Paroemiae Vat
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregorius-cyprius" aria-label="More works by Gregorius Cyprius">
—
⋯
Original / primary: Pg Scrape Grc
1.1
Paroemiae (e cod. Vat.) ΠΑΡΟΙΜΙΑΙ. ΑΡΧΗ ΤΟΥ Α.
1.1.1
Ἀρχαικὰ φρονεῖς: ἤτοι εὐήθη.
1.2.1
Ἀβυδηνὸν ἐπιφόρημα: τὸ ἀηδές, διὰ τὸ τοὺς Ἀβυδηνοὺς μετὰ δεῖπνον προσάγειν τοὺς ἑαυτῶν παῖδας τοῖς εὐωχουμένοις κεκραγότας καὶ θορυβοῦντας καὶ ἀηδὲς ἐμποιοῦντας τοῖς δαιτυμόσι.
1.3.1
Ἅβρωνος βίος: ὁ πολυτελής. Ἅβρων γάρ τις ἐγέ- νετο πλούσιος· ὅθεν καὶ ἁβροδίαιτος.
1.4.1
Ἀεὶ γεωμόρος ἐς νέωτα πλούσιος.
1.5.1
Ἀδεὲς δέος: ἐπὶ τῶν μάτην δεδοικότων.
1.6.1
Ἀγαμεμνόνεια φρέατα: Ἀγαμέμνων γὰρ παρὰ τὴν Αὐλίδα καὶ τὴν ὅλην Ἑλλάδα φρέατα ὤρυξεν.
1.7.1
Ἀγαμέμνονος θυσία: ἐπὶ τῶν δυσπειθῶν καὶ σκλη ρῶν· θύοντος γὰρ Ἀγαμέμνονος ὁ βοῦς φυγὼν μόλις ἐλήφθη.
1.8.1
Ἀγαθὴ καὶ μᾶζα μετ' ἄρτου: ἐπὶ τῶν τὰ δεύτερά τισι διδόντων.
1.9.1
Ἀγαθώνειος αὔλησις: ἡ ἡδίστη καὶ εὐφραντική.
1.10.1
Ἀνδριὰς σφυρήλατος: ἐπὶ τῶν ἀναισθήτων.
1.11.1
Ἀγέλαστος πέτρα: ἐπὶ τῶν λύπης προξένων. ἐφ' ᾗ Δημήτηρ ὅτε τὴν κόρην ἐζήτει ἐκάθισεν.
1.12.1
Ἀγαθῶν θάλασσα· καί· Ἀγαθῶν θησαυρός· καί· Ἀγαθῶν ἀγαθίδες· καί· Ἀγαθῶν μυρμηκιά: ἐπὶ πλήθους ἀγαθῶν λέγεται.
1.13.1
Ἁγνότερος πηδαλίου: παρόσον ἐν θαλάττῃ τὸ πηδάλιον ἄττον καθαρὸν ἐστίν.
1.14.1
Ἀγροίκου μὴ καταφρόνει ῥήτορος: ὅτι οὐδὲ τῶν εὐτελῶν χρὴ καταφρονεῖν.
1.15.1
Ἀδώνιδος κῆπος: ἐπὶ τῶν ὀλιχρονίων καὶ ἀώρων καὶ μὴ ἐῤῥιζομένων.
1.16.1
Ἄλλος οὗτος Ἡρακλῆς: ἐπὶ τῶν ἰσχυρῶν.
1.17.1
Ἅλις δρυός: ἐπὶ τῶν εἴς τινα δίαιταν βελτίονα με ταβαλλομένων. παυσάμενοι γὰρ τῶν βαλάνων οἱ παλαιοὶ μετεῖχον σίτου καὶ οἴνου.
1.18.1
Ἅλα καὶ κύαμον: ἐπὶ τῶν εἰδέναι μὲν προσποιουμέ νων, οὐκ εἰδότων δέ. οἱ γὰρ μάντεις ἅλα καὶ κύαμον τιθέασι.
