Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Paroemiae Leidense
Gregorius CypriusLeid 2 · pg-scrape-grcMore by Gregorius Cyprius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregorius-cyprius" aria-label="More works by Gregorius Cyprius"> —
⋯
More
Original / primary: Pg Scrape Grc
2.3.1
Εἷς ἀνὴρ, οὐδεὶς ἀνήρ. 2. 4 Ἐν νυκτὶ βουλήν: ἐπειδὴ ἡ νὺξ παῤῥησίαν δίδωσι
2.3.2
βουλεύεσθαι. 2. 5 Εἰς πάγας ὁ λύκος: ἐπὶ τῶν ἁρπαζόντων μὲν, κα τασχεθέντων δέ.
2.6.1
Εἰς μελίττας ἐκώμασας: ἐπὶ τῶν κακουμένων ἀθρόως. 2. 7 Ἐν πέντε κριτῶν
2.6.2
γούνασι: τὸ γὰρ παλαιὸν πέντε κριταὶ ἔκρινον τοὺς κωμικούς· ἢ ὅτι ἐν γόνασιν
2.6.3
εἶχον, ἃ νῦν εἰς γραμματεῖα ἐγγράφεται. 2. 8 Ἐκ λύκου στόματος: ἐπὶ τῶν ἀνελπίστως
2.6.4
παρὰ τινῶν τι λαμβανόντων. 2. 9 Ἐλέφαντος οὐδὲν διαφέρει: ἐπὶ τῶν ἀναισθήτων.
2.10.1
Εἰς Τροιζῆνα βαδίζεις: ἐπὶ τῶν ἐχόντων σπάνιν γενείων. 2. 11 Ἐλάφειος ἀνήρ: ὁ
2.10.2
δειλός. 2. 12 Εὐμεταβολώτερος κοθόρνου: ὑποδήματος εἶδος ὁ κόθορνος, ἐφαρμόζων
2.10.3
τοῖς δυσὶ ποσίν. 2. 13 Ἔνθ' οὔτε μίμνειν ἄνεμος οὔτε πλεῖν ἐᾷ: ἐπὶ τῶν δυσχρήστοις
2.10.4
παραπεσόντων. 2. 14 Ἐν γῇ πένεσθαι μᾶλλον ἢ πλουτοῦντα πλεῖν. 2. 15 Ἐχθρῶν
2.10.5
ἄδωρα δῶρα κοὐκ ὀνήσιμα: ἐπὶ τῶν ἀλυ σιτελῶν δώρων. 2. 16 Ἐν ἅλῳ δρασκάζεις:
2.10.6
ἤτοι ἐν ἅλῳ κρύπτῃ. ἐπὶ τῶν μὴ δυναμένων λαθεῖν. 2. 17 Εἶμι γὰρ ἐπ' αὐτὸν ἤδη τὸν
2.10.7
κολοφῶνα τοῦ λό γου: ἐπὶ μεγάλων καὶ ἀναντιῤῥήτων καὶ μεγάλην ἰσχὺν ἐχόντων.
2.10.8
ἱστόρηται γὰρ, ὡς τῶν ἐν τῇ Ἀσίᾳ πόλεων ἐκκλη σιαζουσῶν καὶ ψήφους
2.10.9
καταβαλλομένων μηδὲν τέως ἰσχύειν αὐτὰς, εἰ μὴ καὶ ἡ τοῦ Κολοφῶνος
2.10.10
καταβληθεῖσα τὸ κῦρος τοῖς ἐψηφισμένοις ἐδίδου. 2. 18 Ἐγγύα, πάρα δ' ἄτα: ἐπὶ τῶν
2.10.11
ῥᾳδίως ἐγγυωμένων καὶ κακῶς ἀπαλλαττομένων. λέγουσι δὲ αὐτὴν ἐν Δελφοῖς
2.10.12
ἀναγεγράφθαι· οἱ δὲ εἶπον οὐχ οὕτως ἔχειν, ἀλλὰ μόνον ἐγγύη ἄτη· καὶ παρέχουσι
2.10.13
μάρτυρα τούτου Κρατῖνον τὸν νεώτερον λέγοντα· Εἰς ἐγγύας τρεῖς πεσὼν, ἀνῃρέθην.
