Paroemiae Leidense
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregorius-cyprius" aria-label="More works by Gregorius Cyprius">
—
⋯
Original / primary: Pg Scrape Grc
3.28.1
Φρουρήσεις ἐν Ναυπάκτῳ: ὅτι ὀλίγος μισθὸς ἐδίδοτο τοῖς Ναύπακτον
3.28.2
φρουροῦσι, τῶν ἐπιτηδείων πολλοῦ πιπρασκομένων. Ενιοι δὲ, ὅτι Φίλιππος ἑλὼν
3.28.3
Ναύπακτον Ἀχαιῶν γνώμῃ τοὺς φρουροὺς αὐτῆς ἀπέκτεινε. 3. 29 Φιλέψιος ὅδε: ἐπὶ
3.28.4
τῶν φιλοπαιγμόνων. οὗτος γὰρ μεταξὺ τῶν δημηγοριῶν μύθους ἔλεγε.
3.28.5
κεκωμῴδηται δὲ εἰς πανουργίαν.
3.28.6
Χ .
3.28.7
3. 30τ Χαλεπὰ τὰ καλά: Πιττακὸν ἀποτιθέμενον τὴν ἀρχὴν πρὸς τοὺς θαυμάζοντας
3.28.8
εἰπεῖν φασί, χαλεπὸν ἐσθλὸν ἔμμεναι. Σόλωνα δὲ μαλακίαν αὐτοῦ καταγνόντα
3.28.9
φάναι· χαλεπὰ τὰ καλά. Φασὶ δὲ Περίανδρον τὸν Κορίνθιον κατ' ἀρχὰς μὲν εἶναι
3.28.10
δημοτικὸν, ὕστερον δὲ τὴν προαίρεσιν μεταβαλόντα τυραννικὸν γενέσθαι· ὅθεν ἡ
3.28.11
παροιμία. Οἱ δὲ τὰ χαλεπὰ ἀντὶ τοῦ ἀδυνάτου τιθέασι, ὡς μηδὲ ἐκείνου δυνηθέντος
3.28.12
τηρῆσαι τὴν ἑαυτοῦ γνώμην. 3. 31 Χαλάσω τὴν ἱερὰν ἄγκυραν: ἐπὶ τῶν ἐν κινδύνοις
3.28.13
φευγόντων εἴς τινα δυνατόν. 3. 32 Χαμαιλέοντος εὐμεταβολώτερος: χαμαιλέων
3.28.14
ζῷόν ἐστιν εἰς ἅπαντα τὴν χρόαν μετατρέπων. 3. 33 Χελώνη μυιῶν: ἐπὶ τῶν
3.28.15
ἀφροντιστούντων τινός. τῷ δὲ Ἀγαμέμνονι τῆς Θερσίτου παῤῥησίας ἔλαττον ἔμελεν
3.28.16
ἢ χελώνῃ μυιῶν. 3. 34 Χειρώνειον ἕλκος: ἤτοι ἀνήκεστον. 3. 35 Χθόνια λουτρά: τὰ
3.28.17
τοῖς νεκροῖς ἐπιφερόμενα. ἐκόμιζον γὰρ εἰς τάφους λουτρά. 3. 36 Χύτραν ποικίλλειν:
3.28.18
ἐπὶ τῶν ἀδυνάτων. 3. 37 Χυτρεοῦς θεός: ὀστράκινος, εὐτελής. 3. 38 Χρυσὸς
3.28.19
Κολοφώνιος: οἱ Κολοφώνιοι τὸν κάλλιστον χρυσὸν εἰργάζοντο. καὶ γὰρ πολύ φασι
3.28.20
παραλλάττειν τοῦ ἄλλου τὸν Κολοφώνιον χρυσόν. 3. 39** Ἐγὼ δὲ ᾤμην
3.28.21
χρυσοχοήσειν: κέχρηται τῇ παροιμίᾳ Πλάτων· τί δὲ, ἦ δ' ὃς ὁ Θρασύμαχος,
3.28.22
χρυσοχοεῖ. ἔλαβεν ἀρχὴν ἐντεῦθεν. ἔπεσέ τις φήμη ποτὲ εἰς τὸ πλῆθος τῶν
3.28.23
Ἀθηναίων, ὡς ἐν Ὑμηττῷ χρυσοῦ ψῆγμα πολὺ φανείη καὶ φυλάττοιτο ὑπὸ τῶν
3.28.24
μαχίμων μυρμήκων. οἱ δὲ ἀναλαβόντες ὅπλα ἐξέθεον ἐπ' αὐτούς· ἄπρακτοι δὲ
3.28.25
ὑποστρέψαντες καὶ μάτην κακοπαθήσαντες ἔσκωπτον ἀλλήλους, λέγοντες σὺ δὲ
3.28.26
ᾤου ψῆγμα πολὺ συλλέξας χρυσοχοήσειν καὶ πλουτήσειν. ἐχλευάζοντο δὲ ὑπὸ τῶν
3.28.27
κωμικῶν· Εὔβουλος γοῦν φησίν· ἡμεῖς ποτ' ἄνδρας Κεκροπίδας ἐπείσαμεν, λαβόντας
3.28.28
εἰς Ὑμηττὸν ἐξελθεῖν ὅπλα.
3.28.29
Ψ .
3.28.30
3. 40t Ψύρα τὸν Διόνυσον: τὰ Ψύρα εὐτελὴς νῆσός ἐστι καὶ μικρὰ, πλησίον Χίου, μὴ
3.28.31
δυναμένη οἶνον ἐνεγκεῖν. λέγομεν οὖν τὴν παροιμίαν ἐπὶ τῶν ἐν συμποσίῳ
3.28.32
ἀνακειμένων καὶ μὴ πινόντων. λέλεκται δὲ καὶ ἐπὶ τῶν εὐτέλειαν σημαινόντων.
3.41.1
Ψεκὰς: ὁ δρόσος. οὕτως ἐκαλεῖτο Ἀντίμαχος, πτυελώδης ὤν. οὗτος δὲ μελῶν ἦν
3.41.2
ποιητής. οὕτω δὲ ἐκαλεῖτο, διότι προσέῤῥαινε τοῖς ὁμιλοῦσι διαλεγόμενος. ἐδόκει δὲ
3.41.3
ὁ Ἀντίμαχος ψήφισμα πεποιηκέναι, ὅτι τὸ ἱερὸν πῦρ οὐκ ἔξεστι φυσῆσαι. δεῖ
3.41.4
κωμῳδεῖν ἐξ ὀνόματος, ὡς μὴ καθαρεύοντι.
3.41.5
Ω .
3.41.6
3. 42t Ὠσὶν ἑστῶσιν: ἐπὶ τῶν πρὸς τὸ ἀκοῦσαι τὰ ὦτα εὐτρεπιζομένων. 3. 43 Ὤδινεν
3.41.7
ὄρος, εἶτα μῦν ἀπέτεκεν: ὅταν ἐλπίσας τὶς μεγάλα μικροῖς ἐντύχῃ.