Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-syncellus-constantinopolitanus" aria-label="More works by Georgius Syncellus Constantinopolitanus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
97.1.1
ἔτος Ἀβραὰμ ἔτη γτιβʹ, ὡς ἐν τῷ κανόνι σαφῶς ὑπόκειται. μετὰ δὲ ἔτη οεʹ τῷ γτπεʹ ἔτει ἀπὸ Ἀδὰμ ἐξῆλθεν ἐκ Χαρὰν παροικῆσαι εἰς γῆν Χα ναὰν τὴν Παλαιστίνην νῦν καλουμένην. Ἀφρικανοῦ Μετὰ δὲ τὸν κατακλυσμὸν Σὴμ ἐγέννησε τὸν Ἀρφαξάδ. Ἀρφαξὰδ δὲ γενόμενος ἐτῶν ρλεʹ γεννᾷ τὸν Σαλά, βτζζʹ. Σαλὰ γενόμενος ἐτῶν ρλʹ γεννᾷ τὸν Ἕβερ, βφκζʹ. Ἕβερ γενόμενος ἐτῶν ρλδʹ γεννᾷ τὸν Φαλέκ, βχξαʹ, οὕτως ἐπικληθέντα διὰ τὸ ἐν ἡμέραις αὐτοῦ μερισθῆναι τὴν γῆν. Φαλὲκ ἐτῶν ρλʹ ἐγέννησε τὸν Ῥαγαῦ, καὶ ἐπιζήσας ἔτη σθʹ ἐτελεύτησεν. Ἀπὸ Ἀδὰμ ἐπὶ τελευτὴν Φαλὲκ ἔτη γ, κατὰ δὲ Εὐσέβιον βϠπʹ. Ῥαγαῦ ἐτῶν ρλβʹ γενόμενος ἐγέννησε τὸν Σερούχ. Σεροὺχ ρλʹ τὸν Ναχώρ. Ναχὼρ οθʹ τὸν Θάρα. Θάρα οʹ ἐτῶν ὢν τὸν Ἀβραὰμ καὶ Ναχὼρ καὶ Ἀρράν. Συνάγεται τοίνυν εἰς τὴν ἐπίβασιν τῆς κατηγγελμένης γῆς Ἀβραὰμ ἀπὸ μὲν τοῦ κατακλυσμοῦ καὶ Νῶε γενεῶν ιʹ ἔτη αιεʹ, ἀπὸ Ἀδὰμ γενεῶν κʹ ἔτη γσοζʹ. Εὐσεβίου μετὰ τὸν κατακλυσμὸν κατὰ τὴν τῶν οʹ ἑρμηνείαν Ἔτους βʹ Σὴμ υἱὸς Νῶε γεννᾷ τὸν Ἀρφαξάδ, καὶ ἐπέζησεν ἔτη φʹ μέχρις ραʹ ἔτους Φαλέκ. Ἀρφαξὰδ γενόμενος ἐτῶν ρλεʹ γεννᾷ τὸν Σαλά, καὶ ἐπέζησεν ἔτη υγʹ μέχρι θʹ ἔτους Ῥαγαῦ. Σαλὰ γενόμενος ἐτῶν ρλʹ γεννᾷ τὸν Ἕβερ, καὶ ἐπέζησεν ἔτη υςʹ μέχρις ζʹ ἔτους Σερούχ. Ἕβερ γενόμενος ἐτῶν ρλδʹ γεννᾷ τὸν Φαλέκ, καὶ ἐπέζησεν ἔτη υλγʹ μέχρις ληʹ ἔτους Ναχώρ. Φαλὲκ γενόμενος ἐτῶν ρλʹ γεννᾷ τὸν Ῥαγαῦ, καὶ ἐπέζησεν ἔτη σθʹ, βϠπʹ, μέχρις οεʹ ἔτους Σερούχ. 98 Ἐν ταῖς ἡμέραις Φαλὲκ διεμερίσθη ἡ γῆ, δι' ὃ καὶ σημαίνει τὸ Φαλὲκ τῇ Ἑβραίων φωνῇ μερισμός. καὶ οὗτος πρὸ τοῦ πατρὸς τελευτᾷ δεύτερος. κατὰ τοῦτον ἡ πυργοποιία συνέστη, καὶ ἀπὸ μιᾶς τῆς πάλαι διαλέκτου πολυφωνία γέγονε καὶ ἡ καθ' ἕκαστον ἔθνος τῶν γλωσσῶν διαφορά. Μετὰ δὲ τὸν Φαλὲκ Ῥαγαῦ γενόμενος ἐτῶν ρλεʹ γεννᾷ τὸν Σερούχ, καὶ ἐπέζησεν ἔτη σζʹ μέχρις οζʹ ἔτους Ναχώρ. Σεροὺχ γενόμενος ἐτῶν ρλʹ γεννᾷ τὸν Ναχώρ, καὶ ἐπέζησεν ἔτη ςʹ μέχρις ναʹ ἔτους Ἀβραάμ. Ναχὼρ γενόμενος ἐτῶν οθʹ γεννᾷ τὸν Θάρα, καὶ ἐπέζησεν ἔτη ριθʹ μέχρις οζʹ ἔτους Ἀβραάμ. Θάρα γενόμενος ἐτῶν οʹ γεννᾷ τὸν Ἀβραάμ, καὶ ἐπέζησεν ἔτη ρλεʹ μέχρις λεʹ ἔτους Ἰσαάκ. Ἀβραὰμ ἔτος αʹ. οὗτος ἦν ὁ τοῦ Ἰουδαίων ἔθνους προπάτωρ. κατὰ τοῦ τον Ἀσσυρίας καὶ τῆς Ἀσίας πάσης ἐβασίλευσε Νίνος καὶ Σεμίραμις. ὁμοῦ ἀπὸ τοῦ κατακλυσμοῦ ἐπὶ τὸ πρῶτον ἔτος Ἀβραὰμ ἔτη Ϡμβʹ. ἦν δὲ τὰ ἀπὸ τοῦ Ἀδὰμ ἐπὶ τὸν κατακλυσμὸν ἔτη βσμβʹ. Τὰ πάντα