2.10.14
οὕτω ποτὲ ἐν Δελφοῖσιν ἦν τὰ γράμματα, τὴν ἐγγύην ἄτην. Ἀλλ' ἐγὼ φιλέταιρον
2.10.15
εἶχον ἔθος. ὅτι δέ ἐστιν ἡ ἐν Δελφοῖς ἐγγύα πάρα δ' ἄτα δῆλον ποιεῖ Χαρμίδῃ ὁ
2.10.16
Πλάτων, λέγων· ὃ δή μοι δοκοῦσι πα θεῖν καὶ οἱ τὰ ὕστερα γράμματα ἀναθέντες, τό
2.10.17
τε μηδὲν ἄγαν καὶ τὸ ἐγγύα, πάρα δ' ἄτα.
2.10.18
Ζ .
2.10.19
2. 20t Ζεὺς κατεῖδε χρόνιος εἰς τὰς διφθέρας: ὅτι οὐκ ἀπρονόητος. τὸν γὰρ Δία φασὶν
2.10.20
εἰς διφθέρας γράφειν τὰ πραττόμενα τοῖς ἀνθρώποις. 2. Ζωὴ πίθου: ἐπὶ τῶν μετρίως
2.10.21
ζώντων. ἀπὸ Διογένους τοῦ φιλοσόφου, ᾧ πίθος ἡδίστη διατριβὴ ἐγένετο. 2. 21 Ζῇ
2.10.22
χύτρα, ζῇ φιλία.
2.10.23
Η .
2.10.24
2. 22t Ἡ κύων ἐν τῇ φάτνῃ: πρὸς τοὺς μήτε ἑαυτοῖς χρω μένους μήτε ἄλλους ἐῶντας.
2.10.25
παρόσον ἡ κύων κριθὴν οὐ φάγει μένουσα ἐν φάτνῃ καὶ τὸν ἵππον οὐκ ἐᾷ.
2.10.26
Θ
2.10.27
2. 23t. Θυμὸς ἔσχατον γηράσκει: λέγεται διὰ τοὺς πρεσβυτέρους. ὅσον γὰρ
2.10.28
γηράσκουσι, τὸν θυμὸν ἐῤῥωμενέστερον ἔχουσι. 2. 24 Θαλάττῃ ἐκ χαράδρας ὕδωρ: ἐπὶ
2.10.29
τῶν τοῖς μεγά λοις τὰ μικρὰ προσφιλοτιμουμένων. 2. 25 Θάσος ἀγαθῶν: ἐπὶ τῶν
2.10.30
εὐδαίμονα καὶ λαμπρὸν ἀποδεῖξαί τινα ἐπαγγελλομένων. 2. 26 Θυμόσοφος: ἐπὶ τῶν
2.10.31
ὀξυμαθῶν καὶ εὐφυῶν. 2. 27 Θάμυρις μαίνεται: ἐπὶ τῶν συνετῶς μὲν βιούν των,
2.10.32
δοκούντων δέ τισι μαίνεσθαι. Θάμυρις γάρ τις ἰδὼν μαστιγούμενον οἰκέτην παρὰ
2.10.33
τοῦ δεσπότου αὐτοῦ ἐν τῷ ἱερῷ καὶ μὴ τοῦ ἱεροῦ φροντίζοντος, τὴν οὐσίαν αὐτοῦ
2.10.34
δοὺς ἀπεδήμησεν. ὃν οἱ ὁρῶντες ἔλεγον· Μαίνεται Θάμυρις. 2. 28 Θεὸς ἡ Ἀναίδεια:
2.10.35
ἐπὶ τῶν ἀναισχυντίᾳ ὠφρυωμένων.
2.10.36
Ι .
2.10.37
2. 29t Ἰλιὰς κακῶν ἐπῄει: ἐπὶ ταῖς μεγίσταις συμφοραῖς. 2. 30 Ἴσως Ἐριννύς ἐστιν ἐκ
2.10.38
τραγῳδίας: τὰ γὰρ ἀποτρόπαια τῶν φαντασμάτων τραγῳδοῖς μᾶλλον ἁρμόττει. 2. 31
2.10.39
Ἰχθὺν νήχεσθαι διδάσκεις: ἐπὶ διδασκόντων, ἃ ἐπίστανται. 2. 32 Ἰαλέμου
2.10.40
ψυχρότερος: Ἰάλεμον τὸν θρῆνον φασί· λέγουσι δὲ αὐτὸν υἱὸν Καλλιόπης γενέσθαι
2.10.41
κακοδαίμονα καὶ ὑστερούμενον καὶ ὀρφανόν. 2. 33 Ἱππεῖς προκαλεῖσθαι εἰς πεδίον:
2.10.42
ἐπὶ τῶν τοὺς ἔν τισι βελτίους καὶ ἐπιστημονεστέρους αὑτῶν εἰς ἔριν προ
2.10.43
καλουμένων .
2.10.44
Κ .
2.10.45
2. 34t Κακοῦ κόρακος κακὸν ᾠόν: ὅτι ἄβρωτόν ἐστι αὐτὸ τὸ ζῷον, ἀλλὰ δὴ καὶ τὸ
2.10.46
ᾠὸν αὐτοῦ. ἢ ἀπὸ Κόρακος ῥή\ τορος πρώτου διδάξαντος τὴν ῥητορικήν· τὸν γὰρ
2.10.47
μαθη τὴν αὐτοῦ μισθὸν ἀπαιτῶν, εἰς τὸ δικαστήριον, εἶπεν ὁ αὐτὸς μαθητὴς, ἴωμεν,
2.10.48
καὶ εἰ μὲν νικήσειας, οὐ μεμά θηκα· εἰ δὲ ἡττηθήσῃ, οὐ λήψῃ μισθούς. 2. 35 Καθώσπερ
2.10.49
αἱ τίτθαι σιτίζεις κακῶς. 2. 36 Κύων ἐπιστρέψας ἐπὶ τὸν ἴδιον ἔμετον. 2. 37 Κἂν ἐπὶ
2.10.50
νεκροῦ κερδαίνειν: ἐπὶ τῶν κερδαινόν των ἐκ πενήτων καὶ τεθνεώτων. 2. 38 Κατὰ
2.10.51
ῥοῦν φέρεται. 2. 39 Καρκίνος λαγωὸν αἱρεῖ: ἐπὶ τῶν ἀδυνάτων. 2. 40 Καρκίνος λαιμὸν
2.10.52
αἱρεῖ: ἐπὶ τῶν ἀδυνάτων. 2. 41 Κανθάρου μελάντερος: καί· Κανθάρου σοφώ τερος: ἐπὶ
2.10.53
τῶν πονηρῶν καὶ κακοήθων. 2. 42 Κακοὶ τῆς πονηρίας πίνουσι τὴν ὁμίχλην: ἐπὶ τῶν
2.10.54
κατ' ἀξίαν τιμωρουμένων. 2. 43 Κακῶν πανήγυρις: ἐπὶ πλήθους κακῶν. 2. 44 Κηροῦ
2.10.55
εὐπλαστότερος: ἐπὶ τῶν ῥᾳδίως τι ποι ούντων. 2. 45 Καδμεία νίκη: ἡ ἐπὶ κακῷ νίκη·
2.10.56
Ἐτεοκλῆς καὶ Πο λυνείκης υἱοὶ Οἰδίποδος, τινὲς δὲ Κάδμου, οὗ τὴν βασι λείαν
2.10.57
διεδέξαντο, συνέθεντο πρὸς ἀλλήλους, ἕνα καθ' ἕνα χρόνον βασιλεύειν αὐτούς.
