Paroemiae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregorius-cyprius" aria-label="More works by Gregorius Cyprius">
—
⋯
Original / primary: Pg Scrape Grc
1.1
Paroemiae ΠΑΡΟΙΜΙΑΙ ΣΥΛΛΕΓΕΙΣΑΙ ΠΑΡΑ ΤΟΥ ΑΓΙΩΤΑΤΟΥ ΠΑΤΡΙΑΡΧΟΥ ΚΥΡΟΥ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΚΥΠΡΙΟΥ ΚΑΤΑ ΑΛΦΑΒΗΤΟΝ.
1.1.1
Αὕτη μὲν ἡ μήρινθος οὐδὲν ἔσπασεν: ἀπὸ τῶν ἁλιευτῶν τῶν μηδὲν ἑλκυσάντων εἴρηται.
1.2.1
Ἀφροδίσιος ὅρκος. οὐκ ἐμποίνιμος.
1.3.1
Ἀγορὰ Κερκώπων: ἐπὶ τῶν πονηρῶν καὶ κα κοήθων. Κέρκωπες γάρ τινες ἀπατεῶνες ἐγίνοντο ἐν Ἐφέσῳ.
1.4.1
Ἀετοῦ γῆρας, κορύδου νεότης.
1.5.1
Ἀγαθὰ Κιλίκων: ἐπὶ τῶν οὐ καλῶς πλουτούν των· προδότης γὰρ Κίλιξ τις Μίλητον προδοὺς εὐπόρησεν.
1.6.1
Ἀγροίκου μὴ καταφρόνει ῥήτορος.
1.7.1
Ἀδώνιδος κῆπος: ἐπὶ τῶν ὀλιγοχρονίων καὶ ἀώρων.
1.8.1
Ἄλλοτε δ' ἀλλοῖον τελέθειν καὶ χώρᾳ ἕπε σθαι: ὅτι προσήκει ἐξομοιοῦν ἑαυτὸν τοῖς ἤθεσι τῶν πόλεων καὶ τόπων, ἐν οἷς ἂν γένοιτο· εἴρηται δὲ ἀπὸ τῶν πολυπόδων.
1.9.1
Ἄλλην δρῦν βαλάνιζε: ἐπὶ τῶν ἀπαγορευόν των δώσειν ἔτι τὴν αἴτησιν εἰώθασι λαμβάνειν.
1.10.1
Ἄιδεις ὥσπερ εἰς Δῆλον πλέων: ἐπὶ τῶν ἀφροντίστως καὶ φιληδόνως βιούντων.
1.11.1
Ἅλα καὶ κύαμον: ἐπὶ τῶν μὴ εἰδότων καὶ προσ ποιουμένων· οἱ γὰρ μάντεις ἅλα καὶ κύαμον τιθέασι.
1.12.1
Αἴρειν μασχάλην: ἀντὶ τοῦ εὐωχεῖσθαι· εἴρη ται ἀπὸ τῶν ἀγροικικῶς ὀρχουμένων.
1.13.1
Αἲξ τὴν μάχαιραν.
1.14.1
Ἄδακρυς πόλεμος, καὶ Καθεύδοντος τρο παῖον: ἐπὶ τῶν ῥᾷστα καὶ παρ' ἐλπίδα κατορθούντων.
1.15.1
Ἀεὶ κολοιὸς πρὸς κολοιόν: καί· Ἀεὶ τὸν ὁμοῖον ἄγει θεὸς πρὸς ὁμοῖον.
1.16.1
Ἀμαλθείας κέρας: ὅτι τῇ τροφῷ αὐτοῦ Ἀμαλθείᾳ ὁ Ζεὺς ἐξ αἰγὸς τρεφούσης αὐτὸν παρέσχε κέρας, δι' οὗ ἐπέβλυζεν αὐτῇ πᾶν ὃ ἂν ᾐτήσατο.
1.17.1
Ἀετὸν ἵπτασθαι διδάσκεις.
1.18.1
Ἀεὶ γὰρ εὖ πίπτουσιν οἱ Διὸς κύβοι: ἐπὶ τῶν ἀξίως τιμωμένων.
1.19.1
Ἀγὼν πρόφασιν οὐκ ἐπιδέχεται οὐδὲ φιλία.
1.20.1
Ἀετὸς ἐν νεφέλαις: ἐπὶ τῶν δυσαλώτων.