συνάγεται ἔτη γρπδʹ. Εὐσεβίου Κατὰ δὲ τὸ παρὰ Ἰουδαίοις Ἑβραϊκὸν Ἔτους βʹ μετὰ τὸν κατακλυσμὸν Σὴμ υἱὸς Νῶε γεννᾷ τὸν Ἀρφαξάδ, καὶ ἐπέζησεν ἔτη φʹ μέχρις τοῦ νʹ ἔτους Ἰακώβ. Ἀρφαξὰδ γενόμενος ἐτῶν λεʹ γεννᾷ τὸν Σαλά, καὶ ἐπέζησεν ἔτη υγʹ μέχρις μηʹ ἔτους Ἰσαάκ. Σαλὰ γενόμενος ἐτῶν λʹ γεννᾷ τὸν Ἕβερ, καὶ ἐπέζησεν ἔτη υγʹ μέχρις ιηʹ ἔτους Ἰακώβ. Ἕβερ γενόμενος ἐτῶν λδʹ γεννᾷ τὸν Φαλέκ, καὶ ἐπέζησεν ἔτη υλʹ μέχρις οθʹ ἔτους Ἰακώβ. Φαλὲκ γενόμενος ἐτῶν λʹ γεννᾷ τὸν Ῥαγαῦ, καὶ ἐπέζησεν ἔτη σθʹ μέχρις μηʹ ἔτους Ἀβραάμ. Ῥαγαῦ γενόμενος ἐτῶν λβʹ γεννᾷ τὸν Σερούχ, καὶ ἐπέζησεν ἔτη οζʹ μέχρις οηʹ Ἀβραάμ. 99 Σεροὺχ γενόμενος ἐτῶν λʹ γεννᾷ τὸν Ναχώρ, καὶ ἐπέζησεν ἔτη ςʹ μέχρι πρώτου ἔτους Ἰσαάκ. Ναχὼρ γενόμενος ἐτῶν κθʹ γεννᾷ τὸν Θάρα, καὶ ἐπέζησεν ἔτη ριθʹ μέχρις μθʹ ἔτους Ἀβραάμ. Θάρα γενόμενος ἐτῶν οʹ γεννᾷ τὸν Ἀβραάμ, καὶ ἐπέζησεν ἔτη ρλεʹ μέχρις λεʹ ἔτους Ἰσαάκ. Ἀβραὰμ ἔτος αʹ. ὁμοῦ τὰ ἀπὸ τοῦ κατακλυσμοῦ ἐπὶ τὸ πρῶτον ἔτος Ἀβραὰμ ἔτη ςζβʹ, τὰ δὲ πάντα ἀπὸ Ἀδὰμ ἔτη αϠμηʹ. διαφωνεῖ πρὸς τὴν τῶν οʹ ἑρμηνείαν ἔτεσι ασλεʹ. Εὐσεβίου Κατὰ δὲ τὸ Σαμαρειτῶν Ἑβραϊκὸν Ἔτους βʹ μετὰ τὸν κατακλυσμὸν Σὴμ υἱὸς Νῶε γεννᾷ τὸν Ἀρφαξάδ, καὶ ἐπέζησεν ἔτη φʹ μέχρις ραʹ ἔτους Φαλέκ. Ἀρφαξὰδ γενόμενος ἐτῶν ρλεʹ γεννᾷ τὸν Σαλά, καὶ ἐπέζησεν ἔτη τγʹ μέχρις λθʹ ἔτους Φαλέκ. Σαλὰ γενόμενος ἐτῶν ρλʹ γεννᾷ τὸν Ἕβερ, καὶ ἐπέζησεν ἔτη τγʹ μέχρις λθʹ ἔτους Ῥαγαῦ. Ἕβερ γενόμενος ἐτῶν ρλδʹ γεννᾷ τὸν Φαλέκ, καὶ ἐπέζησεν ἔτη σοʹ μέχρις ρμʹ ἔτους Ῥαγαῦ. Φαλὲκ γενόμενος ἐτῶν ρλʹ γεννᾷ τὸν Ῥαγαῦ, καὶ ἐπέζησεν ἔτη ρθʹ μέχρις ρθʹ ἔτους Ῥαγαῦ. Ῥαγαῦ γενόμενος ἐτῶν ρλβʹ γεννᾷ τὸν Σερούχ, καὶ ἐπέζησεν ἔτη σζʹ μέχρις οζʹ ἔτους Ναχώρ. Σεροὺχ γενόμενος ἐτῶν ρλʹ γεννᾷ τὸν Ναχώρ, καὶ ἐπέζησεν ἔτη ρʹ μέχρις καʹ ἔτους Ἀβραάμ. Ναχὼρ γενόμενος ἐτῶν οθʹ γεννᾷ τὸν Θάρα, καὶ ἐπέζησεν ἔτη ξθʹ μέχρις ξθʹ ἔτους Θάρα. Θάρα γενόμενος ἐτῶν οʹ γεννᾷ τὸν Ἀβραάμ, καὶ ἐπέζησεν ἔτη οεʹ μέχρις οεʹ ἔτους Ἀβραάμ. Ἀβραὰμ ἔτος αʹ. ὁμοῦ ἀπὸ τοῦ κατακλυσμοῦ ἐπὶ τὸ αʹ ἔτος Ἀβραὰμ ἔτη Ϡμβʹ, ὁπόσα ἦν καὶ κατὰ τὴν τῶν οʹ ἑρμηνείαν. Συνᾴδει τοίνυν τῇ παρ' ἡμῶν ἀναγνώσει ἡ παρὰ Σαμαρείταις φερομένη Ἑβραϊκὴ γραφὴ κατὰ τὰς πρώτας τῶν ἐτῶν ἀποδόσεις τὰς πρὸ τῆς παιδο 100 ποιίας. διαφωνεῖ δὲ πρὸς τὸ Ἰουδαίων Ἑβραϊκὸν ἔτεσι χνʹ. ἦν γὰρ τὰ ἀπὸ τοῦ κατακλυσμοῦ ἐπὶ τὸ πρῶτον ἔτος Ἀβραὰμ κατὰ τὴν τῶν Ἰουδαίων γραφὴν ἔτη ςζβʹ. Ἐπεὶ τοίνυν φαίνονται κατὰ τὸ παλαιότατον Ἑβραϊκόν, ὃ δὴ παρὰ Σα μαρείταις ἔτι καὶ νῦν σῴζεται, τῇ τῶν οʹ ἑρμηνείᾳ συμφώνως οἱ ἀπὸ τοῦ κατακλυσμοῦ καὶ ἐπὶ Ἀβραὰμ μετὰ τὰς προκειμένας