ιςʹ ὧν πρῶτος Ἀμώς, ἐφ' οὗ Μωϋσῆς ἐξῆλθεν ἐξ Αἰγύπτου, ὡς ἡμεῖς ἀπο δεικνύομεν. ὡς δ' ἡ παροῦσα ψῆφος ἀναγκάζει, ἐπὶ τούτου τὸν Μωυσέα συμβαίνει νέον ἔτι εἶναι. ΚΑΤΑ ΕΥΣΕΒΙΟΝ Ὀκτωκαιδεκάτη δυναστεία Διοσπολιτῶν βασιλέων ιδʹ, ὧν πρῶτος Ἄμωσις ἔτη κεʹ. Κἀνταῦθα Εὐσέβιος δύο βασιλεῖς περιέκρυψεν, ἔτη δὲ προσέθηκε πεʹ, τμηʹ παραθεὶς ἀντὶ σξγʹ τῶν παρ' Ἀφρικανῷ. Ἰδοὺ δὴ ὁ μὲν Ἀφρικανὸς βουληθεὶς κατὰ τὸ πʹ ἔτος Μωυσέως τὸν Ἄμωσιν ἐκθέσθαι διὰ τὴν ἔλλειψιν τῶν ριʹ ἐτῶν ἣν ὑπέστη ἐκ τῆς ιγʹ γενεᾶς τοῦ δευτέρου Καϊνᾶν υἱοῦ Ἀρφαξάδ, ὡς εἴρηται ἡμῖν καὶ ῥηθήσεται πολ λάκις, πλὴν φιλαληθέστερος ὢν Εὐσεβίου καὶ εἰδὼς τὴν τῶν πολλῶν δόξαν οὕτω κρατοῦσαν, ὅτι ἐπὶ Ἀμώσεως Φορωνεὺς Ἀργείων ἐβασίλευσε, καὶ πρό γε τούτου Ἴναχος ὁ τούτου πατήρ, ἐφ' οὗ Μωυσῆς γεννᾶται κατὰ τὸ μαʹ ἔτος, ἠναγκάσθη, καίπερ οὐ συμφωνούσης τῆς τοιαύτης ψήφου τελείως ταῖς ἀποδείξεσιν αὐτοῦ, πλὴν διὰ τὸ ἀληθὲς καὶ μᾶλλον τῇ τῶν 70 πολλῶν ἐξηκολούθησε δόξῃ. οἵ τε γὰρ ἐκ περιτομῆς πάντες, Ἰώσηππός τε καὶ Ἰοῦστος, οἵ τε ἐξ Ἑλλήνων, Πολέμων φημὶ καὶ Ἀπίων, Ποσειδώνιοςκαὶ Ἡρόδοτος, τὴν ἐξ Αἰγύπτου πορείαν τοῦ Ἰσραὴλ κατὰ Φορωνέα καὶ Ἄπιδα τοὺς Ἀργείων βασιλεῖς συνέγραψαν, Ἀμώσεως Αἰγυπτίων βασιλεύοντος, οὐ τούτου, ἀλλὰ τοῦ μετ' αὐτὸν τοῦ καὶ Μισφραγμουθώσεως καλουμένου· διώνυμοι γὰρ καὶ τριώνυμοι πολλαχοῦ τῶν Αἰγυπτίων οἱ βα σιλεῖς εὕρηνται. ἀμέλει γοῦν καὶ ἐν τῇ θείᾳ γραφῇ κατὰ τὸ πλεῖστον Φαραὼ λέγονται, ὅπερ ἦν τοῖς πᾶσι κοινόν τε καὶ προσηγορικὸν ὄνομα, καθάπερ ὁ ἐπὶ Ἀβραὰμ πρῶτος ἐν τοῖς λόγοις φερόμενος Φαραώ, οἵ τε μετέπειτα ἐπὶ Ἰωσὴφ καὶ Ἰακὼβ καὶ τῆς δουλείας τῶν υἱῶν Ἰσραὴλ ἐν Αἰγύπτῳ καὶ τῆς αὐτῶν ἐπὶ Μωυσέως ἐξόδου· καὶ σχεδὸν σπανίως ἔστιν εὑρεῖν κύριον αὐτῶν ὄνομα, πλὴν Σουσακεὶμ καὶ Νεχαὼ καὶ Οὐαφρί, παρ' ὅλην τὴν θείαν γραφήν· εἰ γὰρ καὶ ἦσαν ὀνόματα κύρια, οὐκ ἂν τὰ πολλὰ περὶ αὐτοῦ διεφωνήθη. Ἰστέον δὲ καὶ τοῦτον τὸν Ἄμωσιν τὸν πρῶτον ἐπὶ τῆς ιηʹ δυναστείας Αἰγύπτου βασιλεύσαντα ὁ Ἀφρικανὸς Ἄμωσιν ὀνομάζει, ὅτι διώνυμος ἦνἌμωσις, ὁ αὐτὸς καὶ Τέθμωσις καλούμενος υἱὸς Ἀσήθ· ἡμεῖς δὲ δεύτερον αὐτὸν τῆς ιηʹ δυναστείας κατετάξαμεν ἔν τε ἄλλοις ἀντιγράφοις καὶ ἐν τοῖς πρὸς ἔλεγχον Ἀπίωνος Ἰωσήππου δυσὶ λόγοις περὶ τῆς ἐξ Αἰγύπτου πορείας τοῦ λαοῦ, οὕτως αὐτὸν εὑρόντες. καὶ πρῶτον τὸν πατέρα αὐτοῦ Ἀσσήθ, οὗ μνήμην Ἀφρικανὸς καὶ Εὐσέβιος οὐ πεποίηνται, ἐπεὶ ὁ μὲν Ἀφρικανὸς τοὺς τῆς ἑξκαιδεκάτης καὶ ἑπτακαιδεκάτης δυναστείας ἀνωνύ μως ἐξέδωκεν, ὁ δὲ Εὐσέβιος οὔτε τῷ Ἀφρικανῷ οὔτε τῷ Ἰωσήππῳ οὐδ' ἄλλῳ τινὶ συμφωνῶν, τὰ μὲν τῶν ὀνομάτων ἐκ τῆς παρὰ τῷ Ἀφρι κανῷ ιεʹ δυναστείας εἰς τὴν ιζʹ μετήγαγε, τοὺς δὲ χρόνους περιέκοψε, σύγχρονον Μωυσέως δεῖξαι Κέκροπα τὸν διφυῆ ἐπειγόμενος, μαρτυρῶν καὶ αὐτὸς ἐν τῷ τοῦ κανόνος αὐτοῦ προλόγῳ τοὺς προλεχθέντας Ἰώσηπ 71 πον μὲν καὶ Ἰοῦστον ἐκ περιτομῆς, Ἀφρικανὸν δὲ καὶ Κλήμεντα τὸν Στρωματέα καὶ Τατιανόν, τοῦ καθ' ἡμᾶς λόγου ἄνδρας ἐν παιδεύσει γνω ρίμους πάντας, κατὰ Ἴναχον καὶ Φορωνέα τὸν Ἰνάχου πρώτους Ἀργείωνβασιλεῖς γενέσθαι Μωυσέα, ὧν σύγχρονος ἦν Ὤγυγος αὐτόχθων πρῶτος βασιλεὺς Ἀκτῆς τῆς νῦν Ἀττικῆς, καὶ ὁ κατ' αὐτὸν Ὤγυγον πρῶτος καὶπαλαιὸς ἱστορούμενος Ἕλλησι κατακλυσμὸς κατὰ τὸ πʹ ἔτος Μωυσέως, νεʹ δὲ Φορωνέως, κατὰ τὸν Ἀφρικανὸν ὧδέ πως ἐπὶ λέξεως γραφέντα. φαμὲν τοίνυν ἐκ τοῦδε τοῦ συγγράμματος Ὤγυγον, ὃς τοῦ πρώτου κατα κλυσμοῦ γέγονεν ἐπώνυμος πολλῶν διαφθαρέντων διασωθείς, κατὰ τὴν ἀπ' Αἰγύπτου τοῦ λαοῦ μετὰ Μωυσέως ἔξοδον γεγενῆσθαι· τὸν δὲ τρόπον ἐπὶ τὴν πρώτην ὀλυμπιάδα τὴν προειρημένην ἀπὸ Ὠγύγου ἔτη δειχθήσε ται ακʹ. ἀπὸ δὲ αʹ ὀλυμπιάδος ἐπὶ νεʹ, ἔτος πρῶτον, τοῦτ' ἔστιν ἐπὶ Κύ ρου βασιλείας ἔτος αʹ, ὅπερ ἦν αἰχμαλωσίας τέλος, ἔτη
61.10.1
ἀπὸ Ὠγύγου τοίνυν ἐπὶ Κύρου ἔτη ασλεʹ. εἰ δὲ ἀναφέροι τις ἀναλογιζόμενος ἀπὸ τοῦ τέλους τῆς αἰχμαλωσίας τὰ ασλεʹ ἔτη, κατὰ ἀναλογίαν εὑρήσει ταὐτὸν διάστημα ἐπὶ πρῶτον ἔτος τῆς ἀπ' Αἰγύπτου διὰ Μωυσέως ἐξόδου Ἰσραὴλ ὅσον ἀπὸ τῆς νεʹ ὀλυμπιάδος ἐπὶ Ὤγυγον, ὃς ἔκτισεν Ἐλευσῖνα. ὅθεν ἐπισημότερον ἐπικαταλαβεῖν τὴν Ἀττικὴν χρονογραφίαν· ὀλίγα δὲ τούτων ἐν Ἀσσυρίοις λόγοις ἀρχαιότερα μυθεύεται. πρῶτος ἦρξε Νίνος ἁπάσης τῆς Ἀσίας, πλὴν Ἰνδῶν, ἔτεσι τριακοσίοις, οὐ πολὺ πρότερον Ὠγύγου. τοῦτον διεδέξατο Σεμίραμις ἡ διαβόητος, ἣ πολλαχοῦ τῆς γῆς ἤγειρε χώματα προφάσει μὲν διὰ τοὺς κατακλυσμούς, τὰ δ' ἦν ἄρα τῶν ἐρω μένων ζώντων κατορυσσομένων οἱ τάφοι, ὡς Κτησίας ἱστορεῖ· ὥστε οὐδὲν ἀξιομνημόνευτον Ἕλλησιν ἱστορεῖται πρὸ Ὠγύγου, πλὴν Φορωνέως τοῦ συγχρονίσαντος αὐτῷ καὶ Ἰνάχου τοῦ Φορωνέως πατρός, ὃς πρῶτος Ἄργους ἐβασίλευσεν, ὡς Ἀκουσίλαος ἱστορεῖ. τούτου θυγάτηρ Ἰώ, ἣνἾσιν μετονομάσαντες σέβουσι. Καὶ τοσαῦτα μὲν πρὸ Ὠγύγου. κατὰ δὲ τοὺς τούτου χρόνους ἐξῆλθε 72 Μωυσῆς ἀπ' Αἰγύπτου. καὶ μετ' ὀλίγα· ἀπὸ Ὠγύγου τοίνυν ἐπὶ Κύρου, ὁπόσα ἀπὸ Μωυσέως ἐπὶ τῶν αὐτῶν χρόνων, ἔτη ασλεʹ. ἀλλὰ καὶ Ἑλλή νων δέ τινες ἱστοροῦσι κατὰ τοὺς αὐτοὺς χρόνους γενέσθαι Μωυσέα. Πο λέμων μὲν ἐν τῇ πρώτῃ τῶν Ἑλληνικῶν ἱστοριῶν λέγει· ἐπὶ Ἄπιδος τοῦ Φορωνέως μοῖρα τοῦ Αἰγυπτιακοῦ στρατοῦ ἐξέπεσεν ἐν Αἰγύπτῳ, οἳ ἐν τῇ Παλαιστίνῃ καλουμένῃ Συρίᾳ οὐ πόρρω Ἀραβίας ᾤκησαν. οὗτοι δηλον ότι οἱ μετὰ Μωυσέως· Ἀπίων δὲ Ποσειδωνίου περιεργότατος γραμ ματικῶν ἐν τῇ κατὰ Ἰουδαίων βίβλῳ καὶ ἐν τῇ τετάρτῃ τῶν ἱστοριῶν φησι κατὰ Ἴναχον Ἄργους βασιλέα, Ἀμώσιος Αἰγυπτίων βασιλεύοντος, ἀποστῆναι Ἰουδαίους, ὧν γίνεσθαι Μωυσέα. μέμνηται δὲ καὶ Ἡρόδοτος τῆς ἀποστασίας ταύτης καὶ Ἀμώσιος ἐν τῇ δευτέρᾳ, τρόπῳ δὲ καὶ Ἰουδαίων αὐτῶν, ἐν