1.21.1
Ἀληλεσμένος βίος: ἐπὶ τοῦ ἑτοίμου καὶ ἀπόνου.
1.22.1
Ἀνάγυρον κινεῖς: ἐπὶ τῶν προξενούντων ἑαυ τοῖς κακά· Ἀνάγυρος γάρ τις ἥρως ἐκάκου τοὺς γεί τονας.
1.23.1
Ἀεί με τοιοῦτοι πολέμιοι διώκοιεν: ἐπὶ τῶν καταπεφρονημένων καὶ οὐδενὸς ἀξίων.
1.24.1
Ἀετὸς θρίπας ὁρᾷ: ἐπὶ τῶν καταφρονούντων τινῶν.
1.25.1
Ἅλμη οὐκ ἔστιν ἐν αὐτῷ: ἐπὶ τοῦ ἀηδοῦς.
1.26.1
Ἀλώπηξ οὐ δωροδοκεῖται: ἐπὶ τῶν οὐ ῥᾳδίως ἁλισκομένων.
1.27.1
Ἀεὶ φέρει τι Λιβύη κακόν: ἐπὶ τῶν ἀεὶ ἐξευ ρισκόντων τι νέον κακόν.
1.28.1
Ἄνω ποταμῶν χωροῦσι πηγαί: ἐπὶ τῶν ἐναν τίως λεγομένων.
1.29.1
Ἀεὶ ὁ πόρνος λέγει τὸν σώφρονα πόρνον.
1.30.1
Ἀργύρου κρῆναι λαλοῦσιν: ἐπὶ τῶν διὰ πλοῦτον ἐμφανιζομένων ἢ εὐημερούντων.
1.31.1
Ἄλευ' ἀπὸ μείζονος ἀνδρός: ἤτοι φυλάττου, ἰωνικῶς.
1.32.1
Ἀράβιος αὐλητής: ὃς ηὔλει μὲν δραχμῆς, ἐπαύετο δὲ τεττάρων.
1.33.1
Ἄϊδος κυνῆ.
1.34.1
Ἄκρῳ ἅψασθαι δακτύλῳ.
1.35.1
Αἵματι κλαίειν: καθ' ὑπερβολὴν ἐπὶ τῶν σφόδρα δακρυόντων.
1.36.1
Αἱ χάριτες γυμναί: ὅτι δεῖ τὴν δωρεὰν ἀκενοδόξως εὐεργετεῖν.
1.37.1
Ἀκόνην σιτίζεις: ἐπὶ τῶν τρεφομένων καὶ οὐκ ἐπιδιδόντων.
1.38.1
Ἄλλοι κάμον, ἄλλοι ὤναντο: ἐπὶ τῶν παρ' ἐλπίδα τὰ ἀλλότρια κληρονομούντων.
1.39.1
Ἄλλο γλαὺξ ἄλλο κορώνη φθέγγεται: ἐπὶ τῶν μὴ συμφωνούντων ἀλλήλοις.
1.40.1
Ἀλωπεκίζειν πρὸς ἑτέραν ἀλώπεκα: ἐπὶ τῶν ἐξαπατᾶν βουλομένων τοὺς ὁμοίους.
1.41.1
Ἄλλοισι μὲν γλῶσσα, ἄλλοισι δὲ γόμφιοι: ἐπὶ τῶν λάλων καὶ φάγων.
1.42.1
Ἀνδρὸς γέροντος σταφὶς τὸ κράνιον: ἐπὶ τῶν εἰς οὐδὲν χρησιμευόντων.
1.43.1
Ἄλλα μὲν Λεύκων, ἄλλα δὲ Λεύκωνος ὄνος φέρει: ἐπὶ τῶν ἐχόντων τοῖς λόγοις ἀσύμφωνα τὰ ἔργα.
1.44.1
Ἄλλην μὲν ἐξηντλοῦμεν, ἣ δ' ἐπεισρέει: ἐπὶ τῶν μάτην πονούντων.
1.45.1
Ἄμας ἀπῄτουν, οἱ δ' ἀπηρνοῦντο σκάφας.
1.46.1
Ἅμ' ἠλέηται καὶ τέθνηκεν ἡ χάρις: ἐπὶ τῶν ἀχαρίστων.
1.47.1
Ἂν μὴ παρῇ κρέας, ταρίχῳ στερκτέον: ὅτι δεῖ τοῖς παροῦσιν ἀρκεῖσθαι.