τῶν ἐτῶν ἑκατον τάδας καὶ τὸν ἐπὶ τούτοις ἀριθμὸν παῖδας ποιησάμενοι, ποῖος ἐρεῖ λόγος τοὺς τούτων πρεσβυτέρους, καίπερ ἔτεσι πολὺ πλείοσι τῶν μετὰ ταῦτα βεβιωκότας, τάχιστα ἐπὶ τὴν παιδοποιίαν ἐλθεῖν, καὶ μὴ μᾶλλον κατὰ τοὺς παρὰ τοῖς οʹ σεσημειωμένους χρόνους; τούτων δ' οὖν καὶ ὁ σώφρων λογισμὸς ὑποβάλλει νοεῖν, ὥστε ἀνάγκη διημαρτῆσθαι ὁμολογεῖν τὴν μὲν παρὰ Ἰουδαίοις γραφὴν ἐν τοῖς ἀπὸ Ἀδὰμ καὶ ἐπὶ Ἀβραὰμ χρόνοις ἐκτὸςτριῶν περὶ τὸν Ἰάρεδ, τὴν δὲ παρὰ Σαμαρείταις ἐν τοῖς ἀπὸ Ἀδὰμ καὶ ἐπὶ τὸν κατακλυσμὸν μόνοις. τὰ γὰρ ἀπὸ τοῦ κατακλυσμοῦ καὶ ἐπὶ τὸν Ἀβραὰμ ἔτη σύμφωνα εὕρηται τῇ παρὰ τοῖς οʹ φερομένῃ τῶν ἐτῶν ση μειώσει. ἄντικρυς δὲ φαίνεται διημαρτημένως ἔχειν τὸ παρὰ Ἰουδαίοις Ἑβραϊκόν. συνάγει γὰρ κατὰ τὸ αὐτὸ τοῖς χρόνοις τὸν Ἀβραὰμ καὶ τὸν Νῶε, ὅπερ οὐδεμία παρίστησιν ἱστορία. Εἰ γὰρ κατὰ τὴν Ἰουδαίων γραφὴν ἀπὸ τοῦ κατακλυσμοῦ καὶ ἐπὶ Ἀβραὰμ ἔτη τυγχάνει ςζβʹ, ἔζησε δὲ Νῶε κατὰ τοὺς αὐτοὺς μετὰ τὸν κατακλυσμὸν ἔτη τνʹ, δῆλός ἐστι παρατείνας τὴν ζωὴν μέχρι νηʹ ἔτους Ἀβραάμ. ἔστι δὲ καὶ ἄλλως τὴν ἀτοπίαν συνιδεῖν τῶν παρ' Ἰουδαίοις ἀντιγράφων ἀπὸ τοῦ τριακονταέτεις ἀναγράψαι τοὺς πρὸ τοῦ Ἀβραὰμ πεπαιδοποιημένους· ὁπότε οἱ μετὰ τὸν Ἀβραὰμ ἱστοροῦνται πρεσβύτεροι τῶν λʹ ἐτῶν ἐπὶ τὴν παιδοποιίαν ἐλθεῖν. Πανταχόθεν τοιγαροῦν τῆς τῶν οʹ ἑρμηνείας ἐκ παλαιᾶς, ὡς ἔοικε, καὶ ἀδιαστρόφου Ἑβραίων γραφῆς μεταβεβλῆσθαι συνισταμένης, εἰκότως ταύτῃ καὶ ἡμεῖς κεχρήμεθα κατὰ τὴν παροῦσαν χρονογραφίαν, ὅτε μά λιστα καὶ ἡ καθ' ὅλης τῆς οἰκουμένης ἡπλωμένη Χριστοῦ ἐκκλησία ταύτῃ μόνῃ προσέχει τῶν τοῦ σωτῆρος ἡμῶν ἀποστόλων τε καὶ μαθη τῶν ἀρχῆθεν ταύτῃ χρῆσθαι παραδεδωκότων. Ἔστι τοίνυν κατὰ τοὺς οʹ τὰ μὲν ἀπὸ τοῦ Ἀδὰμ ἐπὶ τὸν κατακλυσμὸν ἔτη βσμβʹ, τὰ δὲ ἀπὸ τοῦ κατακλυσμοῦ ἐπὶ τὸ αʹ ἔτος Ἀβραὰμ ἔτη Ϡμβʹ, τὰ πάντα ἔτη γρπδʹ, κατὰ δὲ τὸ παρὰ Ἰουδαίοις Ἑβραϊκὸν ἀπὸ Ἀδὰμ ἐπὶ τὸν κατακλυσμὸν ἔτη αχνςʹ, ἀπὸ δὲ τοῦ κατακλυσμοῦ ἐπὶ τὸ πρῶτον ἔτος Ἀβραὰμ ἔτη ςζβʹ, τὰ πάντα ἔτη αϠμηʹ, κατὰ δὲ τὸ παρὰ 101 Σαμαρείταις Ἑβραϊκὸν ἀπὸ Ἀδὰμ ἐπὶ τὸν κατακλυσμὸν ἔτη ατζʹ, ἀπὸ δὲ τοῦ κατακλυσμοῦ ἐπὶ τὸ πρῶτον ἔτος Ἀβραὰμ ἔτη Ϡμβʹ, τὰ πάντα ὁμοῦ ἔτη βσμθʹ. ΚΟΣΜΟΥ ΕΤΗ Τῷ βψοςʹ ἔτει τοῦ κόσμου ἡ διασπορὰ τῶν οβʹ ἐθνῶν γέγονε, Φαλὲκ δὲ ἦν ἐτῶν εʹ. Τῷ βψζʹ ἔτει τοῦ κόσμου Χαναὰν ἐπέβη τοῖς ὁρίοις τοῦ Σήμ, ἁρπάσας βιαίως τὴν γῆν τὴν ἐσχάτην δοθεῖσαν τῷ Ἀβραάμ. Τῷ βωζʹ ἔτει τοῦ κόσμου Ἀρφαξὰδ ἀπέθανε. Τῷ βωληʹ ἔτει τοῦ κόσμου, τοῦ δὲ Φαλὲκ ξζʹ ἔτει, Καϊνᾶν ἀπέθανε, καὶ οἱ υἱοὶ τοῦ Σὴμ ἐπολέμησαν πρὸς τοὺς υἱοὺς Χὰμ περὶ τῶν ὁρίων τῆς