2.10.58
βασιλεύσας δὲ ὁ Ἐτεοκλῆς οὐκ ἐβούλετο Πολυνείκην κατὰ τὸ δόξαν βασιλεῦσαι, καὶ
2.10.59
τῷ πολέμῳ ἀλλήλους διεχειρίσαντο καὶ ἐπὶ κακῷ νενικήκασιν, ὅτι ὁ ἕτερος ἀνεῖλε
2.10.60
τὸν ἕτερον. 2. 46 Καθ' ἑαυτοῦ Βελλεροφόντης: ἐπὶ τῶν καθ' ἑαυ τῶν τι ποιούντων.
2.47.1
Κερκωπίζειν: ἀντὶ τοῦ δουλεύεσθαι καὶ ἀπατᾶν. με τενήνεκται δὲ ἀπὸ τῶν
2.47.2
Κερκώπων. 2. 48 Κατὰ βοὸς εὔχου: ἐπὶ τῶν μέγα βοώντων. 2. 49 Κωφότερος κίχλης:
2.47.3
παρόσον ἄφωνον τὸ ζῷον. 2. 50 Κανθάρου σκιά: ἐπὶ τῶν φοβουμένων, ἔνθα οὐ δεῖ.
2.51.1
Κορυδέως εἰδεχθέστερος: ἐπὶ δυσμορφίᾳ οὗτος διεβάλλετο. 2. 52 Κεκύλισται ὁ
2.51.2
πίθος: ἐπὶ τῶν κατὰ μίμησιν ἑτέρων τι μάτην ποιούντων. 2. 53 Κύρβεις**: ξύλα
2.51.3
πινακοειδῆ, ἐν οἷς τοὺς νόμους ἔγραφον. 2. 54 Κοινὰ τὰ τῶν φίλων. 2. 55 Κατὰ ῥοῦν
2.51.4
φέρεται: ἐπὶ τῶν εὐπλοούντων. 2. 56 Κυνόσαργες: ὁ τόπος, ἐν ᾧ οἱ νόθοι
2.51.5
ἐξεκρίνοντο. κύων γάρ τις ἡρπακὼς κρέας, ἐκεῖ ἀπεκόμισεν· ὅθεν καὶ Κυνόσαργες.
2.57.1
Καρπὸν, ὃν ἔσπειρας, θέριζε: ἐπὶ τῶν τοιαῦτα πασχόντων, οἷα ἔδρασαν.
2.57.2
παρῆκται δὲ ἀπὸ τοῦ στίχου· Εἰ δὲ κακὰ σπείραις, κακά κεν ἀμήσαιο. καὶ πάλιν· Ὃς
2.57.3
δὲ κακὰ σπείρει, θεριεῖ κακὰ κήδεα παισίν.
2.57.4
Λ .
2.57.5
2. 58t Λύδιον ἅρμα: ἐπὶ τῶν ἐριζόντων ἐν ἀγῶσι καὶ πολὺ ἀπολιμπανομένων. ὁ γὰρ
2.57.6
Πέλοψ Λυδὸς ὢν ἐνίκησε τὸν Οἰνόμαον τῷ ἰδίῳ ἅρματι. καὶ ἔκτοτε ἡ παροιμία, παρὰ
2.57.7
Λύδιον ἅρμα θέειν. ἡ παρὰ πρόθεσις σημαίνει καὶ τὴν πλησιότητα ὡς τό, ἕζετο,
2.57.8
παρέζετο· καὶ τὴν πλείονα σχέσιν, ὡς τό, ὁρμῶ, παρορμῶ. σημαίνει καὶ τὴν ἐκτὸς
2.57.9
σχέσιν, τὴν ἔξω τοῦ πρέποντος, ὡς τό, ἄνομος, παράνο μος. ὡς τό· εἰ καὶ πεζοὶ ἦμεν
