Paroemiae Mosq
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregorius-cyprius" aria-label="More works by Gregorius Cyprius">
—
⋯
Original / primary: Pg Scrape Grc
1.1.1
Αὕτη ἡ μήρινθος οὐδὲν ἔσπασεν: ἀπὸ τῶν ἁλιευτῶν εἴρηται. 1. 2
1.1.2
Ἀφροδίσιος ὅρκος οὐκ ἐμποίνιμος: ἐπὶ τοῖς ἐρωτικοῖς ἐπιορκούμενοι οἱ θεοὶ οὐκ
1.1.3
ὀργίζονται. 1. 3 Ἀγορὰ Κερκώπων: ἐπὶ τῶν πονηρῶν καὶ κακοήθων. Κέρκωπες γάρ
1.1.4
τινες ἀπατεῶνες ἐγένοντο ἐν Ἐφέσῳ. 1. 4 Ἀετοῦ γῆρας, κορύδου νεότης: παρόσον καὶ
1.1.5
γη ράσκων ἀετὸς κρείττων ἐστὶ νεάζοντος ὄρνιθος. 1. 5 Ἀγαθὰ Κιλίκων: ἐπὶ τῶν οὐ
1.1.6
καλῶς πλουτούντων. Προδότης γὰρ Κίλιξ τις Μίλητον προδοὺς εὐπόρησεν. 1. 6
1.1.7
Ἀγροίκου μὴ καταφρόνει ῥήτορος: ὅτι οὐδὲ ἀτελῶν** 1. 7 Ἀδώνιδος κῆπος: ἐπὶ τῶν
1.1.8
ὀλιγοχρονίων καὶ ἀώρων. 1. 8 Ἄλλοτε δ' ἀλλοῖον τελέθειν καὶ χώρᾳ ἕπεσθαι: ὅτι
1.1.9
προσήκει τινὰ ἐξομοιοῦν ἑαυτὸν τοῖς ἤθεσι τῶν πόλεων καὶ τόπων, ἐν οἷς ἂν
1.1.10
γένοιτο· εἴρηται δὲ ἀπὸ τῶν πολυ πόδων. 1. 9 Ἄλλην δρῦν βαλάνιζε: ἐπὶ τῶν
1.1.11
ἀπαγορευόντων δώσειν ἔτι τοῖς αἰτοῦσιν εἰώθασι λαμβάνειν. 1. 10 Ἄιδεις ὥσπερ εἰς
1.1.12
Δῆλον πλέων: ἐπὶ τῶν ἀφρον τίστως καὶ φιληδόνως βιούντων. 1. 11 Ἅλα καὶ
1.1.13
κύαμον: ἐπὶ τῶν μὴ εἰδότων καὶ προσ ποιουμένων· οἱ γὰρ μάντεις ἅλα καὶ κύαμον
1.1.14
τιθέασι. 1. 12 Αἴρειν μασχάλην: ἀντὶ τοῦ εὐωχιάζειν. εἴρηται δὲ ἀπὸ τῶν ἀγροικικῶς
1.1.15
ὀρχουμένων. 1. 13 Αἲξ τὴν μάχαιραν. 1. 14 Ἄδακρυς πόλεμος· καί· Καθεύδοντος τρό
1.1.16
παιον: ἐπὶ τῶν ῥᾷστα καὶ παρὰ ἐλπίδα κατορθούντων. 1. 15 Αἰεὶ κολοιὸς πρὸς
1.1.17
κολοιόν· καί· Αἰεὶ τὸν ὁμοῖον ἄγει θεὸς πρὸς τὸν ὁμοῖον. 1. 16 Ἀμαλθείας κέρας: ὅτι
1.1.18
τῇ τροφῷ αὐτοῦ ὁ Ζεὺς Ἀμαλθείᾳ ἐξ αἰγὸς τρεφούσης αὐτὸν παρέσχε κέρας αἰγὸς, δι'
1.1.19
οὗ ἐπέβλυζεν αὐτῇ πᾶν ὅτι ἂν ᾐτήσατο. 1. 17 Ἀετὸν ἵπτασθαι διδάσκεις. 1. 18 Ἀεὶ γὰρ
1.1.20
εὖ πίπτουσιν οἱ Διὸς κύβοι: ἐπὶ τῶν ἀξίως τιμωμένων. 1. 19 Ἀγὼν πρόφασιν οὐκ
