Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-syncellus-constantinopolitanus" aria-label="More works by Georgius Syncellus Constantinopolitanus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
82.1.1
ΚΑΤΑ ΑΦΡΙΚΑΝΟΝ Τρίτου τόμου Μανεθῶ Εἰκοστὴ δυναστεία βασιλέων Διοσπολιτῶν ιβʹ, οἳ ἐβασίλευσαν ἔτη ρλεʹ Πρώτη καὶ εἰκοστὴ δυναστεία βασιλέων Τανιτῶν ζʹ αʹ Σμενδὴς ἔτη κςʹ. βʹ Ψουσέννης ἔτη μςʹ. γʹ Νεφελχερὴς ἔτη δʹ. δʹ Ἀμενωφθὶς ἔτη θʹ. εʹ Ὀσοχὼρ ἔτη ςʹ. ςʹ Ψιναχῆς ἔτη θʹ. ζʹ Ψουσέννης ἔτη ιδʹ. ὁμοῦ ἔτη
82.2.1
Εἰκοστὴ δευτέρα δυναστεία Βουβαστιτῶν βασιλέων θʹ αʹ Σέσωγχις ἔτη καʹ. βʹ Ὀσορθὼν ἔτη ιεʹ. γʹ δʹ εʹ ἄλλοι τρεῖς ἔτη κεʹ. ςʹ Τακέλωθις ἔτη ιγʹ. ζʹ ηʹ θʹ ἄλλοι τρεῖς ἔτη μβʹ. ὁμοῦ ἔτη ρκʹ. Τρίτη καὶ εἰκοστὴ δυναστεία Τανιτῶν βασιλέων δʹ αʹ Πετουβάτης ἔτη μʹ, ἐφ' οὗ ὀλυμπιὰς ἤχθη. βʹ Ὀσορχὼ ἔτη ηʹ, ὃν Ἡρακλέα Αἰγύπτιοι καλοῦσι. γʹ Ψαμμοῦς ἔτη ιʹ.† δʹ Ζὴτ ἔτη λαʹ.† ὁμοῦ ἔτη πθʹ. Τετάρτη καὶ εἰκοστὴ δυναστεία Βόχχωρις Σαΐτης ἔτη ςʹ, ἐφ' οὗ ἀρνίον ἐφθέγξατο, ἔτη Ϡζʹ. 83 Πέμπτη καὶ εἰκοστὴ δυναστεία Αἰθιόπων βασιλέων γʹ αʹ Σαβάκων, ὃς αἰχμάλωτον Βόχχωριν ἑλὼν ἔκαυσε ζῶντα, καὶ ἐβασί λευσεν ἔτη ηʹ. βʹ Σεβιχὼς υἱὸς ἔτη ιδʹ. γʹ Τάρκος ἔτη
82.3.1
ὁμοῦ ἔτη μʹ. ΚΑΤΑ ΕΥΣΕΒΙΟΝ Τρίτου τόμου Μανεθῶ Εἰκοστὴ δυναστεία βασιλέων Διοσπολιτῶν ιβʹ, οἳ ἐβασίλευσαν ἔτη ροηʹ Εἰκοστὴ πρώτη δυναστεία βασιλέων αʹ Σμενδὶς ἔτη κςʹ. βʹ Ψουσέννης ἔτη μαʹ. γʹ Νεφερχερὴς ἔτη δʹ. δʹ Ἀμμενωφθὶς ἔτη θʹ. εʹ Ὀσοχὼρ ἔτη ςʹ. ςʹ Ψινάχης ἔτη θʹ. ζʹ Ψουσέννης ἔτη λεʹ. ὁμοῦ ἔτη ρλʹ. Εἰκοστὴ δευτέρα δυναστεία Βουβαστιτῶν βασιλέων τριῶν αʹ Σεσόγχωσις ἔτη
82.4.1
βʹ Ὀσορθὼν ἔτη ιεʹ. γʹ Τακέλωθις ἔτη ιγʹ. ὁμοῦ ἔτη μθʹ. Εἰκοστὴ τρίτη δυναστεία Τανιτῶν βασιλέων αʹ Πετουβάστις ἔτη κεʹ. βʹ Ὀσορθὼν ἔτη θʹ, ὃν Ἡρακλέα Αἰγύπτιοι ἐκάλεσαν. γʹ Ψαμμοῦς ἔτη ιʹ. ὁμοῦ ἔτη μδʹ. 84 Εἰκοστὴ τετάρτη δυναστεία Βόχχορις Σαΐτης ἔτη μδʹ, ἐφ' οὗ ἀρνίον ἐφθέγξατο. ὁμοῦ ἔτη μδʹ. Εἰκοστὴ πέμπτη δυναστεία Αἰθιόπων βασιλέων αʹ Σαβάκων, ὃς αἰχμάλωτον Βόχχοριν ἑλὼν ἔκαυσε ζῶντα, καὶ ἐβασί λευσεν ἔτη ιβʹ. βʹ Σεβιχὼς υἱὸς ἔτη ιβʹ. γʹ Ταρακὸς ἔτη κʹ. ὁμοῦ ἔτη μδʹ. ΚΑΤΑ ΑΦΡΙΚΑΝΟΝ Ἕκτη καὶ εἰκοστὴ δυναστεία Σαϊτῶν βασιλέων θʹ αʹ Στεφινάτης ἔτη ζʹ. βʹ Νεχεψὼς ἔτη ςʹ. γʹ Νεχαὼ ἔτη ηʹ. δʹ Ψαμμήτιχος ἔτη νδʹ. εʹ Νεχαὼ δεύτερος ἔτη ςʹ. οὗτος εἷλε τὴν Ἱερουσαλὴμ καὶ Ἰωάχαζ τὸν βασιλέα αἰχμάλωτον εἰς Αἴγυπτον ἀπήγαγε. ςʹ Ψάμμουθις ἕτερος ἔτη ςʹ. ζʹ Οὔαφρις ἔτη ιθʹ, ᾧ προσέφυγον ἁλούσης ὑπὸ Ἀσσυρίων Ἱερουσαλὴμ οἱ τῶν Ἰουδαίων ὑπόλοιποι. ηʹ Ἄμωσις ἔτη μδʹ. θʹ Ψαμμεχερίτης μῆνας ςʹ. ὁμοῦ ἔτη ρνʹ καὶ μῆνας ςʹ. Ἑβδόμη καὶ εἰκοστὴ δυναστεία Περσῶν βασιλέων ηʹ αʹ Καμβύσης ἔτει εʹ τῆς ἑαυτοῦ βασιλείας Περσῶν ἐβασίλευσεν Αἰγύπτου ἔτη ςʹ. βʹ Δαρεῖος Ὑστάσπου ἔτη λςʹ. γʹ Ξέρξης ὁ μέγας ἔτη καʹ. 85 δʹ Ἀρτάβανος μῆνας ζʹ. εʹ Ἀρταξέρξης ἔτη μαʹ. ςʹ Ξέρξης μῆνας δύο. ζʹ Σογδιανὸς μῆνας ζʹ. ηʹ Δαρεῖος Ξέρξου ἔτη ιθʹ. ὁμοῦ ἔτη ρκδʹ, μῆνας δʹ. Εἰκοστὴ ὀγδόη δυναστεία Ἀμύρτεος Σαΐτης ἔτη ςʹ. Ἐνάτη καὶ εἰκοστὴ δυναστεία Μενδησίων βασιλέων δʹ αʹ Νεφερίτης ἔτη ςʹ. βʹ Ἄχωρις ἔτη ιγʹ. γʹ Ψάμμουθις ἔτος αʹ. δʹ Νεφορίτης μῆνας δʹ. ὁμοῦ ἔτη κʹ, μῆνας δʹ. ΚΑΤΑ ΕΥΣΕΒΙΟΝ Ἕκτη καὶ εἰκοστὴ δυναστεία Σαϊτῶν βασιλέων θʹ αʹ Ἀμμέρις Αἰθίοψ ἔτη ιβʹ. βʹ Στεφινάθις ἔτη ζʹ. γʹ Νεχεψὼς ἔτη ςʹ. δʹ Νεχαὼ ἔτη ηʹ. εʹ Ψαμμήτιχος ἔτη μεʹ. ςʹ Νεχαὼ δεύτερος ἔτη ςʹ. οὗτος εἷλε τὴν Ἱερουσαλὴμ καὶ Ἰωάχαζ τὸν βασιλέα αἰχμάλωτον εἰς Αἴγυπτον ἀπήγαγε. ζʹ Ψάμμουθις ἕτερος, ὁ καὶ Ψαμμήτιχος, ἔτη ιζʹ. ηʹ Οὔαφρις ἔτη κεʹ, ᾧ προσέφυγον ἁλούσης ὑπὸ Ἀσσυρίων τῆς Ἱερου σαλὴμ οἱ τῶν Ἰουδαίων ὑπόλοιποι. θʹ Ἄμωσις ἔτη μβʹ. ὁμοῦ ἔτη ρξγʹ. 86 Εἰκοστὴ ἑβδόμη δυναστεία Περσῶν βασιλέων ηʹ αʹ Καμβύσης ἔτει πέμπτῳ τῆς αὐτοῦ βασιλείας ἐβασίλευσεν Αἰγύπτου ἔτη γʹ. βʹ Μάγοι μῆνας ζʹ. γʹ Δαρεῖος ἔτη λςʹ. δʹ Ξέρξης ὁ Δαρείου ἔτη καʹ. εʹ Ἀρταξέρξης ὁ Μακρόχειρ ἔτη μʹ. ςʹ Ξέρξης ὁ δεύτερος μῆνας βʹ. ζʹ Σογδιανὸς μῆνας ζʹ. ηʹ Δαρεῖος ὁ Ξέρξου ἔτη
82.5.1
ὁμοῦ ἔτη ρκʹ καὶ μῆνας δʹ. Εἰκοστὴ ὀγδόη δυναστεία Ἀμυρταῖος Σαΐτης ἔτη ςʹ. Εἰκοστὴ ἐνάτη δυναστεία Μενδησίων βασιλέων δʹ αʹ Νεφερίτης ἔτη ςʹ. βʹ Ἄχωρις ἔτη
82.6.1
γʹ Ψάμμουθις ἔτος αʹ. δʹ Νεφερίτης μῆνας δʹ. εʹ Μοῦθις ἔτος αʹ. ὁμοῦ ἔτη καʹ καὶ μῆνας δʹ. ΚΑΤΑ ΑΦΡΙΚΑΝΟΝ Τριακοστὴ δυναστεία Σεβεννυτῶν βασιλέων γʹ αʹ Νεκτανέβης ἔτη ιηʹ. βʹ Τεὼς ἔτη βʹ. γʹ Νεκτάνεβος ἔτη ιηʹ. ὁμοῦ ἔτη ληʹ. 87 Πρώτη καὶ τριακοστὴ δυναστεία Περσῶν βασιλέων γʹ αʹ Ὦχος εἰκοστῷ ἔτει τῆς ἑαυτοῦ βασιλείας Περσῶν ἐβασίλευσεν Αἰγύπ του ἔτη βʹ. βʹ Ἀρσῆς ἔτη γʹ. γʹ Δαρεῖος ἔτη δʹ. ὁμοῦ ἔτη γʹ τόμου ανʹ. Μέχρι τῶνδε Μανεθῶς· τὰ δὲ μετὰ ταῦτα ἐξ Ἑλληνικῶν συγγραφέων. Μακεδόνων βασιλεῖς ιεʹ. ΚΑΤΑ ΕΥΣΕΒΙΟΝ Τριακοστὴ δυναστεία Σεβεννυτῶν βασιλέων γʹ αʹ Νεκτανέβης ἔτη ιʹ. βʹ Τεὼς ἔτη βʹ. γʹ Νεκτανεβὸς ἔτη ηʹ. ὁμοῦ ἔτη κʹ. Τριακοστὴ πρώτη δυναστεία Περσῶν βασιλέων γʹ αʹ Ὦχος εἰκοστῷ ἔτει τῆς αὐτοῦ Περσῶν βασιλείας κρατεῖ τῆς Αἰγύπ του ἔτη ςʹ. βʹ Μεθ' ὃν Ἀρσῆς Ὤχου ἔτη
82.7.1