2.57.10
πάρα Λύδιον ἅρμα θέοντες· ἀντὶ τοῦ· ἔξω καὶ μακρὰν τοῦ Λυδικοῦ ἅρμα τος
2.57.11
τρέχοντες κατὰ σύγκρισιν· τάχιστα γὰρ τὰ Λύδια ἅρ ματα. τοιοῦτος δὲ ὁ μέγας
2.57.12
Βασίλειος, ἅρμα Λύδιον. 2. 59 Λεπτὴν πλέκει: ἐπὶ τῶν πενιχρῶν. 2. 60 Λιβυκὸν θηρίον:
2.57.13
ἐπὶ τῶν πολυτρόπων, διὰ τὸ τὴν Λιβύην πολύθηρον εἶναι. 2. 61 Λυγκέως ὅμοιος: ὁ
2.57.14
ὀξυδερκής. 2. 62 Λήθαργος κύων: ὁ προσσαίνων μὲν, δάκνων δὲ λάθρα. 2. 63 Λυδὸς ἐν
2.57.15
μεσημβρίᾳ: ἐπὶ τῶν ἀκολάστων, ὡς ταύ ταις ταῖς ὥραις ἀκολασταινόντων. οἱ γὰρ
2.57.16
Λυδοὶ κωμῳδοῦν ται ταῖς χερσὶν αὑτῶν πληροῦντες τὰ ἀφροδίσια. ἡ δὲ παρ οιμία
2.57.17
αὕτη ὁμοία τῇ· Αἰπόλος ἐν καύματι, ἐπειδὴ ἐν ταῖς τοιαύταις ὥραις οἱ αἰπόλοι
2.57.18
ἀκολασταίνουσι. 2. 64 Λύκου πτερά: ἐπὶ τῶν ἀδυνάτων. 2. 65 Λύχνον ἐν μεσημβρίᾳ
2.57.19
ἅπτεις: ἐπὶ τῶν ἐν καιρῷ ἀνεπιτηδείῳ τι ποιούντων. 2. 66 Λύκου ῥήματα: ἐπὶ τοῦ καὶ
2.57.20
λόγοις καὶ ἔργοις ἀδι κοῦντος. ἰδὼν γὰρ λύκος ποιμένα προβάτεια ἐσθίοντα, εἶ πεν·
2.57.21
ἡλίκος ἂν ἤρθη θόρυβος, εἰ ἐγὼ ταῦτ' ἐποίουν. 2. 67 Λευκῷ λίθῳ λευκὴ στάθμη: ἐπὶ
2.57.22
τῶν ἄδηλα ἀδή λοις σημειουμένων κἀν τούτῳ μηδὲν συνιέντων. ἡ γὰρ ἐν τοῖς
2.57.23
λευκοῖς λίθοις στάθμη λευκὴ οὐ δύναται δεικνύναι διὰ τὸ μὴ παραλλάττειν,
2.57.24
καθάπερ ἡ διὰ τῆς μίλτου γιγνομένη. ὡς Σοφοκλῆς Κηδαλίωνι· τοῖς μὲν λόγοις τοῖς
2.57.25
σοῖσιν οὐ τεκμαίρομαι, οὐ μᾶλλον ἢ λευκῷ λίθῳ λευκὴ στάθμη· ἔστι δὲ στάθμη
2.57.26
σπάρτος τεκτονική. κατ' ἔλλειψιν δὲ εἴρηται ἡ παροιμία· διὸ καὶ ἀσαφὴς ἐγένετο· τὸ
2.57.27
δὲ ὅλον ἐστὶ τοι οῦτον· ἐν λευκῷ λίθῳ λευκὴ στάθμη.
2.57.28
Μ .