1.1.21
ἐπιδέχεται οὐδὲ φιλία: 1. 19 ἐπὶ τῶν διολλύντων. 1. 20 Ἀετὸς ἐν νεφέλαις. 1. 21
1.1.22
Ἀληλεσμένος βίος: ἐπὶ τοῦ ἑτοίμου καὶ ἀπόνου. 1. 22 Ἀνάγυρον κινεῖς: ἐπὶ τῶν
1.1.23
προξενούντων ἑαυτοῖς κακά. 1. 23 Ἀεί με τοιοῦτοι πολέμιοι διώκοιεν: ἐπὶ τῶν
1.1.24
καταπεφρονημένων καὶ οὐδενὸς ἀξίων. 1. 24 Ἀετὸς θρίπας ὁρᾷ: ἐπὶ τῶν
1.1.25
καταφρονούντων τινῶν. 1. 25 Ἅλμη οὐκ ἔστιν αὐτῷ: ἐπὶ τοῦ ἀηδοῦς. 1. 26 Ἀλώπηξ οὐ
1.1.26
δωροδοκεῖται: ἐπὶ τῶν οὐ ῥᾳδίως ἁλισκομένων. 1. 27 Ἀεὶ φέρει τι Λιβύη κακόν: ἐπὶ
1.1.27
τῶν ἀεὶ ἐξευρι σκόντων τι νέον κακόν. 1. 28 Ἄνω ποταμῶν χωροῦσιν αἱ πηγαί: ἐπὶ
1.1.28
τῶν ἐναντίως λεγομένων, οἷον εἰ ὁ πόρνος λέγει τὸν σώ φρονα πόρνον. 1. 29
1.1.29
Ἀργύρου κρῆναι λαλοῦσιν: ἐπὶ τῶν διὰ πλοῦτον ἐμφανιζομένων ἢ εὐημερούντων.
1.30.1
Ἀπὸ μείζονος ἀνδρὸς ἄλευε: ἤτοι φυλάττου· ἰωνικῶς. 1. 31 Ἀράβιος αὐλητής: ὃς
1.30.2
ηὔλει μὲν δραχμῆς, ἐπαύετο δὲ τεττάρων. 1. 32 Αἵμασι κλαίειν: καθ' ὑπερβολὴν, ἐπὶ
1.30.3
τῶν σφόδρα δακρυόντων. 1. 33 Αἱ Χάριτες γυμναί: ὅτι δεῖ δωρεὰν** εὐεργετεῖν. 1. 34
1.30.4
Ἀκόνην σιτίζεις: ἐπὶ τῶν† τρεφομένων καὶ οὐκ** ἐπιδιδόντων. 1. 35 Ἄλλοι κάμον,
1.30.5
ἄλλοι ὤναντο: ἐπὶ τῶν παρ' ἐλπίδα τὰ ἀλλότρια κληρονομούντων. 1. 36 Ἄλλο γλαὺξ,
1.30.6
ἄλλο κορώνη φθέγγεται: ἐπὶ τῶν μὴ συμφωνούντων ἀλλήλοις. 1. 37 Ἀλωπεκίζειν
1.30.7
πρὸς ἑτέραν ἀλώπεκα: ἐπὶ τῶν ἐξαπατᾶν βουλομένων τοὺς ὁμοίους. 1. 38 Ἄλλοισι
1.30.8
μὲν γλῶσσα, ἄλλοισι δὲ γομφίοι: ἐπὶ τῶν λάλων καὶ φάγων. 1. 39 Ἀνδρὸς γέροντος
1.30.9
σταφὶς τὸ κρανίον: ἐπὶ τῶν εἰς οὐδὲν χρησιμευόντων. 1. 40 Ἄλλα μὲν Λεύκων, ἄλλα
1.30.10
δὲ Λεύκωνος ὄνος: ἐπὶ τῶν ἐχόντων τοῖς λόγοις ἀσύμφωνα τὰ ἔργα. 1. 41 Ἄλλην μὲν
1.30.11
ἐξηντλοῦμεν, ἡ δ' ἐπεισρέει: ἐπὶ τῶν μάτην πονούντων. 1. 42 Ἄμας ἀπῄτουν, οἱ δ'
1.30.12
ἀπηρνοῦντο σκάφας. 1. 43 Ἅμ' ἠλέηται καὶ τέθνηκεν ἡ χάρις: ἐπὶ τῶν ἀχαρίστων.