Παλαιστίνης. Τῷ βωμθʹ ἔτει τοῦ κόσμου οἱ διασπαρέντες ἤρξαντο κτίζειν πόλεις. Τῷ βϠαʹ ἔτει τοῦ κόσμου, τοῦ δὲ Φαλὲκ ρλʹ, ἐγέννησεν ὁ Φαλὲκ τὸν Ῥαγαῦ. Γενεὰ ιζʹ Ῥαγαῦ ἔτη ρλβʹ. τοῦ δὲ κόσμου ἦν ἔτος βϠβʹ. Τῷ γλγʹ ἔτει τοῦ κόσμου Ῥαγαῦ ἐγέννησε τὸν Σεροὺχ τῷ ρλβʹ ἔτει αὐτοῦ. Γενεὰ ιηʹ Σεροὺχ ἔτη ρλʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γλδʹ. Τῷ βψοςʹ ἔτει τοῦ κόσμου οἱ Χαλδαῖοι πρῶτοι ἀνηγόρευσαν ἑαυτοῖς βασιλεῖς, ὧν πρῶτος Εὐήχιος, ὁ παρ' ἡμῖν Νεβρώδ, ἐβασίλευσε Βαβυλῶ νος ἔτη ςγʹ. Χαλδαίων βʹ ἐβασίλευσε Χοσμάσβηλος ἔτη ζʹ# 171. τοῦ δὲ κόσμου ἦν ἔτος βψπβʹ. Χαλδαίων γʹ ἐβασίλευσε Πῶρος ἔτη λεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος βψζʹ. 102 Χαλδαίων δʹ ἐβασίλευσε Νεχούβης ἔτη μγʹ. τοῦ δὲ κόσμου ἦν ἔτος βωκεʹ. Χαλδαίων εʹ ἐβασίλευσε Νάβιος ἔτη μηʹ. τοῦ δὲ κόσμου ἦν ἔτος βωξηʹ. Χαλδαίων ςʹ ἐβασίλευσεν Ὀνίβαλλος ἔτη μʹ. τοῦ δὲ κόσμου ἦν ἔτος βϠιςʹ. Χαλδαίων ζʹ ἐβασίλευσε Ζίνζηρος ἔτη μεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος βϠνςʹ. Ἕως τούτου σκεʹ διήρκεσεν ἡ μετὰ τὴν διασπορὰν τῶν ζʹ Χαλδαίων βασιλέων ἀρχή, ἀπὸ τοῦ βψοςʹ κοσμικοῦ ἔτους ἕως τοῦ γ κοσμικοῦ· ἀπὸ δὲ τοῦ γαʹ κοσμικοῦ ἔτους διεδέξαντο τὴν Χαλδαίων βασιλείαν Ἄρα βες ἐπὶ ἔτη σιεʹ, βασιλεῖς ςʹ, ἕως τοῦ γσιεʹ κοσμικοῦ ἔτους, ὧν ὁ χρόνος ὡς ὑποτέτακται. Τῷ βψοςʹ ἔτει τοῦ κόσμου ὁ πρῶτος οἰκήσας τὴν Μεστραίαν χώραν, ἤτοι Αἴγυπτον, ἐβασίλευσεν ἐν αὐτῇ πρῶτος ἔτη λεʹ. Αἰγύπτου τῆς πάλαι Μεστραίας βασιλεῖς ἔτη αʹ Πρῶτος Μεστραὶμ ὁ καὶ Μήνης ἔτη λεʹ. βʹ Αἰγύπτου δεύτερος ἐβασίλευσε Κουρώδης ἔτη ξγʹ. τοῦ δὲ κόσμου ἦν ἔτος βωιαʹ. γʹ Αἰγυπτίων τρίτος ἐβασίλευσεν Ἀρίσταρχος ἔτη λδʹ. τοῦ δὲ κόσμου ἦν ἔτος βωοδʹ. δʹ Αἰγυπτίων τέταρτος ἐβασίλευσε Σπάνιος ἔτη λςʹ. τοῦ δὲ κόσμου ἦν ἔτος βϠηʹ. εʹ, ςʹ Αἰγυπτίων δύο βασιλέων εʹ καὶ ςʹ ἀνεπιγράφων ἔτη οβʹ. τοῦ δὲ κόσμου ἦν ἔτος βϠμδʹ. ζʹ Αἰγυπτίων ζʹ ἐβασίλευσεν ὁ Σέραπις ἔτη κγʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γιςʹ. 103 ηʹ Αἰγυπτίων ηʹ ἐβασίλευσε Σεσόγχωσις ἔτη μθʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γλθʹ. θʹ Αἰγυπτίων θʹ ἐβασίλευσεν Ἀμενέμης ἔτη κθʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γπηʹ. ΘΗΒΑΙΩΝ ΒΑΣΙΛΕΙΣ Ἀπολλόδωρος χρονικὸς ἄλλην Αἰγυπτίων τῶν Θηβαίων λεγομένων βασιλείαν ἀνεγράψατο βασιλέων ληʹ, ἐτῶν αοςʹ. ἥτις ἤρξατο μὲν τῷ βϠʹ ἔτει τοῦ κόσμου, ἔληξε δὲ εἰς τὸ γμεʹ ἔτος τοῦ κόσμου, ὧν τὴν γνῶ σιν, φησίν, ὁ Ἐρατοσθένης λαβὼν Αἰγυπτιακοῖς ὑπομνήμασι καὶ ὀνόμασι κατὰ πρόσταξιν βασιλικὴν τῇ Ἑλλάδι φωνῇ παρέφρασεν οὕτως· Θηβαίων