γʹ Μεθ' ὃν Δαρεῖος ἔτη ἕξ· ὃν Ἀλέξανδρος ὁ Μακεδὼν καθεῖλε. Ταῦτα τοῦ γʹ Μανεθῶ. Μέχρι τῶνδε Μανεθῶ· τὰ δὲ μετὰ ταῦτα ἐξ Ἑλληνικῶν παρίσταται συγγραφέων. Τὰ δὲ μετὰ τὸν κατακλυσμόν, ὡς ὑπόκειται, γενέσεως κόσμου ἔτη
82.8.1
Τούτῳ τῷ βσμγʹ ἔτει ἡ κιβωτὸς ἀνεώχθη καὶ Νῶε ἐξῆλθε σὺν τοῖς μετ' αὐτοῦ. Τῷ αὐτῷ βσμγʹ ἔτει ὁ Σὴμ ραʹ ἔτος ἄγων ἐγέννησε τὸν Ἀρφαξὰδ καὶ 88 ἔζησε Σὴμ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ἀρφαξὰδ ἔτη φʹ ἕως βψμβʹ ἔτους τοῦ κόσμου. Ἀρφαξὰδ δὲ γενόμενος ἐτῶν ρλεʹ ἐγέννησε τὸν Καϊνᾶν τῷ βτοζʹ ἔτει τοῦ κόσμου καὶ ἔζησε μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Καϊνᾶν ἔτη υλʹ ἕως τοῦ βωηʹ κοσμικοῦ ἔτους. Τούτῳ τῷ βσναʹ ἔτει, ὥς φασι, Νῶε ἐφύτευσεν ἀμπελῶνα ἐν ὄρει Λουβὰρ τῆς Ἀρμενίας. Τούτῳ τῷ βτοβʹ ἔτει Ἀρφαξὰδ ἔλαβε γυναῖκα ἔτος ἄγων ρλʹ. Τούτῳ τῷ βτοζʹ ἔτει Ἀρφαξὰδ ἐγέννησε τὸν Καϊνᾶν ἔτος ἄγων ρλεʹ. Καϊνᾶν δὲ γενόμενος ρλʹ ἐγέννησε τὸν Σαλὰ τῷ βφζʹ ἔτει τοῦ κόσμου, καὶ ἔζησε Καϊνᾶν μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Σαλὰ ἔτη τλʹ ἕως βωλζʹ κοσμικοῦ ἔτους. Ἀλέξανδρος ὁ Πολυίστωρ ἐκ τοῦδε τοῦ βυεʹ κοσμικοῦ ἔτους βούλεται πάλιν τὴν μετὰ τὸν κατακλυσμὸν τῶν Χαλδαίων βασιλείαν κατάρξασθαι μυθολογῶν διὰ σάρων καὶ νήρων καὶ σώσσων βεβασιλευκέναι Χαλδαίων καὶ Μήδων βασιλεῖς πςʹ ἐν τρισμυρίοις ἔτεσι καὶ δζʹ, τοῦτ' ἔστιν ἐν σάροις θʹ καὶ νήροις βʹ καὶ σώσσοις ηʹ, ἅπερ τινὲς τῶν ἐκκλησιαστικῶν ἡμῶν ἱστορικῶν οὐ καλῶς ἐξελάβοντο πάλιν εἰς ἔτη ἡλιακὰ ζδʹ καὶ μῆνας ηʹ, ἅπερ, ὥς φασιν, εἰς τὸ βυζθʹ ἔτος κοσμικὸν συντρέχει. ἀπὸ δὲ τούτου τοῦ χρόνου τῶν πςʹ δύο μὲν Χαλδαίων βασιλέων, Εὐηχίου καὶ Χωμασβή λου, πδʹ δὲ Μήδων, Ζωροάστρην καὶ τοὺς μετ' αὐτὸν ζʹ Χαλδαίων βασι λεῖς εἰσάγει, ἔτη κρατήσαντας ἡλιακὰ ρζʹ, ὁ αὐτὸς Πολυίστωρ, οὐκέτι διὰ σάρων καὶ νήρων καὶ σώσσων καὶ τῆς λοιπῆς ἀλόγου μυθικῆς ἱστορίας, ἀλλὰ δι' ἡλιακῶν ἐτῶν. τοὺς γὰρ προγενεστέρους ὡς θεοὺς ἢ ἡμιθέους νομίζοντες καὶ τοὺς μετ' αὐτοὺς τὴν πλάνην εἰσηγούμενοι τῷ ὄντι χρόνους 89 ἀπείρους βεβασιλευκέναι συνέγραψαν, ἀίδιον εἶναι τὸν κόσμον δοξάζοντες ἐναντίως ταῖς θεοπνεύστοις γραφαῖς· τοὺς δὲ μεταγενεστέρους καὶ πᾶσι φανεροὺς δι' ἡλιακῶν ἐτῶν ὡς θνητούς, καὶ οὐχ, ὡς τῷ Πανοδώρῳ δοκεῖ καὶ ἑτέροις τισί, διὰ τὸ ἐσχάτως ὑπὸ Ζωροάστρου τῶν ἡλιακῶν ἐνιαυτῶν ἐκ τῶν τοῦ Ἐνὼχ ἐγνωσμένων ἔκτοτε ἡλιακοῖς ἔτεσιν ἐπιμετρεῖσθαι τὰ τῶν βασιλέων ἔτη. διόπερ ἐκ τῶν θείων γραφῶν πεπεισμένοι καὶ ταῦτα ψευδῆ εἶναι καὶ μηδεμίαν βασιλείαν ἐπὶ τῆς γῆς γενέσθαι ἕως