τοῖς περιτεμνομένοις αὐτοὺς καταριθμῶν καὶ Ἀσσυρίους ἐν τῇ Παλαιστίνῃ ἀποκαλῶν, τάχα διὰ τὸν Ἀβραάμ. Πτολεμαῖός τε ὁ Μεν δήσιος τὰ Αἰγυπτίων ἀνέκαθεν ἱστορῶν ἅπασι τούτοις συντρέχει, ὡς οὐδὲ ἐπίσημος ἐπὶ πλεῖον ἡ τῶν χρόνων παραλλαγή. σημειωτέον δὲ ὡς εἴ τί ποτε ἐξαίρετον Ἕλλησι δι' ἀρχαιότητα μυθεύεται, μετά γε Μωυσέα τοῦθ' εὑρίσκεται· κατακλυσμοὶ καὶ ἐκπυρώσεις, Προμηθεύς, Ἰώ, Εὐρώπη, σπαρτοί, Κόρης ἁρπαγή, μυστήρια, νομοθεσίαι, Διονύσου πράξεις, Περ σεύς, ἆθλοι Ἡράκλειοι, Ἀργοναῦται, Κένταυροι, Μινώταυρος, τὰ περὶ Ἴλιον, Ἡρακλειδῶν κάθοδος, Ἰώνων ἀποικία καὶ ὀλυμπιάδες. ἔδοξε δήμοι τῆς Ἀττικῆς βασιλείας τὸν προειρημένον ἐκτιθέναι χρόνον, παρατι θέναι μέλλοντι ταῖς Ἑβραϊκαῖς ἱστορίαις τὰς Ἑλληνικάς. ἐξέστω γὰρ τῷ βουλομένῳ παρ' ἐμοῦ τὴν ἀρχὴν κομιζομένῳ λογίζεσθαι τὸν ἀριθμὸν ὁμοίως ἐμοί. Οὐκοῦν τῶν α καὶ κʹ ἐτῶν τῶν μέχρι πρώτης ὀλυμπιάδος ἀπὸ Μωυσέως τε καὶ Ὠγύγου ἐκκειμένων, πρώτῳ μὲν ἔτει τὸ πάσχα καὶ τῶν Ἑβραίων ἔξοδος ἡ ἀπ' Αἰγύπτου. ἐν δὲ τῇ Ἀττικῇ ὁ ἐπὶ Ὠγύγου γίνεται κατακλυσμός, καὶ κατὰ λόγον. τῶν γὰρ Αἰγυπτίων ὀργῇ θεοῦ χαλάζαις τε καὶ χειμῶσι μαστιζομένων εἰκὸς ἦν μέρη τινὰ συμπάσχειν τῆς γῆς, ὅτε 73 Ἀθηναίους τῶν αὐτῶν Αἰγυπτίοις ἀπολαύειν εἰκὸς ἦν ἀποίκους ἐκείνων ὑπονοουμένους, ὥς φασιν ἄλλοι τε καὶ ἐν τῷ Τρικαράνῳ Θεόπομπος. ὁ μεταξὺ χρόνος παραλέλειπται, ἐν ᾧ μηδὲν ἐξαίρετον Ἕλλησιν ἱστορεῖται. μετὰ δὲ τέσσαρα καὶ ἐνενήκοντα ἔτη ἦν Προμηθεύς, ὡς τινές. Ταῦτα ὁ Ἀφρικανὸς ἐν τῷ τρίτῳ λόγῳ φιλαλήθως καὶ ἐμμαρτύρως ἱστορῶν ἀξιοπιστότερος εἶναί μοι δοκεῖ κατὰ πάντα Εὐσεβίου, ἐν τούτῳ τῷ κατὰ τὸν Μωυσέα καὶ τὴν ἀπ' Αἰγύπτου πορείαν λόγῳ ἔχων, ὡς προείρηται, καὶ τοὺς ἐκ περιτομῆς ὁμοφώνους καὶ τοὺς κατὰ Χριστὸν φιλοσοφήσαντας ἐξ Ἑλλήνων Κλήμεντα τὸν Στρωματέα καὶ Τατιανόν, ὡς αὐτὸς Εὐσέβιος ἐν τῷ προοιμίῳ τοῦ κανόνος ὧδέ πως γράφων συμμαρτυρεῖ. Μωυσέα γένος Ἑβραῖον, προφητῶν ἁπάντων πρῶτον, ἀμφὶ τοῦ σωτῆ ρος ἡμῶν, λέγω δὲ τοῦ Χριστοῦ, ἀμφί τε τῆς τῶν ἐθνῶν δι' αὐτοῦ θεογνω σίας χρησμοὺς καὶ λόγια θεῖα γραφῇ παραδεδωκότα, τοῖς χρόνοις ἀκμά σαι κατὰ Ἴναχον εἰρήκασιν ἄνδρες ἐν παιδεύσει γνώριμοι, Κλήμης, Ἀφρικανός, Τατιανὸς τοῦ καθ' ἡμᾶς λόγου, τῶν τε ἐκ περιτομῆς Ἰώσηππος καὶ Ἰοῦστος, ἰδίως ἕκαστος τὴν ἀπόδειξιν ἐκ παλαιᾶς ὑποσχὼν ἱστο ρίας. Ἴναχος δὲ τῶν Ἰλιακῶν ἔτεσιν ἑπτακοσίοις πρεσβεύει. Ἑλληνικῶνδὲ φιλοσόφων, ὅστις ποτὲ ἦν ἐκεῖνος ἀνὴρ ὁ τὴν καθ' ἡμῶν συσκευὴν προ βεβλημένος, ἐν τῇ δʹ τῆς εἰς μάτην αὐτῷ πονηθείσης καθ' ἡμῶν ὑποθέ σεως πρὸ τῶν Σεμιράμεως χρόνων τὸν Μωυσέα γενέσθαι φησί· βασιλεύει δὲ Ἀσσυρίων ἡ Σεμίραμις πρόσθεν ἔτεσι νʹ πρὸς τοῖς ρʹ. ὥστε εἶναι κατὰ τοῦτον τῶν Τρωικῶν Μωυσέα πρεσβύτερον νʹ καὶ ωʹ ἔτεσιν. Ἐγὼ δὲ περὶ πολλοῦ τὸν