βασιλέων τῶν μετὰ ρκδʹ ἔτη τῆς διασπορᾶς ληʹ βασιλειῶν αʹ ἐβασίλευσε Μήνης Θινίτης Θηβαῖος, ὃ ἑρμηνεύεται αἰώνιος· ἐβασί λευσεν ἔτη ξβʹ. τοῦ δὲ κόσμου ἦν ἔτος βϠʹ. βʹ Θηβαίων δεύτερος ἐβασίλευσεν Ἀθώθης υἱὸς Μήνεως ἔτη νθʹ. οὗτος ἑρμηνεύεται Ἑρμογένης. ἔτος τοῦ κόσμου βϠξβʹ. γʹ Θηβαίων Αἰγυπτίων τρίτος ἐβασίλευσεν Ἀθώθης ὁμώνυμος ἔτη λβʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γκαʹ. ΑΡΑΒΩΝ ΒΑΣΙΛΕΙΣ Ἀράβων βασιλέων τῶν μετὰ τοὺς ςʹ Χαλδαίων βασιλεῖς, ὧν πρῶτος Μαρδοκέντης ἐβασίλευσεν ἔτη μεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γαʹ. βʹ Ἀράβων δεύτερος ἐβασίλευσε Μαρδακὸς ἔτη μʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γμαʹ. γʹ Ἀράβων τρίτος ἐβασίλευσε Σισιμόρδακος ἔτη κηʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γπςʹ. δʹ Ἀράβων τέταρτος ἐβασίλευσε Νάβιος ἔτη λζʹ. τοῦ κόσμου ἦν ἔτος γριδʹ. 104 εʹ Ἀράβων πέμπτος ἐβασίλευσε Πάραννος ἔτη μʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γρναʹ. ςʹ Ἀράβων ἕκτος ἐβασίλευσε Ναβούνναβος ἔτη κεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γρζαʹ. Ἡ τῶν Ἀράβων βασιλεία διαδεξαμένη τὴν τῶν Χαλδαίων διήρκεσεν ἔτη σιεʹ, ἀρξαμένη ἀπὸ τοῦ καθολικοῦ κοσμικοῦ γαʹ ἔτους καὶ λήξασα εἰς τὸ παρὸν γσιεʹ. ταύτην Ἀσσυρίων μαʹ διεδέξαντο βασιλεῖς, οἳ καὶ ἀρξάμενοι ἀπὸ τοῦ γσιςʹ καθολικοῦ ἔτους κόσμου ἔληξαν εἰς τὸ δχοεʹ ἔτος τοῦ κόσμου, διαρκέσαντες ἔτη ὅλα αυξʹ ἀπὸ τοῦ πρώτου αὐτῶν Βή λου ἕως τοῦ μαʹ Κονκολέρου τοῦ καὶ Σαρδαναπάλου, ὡς συμφωνοῦσι πολ λοὶ τῶν ἐπισήμων ἱστορικῶν, Πολύβιος καὶ Διόδωρος, Κεφαλίων τε καὶ Κάστωρ καὶ Θάλλος καὶ ἕτεροι. ΚΟΣΜΟΥ ΕΤΗ Γενεὰ ιθʹ Ναχὼρ ἔτη οθʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γρξδʹ. Εὐσέβιος τῷ γρπδʹ ἔτει τοῦ κόσμου φησὶ τὸν Ἀβραὰμ γεννηθῆναι. σφάλλεται ὁ Εὐσέβιος ἐν τοῖς ἀπὸ Ἀδὰμ ἕως Ἀβραὰμ χρόνοις τὰ ρλʹ ἔτη τοῦ δευτέρου Καϊνᾶν μὴ στοιχειώσας υἱοῦ Ἀρφαξάδ, ὃν οἱ οʹ ἀριθ μοῦσι καὶ τὸ κατὰ Λουκᾶν εὐαγγέλιον ιγʹ ἀπὸ Ἀδάμ. Ἀφρικανὸς ἀπὸ Ἀδὰμ ἐπὶ τὸ πρῶτον ἔτος Ἀβραὰμ ἔτη γσβʹ ἐπελογίσατο. σφάλλεται δὲ καὶ οὗτος τὰ αὐτὰ ρλʹ ἔτη τοῦ δευτέρου Καϊνᾶν υἱοῦ Ἀρφαξάδ, ὑφαιρουμένων τῶν κʹ ἐτῶν τοῦ Μαθουσάλα, ἅτινα προσ ομοίως τῷ Εὐσεβίῳ καὶ οὗτος τῷ γρπδʹ ἔτει τοῦ κόσμου. Τῷ οθʹ αὐτοῦ ἔτει ὁ Ναχὼρ ἐγέννησε τὸν Θάρα. 105 Γενεὰ εἰκοστή Θάρα ἔτη οʹ. τοῦ κόσμου ἦν ἔτος γσμγʹ. Κατὰ Ἀφρικανόν Τῷ γσοζʹ ἔτει τοῦ κόσμου ἐπέβη Ἀβραὰμ τῆς ἐπηγγελμένης Χανανί τιδος γῆς, ὅπερ ἀδύνατον πέφυκε. Τῷ γτιβʹ ἔτει τοῦ καθολικοῦ κόσμου, ὅπερ ἦν τῆς ζωῆς Θάρα τοῦ πα τρὸς Ἀβραὰμ ἔτος οʹ, ἐγέννησεν ὁ αὐτὸς