1.44.1
Ἂν μὴ παρῇ κρέας, ταρίχῳ στερκτέον: ὅτι δεῖ τοῖς παροῦσιν ἀρκεῖσθαι. 1. 45
1.44.2
Ἄμμες ποτ' ἦμεν. 1. 46 Ἀεὶ τὰ πέρυσι βελτίω. 1. 47 Ἀνὴρ δὲ φεύγων οὐ μένει κτύπον
1.44.3
λύρας: ἐπὶ τῶν ταχέως ὀφειλόντων ἕκαστα πράττειν. 1. 48 Ἀνδρὶ Λυδῷ πράγματα οὐκ
1.44.4
ἦν, ἀλλ' αὐτὸς ἐλθὼν ἐπρίατο: ἐπὶ τῶν κακὰ ἑαυτοῖς ἐπισπωμένων. 1. 49 Ἀνέμους
1.44.5
γεωργεῖν: ἐπὶ τῶν πονούντων καὶ μηδε νὸς μεταλαγχανόντων. 1. 50 Ἀνάγκῃ οὐδὲ
1.44.6
θεοὶ μάχονται. 1. 51 Ἀντὶ πέρκης σκορπίον: ἐπὶ τῶν τὰ χείρω αἱρου μένων. 1. 52
1.44.7
Ἁλιεὺς πληγεὶς νοῦν οἴσει. 1. 53 Ἄλλοι σπείρουσιν, ἄλλοι δ' ἀμήσονται. 1. 54 Ἄρκτου
1.44.8
παρούσης ἴχνη ζητεῖς: ἐπὶ τῶν προδήλων. 1. 55 Ἀετὸν κάνθαρος μαιεύεται: ἐπὶ τῶν
1.44.9
ὑπό τινων εὐτελῶν πασχόντων. ὁ γὰρ κάνθαρος τὰ τοῦ ἀετοῦ ὠὰ ἀφανίζει κυλίων.
1.56.1
Ἀνδρὸς γέροντος αἱ γνάθοι βακτηρία. 1. 57 Ἀνδρὸς κακῶς πράσσοντος ἐκποδὼν
1.56.2
φίλοι. 1. 58 Ἀλώπηξ τὸν βοῦν ἐλαύνει: ἐπὶ τῶν δολερῶν καὶ μικρῶν, ὅμως δὲ
1.56.3
μεγάλους καταγωνιζομένων ἄφρονας. 1. 59 Ἄλλοτε μητρυιὴ πέλει ἡμέρα, ἄλλοτε δὲ
1.56.4
μή τηρ: ἐπὶ τῶν τότε μὲν εὐημερούντων, ἄλλοτε δὲ δυσημε ρούντων. 1. 60 Ἅμα δίδου
1.56.5
καὶ λάμβανε: ἐπὶ τῶν πρὸς ἄπιστον συναλλασσομένων. 1. 61 Ἄνθρακες ὁ θησαυρὸς
1.56.6
γέγονεν: ἐπὶ τῶν ἐφ' οἷς ἤλπισαν διαψευσθέντων. 1. 62 Ἀπὸ τῶν βραδυσκελῶν ὄνων
1.56.7
ἵππος ὤρουσεν. 1. 63 Ἅπαντα τοῖς σοφοῖς εὔκολα: ἐπὶ τῶν διὰ φρονή σεως πάντων
1.56.8
περιγινομένων. 1. 64 Ἀργυραῖς λόγχαις μάχου καὶ πάντων κρα τήσεις. 1. 65 Ἅπας
1.56.9
ἐχῖνος τραχύς. 1. 66 Ἀσκὸν δείρεις: ἐπὶ τῶν ἀνόητόν τι πονούντων. 1. 67 Αὐλητοῦ
1.56.10
βίον ζῇς: ἐπὶ τῶν ἐξ ἀλλοτρίων βιούντων. 1. 68 Ἀποτίσεις χοῖρε γίγαρτα: ἤτοι ἃ
1.56.11
ἔφαγες, ἀπο δώσεις. 1. 69 Ἀπήντησε κακοῦ βουλὴ πρὸς ὑπερτάτην ἄτην: ἐπὶ τῶν
1.56.12
πασχόντων ἄξια ὧν ἔδρασαν. 1. 70 Ἄθως καλύπτει πλευρὰ Λημνίας βοός. 1. 71 Ἀπὸ
1.56.13
κώπης ἐπὶ βῆμα: ἐπὶ τῶν ἀθρόως μεγίστοις ἐγχειρούντων. 1. 72 Αὑτὸν οὐ τρέφων
1.56.14
κύνας τρέφεις: ἐπὶ τῶν ἀπο ρούντων μὲν ἑαυτοὺς τρέφειν, ἄλλους δὲ
1.56.15
ἐπαγγελλομένων. 1. 73 Ἁλῶν μέδιμνον ἀποφαγών: ἐπὶ τῶν ἀχαρίστων. 1. 74 Ἅμαξα
1.56.16
τὸν βοῦν ἕλκει: ἐπὶ τῶν ἀντιστρόφως τι ποιούντων. 1. 75 Ἁμαξιαῖα ῥήματα: ἐπὶ τῶν
1.56.17
μεγάλων λόγων. 1. 76 Ἄνθρωπος Εὔριπος, καὶ ψυχὴ, καὶ διάνοια, καὶ τρόπος: ἐπὶ τῶν
1.56.18
ῥᾷστα μεταβαλλομένων. 1. 77 Ἀπόλωλεν ἡ ὗς καὶ τὸ τάλαντον καὶ ἡ γνάθος. 1. 78
1.56.19
Ἀκλητὶ κωμάζουσιν ἐς φίλους φίλοι: ὅμοιον καὶ τό· Αὐτόματοι δ' ἀγαθοὶ ἀγαθῶν ἐπὶ
1.56.20
δαῖτ' ἴασιν. 1. 79 Ἀνεῳγμέναι Μουσῶν θύραι. 1. 80 Ἀρχὴ ἄνδρα δείκνυσιν. 1. 81 Ἁλῶν
1.56.21
δὲ φόρτος ἔνθεν ἦλθεν, ἔνθ' ἔβη: ἐπὶ τῶν κακῶς κτηθέντων καὶ ἀποκτηθέντων.
