Paroemiae Leidense
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregorius-cyprius" aria-label="More works by Gregorius Cyprius">
—
⋯
Original / primary: Pg Scrape Grc
1.1.1
Ἀφροδίσιος ὅρκος: οὐκ ἐμποίνιμος. ἐπὶ γὰρ τοῖς ἐρωτικοῖς ἐπιορκούμενοι οἱ θεοὶ
1.1.2
οὐκ ὀργίζονται. 1. 2 Ἀετοῦ γῆρας, κορύδου νεότης: παρόσον καὶ γη ράσκων ἀετὸς
1.1.3
κρείττων ᾖ νεάζοντος ὄρνιθος. 1. 3 Ἀγροίκου μὴ καταφρόνει ῥήτορος: ὅτι οὐδὲ τῶν
1.1.4
εὐτελῶν χρὴ καταφρονεῖν. 1. 4 Ἄλλοτε δ' ἀλλοῖον τελέθειν καὶ χώρᾳ ἕπεσθαι: ὅτι
1.1.5
προσήκει τινὰ ἐξομοιοῦν ἑαυτὸν τοῖς ἤθεσι τῶν πόλεων καὶ τόπων, ἐν οἷς ἂν
1.1.6
γένοιτο· εἴρηται δὲ ἀπὸ τῶν πολυ πόδων. 1. 5 Ἄλλην δρῦν βαλάνιζε: ἐπὶ τῶν
1.1.7
ἀπαγορευόντων δώσειν ἔτι τὴν αἴτησιν εἰώθασι λαμβάνειν. 1. 6 Αἴρειν μασχάλην:
1.1.8
ἀντὶ τοῦ εὐωχεῖσθαι. εἴρηται ἀπὸ τῶν ἀγροίκως ὀρχουμένων. 1. 7 Ἀεὶ κολοιὸς πρὸς
1.1.9
κολοιόν· καί· Ἀεὶ τὸν ὁμοῖον ἄγει θεὸς εἰς τὸν ὁμοῖον. 1. 8 Ἀμαλθείας κέρας: ὅτι τῇ
1.1.10
τροφῷ αὐτοῦ Ἀμαλθείᾳ ὁ Ζεὺς ἐξ αἰγὸς τρεφούσης αὐτὸν παρέσχε κέρας, δι' οὗ
1.1.11
ἐπέβλυσεν αὐτῇ πᾶν ὃ ἂν ᾐτήσατο. 1. 9 Ἀετὸν ἵπτασθαι διδάσκεις: ἐπὶ τῶν
1.1.12
βουλομένων διδάσκειν τοὺς σοφωτέρους αὐτῶν. 1. 10 Ἀγὼν πρόφασιν οὐκ
1.1.13
ἐπιδέχεται οὐδὲ φιλία. 1. 11 Ἀγὼν πρόφασιν οὐκ ἀναμένει: ἐπὶ τῶν φύσει ῥᾳθύμων
1.1.14
καὶ ἀμελῶν, ἤτοι ἐπὶ τῶν μὴ προσιεμένων τοὺς λόγους τῶν προφασιζομένων.