τῆς τοῦ Νεβρὼδ ἐπὶ τῆς πυργοποιίας γιγαντομιμήτου καὶ ἀποστατικῆς τυραννίδος, ὡς καὶ ἀνωτέρω δέδεικται, μόνους δὲ τοὺς τρεῖς ἄνδρας μετὰ τὸν κατακλυσμὸν ἕως τῆς διασπορᾶς ἡγεῖσθαι τῶν πολλῶν εὐσεβῶς, λέγω δὴ τὸν δίκαιον Νῶε, τὰ λοιπὰ τῆς ζωῆς ἔτη τνʹ, καὶ τὸν υἱὸν αὐτοῦ Σήμ, τὰ λοιπὰ τῆς ζωῆς αὐτοῦ ρνʹ, καὶ ἔτι μετὰ τοῦτον τὸν υἱὸν αὐτοῦ Ἀρφαξὰδ τὰ λοιπὰ λδʹ, τοῦτ' ἔστιν ἔτη φλδʹ τὰ γινόμενα σὺν τοῖς βσμβʹ τοῦ κατακλυ σμοῦ βψοςʹ, ταῦτα οὖν οὕτω μαθόντες καὶ πιστεύοντες καὶ τοὺς λοιποὺς τῶν ἱστορικῶν, ὡς δειχθήσεται, ὁμοφωνοῦντας, ἀπὸ δὲ τοῦ βψοςʹ ἔτους, ὅπερ ἦν τοῦ Ἀρφαξὰδ λδʹ τῆς ἡγεμονίας, ἔχοντες, τῆς δὲ γενέσεως τοῦ Φαλὲκ ἔτος εʹ, ἐξ αὐτοῦ καὶ τὴν τότε τῶν Χαλδαίων βασιλείαν, ἧς πρῶτος Εὐήχιος ὁ καὶ Νεβρὼδ ἡγήσατο, φαμὲν κατάρξασθαι καὶ τὴν τῶν Αἰγυπ τίων, ἧς καὶ αὐτῆς πρῶτος ὁ οἰκιστὴς Αἰγύπτου Μεστραῒμ ἐβασίλευσε· διὸ καὶ περιττὸν ἡγησάμεθα ἐκθέσθαι κανόνιον ἀπὸ τοῦδε τοῦ βυεʹ ἔτους κατὰ τὴν ἔκδοσιν τῶν ἀποδειξάντων βεβιασμένως ἀπὸ τούτου μετὰ τὸν κατακλυσμὸν ἄρξασθαι τὴν τῶν Χαλδαίων βασιλείαν, οὐχ οὕτως ἔχοντος τοῦ ἀληθοῦς λόγου, οὐδὲ τοῦ Ἀλεξάνδρου καὶ τῶν ἀμφ' αὐτὸν τὰς ἡμέρας ἔτη καταριθμούντων, ἀλλὰ μᾶλλον πρὸς ἀνατροπὴν τῆς θείας γραφῆς, ὡς πολλάκις εἴρηται, ἀπείρους αἰῶνας εἰσηγουμένων. ἀναγκαίως δὴ λοιπὸν ἀπὸ τοῦ βψοςʹ ἔτους ὁ περὶ τῶν δύο τούτων βασιλειῶν λόγος στοιχειωθή σεται γινομένοις ἡμῖν ἐκεῖσε. Τῷ βφʹ ἔτει Καϊνᾶν ἔλαβε γυναῖκα καὶ τῷ βφεʹ ἐγέννησε τὸν Σαλά. Τοῦτον δὲ τὸν Καϊνᾶν ὁ Εὐσέβιος οὐκ ἐστοιχείωσε, τῷ Ἑβραϊκῷ ἀντι 90 γράφῳ κακῶς ἀκολουθήσας, διὸ καὶ ἐσφάλη ἔτη
82.9.1
ὁμοίως δὲ καὶ ὁ Ἀφρικανὸς διήμαρτε μὴ στοιχειώσας τοῦτον τὸν δεύτερον Καϊνᾶν, ὅθεν καὶ ἐν τοῖς ἀπὸ Ἰησοῦ τοῦ Ναυῆ καὶ τῶν πρεσβυτέρων ἕως Ἠλὶ καὶ Σαμουὴλ ἠναγκάσθη ἔτεσι προσθεῖναι χρόνους ἐγγὺς ρμʹ. περὶ ὧν ὁ Και σαρεὺς Εὐσέβιος οὗτος σφόδρα αὐτὸν καταμέμφεται πλειοτέρως σφαλεὶς ἐν ταὐτῷ καὶ ἐν τοῖς λοιποῖς, ὡς προδεδήλωται, ἕως ἐτῶν ςζʹ. ὁ μέντοι θεῖος εὐαγγελιστὴς Λουκᾶς ιγʹ αὐτὸν ἀπὸ τοῦ Ἀδὰμ ἐγενεαλόγησε. Γενεὰ ιγʹ Καϊνᾶν Τούτῳ τῷ βφοʹ ἔτει Νῶε διέθετο καὶ τὴν οἰκουμένην τοῖς τρισὶν αὐτοῦ υἱοῖς διεμέρισε. Τῷ βφπεʹ ἔτει Καϊνᾶν διοδεύων ἐν τῷ πεδίῳ εὗρε τὴν γραφὴν τῶν γιγάντων καὶ ἔκρυψε παρ' ἑαυτῷ. Τῷ βφζβʹ ἔτει τοῦ κόσμου Νῶε ὁ δίκαιος ἐκοιμήθη ἐτῶν Ϡνʹ, γενεὰ ιʹ. Τῷ βχκςʹ ἔτει Σαλὰ ἔλαβεν ἑαυτῷ γυναῖκα. Σαλὰ γενεὰ ιδʹ Τῷ βχλʹ ἔτει τοῦ κόσμου ὁ Σαλὰ ἐγέννησε τὸν Ἕβερ ἔτος ἄγων ρλʹ· καὶ ἔζησε Σαλὰ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ἕβερ ἔτη τλʹ ἕως τοῦ βϠξʹ κοσμικοῦ ἔτους. Τῷ βψλςʹ ἔτει τοῦ κόσμου ἤρξαντο οἰκοδομεῖν τὸν πύργον ἐπὶ ἔτη μʹ. Τῷ βψβʹ ἔτει Σὴμ ἐκοιμήθη ἐτῶν χʹ. Τῷ βψιδʹ ἔτει Ἕβερ ἔλαβεν ἑαυτῷ γυναῖκα. Ἕβερ γενεὰ ιεʹ Ἕβερ γενόμενος ἐτῶν ρλδʹ ἐγέννησε τὸν Φαλὲκ τῷ βψοαʹ ἔτει τοῦ κό σμου· καὶ ἔζησεν Ἕβερ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Φαλὲκ ἔτη σοʹ ἕως τοῦ γμαʹ κοσμικοῦ ἔτους. 91 Οὕτως ἀποδεδειγμένου τοῦ χρόνου, καθ' ὃν ὁ Ἕβερ τὸν Φαλὲκ ἐγέννησε δέκατον ὄντα ἀπὸ Ἀδάμ, ἄξιον οἶμαι ἐκ παραλλήλου τῶν ἡμῖν ἐπιλογισ θέντων ἐν δευτέρῳ κανονίῳ παραθέσθαι καὶ τὰ παρὰ τῷ Ἀφρικανῷ ἔτη ἕως τοῦδε χρόνου, καὶ ἀπὸ τοῦδε μέχρι Ἀβραάμ (καὶ γὰρ προγενέστερος ὁ ἀνὴρ ὑπάρχει τοῦ Εὐσεβίου ἔτεσί που), εἶθ' οὕτω καὶ τὰ παρὰ Εὐσεβίου τριχῶς ἐκτεθέντα, ὡς ἐκεῖνός φησι, κατά τε τοὺς οʹ σοφοὺς ἑρμηνέας καὶ κατὰ τὸ παρ' Ἑβραίοις καὶ ἔτι κατὰ τὸ παρὰ Σαμαρείταις ἀντί γραφον. οὕτω γὰρ ἐν πέντε κανονίοις κειμένων τῶν ἀπὸ Ἀδὰμ ἕως τοῦ Φαλὲκ καὶ ἀπὸ τοῦ Φαλὲκ ἕως Ἀβραὰμ ἐτῶν, εὐμαρῶς δειχθήσεται ἡ σύμφωνος τῇ τε Μωυσαϊκῇ καὶ εὐαγγελικῇ γραφῇ γενεαρχία τε καὶ χρονολογία. Κατὰ τὸ παρὸν χρονογραφεῖον Ἀδὰμ τῷ σλʹ ἔτει τῆς ζωῆς αὐτοῦ ἐγέννησε τὸν Σὴθ ὅμοιον αὐτῷ κατὰ πάντα. Σὴθ ἐτῶν ὑπάρχων σεʹ ἐγέννησε τὸν Ἐνὼς υλεʹ. Ἐνὼς ἐτῶν ρζʹ ἐγέννησε τὸν Καϊνᾶν χκεʹ. Καϊνᾶν ἐτῶν ροʹ ἐγέννησε τὸν Μαλελεὴλ ψζεʹ. Μαλελεὴλ ἐτῶν ρξεʹ ἐγέννησε τὸν Ἰάρεδ Ϡξʹ. Ἰάρεδ δὲ ἐτῶν ρξβʹ ἐγέννησε τὸν Ἐνὼχ αρκβʹ. Ἐνὼχ ἐτῶν ρξεʹ ἐγέννησε τὸν Μαθουσάλα ασπζʹ. Μαθουσάλα ρξζʹ ἐγέννησε τὸν Λάμεχ αυνδʹ. Λάμεχ ἐτῶν ρπηʹ ἐγέννησε τὸν Νῶε
82.10.1
Ἀφρικανοῦ Ἀδὰμ γενόμενος ἐτῶν σλʹ γεννᾷ τὸν Σήθ· καὶ τούτοις ἐπιζήσας ἔτη ψʹ ἀπέθανεν, ἤτοι δεύτερον θάνατον. Σὴθ γενόμενος ἐτῶν σεʹ ἐγέννησε τὸν Ἐνώς· ἀπὸ Ἀδὰμ τοίνυν μέχρι γενέσεως Ἐνὼς ἔτη τὰ σύμπαντα υλεʹ. Ἐνὼς ὑπάρχων ἐτῶν ρζεʹ γεννᾷ τὸν Καϊνᾶν. Καϊνᾶν δὲ ἐτῶν ροʹ γεννᾷ τὸν Μαλελεήλ. Μαλελεὴλ δὲ ἐτῶν ρξεʹ γεννᾷ τὸν Ἰάρεδ. Ἰάρεδ δὲ ἐτῶν ρξβʹ γεννᾷ τὸν Ἐνώχ. 92 Ἐνὼχ δὲ ὑπάρχων ἐτῶν ρξεʹ γεννᾷ τὸν Μαθουσάλα· καὶ εὐαρεστήσας τῷ θεῷ ἐπιζήσας ἔτη ςʹ οὐχ εὑρίσκετο. Μαθουσάλα γενόμενος ἐτῶν ρπζʹ ἐγέννησε τὸν Λάμεχ. Λάμεχ ὑπάρχων ἐτῶν ρπηʹ γεννᾷ τὸν Νῶε. Εὐσεβίου πρὸς λέξιν περὶ τῶν οʹ Ἴδωμεν οὖν πρῶτον ὅπως ἡ τῶν οʹ ἑρμηνεία τὴν ἀπὸ Ἀδὰμ μέχρι τῆς τοῦ Ἀβραὰμ γενέσεως χρονογραφίαν παρείληφε. Πρῶτος ἀνθρώπων Ἀδὰμ γενόμενος ἐτῶν σλʹ γεννᾷ τὸν Σήθ, καὶ ἐπέζησεν ἔτη ψʹ μέχρις ρλεʹ ἔτους Μαλελεήλ. Σὴθ γενόμενος ἐτῶν σεʹ γεννᾷ τὸν Ἐνώς, καὶ ἐπέζησεν