2.57.29
2. 68t Μία λόχμη δύο ἐριθάκους οὐ τρέφει: ἐπὶ τῶν ἐκ μικροῦ κερδαίνειν
2.57.30
σπουδαζόντων. ἐρίθακος δέ ἐστιν ὄρ νεον μονῆρες καὶ μονότροπον. 2. 69 Μέλιτος
2.57.31
μυελός: ἐπὶ τοῦ ἄγαν ἡδέος. 2. 70 Μὴ παιδὶ μάχαιραν: μὴ τοῖς ἀπείροις ἐγχειρίζειν
2.57.32
πράγματα, ἵνα μὴ καθ' ἑαυτῶν χρήσωνται. 2. 71 Μία χελιδὼν ἔαρ οὐ ποιεῖ, οὐδὲ μία
2.57.33
μέλισσα μέλι. 2. 72 Μασχάλην αἴρειν: ἐπὶ τῶν πολλάκις πινόντων. 2. 73 Μὴ
2.57.34
μελαμπύγου τύχῃς: μή τινος ἀνδρείου καὶ ἰσχυροῦ. 2. 74 Μὴ πῦρ ἐπὶ πῦρ. 2. 75 Μὴ
2.57.35
κινεῖν κακὸν εὖ κείμενον. 2. 76 Μᾶλλον αὐτὸν λέληθεν ἢ οἱ τῆς θαλάσσης λεγόμενοι
2.57.36
χόες: ἐπὶ τοῦ πολυμαθοῦς καὶ ἐμπείρου. 2. 77 Μυσῶν ἔσχατος: ἐπὶ τῶν εὐτελεστάτων.
2.78.1
Μὴ κινεῖν κακὸν εὖ κείμενον: ἐπὶ τῶν ἑαυτοῖς ἐξ ἀγνοίας πράγματα
2.78.2
ἐγειρόντων. ταύτης μέμνηται καὶ Ὑπερίδης ὁ ῥήτωρ ἐν τῷ πρὸς Ἀριστογείτονα· «καὶ
2.78.3
οὐδὲ ἐκ τῆς παροιμίας δύνασαι μανθάνειν τὸ μὴ κινεῖν κακὸν εὖ κείμενον.»
2.78.4
μετῆκται δὲ ἐκ τοῦ ἐν Ῥόδῳ κολοσσοῦ, ὃς πεσὼν πολλὰς οἰκίας κατέσεισε. βασι λέως
2.78.5
δὲ βουλομένου αὐτὸν ἀναστῆσαι φοβούμενοι οἱ Ῥόδιοι μὴ πάλιν καταπέσῃ, τὸ
2.78.6
προκείμενον ἐπεφθέγξαντο. 2. 79 Μηδὲν ἄγαν: ἑνὸς τῶν ἑπτὰ σοφῶν τὸ ἀπόφθεγμα,
2.78.7
ὅμοιον τῷ· μηδὲν ὑπὲρ τὸ μέτρον.
2.78.8
Ν .
2.78.9
2. 80t Νῷ πείθου: ὁμοία τῇ· θεῷ ἕπου. 2. 81 Νέμεσις δέ γε παρὰ πόδας βαίνει: παρόσον
2.78.10
μέτ εισι ταχέως ἡ δαίμων τοὺς ἡμαρτηκότας. 2. 82τ Ο. Οἴκοι τὰ Μιλήσια· μὴ γὰρ
2.78.11
ἐνθάδε: ἐπὶ τῶν ὅπου μὴ προσήκει ἐπιδεικνυμένων τὰ ἀηδῆ ἐπιτηδεύματα καὶ
2.78.12
διαβεβλημένα. Μιλήσιος γὰρ παρὰ Λακεδαιμονίοις δημη γορῶν καὶ τὴν οἴκοι
2.78.13
τρυφὴν ἐπαινῶν ἤκουσε ταῦτα. 2. 83 Οἶνος, ὦ παῖδες, ἀλήθεια. 2. 84 Οὔθ' ὕεται οὔθ'
2.78.14
ἡλιοῦται: ἐπὶ τῶν ἔξω πάσης φροντίδος ἑστώτων. 2. 85 Οὐκ ἐπαινεθείης οὐδὲ παρὰ
2.78.15
δεῖπνα: ἐπὶ τῶν μηδενὸς ἀξίων· εἰώθασι γὰρ ἐν τοῖς δείπνοις τὸν τελευτή σαντα