1.19.1
Ἄκαιρος εὔνοι' οὐδὲν ἔχθρας διαφέρει: ταύτην Ἱππόλυτος πρὸς Φαίδραν εἶπε φάσκουσαν φιλεῖν αὐτὸν σφόδρα.
1.20.1
Ἄϊδος κυνῆ: ἐπὶ τῶν ἐπικρυπτόντων ἑαυτοὺς διά τινων μηχανημάτων. τοιαῦτα γὰρ τοῦ Ἄϊδος.
1.21.1
Αὐτοὶ χελώνας ἐσθίετε εἴπερ ἔχετε: ἁλιεῖς ἡλί ευσαν μεγάλην χελώνην καὶ ἀνασπάσαντες αὐτὴν ἐμέριζον τὴν παροῦσαν. τὸν δὲ Ἑρμῆν παριόντα ἐπὶ τὴν ἑστίασιν ἐκάλουν. ὁ δὲ τὸ προκείμενον εἶπε.
1.22.1
Ἂν οἶνον αἰτῇ, κόνδυλον αὐτῷ δίδου: ἐπὶ τῶν ἀγαθὰ μὲν αἰτούντων, δεινὰ δὲ λαμβανόντων.
1.23.1
Αἱροῦντες ᾑρήμεθα: ἐπὶ τῶν ἐλπισάντων νικᾶν, εἶθ' ὑπ' ἐκείνων ἁλόντων.
1.24.1
Αἰάντειος γέλως: ἐπὶ τῶν παραφρόνως γελώντων.
1.25.1
Ἀνίπτοις χερσίν: ἐπὶ τῶν βεβήλοις χερσὶ τὰ ἱερὰ μεταχειριζομένων.
1.26.1
Ἀκόνην σιτίζεις: ἐπὶ τῶν τροφῇ πολλῇ χρωμένων, μηδενὶ δὲ εἰς σῶμα ἐπιδιδόντων.
1.27.1
Ἀκέφαλος μῦθος: ἐπὶ τῶν ἀτελῆ λεγόντων.
1.28.1
Ἄλλως ᾄδεις: ἐπὶ τῶν μάτην πονούντων.
1.29.1
Ἅμ' ἔπος, ἅμ' ἔργον: ἐπὶ τῶν ὀξέως ἀνυομένων.
1.30.1
Ἀνὴρ ὁ φεύγων οὐ μένει κτύπον λύρας: ἐπὶ τῶν ταχέως καὶ ὀξέως ὀφειλόντων ἕκαστα πράττειν.
1.31.1
Ἀντιπελαργεῖν: ἀντιδιδόναι χάριτας. λέγεται γὰρ τοὺς πελαργοὺς γεγηρακότας τοὺς γονεῖς τρέφειν.
1.32.1
Ἄπληστος πίθος: ἐπὶ τῶν γαστριμάργων.
1.33.1
Ἀνέμους γεωργεῖς: πρὸς τοὺς πονοῦντας καὶ μη δενὸς μεταλαγχάνοντας.
1.34.1
Ἄνθρωπος ἀνθρώπου δαιμόνιον: ἐπὶ τῶν ἀπροσ δοκήτως ὑπ' ἀνθρώπου σωζομένων.
1.35.1
Ἄξιος τοῦ παντός: ἐπὶ τῶν σφόδρα τιμίων.
1.36.1
Ἀεὶ γέροντι νέαν ποτὶ βάλλει κούρην: ἐπὶ τῶν πρεσβυτέρων βουλομένων νέαις συνευνάζεσθαι.
1.37.1
Ἄξιος εἶ τῆς ἐν Ἄργει ἀσπίδος: ἐπὶ τῶν εὐγενῶν.
1.38.1
Ἀνέμου παιδίον: ἐπὶ τῶν εὐμεταβόλων καὶ κούφων.
1.39.1
Ἀνίπτοις ποσὶν ἀναβαίνειν ἐπὶ τὸ στέγος ἐπὶ τῶν ἀμαθῶς ἐπί τινα ἔργα ἐρχομένων.