ἀληθῆ λόγον τιμώμενος καὶ τὸ ἀκριβὲς ἀν ιχνεῦσαι διὰ σπουδῆς προὐθέμην· ἔνθεν ὁρμηθεὶς ἐν μὲν τῇ πρὸ ταύτης συντάξει ὕλας ἐκπορίζων ἐμαυτῷ χρόνων ἀναγραφὰς συνελεξάμην παν τοίας, βασιλείας τε Χαλδαίων, Ἀσσυρίων, Μήδων, Περσῶν, Λυδῶν, Ἑβραίων, Αἰγυπτίων, Ἀθηναίων, Ἀργείων, Σικυωνίων, Λακεδαιμονίων, Κορινθίων, Θετταλῶν, Μακεδόνων, Λατίνων, οἷς ὕστερον γέγονεν ἐπίκλην ὄνομα Ῥωμαῖοι· ὁμοῦ γίνονται ιεʹ. 74 Ἐν δὲ τῷ παρόντι ἐπὶ τὸ αὐτὸ τοὺς χρόνους συναγαγὼν καὶ ἀντιπαραθεὶς ἐκ παραλλήλου τὸν παρ' ἑκάστῳ ἔθνει τῶν ἐτῶν ἀριθμὸν χρονικοῦ κανό νος σύνταξιν ἐποιησάμην, εὑρών τε παρ' Ἑβραίοις διαφόρους τῶν χρόνων ἀποδόσεις, τὴν μὲν πλεονάζουσαν, τὴν δὲ ἐλλείπουσαν, οὐ τὴν ἐμαυτῷ κεχρησμένην, λέγω δὲ τὴν πλήθουσαν, ἥρπασα, τὴν δὲ ἐνδέουσαν μετῆλθον· πλὴν ἀλλὰ καὶ οὕτω κατὰ μὲν Ἴναχον, ὃν πρῶτον Ἕλληνες Ἄργους βασιλεῦσαί φασι, τῶν Ἑβραίων προπάτορα Ἰσραὴλ γενόμενον εὗρον, ἐξ οὗ τὸ δωδεκάφυλον τοῦ Ἰουδαίων ἔθνους τῆς τοῦ Ἰσραὴλ ἐπωνυμίας ἠξιώθη, κατὰ δὲ τὴν Σεμίραμιν τὸν Ἀβραάμ, Χαλδαῖον μὲν τὸ γένος, ἄλλως δὲ ἄνδρα θεοφιλῆ καὶ πρῶτον τῶν παρ' Ἑβραίοις προφητῶν εἶναι πεπιστευ μένον, Μωυσέα δέ, φιλαλήθως εἰπεῖν, τούτων μὲν νεώτερον, τῶν δὲ παρ' Ἕλλησιν ἀρχαιολογουμένων ἁπάντων πρεσβύτατον, Ὁμήρου λέγω καὶ Ἡσιόδου, καὶ αὐτῶν γε τῶν Τρωικῶν, καὶ ἔτι Διοσκούρων, Ἀσκληπιοῦ, Διονύσου, ἡρώων τε πάντων, Ἑρμοῦ τε καὶ Ἀπόλλωνος, τῶν τε λοιπῶνπαρ' Ἕλλησι θεῶν, μυστηρίων τε καὶ τελετῶν, Διός τε αὐτοῦ πράξεων τῶν παρ' Ἕλλησι μνημονευομένων· τούτων γὰρ ἁπάντων τὴν ἱστορίαν νεωτέραν τῆς Κέκροπος ἡλικίας παῖδες Ἑλλήνων παραδιδόασι. Μωυσέα δὲ ἡ παροῦσα συνεξέτασις τῶν χρόνων γενέσθαι κατὰ Κέκροπα τὸν διφυῆ, ὃν πρῶτόν φασι τῆς Ἀττικῆς βασιλεῦσαι, συνίστησι πρὸ τῶν Ἰλιακῶν ἀμφὶ τὰ τνʹ ἔτη. Ὅτι μὲν οὖν αὐτὸς ἑαυτῷ τὴν ἀτοπίαν τοῦ λόγου μεμαρτύρηκεν Εὐσέ βιος ἀρκεῖ πρὸς κατανόησιν τοῖς γε ποσῶς μετεσχηκόσι παιδεύσεως ἄλλης τε καὶ τῆς ἐν ἱστορίαις παλαιαῖς ὁμολογουμένης. ἓν γὰρ αὐτῷ πρὸς ἀνα τροπὴν τῶν συγγεγραμμένων ἤρκει τοῦτο καὶ μόνον, τὸ ταῖς τοσαύταις τηλικούτων δόξαις ἀνδρῶν φιλοσόφων ἀντιπεσεῖν, ἀμάρτυρόν τε τὴν παρ' ἑαυτοῦ παρεισαγαγεῖν. ταῦτα γὰρ ταῖς τῶν πολλῶν, μᾶλλον δὲ τῶν πάν των δόξαις ἀντεισαγόμενα, μόλις ἂν καὶ μετὰ πολλῆς προσδεχθεῖεν τῆς ἀποδείξεως παρὰ τοῖς εὖ εἰδόσι ταῦτα κρίνειν. ὅτι δὲ καὶ ἐξ ἑτέρων τριῶν ὑποθέσεων ἑαυτόν τε καὶ τὴν ἀλήθειαν ὦπται παραλογισάμενος ἐντεῦθεν φανερόν. εἰπὼν γὰρ διαφόρους χρόνων ἀποδόσεις παρ' Ἑβραίοις εὑρηκέναι, τὴν μὲν πλήθουσαν, τὴν δὲ ἐλλείπουσαν, ταύτῃ τε κατακολουθῆσαι, πρῶ τον μὲν διαψεύδεται· τῇ γὰρ πλεοναζούσῃ τῶν δύο, τῆς τε κατὰ τὸ 75 Ἑβραϊκὸν τῆς τε παρὰ Σαμαρείταις, ἐκδόσει τῶν οʹ κέχρηται, ὥς φησιν ἐν τῷ πρώτῳ λόγῳ. Ἄλλως τε, εἰ καὶ ἀληθεύοι χρησάμενος τῇ ἐλλειπούσῃ, πόρρω φιλαλή θους σκοποῦ πέπραχε. τῆς τε γὰρ περὶ τὸ θεωρητικὸν ἀρετῆς μεσότης ἐστὶν ἀλήθεια, τὰς ἐλλείψεις καὶ προσθέσεις ὡς κακίας καὶ ψευδεῖς δια φεύγουσα, τῆς τ' αὖ περὶ τὸ πρακτικὸν ἀρεταὶ μὲν αἱ μεσότητες, κακίαι δὲ πρὸς ὑφαιρέσεις μεμαρτύρηνται. οὐκ ἄρα λοιπὸν εὖ πεποίηκεν ἐξακο λουθήσας ἐλλειπούσῃ γραφῇ περὶ τοὺς χρόνους. ἴσον γάρ, εἰ καὶ ἐκ δια μέτρου τὸ κακόν, τῇ τε προσθήκῃ παρέπεται καὶ τῇ ἐλλείψει τὸ ψεῦδος. διαμαρτάνει δὲ τοῦ ἀληθοῦς κἀν τῷ λέγειν Μωυσέα κατὰ Κέκροπα τὸν διφυῆ πρεσβύτερον πάντων τῶν
61.11.1
Ἕλλησι θεῶν καὶ μυστηρίων, Διός τε αὐτοῦ πράξεων, ἃς νεωτέρας τῆς Κέκροπος ἡλικίας παρ' Ἕλλησι πέ φυκε δόξα· τὸν Δία πρώτῃ γυναικῶν μιγῆναι Νιόβῃ τῇ Ἰνάχου· Ἴναχος δὲ κατὰ τὴν Εὐσεβίου σύνθεσιν ἔτεσι τριακοσίοις προτερεύει Κέκροπος· οὕτω δὲ σχεδὸν καὶ κατὰ τὸν Ἀφρικανόν. Ἀλλὰ καὶ αὐτὸς οὗτος Εὐσέβιος περὶ Διὸς καὶ Νιόβης, Φορωνέως τε καὶ Ἰνάχου, κατὰ τὸ νʹ ἔτος τοῦ Ἰακὼβ ταῦτα παρέθετο ἐν τῷ κανόνι αὐτοῦ. Φορωνεὺς οὗτος Ἰνάχου καὶ Νιόβης παῖς, ὃς πρῶτος νόμους καὶ κριτήρια ὥρισε, τινὲς δὲ αὐτοῦ Φορωνέως τὴν Νιόβην θυγατέρα φασὶν Ἕλληνες, ἐξ ἧς ποιεῖται παῖδα Ἆπιν τὸν καὶ Σέραπιν. εἰ δ' ἄρα ταῦτά γε ἀληθῆ ἢ καὶ ψευδῆ ὄντα παρ' Ἕλλησιν ἐπὶ Ἰνάχου καὶ Φορωνέως τῷ μοιχῷ πέπρακται Διί, φέρονται πράξεις τοῦ αὐτοῦ Διὸς παρ' Ἕλλησι πρὸ Κέκροπος τοῦ διφυοῦς ἱστορούμεναι, ὧν μία αὕτη καὶ ἐπίσημος ἡ περὶ Νιόβης, ἣν πρώτην γυναικῶν ἐμοιχεύσατο Ζεύς. Καὶ μάτην Εὐσέβιος Μωυσέως τε καταψεύδεται καὶ Ἑλλήνων οὕτω πάλιν. εἰ γὰρ μετὰ Φορωνέα Μωυσής, κατὰ Κέκροπα τὸν διφυῆ, οὐκ ἔστι Διὸς αὐτοῦ πράξεων καὶ πάντων τῶν παρ' Ἕλλησιν ἀρχαιολογουμένων, ὡς δέδεικται, παλαιότερος· εἰ δὲ παλαιότερος, ὡς καὶ αὐτὸς μαρτυρεῖ καὶ πάντες οἱ πρὸ αὐτοῦ, πέφυκε Μωυσῆς τοῦ Διός, κατὰ Ἴναχον καὶ Φορω νέα, ἐνδέχεται αὐτὸν καὶ τῶν παρ' Ἕλλησι πάντων εἶναι πρεσβύτατον. οὐδὲν γὰρ Ἕλλησι πρὸ Ἰνάχου καὶ Φορωνέως παιδὸς τῶν πρώτως Ἄργους 76 βασιλευσάντων Ἕλλησιν ἱστόρηται· καθ' οὓς πρῶτος καὶ μέγας ἐν τῇ Ἀκτῇ, τῇ νῦν Ἀττικῇ λεγομένῃ, κατακλυσμὸς γέγονε βασιλεύοντος αὐτῇ Ὠγύγου, μεθ' ὃν Κέκροψ ὁ διφυής, ἔτεσιν ρπθʹ ἀβασιλεύτου μεινάσης τῆς χώρας διὰ τὴν ἀπὸ τοῦ αὐτοῦ κατακλυσμοῦ πολλὴν φθορὰν τοσούτοις ἔτεσιν· ὥστε ἐκ πάντων δείκνυσθαι διαμαρτάνειν ἐν τοῖς περὶ Μωυσέως χρόνοις ἔτεσι τοὐλάχιστον διακοσίοις τὸν Εὐσέβιον· ὅθεν καὶ τὴν παρ' Αἰγυ πτίοις τῶν λεγομένων δυναστειῶν παρενόθευσε χρονολογίαν καὶ τὴν παρ' Ἀσσυρίοις, ὡς ἐν τῷ τέλει τοῦ κανονίου τῶν Ἀσσυρίων βασιλέων δειχθήσεται, καὶ τὴν παρ' Ἕλλησι δέ, καθὼς ἀποδέδεικται. τοῦτο γὰρ ἡμῖν ἐνταῦθα προὔκειτο κατὰ Ἄμωσιν μέν, τὸν καὶ Τέθμωσιν, υἱὸν Ἀσὴθ τοῦ πρώτου βασιλέως τῆς κατ' Αἴγυπτον ὀκτωκαιδεκάτης δυναστείας, δεῖξαι