1.1.15
μέμνηται δὲ αὐτῆς Πλάτων· οὐ μέντοι μοι δοκεῖ προφάσεις ἀγὼν δέχεσθαι· καὶ ἐν
1.1.16
Νόμων ἕκτῳ· ἀλλὰ γὰρ ἀγῶνα προφάσεις φασὶν οὐ πάνυ δέχεσθαι. Αἰσχύλος δέ φησι
1.1.17
Γλαύκῳ Ποτνιεῖ· Ἀγὼν γὰρ ἄνδρας οὐ μένει λελειμμένους. καὶ Ἀριστοφάνης
1.1.18
Θεσμοφοριαζούσαις βʹ. 1. 12 Ἄϊδος κυνῆ: ἐπὶ τῶν ἐπικρυπτόντων ἑαυτοὺς διά τινων
1.1.19
μηχανημάτων. τοιαῦτα γὰρ τὰ τοῦ Ἄϊδος. 1. 13 Ἄκρῳ ἅψασθαι δακτύλῳ: ἐπὶ τῶν
1.1.20
βλαβερῶν. 1. 14 Αἵμασι κλαίειν: καθ' ὑπερβολὴν ἐπὶ τῶν σφόδρα δακρυόντων. 1. 15
1.1.21
Ἄλλην μὲν ἐξηντλοῦμεν, ἡ δ' ἐπεισρέει. 1. 16 Ἄμμες ποτ' ἦμεν. 1. 17 Ἀεὶ τὰ πέρυσι
1.1.22
βελτίω. 1. 18 Ἀνὴρ ὁ φεύγων οὐ μένει κτύπον λύρας: ἐπὶ τῶν ταχέως καὶ ὀξέως
1.1.23
ὀφειλόντων ἕκαστα πράττειν. 1. 19 Ἄπληστος πίθος: ἐπὶ τῶν γαστριμάργων. 1. 20
1.1.24
Ἁλιεὺς πληγεὶς νοῦν οἴσει: ἁλιέα φασί ποτε τοὺς ἁλισκομένους ἰχθύας χειρὶ
1.1.25
λαβόντα, ὑπ' αὐτῶν πλη γέντα τοῦτο τὸ παροιμιῶδες εἰπεῖν. 1. 21 Ἀλώπηξ τὸν βοῦν
1.1.26
ἐλαύνει: ἐπὶ τῶν δολερῶν καὶ μικρῶν, ὅμως δὲ μεγάλους καταγωνιζομένων
1.1.27
ἄφρονας. 1. 22 Ἅπας ἐχῖνος τραχύς: ἐπὶ τῶν δυσκόλων καὶ δυσ τρόπων. ἐξαιρέτως
1.1.28
χρειῶδες ἐπὶ τῶν κακωτικῶν ἢ εὐνούχων. 1. 23 Ἁλῶν μέδιμνον ἀποφαγών: ἐπὶ τῶν
1.1.29
ἀχαρίστων. ἥδε ἡ παροιμία τῶν ἠθικῶν. 1. 24 Ἀνεῳγμέναι Μουσῶν θύραι: ἐπὶ τῶν ἐξ
1.1.30
ἑτοίμου τὰ τῶν τεχνῶν κάλλιστα ἀποδιδόντων γνώμῃ. 1. 25 Ἀρχαϊκὰ φρονεῖς: ἤτοι
1.1.31
εὐήθη. 1. 26 Ἀβυδηνὸν ἐπιφόρημα: τὸ ἀηδές, διὰ τὸ τοὺς Ἀβυδηνοὺς μετὰ δεῖπνον
1.1.32
προσάγειν τοὺς ἑαυτῶν παῖδας τοῖς εὐωχουμένοις κεκραγότας καὶ θορυβοῦντας καὶ
1.1.33
ἀηδίαν ἐμποιοῦντας τοῖς δαιτυμόσι. 1. 27 Ἅβρωνος βίος: ὁ πολυτελής. Ἅβρων γάρ τις
1.1.34