2.78.16
ἐπαινεῖν, εἰ καὶ φαῦλος ἦν. 2. 86 Οὐ μὴ χαμαὶ πέσῃ: ἐπὶ τῶν διακενῆς οὐδὲν λεγόν
2.78.17
των, ἀλλ' ἐπιτυγχανόντων. ἥδε τοῦ Πλάτωνος. 2. 87 Ὁ κνὶψ ἐν χώρᾳ: ἐπὶ τῶν ταχέως
2.78.18
μεταπιπτόντων. κνὶψ γὰρ θηρίον ξυλοφάγον. 2. 88 Οἴκοι γενοίμην: ἐπὶ τῶν ἐκφυγεῖν
2.78.19
τὰ δεινὰ εὐχομένων. 2. 89 Οὐδ' ἴσασιν ὅσῳ πλέον ἥμισυ παντός: οἱ τῶν πλειόνων
2.78.20
ἐπιθυμοῦντες καὶ ἃ ἔχουσιν ἀποβάλλουσι. 2. 90 Ὁ μῦθος ἀπώλετο: ἐπὶ τῶν τὴν
2.78.21
διήγησιν καὶ μὴ ἐπὶ πέρας ἀγόντων. 2. 91 Ὁ μῦθος ἀπώλετο: τούτῳ τῷ λόγῳ χρῶνται
2.78.22
οἱ λέ γοντές τι πρὸς τοὺς μὴ προσέχοντας. 2. 92 Ὁ τὸν ποταμὸν καθηγούμενος αὐτὸ
2.78.23
δείξει: ἐπὶ τῶν ἐκ τῆς πείρας γιγνωσκομένων. κατιόντων γάρ τι νων εἰς ποταμὸν
2.78.24
πρὸς τὸ διαπερᾶσαι, ἤρετό τις τὸν προ ηγούμενον, εἰ βάθος ἔχει τὸ ὕδωρ; ὁ δὲ ἔφη·
2.78.25
αὐτὸ δείξει. 2. 93 Ὀστράκου περιστροφή: ἐπὶ τῶν διὰ τάχους εἰς φυγὴν ὁρμώντων, ἢ
2.78.26
ἐπὶ τῶν εὐμεταβόλων. 2. 94 Οὐ πόλεμον ἀγγέλλεις: ἐπὶ τῶν ἀγαθὰ ἀγγελ λόντων.
2.78.27
Π .
2.78.28
2. 95t Πολλὰ μεταξὺ κύλικος καὶ χείλεος: ἐπὶ τῶν εἰς χρόνον μακρὸν γενήσεσθαι
2.78.29
μελλόντων. 2. 96 Πολλοί σε μισήσουσιν, ἂν σαυτὸν φιλῇς: τοῦτό φασι Νύμφας πρὸς
2.78.30
Νάρκισσον εἰπεῖν, ἀποβλέποντα εἰς πηγὴν καὶ τὴν οἰκείαν ποθοῦντα μορφήν. 2. 97
2.78.31
Πρὸ τῆς νίκης ἐγκώμιον ᾄδεις: ἐπὶ τῶν προλαμβανόντων τὰ πράγματα. 2. 98 Παθὼν
2.78.32
δέ τε νήπιος ἔγνω. 2. 99 Πολλῶν ἐγὼ θηρίων ἀκήκοα ψόφους. Πενίη σοφίην
2.78.33
ἔλαχεν: ἐπειδὴ οἱ πένητες πολλὰς τέχνας ἐπιτηδεύουσι. 3. 1 Πάνθ' ὑπὸ μίας Μύκονος:
2.78.34
ἐπὶ τῶν μίᾳ δίκῃ καταδικασθέντων. 3. 2 Πονηρὰ κατὰ τρυγόνα ψάλλεις: ἐπὶ τῶν
2.78.35
ἐπιπόνως ζώντων. 3. 3 Πολύποδος ὁμοιότης: πρὸς τοὺς ἐξομοιοῦντας ἑαυτούς. 3. 4
2.78.36
Πάντα κάλων ἐφέντες· ἢ σείσαντες: ἐπὶ τῶν πάσῃ προθυμίᾳ χρωμένων. παρῆκται δὲ
2.78.37
ἀπὸ τῶν τὰ σχοινία ἢ τὰ ἄρμενα χαλώντων ναυτῶν.
2.78.38
Ρ .