ἔτη ψζʹ μέχρις κʹ ἔτους Ἐνώχ. Ἐνὼς γενόμενος ἐτῶν ρζʹ γεννᾷ τὸν Καϊνᾶν, καὶ ἐπέζησεν ἔτη ψιεʹ μέχρις νγʹ ἔτους Μαθουσάλα. Καϊνᾶν γενόμενος ἐτῶν ροʹ γεννᾷ τὸν Μαλελεήλ, καὶ ἐπέζησεν ἔτη ψμʹ μέχρις παʹ ἔτους Λάμεχ. Μαλελεὴλ γενόμενος ἐτῶν ρξεʹ γεννᾷ τὸν Ἰάρεδ, καὶ ἐπέζησεν ἔτη ψλʹ μέχρις μηʹ ἔτους Νῶε. Ἰάρεδ γενόμενος ἐτῶν ρξβʹ γεννᾷ τὸν Ἐνώχ, καὶ ἐπέζησεν ἔτη ωʹ μέχρις σπʹ ἔτους Νῶε. Ἐνὼχ γενόμενος ἐτῶν ρξεʹ γεννᾷ τὸν Μαθουσάλα, καὶ ἐπέζησεν ἔτη ςʹ, καὶ μετετέθη ἐν ἔτει λγʹ τοῦ Λάμεχ. Μαθουσάλα γενόμενος ἐτῶν ρξζʹ γεννᾷ τὸν Λάμεχ, καὶ ἐπέζησεν ἔτη ωβʹ. Λάμεχ γενόμενος ἐτῶν ρπηʹ γεννᾷ τὸν Νῶε, καὶ ἐπέζησεν ἔτη φλεʹ. Πρῶτος Λάμεχ πρὸ τοῦ ἰδίου πατρὸς τελευτᾷ τοῦ Μαθουσάλα. ἐπέζησε δὲ μέχρις φλεʹ ἔτους Νῶε. Εὐσεβίου πρὸς λέξιν περὶ τοῦ Ἑβραϊκοῦ Ταῦτα μὲν κατὰ τὴν τῶν οʹ ἑρμηνείαν, κατὰ δὲ τὸ παρ' Ἰουδαίοις Ἑβραϊκὸν Ἀδὰμ γενόμενος ἐτῶν ρλʹ γεννᾷ τὸν Σήθ, καὶ ἐπέζησεν ἔτη ωʹ ἕως νςʹ ἔτους Λάμεχ. 93 Σὴθ γενόμενος ἐτῶν ρεʹ γεννᾷ τὸν Ἐνώς, καὶ ἐπέζησεν ἔτη ωζʹ μέχρι ρξηʹ ἔτους Λάμεχ. Ἐνὼς γενόμενος ἐτῶν ζʹ γεννᾷ τὸν Καϊνᾶν, καὶ ἐπέζησεν ἔτη ωιεʹ μέχρις πδʹ ἔτους Νῶε. Καϊνᾶν γενόμενος ἐτῶν οʹ γεννᾷ τὸν Μαλελεήλ, καὶ ἐπέζησεν ἔτη ωμʹ μέχρις ροθʹ ἔτους Νῶε. Μαλελεὴλ γενόμενος ἐτῶν ξεʹ γεννᾷ τὸν Ἰάρεδ, καὶ ἐπέζησεν ἔτη ωλʹ μέχρις σλδʹ ἔτους Νῶε. Ἰάρεδ δὲ γενόμενος ἐτῶν ρξβʹ γεννᾷ τὸν Ἐνώχ, καὶ ἐπέζησεν ἔτη ωʹ μέχρις τξςʹ ἔτους Νῶε. Ἐνὼχ γενόμενος ἐτῶν ξεʹ γεννᾷ τὸν Μαθουσάλα, καὶ ἐπέζησεν ἔτη τʹ καὶ μετετέθη ἐν ἔτει ριγʹ Λάμεχ. Μαθουσάλα γενόμενος ἐτῶν ρπζʹ γεννᾷ τὸν Λάμεχ, καὶ ἐπέζησεν ἔτη ψπβʹ ἕως αὐτοῦ τοῦ κατακλυσμοῦ. Εὐσεβίου πρὸς λέξιν περὶ τοῦ παρὰ Σαμαρείταισ Κατὰ δὲ τὸ παρὰ Σαμαρείταις Ἑβραϊκὸν Ἀδὰμ γενόμενος ἐτῶν ρλʹ γεννᾷ τὸν Σήθ, καὶ ἐπέζησεν ἔτη ωʹ μέχρις σκγʹ ἔτους Νῶε. Σὴθ γενόμενος ἐτῶν ρεʹ γεννᾷ τὸν Ἐνώς, καὶ ἐπέζησεν ἔτη ωζʹ ἕως τλεʹ ἔτους Νῶε. Ἐνὼς γενόμενος ἐτῶν ζʹ γεννᾷ τὸν Καϊνᾶν, καὶ ἐπέζησεν ἔτη ωιεʹ μέχρις υλγʹ ἔτους Νῶε. Καϊνᾶν γενόμενος ἐτῶν οʹ γεννᾷ τὸν Μαλελεήλ, καὶ ἐπέζησεν ἔτη ωμʹ μέχρις φκηʹ ἔτους Νῶε. Μαλελεὴλ γενόμενος ἐτῶν ξεʹ γεννᾷ τὸν Ἰάρεδ, καὶ ἐπέζησεν ἔτη ωλʹ μέχρις φλγʹ ἔτους Νῶε. Ἰάρεδ γενόμενος ἐτῶν ξβʹ γεννᾷ τὸν Ἐνώχ, καὶ ἐπέζησεν ἔτη ψπεʹ μέχρις αὐτοῦ τοῦ κακακλυσμοῦ. Ἐνὼχ γενόμενος ἐτῶν ξʹ γεννᾷ τὸν Μαθουσάλα, καὶ ἐπέζησεν ἔτη τʹ, μετετέθη ἐν ἔτει ρπʹ τοῦ Νῶε. Μαθουσάλα γενόμενος ἐτῶν ξζʹ γεννᾷ τὸν Λάμεχ, καὶ ἐπέζησεν ἔτη χνγʹ ἕως τοῦ κατακλυσμοῦ. Λάμεχ γενόμενος ἐτῶν νγʹ γεννᾷ τὸν Νῶε, καὶ ἐπέζησεν ἔτη χʹ μέχρις αὐτοῦ τοῦ κατακλυσμοῦ. 