τὴν Μωυσέως γένεσιν, εἴ γε τριάκοντα ἔτη λογισώμεθα τῷ αὐτῷ Ἀμώσει, καὶ ιςʹ τῷ πατρὶ αὐτοῦ Ἀσήθ· εἰ δέ, ὡς τὰ πλεῖστα καὶ ἀκριβέστερα τῶν ἀντιγράφων, κʹ μὲν τῷ Ἀσήθ, κςʹ δὲ τῷ Ἀμώσει, ἔσται γεννηθεὶς κατὰ κζʹ ἢ καὶ κςʹ ἔτος τοῦ αὐτοῦ Ἀσήθ, ὅπερ ἡμῖν εὕρηται μετὰ πολλῆς τῆς ἀκριβείας συντρέχων τῷ γψλβʹ ἔτει τοῦ κόσμου, νεʹ δὲ Ἰνάχου τοῦ πρώτου βασιλέως Ἀργείων, καθ' οὓς Ἀσσυρίων μὲν Σφαῖρος, Σικυωνίων δὲ Ὀρθόπολις ἐβασίλευον. μετὰ δὲ ἔτη πʹ Ὤγυγον καὶ τὸν ἐπ' αὐτοῦ κατακλυσμὸν Ἄπιδος τοῦ Φορωνέως Ἀργείων βασιλεύοντος ἔτι, Αἰγυπτίων δὲ Μισφραγμουθώσεως τοῦ καὶ Ἀμώσιος ἔτι, Ἀσσυρίων δὲἔτι καὶ Σικυωνίων. Τετάχθωσαν δὲ ἡμῖν ἐφεξῆς αἱ λοιπαὶ δυναστεῖαι τῶν Αἰγύπτου βασι λέων ἀπὸ τῆς αὐτῆς ιηʹ καὶ τοῦ πρώτου βασιλέως αὐτῆς Ἀμὼς μὲν κατὰ Ἀφρικανόν, κατὰ δὲ Εὐσέβιον Ἀμώσιος, κατὰ δὲ τὸ παρὸν χρονογραφεῖον καὶ ἕτερα ἀκριβῆ, ὡς δειχθήσεται, δευτέρου τῆς αὐτῆς ιηʹ δυναστείας Ἀμώσιος. ΚΑΤΑ ΑΦΡΙΚΑΝΟΝ Ὀκτωκαιδεκάτη δυναστεία Διοσπολιτῶν ιςʹ ὧν πρῶτος Ἀμώς, ἐφ' οὗ Μωυσῆς ἐξῆλθεν ἀπ' Αἰγύπτου, ὡς ἡμεῖς ἀπο δείκνυμεν· ὡς δ' ἡ παροῦσα ψῆφος ἀναγκάζει, ἐπὶ τούτου τὸν Μωυσέα συμβαίνει νέον ἔτι εἶναι. 77 Οἶμαι τὸν Ἀφρικανὸν ἀγνοεῖν ὅτι καὶ ὁ παρ' αὐτῷ Ἀμὼς Ἄμωσις ἐκαλεῖτο ὁ αὐτὸς καὶ Τέθμωσις υἱὸς Ἀσήθ, ὡς δηλωθήσεται· καὶ ὁ μετ' αὐτὸν ἕκτος Μισφραγμούθωσις ὁμοίως καὶ Ἄμωσις εὕρηται λεγόμενος. ἀλλὰ κατὰ μὲν τὸν πρῶτον Ἄμωσιν, ἤτοι Ἀμὼς παρ' αὐτῷ, ἢ πρὸ δʹ τῆς ἀρχῆς αὐτοῦ ἐτῶν, Μωυσῆς γεγένηται, ὡς δεδήλωται, κατὰ τὸ γψλβʹ ἔτος τοῦ κόσμου· κατὰ δὲ τὸν δεύτερον Ἄμωσιν, τὸν καὶ Μισφραγμούθωσιν, Μωυσῆς ἐξῆλθεν ἀπ' Αἰγύπτου σὺν τῷ λαῷ τῷ γωιβʹ ἔτει τοῦ κόσμου, πʹ δὲ αὐτοῦ. ΚΑΤΑ ΕΥΣΕΒΙΟΝ Ὀκτωκαιδεκάτη δυναστεία Διοσπολιτῶν βασιλέων ιδʹ ὧν πρῶτος Ἄμω σις ἔτη κεʹ. Πρὸ τούτου τοῦ Ἀμώσεως τέταρτον καὶ τελευταῖον τῆς ιζʹ δυναστείας Ἄφωφιν Εὐσέβιος παρέθετο παραλόγως, καθ' ὃν πάντες ὁμολογοῦσι τὸν Ἰωσὴφ ἄρξαι Αἰγύπτου, ὃν ἐτῶν ιδʹ φησὶ βασιλεῦσαι, πάντων ξαʹ ἔτη ὁμολογούντων αὐτὸν βεβασιλευκέναι τῶν πρὸ Εὐσεβίου. ὅσα γοῦν πόσοις ἔτεσι τὸν Ἄμωσιν προγεγονέναι Μωυσέως καὶ τῆς ἐξόδου παρελογίσατο, ἵνα μὴ λέγω συνελογίσατο. μαρτυρεῖ δὲ καὶ Ἀφρικανὸς ἕκτον βασιλέα Ἄφωφιν κατὰ τὴν ιεʹ δυναστείαν ἔτη ξαʹ τῆς Αἰγύπτου βασιλεῦσαι. Εἰ δὲ τοῖς χρόνοις πεπλεονακέναι δοκεῖ ἀπὸ Ἀφώφεως ἐπὶ Ἄμωσιν, τοῦτο παρὰ τῆς Αἰγυπτίων ἔπαθεν ἀσυμφωνίας, οὕτω παρὰ Μανεθῶ κεί μενα εὑρών· πλείω γὰρ πʹ τῶν ἀπὸ Ἰωσὴφ ἐτῶν ἐπὶ Μωυσέα. Οἱ λοιποὶ βασιλεῖς Αἰγύπτου τῆς ιηʹ δυναστείας μετὰ τὸν πρῶτον παρὰ Ἀφρικανῷ Ἀμώσ Δεύτερος κατὰ Ἀφρικανὸν κατὰ τὴν ιηʹ δυναστείαν ἐβασίλευσε Χεβρὼς ἔτη ιγʹ. Τρίτος Ἀμενωφθὶς ἔτη καʹ. 78 Τέταρτος Ἀμενσὶς ἔτη κβʹ. Πέμπτος Μίσαφρις ἔτη ιγʹ. Ἕκτος Μισφραγμούθωσις ἔτη κςʹ, ἐφ' οὗ ὁ ἐπὶ Δευκαλίωνος