1.56.22
ἔμπορος γὰρ ἅλας ἐπιφερόμενος ἐν νηῒ κλύδωνος γενομένου τοὺς ἅλας ἐν τῇ
1.56.23
θαλάσσῃ ἀπέβαλεν. 1. 82 Ἀργαλέον φρονέοντα παρ' ἄφροσι πόλλ' ἀγο ρεύειν. 1. 83
1.56.24
Ἂν ἡ λεοντῆ μὴ ἐξίκηται, τὴν ἀλωπεκῆν πρόσ αψον: ἐπὶ τῶν φανερῶς μὲν βλάπτειν
1.56.25
μὴ δυναμένων, πανουργίᾳ δὲ χρωμένων. 1. 84 Ἀρότρῳ ἀκοντίζεις: ἐπὶ τῶν ἀσκέπτως
1.56.26
τι ποιούντων. 1. 85 Αὐτὰρ ἡ πάγη ἔοικε λήψεσθαι πάγην. 1. 86 Αὐτοῦ Ῥόδος, αὐτοῦ
1.56.27
πήδημα. 1. 87 Ἀρχαϊκὰ φρονεῖς: ἤτοι εὐήθη. 1. 88 Ἀβυδηνὸν ἐπιφόρημα: διὰ τὸ τοὺς
1.56.28
Ἀβυδηνοὺς μετὰ δεῖπνον προσάγειν τοὺς αὑτῶν παῖδας τοῖς εὐωχου μένοις
1.56.29
κεκραγότας καὶ θορυβοῦντας καὶ ἀηδίαν ἐμποιοῦν τας τοῖς δαιτυμόσιν. 1. 89
1.56.30
Ἄβρωνος βίος: ὁ πολυτελής. Ἄβρων γάρ τις ἐγένετο πλούσιος. ὅθεν καὶ ἁβροδίαιτος.
1.90.1
Ἀεὶ γεωμόρος ἐς νέωτα πλούσιος. 1. 91 Ἀδεὲς δέος: ἐπὶ τῶν μάτην δεδοικότων.
1.92.1
Ἀγαμεμνόνεια φρέατα: Ἀγαμέμνων γὰρ παρὰ τὴν Αὐλίδα καὶ τὴν ὅλην Ἑλλάδα
1.92.2
φρέατα ὤρυξεν. 1. 93 Ἀγαμέμνονος θυσία: ἐπὶ τῶν δυσπειθῶν καὶ σκλη ρῶν. θύοντος
1.92.3
γὰρ Ἀγαμέμνονος ὁ βοῦς φυγὼν μόλις ἐλήφθη. 1. 94 Ἀγαθὴ καὶ μᾶζα μετ' ἄρτον: ἐπὶ
1.92.4
τῶν τὰ δεύ τερα τισὶ διδόντων. 1. 95 Ἀγαθώνειος αὔλησις: ἡ ἡδίστη καὶ εὐφραντή.
1.96.1
Ἀνδριὰς σφυρήλατος: ἐπὶ τῶν ἀναισθήτων. 1. 97 Ἀγέλαστος πέτρα: ἐπὶ τῶν
1.96.2
λύπης προξένων· ἐφ' ᾗ ἡ Δημήτηρ, ὅτε τὴν κόρην ἐζήτει, ἐκάθισεν. 1. 98 Ἀγαθῶν
1.96.3
θάλασσα· καί· Ἀγαθῶν θησαυρός· καί· Ἀγαθῶν ἀγαθίδες· καί· Ἀγαθῶν μυρμηκιά: ἐπὶ
1.96.4
πλήθους ἀγαθῶν λέγονται. 1. 99 Ἁγνότερος πηδαλίου: παρόσον ἐν θαλάττῃ τὸ
1.96.5
πηδάλιον ἄττον= καθαρὸν ἐστίν. Ἄλλος οὗτος Ἡρακλῆς: ἐπὶ τῶν ἰσχυρῶν.