ἐγένετο πλούσιος· ὅθεν καὶ ἁβροδίαιτος. 1. 28 Ἀεὶ γεωμόρος εἰς νέωτα πλούσιος. 1. 29
1.1.35
Ἀδεὲς δέος: ἐπὶ τῶν μάτην δεδοικότων. 1. 30 Ἀγαμεμνόνεια φρέατα: Ἀγαμέμνων γὰρ
1.1.36
παρὰ τὴν Αὐλίδα καὶ τὴν ὅλην Ἑλλάδα φρέατα ὤρυξεν. 1. 31 Ἀγαμέμνονος θυσία: ἐπὶ
1.1.37
τῶν δυσπειθῶν καὶ σκλη ρῶν. θύοντος γὰρ Ἀγαμέμνονος ὁ βοῦς φυγὼν μόλις
1.1.38
ἐλήφθη. 1. 32 Ἀγαθὴ καὶ μᾶζα μετ' ἄρτον: ἐπὶ τῶν τὰ δεύτερα τισὶ διδόντων. 1. 33
1.1.39
Ἀγαθώνειος αὔλησις: ἡ ἡδίστη καὶ εὐφραντή. 1. 34 Ἀνδριὰς σφυρήλατος: ἐπὶ τῶν
1.1.40
ἀναισθήτων. 1. 35 Ἀγέλαστος πέτρα: ἐπὶ τῶν λύπης προξένων. ἐφ' ᾗ ἡ Δημήτηρ, ὅτε
1.1.41
τὴν κόρην ἐζήτει, ἐκάθισεν. 1. 36 Ἀγαθῶν θάλασσα· καί· Ἀγαθῶν θησαυρός· καί·
1.1.42
Ἀγαθῶν ἀγαθίδες· καί· Ἀγαθῶν μυρμηκιά: ἐπὶ πλήθους ἀγαθῶν λέγεται. 1. 37
1.1.43
Ἁγνότερος πηδαλίου: παρόσον ἐν θαλάττῃ τὸ πη δάλιον ἄττον,† καθαρὸν ἐστίν. 1. 38
1.1.44
Ἄλλος οὗτος Ἡρακλῆς: ἐπὶ τῶν ἰσχυρῶν. 1. 39 Ἅλις δρυός: ἐπὶ τῶν εἴς τινα δίαιταν
1.1.45
βελτίονα με ταβαλλομένων. παυσάμενοι γὰρ τῶν βαλάνων οἱ παλαιοὶ μετεῖχον
1.1.46
σίτου καὶ οἴνου. 1. 40 Ἄκαιρος εὔνοι' οὐδὲν ἔχθρας διαφέρει: ταύτην Ἱππόλυτος πρὸς
1.1.47
Φαίδραν εἶπε, φάσκουσαν φιλεῖν αὐτὸν σφόδρα. 1. 41 Αὐτοὶ χελώνας ἐσθίετε, εἴπερ
1.1.48
εἴχετε: ἁλιεῖς ἡλίευσαν μεγάλην χελώνην καὶ ἀνασπάσαντες αὐτὴν, ἐμέ ριζον τὴν
1.1.49
παροῦσαν. τὸν δὲ Ἑρμῆν παριόντα ἐπὶ τὴν ἑστίασιν ἐκάλουν· ὁ δὲ τὸ προκείμενον
1.1.50
εἶπε. 1. 42 Ἂν οἶνον αἰτῇ, κονδύλους αὐτῷ δίδου: ἐπὶ τῶν ἀγαθὰ μὲν αἰτούντων,
1.1.51
δεινὰ δὲ λαμβανόντων. 1. 43 Αἱροῦντες ᾑρήμεθα: ἐπὶ τῶν ἐλπισάντων νικᾶν τινάς,
1.1.52
εἶθ' ὑπ' ἐκείνων ἁλόντων. 1. 44 Αἰάντειος γέλως: ἐπὶ τῶν παραφρόνως γελώντων.