κατακλυσμός. Ὁμοῦ ἀπ' Ἀμὼς ἕως Μισφραγμουθώσεως ἀρχῆς κατὰ Ἀφρικανὸν γίνονται ἔτη ξθʹ. τοῦ γὰρ Ἀμὼς οὐδ' ὅλως εἶπεν ἔτη. Εἰ δ' ἄρα γε κατὰ τὴν Εὐσεβίου στοιχείωσιν δῶμεν κεʹ ἔτη τοῦ Ἀμὼς καὶ κςʹ τοῦ Μισφραγμουθώσεως, ἦ κατὰ Ἀφρικανὸν καὶ Εὐσέβιον ἔσονται ἀπὸ ἀρχῆς Ἀμὼς ἕως τέλους Μισφραγμουθώσεως ἔτη ρκʹ, ὅσα καὶ τῆς ζωῆς Μωυσέως πεπίστευται εἶναι. καὶ πῶς ἐστι δυνατὸν ἀπὸ τῆς ἀρχῆς Μωυσέως, εἴτουν τῆς ἐξ Αἰγύπτου πορείας, ἐὰν κατὰ τὸν Ἀμὼς δῶμεν αὐτὸν ἐξεληλυθέναι, ὡς Ἀφρικανῷ δοκεῖ, ἢ ἀπὸ τῆς νεότητος, ὡς αὐτὸς διαπορεῖ, ἕως τελευτῆς αὐτοῦ Μωυσέως τοὺς δύο κατακλυσμοὺς παρ' Ἕλ λησι βεβοημένους γεγονέναι; λέγω δὴ τὸν πρῶτον ἐπὶ Ὠγύγου ἐν τῇ Ἀττικῇ καὶ τὸν ἐπὶ Δευκαλίωνος ἐν Θετταλίᾳ χρόνοις ὕστερον σμηʹ, ἀναμφι λέκτως συμβάντα ἐπὶ Κραναοῦ αὐτόχθονος δευτέρου βασιλέως Ἀθήνησιν. ἵνα γὰρ ἐπὶ Ἀμὼς δῶμεν αὐτὸν γεγενῆσθαι, ὅπερ μᾶλλον συμφωνεῖ τοῖς Ἰνάχου χρόνοις, καὶ ἐπὶ Μισφραγμουθώσεως τετελευτηκέναι, διπλοῦς ὁ τῶν χρόνων πλείων πέφυκεν ἀριθμός, ὡς αὐτὸς Ἀφρικανὸς μεμαρτύρηκεν ἐν ἀρχῇ τοῦ τρίτου λόγου εἰπών· ἀπὸ μὲν Ὠγύγου διὰ τὴν ἀπὸ τοῦ κατα κλυσμοῦ πολλὴν φθορὰν ἀβασίλευτος ἔμεινεν ἡ νῦν Ἀττικὴ ἔτεσιν ρπθʹ. εἶτα Κέκροψ ὁ διφυὴς ἔτη νʹ. Κραναὸς αὐτόχθων μετὰ Κέκροπα ἔτη θʹ. ὁμοῦ γίνονται ἀπὸ τοῦ ἐπὶ Ὠγύγου κατακλυσμοῦ ἐπὶ Κέκροπα πρῶτον βασιλέα Ἀθήνησι καὶ τὸν μετ' αὐτὸν δεύτερον Κραναὸν ἔτη σμηʹ. τὰ δ' αὐτὰ καὶ ἀπὸ τῆς ἐξόδου Μωυσέως καὶ Ἰσραὴλ ἐξ Αἰγύπτου ἕως τοῦ ἐπὶ Δευκαλίωνος κατακλυσμοῦ ἐν Θετταλίᾳ. ὅ τε γὰρ ἐπὶ Ὠγύγου κατακλυ σμὸς ἐπὶ Φορωνέως καὶ τῆς
61.12.1
Αἰγύπτου πορείας τοῦ λαοῦ ἱστορεῖται 79 τῷ αὐτῷ Ἀφρικανῷ, καὶ ὁ ἐπὶ Δευκαλίωνος ἐπὶ Κραναοῦ δευτέρου βασι λέως Ἀθήνησιν, ὡς ἐκ τῶν αὐτοῦ συγγραμμάτων ἀποδέδεικται. οὐκ ἄρα καλῶς ἐπὶ Μισφραγμουθώσεως τὸν ἐπὶ Δευκαλίωνος λέγει κατακλυσμόν. ὁ γὰρ Μισφραγμούθωσις μετὰ τὸν Ἄμωσιν πρῶτον βασιλέα κατ' αὐτὸν καὶ κατὰ τὸν Εὐσέβιον τῆς ιηʹ δυναστείας μόλις πεʹ χρόνοις ὕστερον καταλήγει. ὑπολείπεται δὴ λοιπὸν ἡμῖν λογίζεσθαι τὸν ἐπὶ Ὠγύγου κατα κλυσμὸν ἐπὶ Μισφραγμουθώσεως γεγονέναι μᾶλλον, ἐφ' οὗ καὶ Μωυσῆς καθ' ἡμᾶς καὶ ἄλλους ἀκριβεστέρους ἐκπεπόρευται τῆς Αἰγύπτου σὺν τῷ λαῷ, ὅπερ Ἀφρικανός, συγγνώτω μοι, διαπορήσας ἀντὶ τοῦ ἐπὶ Ὠγύγου τὸν ἐπὶ Δευκαλίωνος εἴρηκεν ἑαυτῷ ἀντιπίπτων. καὶ οὕτω μὲν ἐν τούτῳ διήμαρτεν οὐ συλλογισάμενος ἀκριβῶς ὅτι Κέκροψ ὁ διφυὴς καὶ Κραναὸς οἱ πρῶτοι βασιλεῖς Ἀθηναίων μετὰ Ὤγυγον, ἐφ' ὧν καὶ ὁ ἐπὶ Δευκαλίωνος γέγονε κατακλυσμὸς ἐν Θετταλίᾳ, μετὰ Μισφραγμούθωσιν ἦσαν χρόνοις ὕστερον τοὐλάχιστον ρνʹ, ὡς αὐτὸς μαρτυρῶν ἀποδέδεικται. Σαφῶς δὴ ἔκ τε τῶν Εὐσεβίου παραλογισμῶν πρὸς τοὺς βελτίονας αὐτοῦ, οἷς ἀντιπίπτων ἀμαρτύρως τὰ δοκοῦντα αὐτῷ συνέγραψεν, ἔκ τε τῶν Ἀφρικανῷ λελεγμένων, ὀρθῶς