94 Κατὰ τὸ παρὸν χρονογραφεῖον Νῶε ἐτῶν φʹ ἐγέννησε τὸν Σὴμ βρμβʹ. Μετὰ δὲ ρʹ ἔτη τῷ χʹ ἔτει τοῦ Νῶε γέγονεν ὁ κατακλυσμός. Ἀπὸ Ἀδὰμ ἕως τοῦ κατακλυσμοῦ ἔτη βσμβʹ. οὕτω δὲ καὶ Εὐσέβιος καὶ ὁ ἀληθὴς λόγος καὶ τὰ πλεῖστα τῶν Μωυσαϊκῶν ἀντιγράφων περιέχουσι κατὰ τὴν τῶν οʹ ἔκδοσιν. Ὁ μέντοι Ἀφρικανὸς βσξβʹ ἐπελογίσατο ἔκ τινων σπανίων ἀντιγράφων οὕτω περιεχόντων, οἷς οὐ χρὴ πείθεσθαι. Μέχρι τοίνυν τοῦ κατακλυσμοῦ καθὼς πρόκειται διαφωνοῦσι τὰ Ἑβραϊκὰ ἀντίγραφα πρὸς τὸ Σαμαρειτῶν ἀρχαιότατον καὶ τοῖς χαρακτῆρσι διαλ λάττον, ὃ καὶ ἀληθὲς εἶναι καὶ πρῶτον Ἑβραῖοι καθομολογοῦσιν, ἔτεσι τμθʹ, πρὸς δὲ τὴν τῶν οʹ ἔκδοσιν τὸ μὲν Ἑβραϊκὸν ἔτεσιν φπςʹ, τὸ δὲ Σαμαρειτῶν Ϡλεʹ. Ἀφρικανὸς δὲ πρὸς Εὐσέβιον ἀπὸ Ἀδὰμ ἕως τοῦ κατακλυσμοῦ διαφωνεῖ ἔτη κʹ. Ἀφρικανοῦ Νῶε ἦν ἐτῶν χʹ ὅτε ὁ κατακλυσμὸς ἐγένετο. γίνεται τοίνυν ἀπὸ Ἀδὰμ μέχρι Νῶε καὶ τοῦ κατακλυσμοῦ ἔτη βσξβʹ. Εὐσεβίου κατὰ τοὺς οʹ Νῶε γενόμενος ἐτῶν φʹ γεννᾷ τὸν Σήμ, τὸν Χάμ, τὸν Ἰάφεθ, καὶ ἐπέζησε μέχρι τοῦ κατακλυσμοῦ ἔτη ρʹ. ἔτους χʹ Νῶε ὁ κατακλυσμὸς ἐγένετο, καὶ ἐπέζησε Νῶε μετὰ τὸν κατακλυσμὸν ἔτη τνʹ μέχρις πγʹ ἔτους Ἕβερ. Ὁμοῦ τὰ πάντα ἔτη βσμβʹ. Ταῦτα μὲν κατὰ τὴν τῶν οʹ ἑρμηνείαν. Εὐσεβίου Κατὰ δὲ τὸ παρὰ Ἰουδαίοις Ἑβραϊκὸν Νῶε γενόμενος ἐτῶν φʹ γεννᾷ τὸν Σήμ, τὸν Χάμ, τὸν Ἰάφεθ, καὶ ἐπέζη σεν ἔτη ρʹ μέχρι τοῦ κατακλυσμοῦ. 95 Ἐν ἔτει χʹ τοῦ Νῶε ὁ κατακλυσμὸς ἐγενήθη, καὶ ἐπέζησε Νῶε μετὰ τὸν κατακλυσμὸν ἔτη τνʹ μέχρις νηʹ ἔτους Ἀβραάμ. Ὁμοῦ τὰ πάντα ἔτη αχνςʹ. Διαφωνεῖ πρὸς τὴν τῶν οʹ ἑρμηνείαν ἔτεσι φπςʹ. Ἐν τούτοις οἱ μὲν τῶν ἄλλων τῶν ἀπὸ Ἀδὰμ καὶ ἐπὶ Νῶε χρόνοι πρὸ τῆς ἑκάστου παιδοποιίας διεστήκασι πρὸς τὴν τῶν οʹ ἑρμηνείαν, συμφω νοῦσι δὲ αὐτῇ οἱ τοῦ Ἰάρεδ καὶ τοῦ Μαθουσάλα καὶ τοῦ Λάμεχ. ἐκ δὲ τῆς τούτων συμφωνίας πάρεστι λογισμῷ λαβεῖν ὅτι καὶ τὰ πρὸ τούτων βέλτιον ἡ παρ' ἡμῖν ἀνάγνωσις ἔχει. ἀπὸ γὰρ τοῦ πλείονος χρόνου τῶν περὶ τὸν Ἰάρεδ δῆλος ἂν γένοιτο καὶ ὁ τῶν προαγόντων συντρέχειν ὀφείλων τῇ τῶν οʹ ἐκδόσει. εἰ γὰρ οἱ νεώτεροι καὶ μεταγενέστεροι τοῖς χρόνοις ταῖς τῶν ἑκατοντάδων προσθήκαις εὕρηνται κατὰ τὴν τοῦ Ἑβραϊκοῦ γραφὴν σύμ φωνοι τῇ τῶν οʹ ἑρμηνείᾳ, πόσῳ πλέον εἰκὸς ἦν τοὺς ἀρχαιοτέρους καὶ αὐτῶν ἐκείνων προπάτορας μᾶλλον τῶν μετέπειτα πολυχρονιωτέρους γε νέσθαι; Ὁρῶν δὲ ἐν τῇ συγκεφαλαιώσει τῆς ἑκάστου ἀνδρὸς ζωῆς τὸν πρὸ τῆς παιδοποιίας χρόνον καὶ τὸν μετὰ τὴν παιδοποιίαν ἅμα συναγόμενον τὸν αὐτὸν ἀριθμὸν σῴζοντα