2.78.39
3. 5t Ῥαδαμάνθυος κρίσις: ἡ δικαιοτάτη. 3. 6 Ῥόδον παρελθὼν μηκέτι ζήτει πάλιν: ἐπὶ
2.78.40
τῶν κυδαινόντων τινάς. 3. 7 Ῥόδον ἀνεμώνῃ συγκρίνεις: ἐπὶ τῶν τὰ ἀνόμοια
2.78.41
συμβαλλόντων. 3. 8 Ῥόδα μ' εἴρηκας: ἀντὶ τοῦ· ἐμοὶ τὰ παρά σου εἰρημένα ῥόδα
2.78.42
ἐστίν .
2.78.43
Σ .
2.78.44
3. 9t Σήπινον γερόντιον: ἐπὶ τῶν ἀσθενῶν. 3. 10 Σὺν τῷ θεῷ πᾶς καὶ γελᾷ κὠδύρεται:
2.78.45
ἀντὶ τοῦ· θεοῦ βουλομένου καὶ τὰ κακὰ μεθίσταται εἰς τέρψιν.
2.78.46
Τ .
2.78.47
3. 11t Τυφλότερος ἀσπάλακος: ἐπὶ τῶν παντελῶς πεπηρωμένων. 3. 12 Τρυγόνος
2.78.48
λαλίστερος: ἐπειδὴ αἱ τρυγόνες οὐ μόνον τῷ στόματι, ἀλλὰ καὶ τοῖς ὀπισθίοις
2.78.49
μέρεσιν ἠχοῦσι. 3. 13 Τιθωνοῦ γῆρας: ἐπὶ τῶν πολυχρονίων. 3. 14 Τὰς ἐν ᾅδου
2.78.50
τριακάδας: τιμᾶται δὲ ἡ τριακὰς ἐν ᾅδου διὰ τὴν Ἑκάτην. καὶ γὰρ Ἀθηνᾶ καὶ Ἄρτεμις
2.78.51
καὶ Ἑκάτη ἓν εἶναι δοκοῦσι. 3. 15 Τὸν Μίδου πλοῦτον καὶ Κροίσου: ἐπὶ τῶν
2.78.52
ὑπερβολικῶς πλουτούντων. 3. 16 Τροχὸς τὰ ἀνθρώπινα: ἤτοι εὐμετάβολα. 3. 17
2.78.53
Τυφλὸς τά τ' ὦτα τόν τε νοῦν τά τ' ὄμματ' εἶ. 3. 18 Τὴν ἑαυτοῦ σκιὰν δέδοικεν, ἐπὶ
2.78.54
τῶν σφόδρα δειλοτάτων.
2.78.55
Υ .
2.78.56
3. 19t Ὑπέρου περιστροφή: ἐπὶ τῶν τὰ αὐτὰ ποιούντων πολλάκις καὶ μηδὲν
2.78.57
ἀνυόντων· ἢ ἐπὶ τῶν ταχέως τι πραττόντων. 3. 20 Ὑπέρου γυμνότερος. 3. 21 Ὑπὲρ
2.78.58
τὸν κατάλογον: ἐπὶ τῶν γεγηρακότων. 3. 22 Ὑπόχαλκον τὸ χρυσίον: ἐπὶ τῶν
2.78.59
κεκιβδηλευμένων. 3. 23 Ὑπὲρ ὄνου σκιᾶς: ἐπὶ τῶν μηδενὸς ἀξίων.
2.78.60
Φ .
2.78.61
3. 24τ Φρὺξ ἀνὴρ πληγεὶς ἀμείνων καὶ διακονέστερος: νωθροὶ γὰρ δοκοῦσιν οἱ
2.78.62
Φρύγες οἰκέται. 3. 25 Φρούδου γὰρ ἤδη τοῦ κακοῦ μείων λόγος. 3. 26 Φρουρᾶς ᾄδων:
2.78.63
ἐπὶ τῶν ἀγρυπνούντων. 3. 27 Φρουρεῖν ἢ πλουτεῖν: ἐπὶ τῶν κερδαίνειν ἐφιεμένων.

Intertext edge

Open linked passage

Note