1.45.1
Ἀνίπτοις χερσίν: ἐπὶ τῶν βεβήλοις χερσὶ τὰ ἱερὰ μεταχειριζομένων. 1. 46
1.45.2
Ἀκέφαλος μῦθος: ἐπὶ τῶν ἀτελῆ λεγόντων. 1. 47 Ἄλλως ᾄδεις: ἐπὶ τῶν μάτην
1.45.3
πονούντων. 1. 48 Ἅμ' ἔπος, ἅμ' ἔργον: ἐπὶ τῶν ὀξέως ἀνυομένων. 1. 49
1.45.4
Ἀντιπελαργεῖν: ἀντιδιδόναι χάριτας. λέγεται τοὺς πελαργοὺς γεγηρακότας τοὺς
1.45.5
γονεῖς τρέφειν. 1. 50 Ἄνθρωπος ἀνθρώπου δαιμόνιον: ἐπὶ τῶν ἀπροσ δοκήτως
1.45.6
σωζομένων. 1. 51 Ἄξιος τοῦ παντός: ἐπὶ τῶν σφόδρα τιμίων. 1. 52 Αἰεὶ γέροντι νέαν
1.45.7
ποτιβάλλειν κούρην: ἐπὶ τῶν πρεσβυτέρων βουλομένων νέαις συνευνάζεσθαι. 1. 53
1.45.8
Ἄξιος εἶ τῆς ἐν Ἄργει ἀσπίδος: ἐπὶ τῶν εὐγενῶν. 1. 54 Ἀνέμου παιδίον: ἐπὶ τῶν
1.45.9
εὐμεταβόλων καὶ κούφων. 1. 55 Ἀνίπτοις ποσὶν ἀναβαίνειν ἐπὶ τὸ στέγος: ἐπὶ τῶν
1.45.10
ἀμαθῶς ἐπί τινα ἔργα ἐρχομένων. 1. 56 Ἀπὸ βαλβῖδος: ἤτοι ἀπ' ἀρχῆς δεῖ καλὸν εἶναι.
1.57.1
Ἀντὶ κακῆς κυνὸς ὗν ἀπαιτεῖς: ἐπὶ τῶν κακὰ ἀντὶ κακῶν ἐπιδιδόντων. 1. 58
1.57.2
Ἀρχαιότερα τῆς διφθέρας λέγεις: ἐπὶ τῶν μωρὰ διηγουμένων· ἡ γὰρ διφθέρα, ἐν ᾗ ὁ
1.57.3
Ζεὺς ἐπεγράφετο τὰ γιγνόμενα, παμπάλαιος. 1. 59 Ἀφ' ὑψηλοῦ μου καταγελᾷς: ἐπὶ
1.57.4
τῶν ἐξ ὕψους διαλεγομένων. ὡσανεὶ, πάνυ μου καταφρονεῖς. 1. 60 Ἀργούντων
1.57.5
χορός: ἐπὶ τῶν κακὰ ποιούντων. 1. 61 Ἄνω κάτω πάντα: ἐπὶ τῶν τὴν τάξιν μεταστρε
1.57.6
φόντων. Μένανδρος Ἐγχειριδίῳ· καὶ ἐν Χήρᾳ· Τὸ λεγό μενον τοῦτ' ἐστὶ νῦν, Τἄνω
1.57.7
κάτω, φασί, τὰ κάτω δὲ ἄνω. 1. 62 Ἀκίνητα κινεῖν: παροιμία καθ' ὑπερβολήν, ὅτι μὴ
1.57.8
δεῖ κινεῖν μηδὲ βωμοὺς ἢ τάφους ἢ ὅρους. 1. 63 Ἀφ' Ἑστίας ἄρχεσθαι: ἐπὶ τῶν ἐν
1.57.9
δυνάμει γενομένων καὶ πρώτους ἀδικούντων τοὺς οἰκείους, ἐπεὶ ἔθος ἦν τῇ Ἑστίᾳ
1.57.10
πρώτῃ τῶν ἄλλων θεῶν θύειν. φέρεται δέ τις περὶ αὐτῆς μῦθος τοιοῦτος· μετὰ γὰρ
1.57.11
τὸ καταλυθῆναι τὴν τῶν Τιτάνων ἀρχήν φασι τὸν Δία τὴν βασιλείαν δια δεξάμενον
1.57.12
ἐπιτρέψαι τῇ Ἑστίᾳ λαβεῖν ὅτι ἂν βούλοιτο· τὴν δὲ τὴν παρθενίαν αἰτήσασθαι καὶ
1.57.13
τὰς ἀπαρχὰς παρὰ τῶν ἀνθρώπων.
1.57.14
Β .