κατά τε τὴν Ἑβραίων ἀνάγνωσιν καὶ κατὰ τὴν τῶν οʹ ἑρμηνείαν, μόνα δὲ τὰ πρὸ τῆς τεκνογονίας ἔτη παρὰ τῶν Ἰουδαίων ἀντιγράφων συνεσταλμένα, κινοῦμαι μήποτε Ἰουδαίων ἔργον ἦν τοῦτο τολμησάντων συστεῖλαι καὶ ἐπιταχῦναι τοὺς πρὸ τῆς παιδοποιίας χρόνους ἐπιτροπῇ ταχυγαμίας. τῶν γὰρ παλαιοτάτων ἀνδρῶν μακροβίων ὄντων καὶ πολυχρονίων, οὕτω δὲ κατὰ τούτους θᾶττον ἐπὶ γάμους καὶ παιδο ποιίας ἐλθόντων, ὡς ἡ παρ' αὐτοῖς ἀνάγνωσις δηλοῖ, τίς οὐκ ἂν αὐτῶν τὸν ὅμοιον τῆς ταχυγαμίας τρόπον ἐζήλωσεν; Εὐσεβίου κατὰ τὸ παρὰ Σαμαρείταις Ἑβραϊκόν Νῶε γενόμενος ἐτῶν φʹ γεννᾷ τὸν Σήμ, καὶ ἐπέζησεν ἔτη ρʹ μέχρι τοῦ κατακλυσμοῦ. ἐν ἔτει τοῦ Νῶε χʹ ὁ κατακλυσμὸς ἐγενήθη, καὶ ἐπέζησε Νῶε μετὰ τὸν κατακλυσμὸν ἔτη τνʹ μέχρις πγʹ ἔτους Ἕβερ. Ὁμοῦ τὰ πάντα ἔτη ατζʹ. Διαφωνεῖ πρὸς μὲν τὸ Ἰουδαϊκὸν ἔτεσι τμθʹ, πρὸς δὲ τὴν τῶν οʹ ἑρμη νείαν ἔτεσιν Ϡλεʹ. 96 Καὶ ταῦτα μὲν τὰ πρὸ τοῦ κατακλυσμοῦ. ἐπίωμεν δὲ καὶ τοὺς μετὰ ταῦτα χρόνους, πρῶτον ἐκεῖνο σημειωσάμενοι, τὸ συμφώνως τοῦ παρ' Ἑβραίοις ἱστορουμένου κατακλυσμοῦ καὶ τὴν Χαλδαίων μνημονεῦσαι γραφὴν τῆς τε κατασκευασθείσης ὑπὸ τοῦ Νῶε κιβωτοῦ. τοῦ δὲ τὸν κατακλυσμὸν ἀρθῆναι ὑπὲρ τὰ ὑψηλότατα τῶν ὀρέων καὶ ἡμῖν τοῖς μετὰ ταῦτα γράφου σιν ἀλήθειαν ἐπιστώσατο αὐτοψία τισὶν ἰχθύων καθ' ἡμᾶς εὑρημένων ἄνω πρὸς αὐταῖς τοῦ Λιβάνου ταῖς ὑψηλοτάταις ἀκρωρείαις. λίθους γὰρ ἐνθένδε εἰς οἰκοδομάς τινες ἀπὸ τῶν ὀρῶν ἐκτέμνοντες θαλαττίων ἰχθύων εὗρον διάφορα γένη, ἃ δὴ ἐπὶ τῶν κατὰ τὰ ὄρη κοιλωμάτων συναποπα γῆναι τῇ ἰλύι καὶ τεταριχευμένων δίκην εἰς δεῦρο διαμεῖναι συνέβη, ὥσθ' ἡμῖν καὶ δι' αὐτῆς τῆς ὄψεως τὴν τοῦ παλαιοῦ λόγου πιστωθῆναι μαρτυρίαν. Κατὰ τὸ παρὸν χρονογραφεῖον Ἔτους βʹ μετὰ τὸν κατακλυσμὸν Σὴμ ἐγέννησε τὸν Ἀρφαξάδ. Ἀρφαξὰδ γενόμενος ἐτῶν ρλεʹ ἐγέννησε τὸν Καϊνᾶν βτοζʹ. Καϊνᾶν γενόμενος ἐτῶν ρλʹ ἐγέννησε τὸν Σαλὰ βφζʹ. τοῦτον τὸν Καϊνᾶν Εὐσέβιος καὶ Ἀφρικανὸς οὐκ ἐστοιχείωσαν· διὸ καὶ τὰ ρλʹ ἔτη αὐτοῦ σφάλλονται. Σαλὰ τὸν Ἕβερ βχλζʹ ἐτῶν ρλʹ. Ἕβερ τὸν Φαλὲκ ἐτῶν ρλδʹ
82.11.1
Φαλὲκ τὸν Ῥαγαῦ ἐτῶν ρλʹ βϠαʹ, καὶ ἔζησεν ἄλλα σθʹ. γίνονται ἀπὸ Ἀδὰμ γριʹ ἕως τελευτῆς Φαλέκ. Ῥαγαῦ ἐτῶν ρλβʹ ἐγέννησε τὸν Σεροὺχ γλγʹ. Σεροὺχ γενόμενος ἐτῶν ρλʹ ἐγέννησε τὸν Ναχὼρ γρξγʹ. Ναχὼρ ἐτῶν οθʹ ἐγέννησε τὸν Θάρα γσμβʹ. Θάρα ἐτῶν οʹ ἐγέννησε τὸν Ἀβραὰμ γτιβʹ. Ἀπὸ τοῦ κατακλυσμοῦ ἕως αʹ ἔτους Ἀβραὰμ ἔτη
82.12.1
ἀπὸ δὲ Ἀδὰμ ἐπὶ μὲν τὸν κατακλυσμὸν ἔτη βσμβʹ, ὡς δέδεικται, ἐπὶ δὲ τὸ πρῶτον

Intertext edge

Open linked passage

Note