1.48.1
Ἄμμες ποτ' ἦμεν· ἀεὶ τὰ πέρυσι βελτίω. 1. 49a Ἀνὴρ ὁ φεύγων οὐ μένει κτύπον λύρας: ἐπὶ τῶν ταχέως ὀφειλόντων ἕκαστα πράττειν. Ἀνδρὶ Λυδῷ πράγματα οὐκ ἦν, ἀλλ' αὐτὸς ἐλθὼν ἐπρίατο: ἐπὶ τῶν κακὰ ἑαυτοῖς ἐπισπωμένων.
1.50.1
Ἄπληστος πίθος.
1.51.1
Ἀνέμους γεωργεῖν: ἐπὶ τῶν πονούντων καὶ μη δενὸς μεταλαγχανόντων.
1.52.1
Ἀνάγκῃ οὐδὲ θεοὶ μάχονται.
1.53.1
Ἀντὶ πέρκης σκορπίον: ἐπὶ τῶν τὰ χείρω αἱ ρουμένων.
1.54.1
Ἁλιεὺς πληγεὶς νοῦν οἴσει: Παθὼν δέ τε νήπιος ἔγνω.
1.55.1
Ἄλλοι σπείρουσι, ἄλλοι δὲ ἀμήσονται.
1.56.1
Ἄρκτου παρούσης ἴχνη ζητεῖς: ἐπὶ τῶν προ δήλων.
1.57.1
Ἀετὸν κάνθαρος μαιεύεται: ἐπὶ τῶν ὑπό τινων εὐτελῶν πασχόντων· ὁ γὰρ κάνθαρος τὰ τοῦ ἀετοῦ ὠὰ ἀφανίζει κυλίων.
1.58.1
Ἀνδρὸς γέροντος αἱ γνάθοι βακτηρία.
1.59.1
Ἀνδρὸς καλῶς πράσσοντος ἔγγιστα φίλοι.
1.60.1
Ἀνδρὸς κακῶς πράσσοντος ἐκποδὼν φίλοι.
1.61.1
Ἀλώπηξ τὸν βοῦν ἐλαύνει: ἐπὶ τῶν δολερῶν καὶ μικρῶν, ὅμως δὲ μεγάλους καταγωνιζομένων ἄφρονας.
1.62.1
Ἄλλοτε μητρυιὴ πέλει ἡμέρη, ἄλλοτε μή τηρ: ἐπὶ τῶν ποτὲ μὲν εὐημερούντων, ἄλλοτε δὲ δυση μερούντων.
1.63.1
Ἅμα δίδου καὶ λάμβανε: ὅταν πρὸς ἄπιστον συναλλάσσωμεν.
1.64.1
Ἄνθρακες ὁ θησαυρὸς γέγονεν: ἐπὶ τῶν ἐφ' οἷς ἤλπισαν διαψευσθέντων.
1.65.1
Ἀπὸ τῶν βραδυσκελῶν ὄνων ἵππος ὤρουσεν.
1.66.1
Ἅπαντα τοῖς σοφοῖς εὔκολα: ἐπὶ τῶν διὰ φρόνησιν καὶ τῶν δυσκόλων περιγινομένων.
1.67.1
Ἀργυρέαις λόγχαισι μάχου καὶ πάντα κρα τήσεις.
1.68.1
Ἅπας ἐχῖνος τραχύς.
1.69.1
Ἀσκὸν δέρεις: ἐπὶ τῶν ἀνοήτως τι πραττόντων.
1.70.1
Αὐλητοῦ βίον ζῇς: ἐπὶ τῶν ἐξ ἀλλοτρίων βι ούντων.
1.71.1
Ἀποτίσεις χοῖρε γίγαρτα: ἤτοι ἃ ἔφαγες ἀπο δώσεις.
1.72.1
Ἀπήντησε κακοῦ βουλὴ πρὸς ὑπερτάτην ἄτην: ἐπὶ τῶν πασχόντων ἄξια ὧν ἔδρασαν.
1.73.1
Ἄθως καλύπτει πλευρὰ Λημνίας βοός.
1.74.1
Ἀπὸ κώπης ἐπὶ βῆμα: ἐπὶ τῶν ἀθρόως μεγί στοις ἐγχειρούντων.
1.75.1
Αὑτὸν οὐ τρέφων κύνας τρέφεις: ἐπὶ τῶν ἀπορούντων μὲν ἑαυτοὺς τρέφειν, ἄλλους δὲ ἐπαγγελλο μένων.