1.57.15
1. 64t Βάσανος λίθος: ἐπὶ τῶν ἐξεταζομένων ἐν λόγοις, παρόσον ἡ Λυδία λίθος τὸν
1.57.16
χρυσὸν δοκιμάζει. 1. 65 Βασίλειος ὀφθαλμός: τὸν ἐπί τινα ἀρχὴν πεμπό μενον οὕτως
1.57.17
ἐκάλουν. 1. 66 Βάτραχος Σερίφιος: ἐπὶ τῶν ἀφώνων. 1. 67 Βάλλ' ἐς ὕδωρ: ἀντὶ τοῦ
1.57.18
καταπόντισον. ἐπὶ τῶν 1. 67 ὀλέθρου ἀξίων. 1. 68 Βορβόρῳ ὕδωρ λαμπρὸν οὔποθ'
1.57.19
εὑρήσεις: ἐπὶ τῶν τὰ κάλλιστα μιγνύντων τοῖς αἰσχίστοις. 1. 69 Βὴξ ἀντὶ πορδῆς: ἐπὶ
1.57.20
περδόντων καὶ προσποιουμέ νων βήχειν ἢ γελᾶν. ὃ ἐκλαμβάνεται ἐπὶ τῶν ἐν ἀπορίᾳ
1.57.21
τι πράττειν προσποιουμένων. 1. 70 Βοῦς ἐν πόλει: ἐπὶ τῶν θαυμαζομένων. Λυσίας γὰρ
1.57.22
ἐν ἀκροπόλει βοῦν ἔθηκεν. 1. 71 Βατράχῳ ὕδωρ· καί· Στέαρ γαλῇ: ἐπὶ τῶν ταῦτα
1.57.23
διδόντων, οἷς χαίρουσιν οἱ λαμβάνοντες. 1. 72 Βάλλεις μήλοις: ἐπὶ τῶν τυχεῖν ὧν
1.57.24
ἐρῶσι βουλομένων. 1. 73 Βαλανεύς: ἐπὶ τοῦ πολυπράγμονος. οὗτοι γὰρ σχολὴν
1.57.25
ἄγοντες πολυπράγμονες εἰσίν.
1.57.26
Γ .
1.57.27
1. 74t Γλυκὺς ἀπείρων πόλεμος: ἐπὶ τῶν ὑπ' ἀπειρίας ἑαυτοὺς καθιέντων εἰς
1.57.28
κινδύνους. 1. 75 Γέλως Ἰωνικός: ἐπὶ τῶν ἐκλελυμένων. εἰς τοῦτο γὰρ οἱ Ἴωνες
1.57.29
διεβάλλοντο. 1. 76 Γνῶθι σαυτόν: ἐπὶ τῶν ὑπὲρ δύναμιν κομπαζόντων. 1. 77
1.57.30
Γυμνότερος λεβηρίδος: λεβηρὶς τὸ δέρμα τοῦ ὄφεως ἢ τοῦ ἐμβρύου. 1. 78 Γυμνῷ
1.57.31
φυλακὴν ἐπιτάττεις: ἐπὶ τῶν μὴ δυναμέ νων τὰ προστεταγμένα πληροῦν. 1. 79
1.57.32
Γηράσκω ἀεὶ πολλὰ διδασκόμενος: ἐπὶ τῶν διὰ γῆρας ἐμπειροτέρων. 1. 80 Γηρᾷ βοῦς,
1.57.33
τὰ δ' ἔργα πολλὰ τῷ βοΐ. 1. 81 Γυμνῇ τῇ κεφαλῇ: ἐπὶ τῶν ἀναισχύντως χωρούντων
1.57.34
πρὸς πᾶν τὸ τυχόν. 1. 82 Γυμνὸς ὡς ἐκ μήτρας: ἐπὶ τῶν ἀπόρων. 1. 83 Γυναικὸς
1.57.35
φρένας: ἐπὶ τῶν ἀνοήτων. 1. 84 Γλῶσσα ποῦ πορεύῃ πόλιν κατορθώσασα καὶ πάλιν
1.57.36
καταστρέφουσα: ἐπὶ τῶν διὰ λόγων ἢ βλαπτόν των ἢ ὠφελούντων. 1. 85 Γλαῦξ
1.57.37
ἵπταται: ἡ πτῆσις τῆς γλαυκὸς νίκης σύμβο λον τοῖς Ἀθηναίοις ἐνομίζετο. 1. 86
1.57.38
Γλυκὺς ἀγκών: ἐπὶ τῶν κατειρωνευομένων. τόπος δέ ἐστιν ἐν τῇ Μεμφίδι Ἀγκὼν
1.57.39
προσαγορευόμενος ὑπὸ τῶν πλεόντων κατὰ ἀντίφρασιν ἴσως, διὰ τὸ δυσχερές. ἔνιοι
1.57.40
δὲ τάττουσιν αὐτὴν ἐπὶ τῶν εὐθυμούντων, παρόσον τὸν ἀγκῶνα οἱ εὐφραινόμενοι
1.57.41
τιθέασιν .