Θάρα τὸν Ἀβραάμ, ὥς φησιν ἡ γραφή, καὶ μετὰ οεʹ ἔτη, τοῦτ' ἔστι μετὰ ρμεʹ τῆς γεννήσεως Θάρα, τῷ γτπζʹ ἔτει τοῦ κόσμου, ἐξῆλθεν Ἀβραὰμ ἐκ Χαρρὰν οεʹ ἔτος ἄγων, ὥς φησι πάλιν ἡ γραφὴ ὅτι «Ἀβραὰμ δὲ ἦν ἐτῶν οεʹ, ὅτε ἐξῆλθεν ἐκ Χαρράν.» εἰ τοίνυν τῷ οʹ ἔτει τοῦ Θάρα ἐγεννήθη ὁ Ἀβραάμ, ὅπερ ἐστίν, ὡς πρόκειται, γτιβʹ τοῦ κόσμου ἔτει, καὶ τῷ οεʹ ἔτει μετὰ τὸ γεννηθῆναι αὐτὸν ἐξῆλθεν ἐκ Χαρρὰν θείᾳ προσκλήσει, φανερόν ἐστιν ὅτι τῷ ρμεʹ ἔτει τοῦ Θάρα ἐξῆλθεν ἐκ Χαρράν, ὅπερ συνάγεται ἔτος ἀπὸ Ἀδὰμ γτπζʹ. οὐ γὰρ φαί νεται ἡ γραφὴ τρανῶς φάσκουσα ὅτι μετὰ θάνατον τοῦ Θάρα ἐξῆλθεν ὁ πατριάρχης Ἀβραὰμ ἐκ Χαρράν, εἰ καὶ τὸν περὶ τοῦ θανάτου τοῦ Θάρα λόγον προτάττει καὶ οὕτως ἐπάγει τὸ περὶ τῆς ἐξόδου τοῦ Ἀβραάμ, οὕτω τῆς συνεχείας ἀπαιδευτούσης τοῦ λόγου καὶ τοῦ θεόπτου Μωυσέως, ὡς οἶδεν ὁ χρηματίζων πρὸς αὐτόν, οὕτω σοφῶς φθεγγομένου κρείττω ἢ κατὰ ἄνθρωπον. Ἐπεὶ κατὰ τοῦτο περιεργούντων ἡμῶν εὑρεθήσεται ἐν πολλοῖς ἡ γραφὴ σφαλλομένη ὑπερβατικῶς λέγουσα τὰ πρῶτα ἔσχατα καὶ τὰ ἔσχατα πρῶ τα, ὥσπερ καὶ ἐν ταῖς εὐλογίαις τῶν τριῶν υἱῶν τοῦ Νῶε, ἀρξαμένη μὲν ἀπὸ τοῦ μέσου υἱοῦ αὐτοῦ Ἰάφεθ, ἐλθοῦσα δὲ εἰς τὸν πρῶτον υἱὸν Σὴμ διὰ μέσου τοῦ Χάμ, ὃς ἦν ὕστατος· καὶ αὖθις πρὸ τοῦ εἰπεῖν περὶ τῆς συγ χύσεως τῶν γλωσσῶν καὶ τῆς οἰκοδομῆς τοῦ πύργου, ἡνίκα καὶ Βαβυ λὼν κυρίως ἐκλήθη διὰ τὴν σύγχυσιν, εἰρηκυῖα περὶ τοῦ Νεβρὼδ ὅτι «καὶ ἐγένετο ἡ ἀρχὴ τῆς βασιλείας αὐτοῦ Βαβυλών»· καὶ ἐν ἄλλοις δὲ πλείοσιν ὑπερβατοῖς εὑρήσεις τὴν γραφὴν χρησαμένην καὶ μηδαμοῦ σφαλλομένην. 106 τὸ γάρ τοι παρά τινων ὡς ἄπορον ἡμῖν προτεινόμενον εἰρῆσθαι τῷ θείῳ Λουκᾷ ὡς ἐκ τοῦ πρωτομάρτυρος Στεφάνου πρὸς τοὺς Ἰουδαίους ὅτι «ὁ θεὸς τῆς δόξης ὤφθη τῷ πατρὶ ἡμῶν Ἀβραὰμ ὄντι ἐν τῇ Μεσοποταμίᾳ πρὶν ἢ κατοικῆσαι αὐτὸν ἐν Χαρράν, καὶ εἶπε πρὸς αὐτόν· ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου, καὶ δεῦρο εἰς γῆν ἣν ἄν σοι δείξω. τότε ἐξελθὼν ἐκ γῆς Χαλδαίων κατῴκησεν ἐν Χαρράν. κἀκεῖθεν μετὰ τὸ ἀποθανεῖν τὸν πατέρα αὐτοῦ μετῴκισεν αὐτὸν εἰς τὴν γῆν ταύτην, εἰς ἣν ὑμεῖς νῦν κατοικεῖτε», καὶ ὅτι κατὰ τοῦτον τὸν λόγον δυοῖν θάτερον ἀνάγκη εἶναι, ἢ τὸν Ἀβραὰμ γεννηθέντα κατὰ τὸν θεῖον Μωυσῆν τῷ οʹ ἔτει τοῦ Θάρα, ὡς ἐν τῷ θανάτῳ αὐτοῦ εἶναι ἐτῶν ρλεʹ πρὸ τῆς εἰς τὴν Χανανίτιδα γῆν πορείας, ἢ οεʹ ἔτος ἄγοντα κατὰ τὴν γραφήν, καὶ μετὰ θάνατον Θάρα, πορευθέντα ἐκ Χαρρὰν εἰς γῆν Χαναναίαν κατὰ τὴν τῶν πράξεων ἀψευδῆ γραφὴν καὶ τὸν λόγον τοῦ μεγάλου πρωτομάρτυρος καὶ ἀποστόλου Στε φάνου μὴ εἶναι οεʹ ἐτῶν, ἀλλ' ρλεʹ, εἴπερ σεʹ ἐτῶν τέθνηκεν ὁ Θάρα· καὶ κατ' ἄμφω