1.40.1
Ἀπὸ βαλβῖδος: ἤτοι ἀπ' ἀρχῆς δεῖ καλὸν εἶναι.
1.41.1
Ἀντὶ κακῆς κυνὸς ὗν ἀπαιτεῖς: ἐπὶ τῶν κακὰ ἀντὶ κακῶν ἐπιδιδόντων.
1.42.1
Ἅπας ἐχῖνος τραχύς: ἐπὶ τῶν δυσκόλων καὶ δυσ τρόπων. ἐξαιρετῶς δὲ ἐπὶ τῶν κακωτικῶν ἢ εὐνούχων.
1.43.1
Ἀρχαιότερα τῆς διφθέρας λέγεις: ἐπὶ τῶν μωρὰ διηγουμένων· ἡ γὰρ διφθέρα, ἐν ᾗ ὁ Ζεὺς ἐπεγράφετο τὰ γινόμενα, παμπάλαιος.
1.44.1
Ἀφ' ὑψηλοῦ μου καταγελᾷς: ἐπὶ τῶν ἐξ ὕψους διαλεγομένων· ὡσανεὶ, πάνυ μου καταφρονεῖς.
1.45.1
Ἀργούντων χορός: ἐπὶ τῶν κακὰ ποιούντων. ΑΡΧΗ ΤΟΥ Β. 1. 46t Βασίλειος ὀφθαλμός: τὸν ἐπί τινα ἀρχὴν πεμπόμενον οὕτως ἐκάλουν.
1.47.1
Βάτραχος Σερίφιος: ἐπὶ τῶν ἀφώνων.
1.48.1
Βάλλ' ἐς ὕδωρ: ἀντὶ τοῦ καταπόντισον. ἐπὶ τῶν ὀλέθρου ἀξίων.
1.49.1
Βορβόρῳ ὕδωρ λαμπρὸν οὔποθ' εὑρήσεις: ἐπὶ τῶν τὰ κάλλιστα μιγνύντων τοῖς αἰσχίστοις.
1.50.1
Βὴξ ἀντὶ πορδῆς: ἐπὶ περδόντων καὶ προσποιουμένων.
1.51.1
Βοῦς ἐν πόλει: ἐπὶ τῶν θαυμαζομένων. Λυσίας γὰρ ἐν ἀκροπόλει βοῦν ἔθηκεν.
1.52.1
Βατράχῳ ὕδωρ· καί· στέαρ γαλῇ: ἐπὶ τῶν τυχεῖν ὧν ἐρῶσι βουλομένων.
1.53.1
Βαλανεύς: ἐπὶ τοῦ πολυπράγμονος. οὗτοι γὰρ σχολὴν ἄγοντες πολυπράγμονες εἰσίν. ΑΡΧΗ ΤΟΥ Γ. 1. 54t Γνῶθι σαυτόν: ἐπὶ τῶν ὑπὲρ δύναμιν κομπαζόντων.
1.55.1
Γνῶθι σαυτόν: ἀπόφθεγμα Χίλωνος. τάττεται δὲ ἡ παροιμία ἐπὶ τῶν ὑπὲρ ὅ εἰσι κομπαζόντων.
1.83.1
Ἐκ παντὸς ξύλου: εἰπὲ τὸ πλῆρες ὅτι Ἐκ παν- τὸς ξύλου κύφων ἂν γένοιτο. Λέγεται δὲ ἐπὶ τῶν τὸ μὲν εἶδος εὐτελῶν, εἰς δὲ χρείας ἀναγκαίων.
1.87.1
Ἐν μέλιτι σαυτὸν κατακρύπτεις: ἐπὶ τῶν ἡδυπαθείας μεταδιωκόντων.
1.88.1
Εἴληφεν ἡ παγὶς τὸν μῦν: ἐπὶ τῶν ἀξίως ἑαλωκότων.
1.93.1
Εἰς κόλπους πτύειν: ὅμοιον τῷ· οὐ μεγαλοῤῥημονεῖν.