μὲν ἐν οἷς ἐμμαρτύρως εἴρηκε κατὰ Ἴναχον καὶ Φορωνέα γενέσθαι Μωυσέα, διηπορημένως δὲ ἐν οἷς ἢ νέον αὐτὸν ἐπὶ Ἀμώσιος εἶναι κατηναγκάσθη παρὰ τῆς ἀληθείας φάναι ἢ τῆς Αἰγύπτου ἐκπορευθῆναι, παρέστη ἡμῖν ὅτι ἐπὶ Μισφραγμουθώσεως ἡγή σατο τοῦ λαοῦ, τοῦ καὶ Ἀμώσιος, καὶ ὅτι ἐπ' αὐτοῦ καὶ ὁ ἐπὶ Ὠγύγου γέγονε κατακλυσμός. Οἱ λοιποὶ βασιλεῖς Αἰγύπτου τῆς ιηʹ δυναστείας μετὰ τὸν πρῶτον παρ' Εὐσεβίῳ Ἄμωσιν βʹ Χεβρὼν δεύτερος ἔτη ιγʹ. γʹ Ἀμμενῶφις ἔτη καʹ. δʹ Μιφρὴς ἔτη ιβʹ. εʹ Μισφραγμούθωσις ἔτη κςʹ. Ὁμοῦ ἀπὸ Ἀμώσεως τοῦ πρώτου τῆς προκειμένης ιηʹ δυναστείας ἕως Μισφραγμουθώσεως ἀρχῆς κατὰ Εὐσέβιον ἔτη γίνονται οαʹ. βασιλεῖς πέντε ἀντὶ τῶν ἕξ. τὸν γὰρ τέταρτον Ἀμενσὴν παραδραμών, οὗ Ἀφρικανός, ὡς καὶ οἱ λοιποί, μέμνηται, ἔτη κβʹ αὐτοῦ ἐκολόβωσεν. 80 Οἱ λοιποὶ τῆς ιηʹ δυναστείας μετὰ τὸν Μισφραγμούθωσιν κατὰ Ἀφρικανὸν οὕτωσ ζʹ Τούθμωσις ἔτη θʹ. ηʹ Ἀμενῶφις ἔτη λαʹ. οὗτός ἐστιν ὁ Μέμνων εἶναι νομιζόμενος καὶ φθεγγόμενος λίθος. θʹ Ὦρος ἔτη λζʹ. ιʹ Ἀχερρῆς ἔτη λβʹ. ιαʹ Ῥαθῶς ἔτη ςʹ. ιβʹ Χεβρὴς ἔτη ιβʹ. ιγʹ Ἀχερρῆς ἔτη ιβʹ. ιδʹ Ἀρμεσὶς ἔτη εʹ. ιεʹ Ῥαμεσσῆς ἔτος αʹ. ιςʹ Ἀμενωφὰθ ἔτη ιθʹ. ὁμοῦ ἔτη σξγʹ. Ἐννεακαιδεκάτη δυναστεία βασιλέων Διοσπολιτῶν ςʹ αʹ Σέθως ἔτη ναʹ. βʹ Ῥαψάκης ἔτη ξαʹ. γʹ Ἀμενεφθῆς ἔτη κʹ. δʹ Ῥαμεσσῆς ἔτη ξʹ. εʹ Ἀμμενεμνῆς ἔτη εʹ. ςʹ Θούωρις, ὁ παρ' Ὁμήρῳ καλούμενος Πόλυβος, Ἀλκάνδρας ἀνήρ, ἐφ' οὗ τὸ Ἴλιον ἑάλω, ἔτη ζʹ. ὁμοῦ ἔτη σθʹ. Ἐπὶ τοῦ αὐτοῦ δευτέρου τόμου Μανεθῶ βασιλεῖς ζςʹ ἔτη βρκαʹ. Οἱ λοιποὶ τῆς ιηʹ δυναστείας μετὰ τὸν Μισφραγμούθωσιν κατὰ Εὐσέβιον οὕτωσ ςʹ Τούθμωσις ἔτη θʹ. ζʹ Ἀμένωφις ἔτη λαʹ. οὗτός ἐστιν ὁ Μέμνων εἶναι νομιζόμενος καὶ φθεγγόμενος λίθος. 81 ηʹ Ὦρος ἔτη λςʹ. ἐν ἄλλῳ ληʹ. θʹ Ἀχενχέρσης ἔτη ιβʹ. ιʹ Ἄθωρις ἔτη λθʹ. ιαʹ Χενχέρης ἔτη ιςʹ. Κατὰ τοῦτον Μωυσῆς τῆς ἐξ Αἰγύπτου πορείας τῶν Ἰουδαίων ἡγήσατο. Μόνος Εὐσέβιος ἐπὶ τούτου λέγει τὴν τοῦ Ἰσραὴλ διὰ Μωυσέως ἔξοδον, μηδενὸς αὐτῷ λόγου μαρτυροῦντος, ἀλλὰ καὶ πάντων ἐναντιουμένων τῶν πρὸ αὐτοῦ, ὡς μαρτυρεῖ. ιβʹ Ἀχερρῆς ἔτη ηʹ. ιγʹ Χερρῆς ἔτη ιεʹ. ιδʹ Ἀρμαῒς ὁ καὶ Δαναὸς ἔτη εʹ, μεθ' ἃ ἐκ τῆς Αἰγύπτου ἐκπεσὼν καὶ φεύγων τὸν ἀδελφὸν Αἴγυπτον εἰς τὴν Ἑλλάδα ἀφικνεῖται, κρατήσας τε τοῦ Ἄργους βασιλεύει Ἀργείων. ιεʹ Ῥαμεσσῆς ὁ καὶ Αἴγυπτος ἔτη ξηʹ. ιςʹ Μένωφις ἔτη μʹ. ὁμοῦ ἔτη τμηʹ. Προσέθηκεν ὑπὲρ τὸν Ἀφρικανὸν ἔτη πεʹ Εὐσέβιος κατὰ τὴν ιηʹ δυνα στείαν. Ἐννεακαιδεκάτη δυναστεία βασιλέων εʹ Διοσπολιτῶν αʹ Σέθως ἔτη νεʹ. βʹ Ῥαμψὴς ἔτη ξςʹ. γʹ Ἀμμενεφθὶς ἔτη μʹ.
61.13.1
Ἀμμενεμὴς ἔτη κςʹ. εʹ Θουωρίς, ὁ παρ' Ὁμήρῳ καλούμενος Πόλυβος, Ἀλκάνδρας ἀνήρ, ἐφ' οὗ τὸ Ἴλιον ἑάλω, ἔτη ζʹ. ὁμοῦ ἔτη ρζδʹ. Ἐπὶ τὸ αὐτὸ βʹ τόμου Μανεθῶ βασιλέων ζβʹ ἔτη αρκαʹ.

Intertext edge

Open linked passage

Note