τοὺς τρόπους, εἴτε τὴν Γένεσιν εἴτε τὰς πράξεις, ὥς φασιν ἐκεῖνοι, σφάλλεσθαι. προστιθέασι δὲ καὶ τὴν λύσιν τῆς ἀπορίας μηδὲν ἔχουσαν ἀληθὲς ἢ πιθανόν, ὅτι συντομίας χάριν καὶ οὐκ ἀκριβείας εἴρηται τῇ γραφῇ τῷ οʹ ἔτει τοῦ Θάρα γεγεννῆσθαι τὸν Ἀβραὰμ καὶ τὸν Ναχὼρ καὶ τὸν Ἀρράν, ὡς τότε ἀρξαμένου γεννᾶν τοῦ Θάρα, ἐπεὶ μηδὲ τριδιδύ μους αὐτοὺς ἴσμεν. Καὶ ταῦτα μὲν ἐκεῖνοι καλῶς δῆθεν ἐπαπορήσαντες, ἀπόρως δὲ ἐπιλύ σαντες καὶ ἀλλοτρίως ἀναγκαίας καὶ ἐνδεχομένης ἀποδείξεως· καὶ ἀναγ καίας μὲν ὅτι δεῖ τὰς ἄμφω θείας γραφὰς ὡς θεοπνεύστους ἀληθεύειν καὶ τῷ οʹ ἔτει τοῦ Θάρα τὸν πατριάρχην Ἀβραὰμ ὁμολογεῖν γεγεννῆσθαι καὶ οεʹ ἄγειν ἐν τῇ ἀπὸ Χαρρὰν εἰς τὴν Χαναναίαν γῆν παροικίᾳ ἀναγκαίως καὶ ἀραρότως. τῷ δ' ἀναγκαίῳ συμπεριέχεται καὶ τὸ ἐνδεχόμενον. οὐκοῦν καὶ μετὰ θάνατον τοῦ Θάρα οὕτως ἔχειν ἐνδέχεται σαφῶς τοῖς βουλομένοις τὸν γραφικὸν νοῦν θηρᾶσαι προκειμένου καὶ τὸν ψυχικὸν θάνατον νοοῦσι τεθνάναι πρὸ τοῦ φυσικοῦ διὰ τὸ πρὸς εἰδωλολατρείαν κεχηνέναι καὶ αἰσχροκερδίαν, εἰδωλοποιὸν ὄντα, καὶ μὴ συμπορεύεσθαι τῷ Ἀβραάμ, ἀλλ' ἐπὶ τούτῳ μὲν ἐξελθόντα, καθὼς γέγραπται ὅτι «καὶ ἔλαβε Θάρα τὸν 107 Ἀβραὰμ καὶ τὸν Ναχὼρ καὶ τὸν Λὼτ καὶ τὴν Σάρραν καὶ ἐξήγαγεν αὐτοὺς ἐκ τῆς χώρας τῶν Χαλδαίων τοῦ πορευθῆναι εἰς τὴν τῶν Χαναναίων γῆν· καὶ ἦλθεν ἕως Χαρρὰν καὶ κατῴκησεν ἐκεῖ»· μεταμεληθέντα δὲ στῆναι ἐν Χαρρὰν τῇ κατειδώλῳ ἕως τοῦ σεʹ ἔτους τῆς ζωῆς αὐτοῦ, ἐν ᾧ καὶ τέθνη κεν. ἐνταῦθα γὰρ μᾶλλον ἡ γραφὴ συνέτεμε τὰ κατὰ τὸν Θάρα συνάψασα, τά τε πρὸ τῆς πορείας τοῦ Ἀβραὰμ ἐπὶ τὴν γῆν Χαναὰν καὶ τὰ μετὰ τὴν πορείαν, ἅπερ ἦν, ὡς δείκνυται, τὰ ἀπὸ τοῦ ρμʹ ἔτους ἕως τοῦ σεʹ ἔτους τοῦ θανάτου αὐτοῦ. φησὶ γὰρ ὅτι «καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Θάρα ἐν Χαρρὰν ἔτη σεʹ καὶ ἀπέθανε Θάρα ἐν Χαρράν» ἀντὶ τοῦ εἰπεῖν ὅτι ἐκεῖ διέτριβον ἕως θανάτου. οὐ γὰρ δὴ τὰ σεʹ ὅλα τῆς ζωῆς αὐτοῦ ἔτη ἐν Χαρ ρὰν ἐγένοντο. Εἶτα ἐπάγει «καὶ εἶπε κύριος τῷ Ἀβραάμ· ἔξελθε ἐκ τῆς γῆς σου» καὶ τὰ ἑξῆς, προσδιοριζομένη ὅτι ἦν ἐτῶν οεʹ, ὅτε ἐξῆλθεν ἐκ Χαρρὰν Ἀβραὰμ ἑβδομηκοστῷ ἔτει γεννηθεὶς τοῦ Θάρα, ἅτινα ὁμοῦ γινόμενά ἐστιν ρμεʹ τῆς ζωῆς Θάρα, ἡνίκα καὶ παρεγένετο ἐν Χαρρὰν εἰς τὴν Χαλδαίων γῆν. οὐ μόνον δὲ ἐντεῦθεν ἡμῖν παρίσταται ὅτι πρὸ τῆς τελευτῆς Θάρα εἶπεν ὁ θεὸς τῷ Ἀβραὰμ ἐξελθεῖν ἐκ τῆς γῆς αὐτοῦ, ἀλλὰ καὶ ἐκ τῶν εἰρημένων τῷ πρωτομάρτυρι, ὅτι πρὸ τοῦ κατοικῆσαι αὐτὸν ἐν Χαρρὰν ὤφθη αὐτῷ ὁ θεὸς ἐν τῇ Μεσοποταμίᾳ, τοῦτ' ἔστιν ἐν τῇ Χαλδαίων γῇ. οὐκοῦν ὀρθῶς νοηθήσεται μὴ μετὰ θάνατον τοῦ Θάρα κεχρηματίσθαι τῷ Ἀβραάμ, ἀλλ' ἐν