1.57.42
Δ .
1.57.43
1. 87τ Δίκη δίκην ἔτικτε καὶ βλάβη βλάβην: ἐπὶ τῶν φιλοδίκων καὶ συνειρόντων
1.57.44
δίκαις δίκας. καὶ ἐπὶ τῶν πυ κναῖς προσπιπτόντων συμφοραῖς. 1. 88 Δεινοὶ πλέκειν
1.57.45
μηχανὰς Αἰγύπτιοι. 1. 89 Δὶς παῖδες οἱ γέροντες: ἐπὶ τῶν πρὸς τῷ γήρᾳ εὐηθεστέρων
1.57.46
εἶναι δοκούντων. 1. 90 Δαιδάλεια ποιήματα: ἐπὶ θαυμασμοῦ. 1. 91 Δικαιότερος
1.57.47
σταχάνης: ἐπὶ τῶν τὰ δίκαια ἀγα πώντων. οἱ γὰρ Δωριεῖς σταχάνην τὴν τρυτάνην
1.57.48
καλοῦσι διὰ τὴν στάσιν. 1. 92 Διωλύγιον κακόν: ἐπὶ τῶν μέγα τι κακὸν ὑφιστα
1.57.49
μένων. 1. 93 Διὸς ψῆφος: ἐπὶ τῶν ἱερῶν καὶ ἀθίκτων. 1. 94 Διὰ μέσου καὶ λιμὸς ἔῤῥει
1.57.50
καὶ κάλλιστ' ἀπόλ λυται: φθαρέντος γὰρ τοῦ λιμώττοντος καὶ ὁ λιμὸς ἀπόλλυται.
1.95.1
Δίζεσθαι βιοτὴν, ἀρετὴν δ' ὅταν ᾖ βίος. 1. 96 Δὶς καὶ τρὶς τὸ καλόν: παροιμία, ὅτι
1.95.2
χρὴ περὶ τῶν καλῶν πολλάκις λέγειν.
1.95.3
Ε .
1.95.4
1. 97t Ἐν ἅλῳ δρασκάζεις: ἤγουν κρύπτῃ. ἐπὶ τῶν μὴ δυναμένων λαθεῖν. 1. 98
1.95.5
Εἴληφεν ἡ παγὶς τὸν μῦν: ἐπὶ τῶν ἀξίως ἁλισκο μένων. 1. 99 Ἕλκων ἐφ' ἑαυτὸν
1.95.6
ὥσπερ ὁ καικίας νέφος, Ἔπειτα πλουτῶν οὐκέθ' ἥδεται φακῆ, πρὸ τοῦ δ' ὑπὸ
1.95.7
τῆς πενίας ἅπαντ' ἐπήσθιεν. 2. 1 Ἐν θέρει τὴν χλαῖναν κατατρίβεις: ἐπὶ τῶν μὴ καθ'
1.95.8
ὥραν τοῖς ἀναγκαίοις χρωμένων. 2. 2 Εἰς θεοῦ ὦτα ἦλθεν: ἐπὶ μεγάλων πραγμάτων.