1.76.1
Ἁλῶν μέδιμνον ἀποφαγών: ἐπὶ τῶν ἀχαρίστων.
1.77.1
Ἅμαξα τὸν βοῦν ἕλκει: ἐπὶ τῶν ἀντιστρόφως τι ποιούντων.
1.78.1
Ἁμαξιαῖα ῥήματα: ἐπὶ τῶν μεγάλων λόγων.
1.79.1
Ἄνθρωπος εὔριπος καὶ ψυχὴ καὶ διάνοια καὶ τρόπος: ἐπὶ τῶν ῥᾷστα μεταβαλλομένων.
1.80.1
Ἀπόλωλεν ἡ ὗς καὶ τὸ τάλαντον καὶ ἡ γνάθος.
1.81.1
Ἀκλητὶ κωμάζουσιν ἐς φίλους φίλοι: ὅ μοιον καὶ τό· Αὐτόματοι δ' ἀγαθοὶ ἀγαθῶν ἐπὶ δαῖτα ἴασι.
1.82.1
Ἀνεῳγμέναι Μουσῶν θύραι.
1.83.1
Ἀρχὴ ἄνδρα δείκνυσιν.
1.84.1
Ἁλῶν δὲ φόρτος ἔνθεν ἦλθεν, ἔνθ' ἔβη: ἐπὶ τῶν κακῶς κτηθέντων καὶ ἀποκτηθέντων· ἔμπορος γὰρ ἅλας ἐπιφερόμενος ἐν νηῒ κλύδωνος ἐπιγενομένου τοὺς ἅλας ἐν τῇ θαλάττῃ ἀπέβαλεν.
1.85.1
Ἀρίγνωτος σμάραγδος ἐν μὲν τῷ φάει σκοτεινός, ἐν δὲ τῷ σκότει φωτεινός.
1.86.1
Ἀργαλέον φρονέοντα παρ' ἄφροσι πόλλ' ἀγορεύειν.
1.87.1
Ἂν ἡ λεοντῆ μὴ ἐξίκηται, τὴν ἀλωπεκῆν πρόσαψον: ἐπὶ τῶν φανερῶς μὲν βλάπτειν μὴ δυνα μένων, πανουργίᾳ δὲ χρωμένων.
1.88.1
Ἀρότρῳ ἀκοντίζεις: ἐπὶ τῶν ἀσκέπτως τι ποι ούντων.
1.89.1
Αὐτὰρ ἡ πάγη ἔοικε λήψεσθαι πάγην.
1.90.1
Αὐτοῦ Ῥόδος, αὐτοῦ πήδημα.
1.91.1
Βοιώτιος νοῦς: ἐπὶ τῶν ἀπαιδεύτων· εἰς τοῦτο γὰρ ἀεὶ ὠνειδίζοντο οἱ Βοιωτοί.
1.92.1
Βοιώτιος νόμος: ἐπὶ τῶν κατ' ἀρχὰς ἠρεμούν των, ὕστερον δὲ ταρασσόντων.
1.93.1
Βάσανος λίθος: ἐπὶ τῶν ἐξεταζομένων ἐν λό 1. 93 γοις, παρόσον ἡ Λυδία λίθος τὸν χρυσὸν δοκιμάζει.
1.94.1
Βοιώτια αἰνίγματα: ἐπὶ τῶν ἀσυνέτων· Βοι ωτὴ γὰρ ἡ Σφίγξ.
1.95.1
Βοῦς ἐπὶ γλώσσης: ἐπὶ τῶν δωροδοκουμένων· διὰ τὸ τῶν Ἀθηναίων νόμισμα βοῦν ἔχειν.
1.96.1
Γόνυ κνήμης ἔγγιον: ἐπὶ τῶν ἑαυτοὺς μᾶλλον ἑτέρων ἀγαπώντων.
1.97.1
Γέροντα δ' ὀρθοῦν φλαῦρον, ὃς νέος πέσῃ.
1.98.1
Γλυκεῖ ὀπώρα φύλακος ἐκλελοιπότος: ἐπὶ τῶν ἄνευ μόχθου τὰ ἀλλότρια καρπουμένων.
1.99.1
Γραῦς βακχεύει: ἐπὶ τῶν παρ' ὥραν τι διαπρατ τομένων.
1.100.1
Γραῶν ὕθλοι.