τῇ πατρίδι αὐτοῦ ἔτι ὄντι καὶ τῷ θεῷ ἀνακειμένῳ ἀποστρεφομένῳ τε τὰ τοῦ πατρὸς εἴδωλα, ὡς πολλαχοῦ ἱστορεῖται, ἃ καὶ ἐνέπρησεν ἐν νυκτί, ὥς φασι, καὶ συγκατεκαύθη αὐτοῖς Ἀρρὰν ὁ ἀδελφὸς αὐτοῦ, σβέσαι θέλων τὸ πῦρ ἐνώπιον τοῦ Θάρα, ὥς φασιν, αἰνιττομένη τοῦτο καὶ ἡ γραφὴ ὅτι «καὶ ἀπέθανεν Ἀρρὰν ἐνώπιον τοῦ πατρὸς αὐτοῦ Θάρα ἐν τῇ γῇ ᾗ ἐγεν νήθη, ἐν τῇ χώρᾳ τῶν Χαλδαίων», ἐν Σοὺρ τῇ πόλει. ὥστε ἐκ πάντων τού των δείκνυσθαι ἐξελθεῖν μὲν καὶ τὸν Θάρα καὶ τοὺς λοιποὺς σὺν τῷ Ἀβραὰμ ἐπαγγελλομένους συμπορευθῆναι εἰς γῆν Χαναάν, ὥς φησιν ἡ γραφή, ταῖς παραινέσεσι δηλονότι νοούντων ἡμῶν τοῦ πατριάρχου Ἀβραάμ· ἐν Χαρ ρὰν δὲ ἐλθόντας τῇ μέχρι τοῦ νῦν κατειδώλῳ κατοικῆσαι ἐκεῖ δι' αἰσχρο κερδίαν καὶ εἰδωλομανίαν, καὶ οὕτω τὸν Ἀβραὰμ ὁρῶντα αὐτοὺς τεθνη 108 κότας κατὰ ψυχὴν καὶ μὴ βουλομένους συγκληρονομῆσαι αὐτῷ τὰς θείας ἐπαγγελίας, ἀπιστοῦντας θεῷ μετοικισθῆναι ὑπὸ τοῦ θεοῦ μετὰ θάνατον τοῦ πατρός, τὸν ψυχικὸν δηλαδή, εἰς τὴν γῆν τῆς ἐπαγγελίας. οὕτω γὰρ καὶ ὁ κύριος ἡμῶν νεκροὺς οἶδε τοὺς μὴ πιστεύοντας αὐτῷ, κἂν ζῶσι τὴν πρόσκαι ρον ζωήν, ὥς πού φησιν· «ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς.» Καὶ ταῦτα μὲν ἡμῖν κατὰ δύναμιν νενόηται πρὸς λύσιν τῆς προταθείσης ἀπορίας, ὡς ἂν ἡ τῆς Γενέσεως καὶ τῶν πράξεων βίβλος σύμφωνος εἴη ἐκ τοῦ αὐτοῦ θείου πνεύματος ὑπαγορευθεῖσαι ἑκάτεραι καὶ ἐν μηδενὶ τῆς ἄλλης διαφέρουσα κατὰ τὴν ἀλήθειαν. εἰ δέ τινι φίλον ἄλλην τινὰ συμ φωνοτέραν ἔννοιαν ἐφευρεῖν πρὸς τὴν προκειμένην ἀπορίαν, ταύτῃ καὶ ἡμεῖς πειθόμεθα χάριν τῆς ὀνήσεως ὁμολογήσοντες. ΑΙΓΥΠΤΙΩΝ ΒΑΣΙΛΕΙΣ ιʹ Αἰγυπτίων ἐβασίλευσεν ιʹ Ἄμασις ἔτη βʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γριζʹ. ιαʹ Αἰγυπτίων ἐβασίλευσεν ιαʹ Ἀκεσέφθρης ἔτη ιγʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γριθʹ. ιβʹ Αἰγυπτίων ἐβασίλευσεν ιβʹ Ἀγχορεὺς ἔτη θʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γρλβʹ ιγʹ Αἰγυπτίων ἐβασίλευσεν ιγʹ Ἀρμιυσῆς ἔτη δʹ. τοῦ δὲ κόσμου ἦν ἔτος
97.2.1
ιδʹ Αἰγυπτίων ἐβασίλευσεν ιδʹ Χαμοῒς ἔτη ιβʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γρμεʹ. ιεʹ Αἰγυπτίων ἐβασίλευσεν ιεʹ Μιαμοὺς ἔτη ιδʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γρνζʹ. ιςʹ Αἰγυπτίων ἐβασίλευσεν ιςʹ Ἀμεσῆσις ἔτη ξεʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γροαʹ. ιζʹ Αἰγυπτίων ἐβασίλευσεν ιζʹ Οὔσης ἔτη νʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γσλςʹ. ιηʹ Αἰγυπτίων ἐβασίλευσεν ιηʹ Ῥαμεσὴς ἔτη κθʹ. τοῦ δὲ κόσμου ἦν ἔτος γσπςʹ.

Intertext edge

Open linked passage

Note