Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Paroemiae
Gregorius CypriusParo 2 · pg-scrape-grcMore by Gregorius Cyprius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregorius-cyprius" aria-label="More works by Gregorius Cyprius"> —
⋯
More
Original / primary: Pg Scrape Grc
2.1.1
Γαστέρα μοι προφέρεις κάλλιστον ὄνειδος ἁπάντων, Ἣ πλήρης μὲν ἐλαφροτέρα, κενεὰ δὲ βαρεῖα.
2.2.1
Γῆς βάρος: ἐπὶ τῶν ἀχρήστων.
2.3.1
Γλυκὺς ἀπείρῳ πόλεμος.
2.4.1
Γραῦς ἀνακροτήσασα πολὺν κονιορτὸν ἐγεί ρει: ἐπὶ τῶν δι' ἐμπειρίαν πολλὰ πράγματα κινούντων.
2.5.1
Γύγου δακτύλιος: ἐπὶ τῶν πολυμηχάνων.
2.6.1
Γυμνότερος παττάλου.
2.7.1
Γυνὴ στρατηγεῖ, καὶ, Γυνὴ στρατοπεδεύε ται: ἐπὶ τῶν παραδόξων.
2.8.1
Γυναικὶ μὴ πίστευε, μηδ' ὅταν θάνῃ.
2.9.1
Γέλως Ἰωνικός: ἐπὶ τῶν ἐκλελυμένων· εἰς τοῦτο γὰρ Ἴωνες διεβάλλοντο.
2.10.1
Γέρων ἀλώπηξ οὐχ ἁλίσκεται.
2.11.1
Γλαῦκα εἰς Ἀθήνας: ἐπὶ τῶν ἐπιδεικνυμένων πρὸς τοὺς εἰδότας, ἅπερ ἄμεινον αὐτοῦ ἴσασιν· ὅτι πολ λαὶ εἰς Ἀθήνας γλαῦκες.
2.12.1
Γέρων βοῦς ἀπένθητος ἐν δόμοισιν.
2.13.1
Δίκην ὑφέξει κἂν ὄνος δάκῃ κύνα: ἐπὶ τῶν ἐπὶ μικρῷ συκοφαντουμένων.
2.14.1
Δίκη δίκην ἔτικτε καὶ βλάβη βλάβην: ἐπὶ τῶν φιλοδίκων καὶ συνειρόντων δίκαις δίκας· καὶ ἐπὶ τῶν πυκναῖς προσπιπτόντων συμφοραῖς.
2.15.1
Δὶς πρὸς τὸν αὐτὸν αἰσχρὸν προσκρούειν λίθον.
2.16.1
Δωδωναῖον χαλκεῖον: ἐπὶ λάλου.
2.17.1
Διὰ δακτυλίου δεῖ σε ἑλκυσθῆναι: ἐπὶ τῶν διὰ νόσον ἢ λύπην ἰσχνῶν γενομένων.
2.18.1
Δῶρα θεοὺς πείθει καὶ αἰδοίους βασιλῆας.
2.19.1
Δεινοὶ πλέκειν μηχανὰς Αἰγύπτιοι.
2.20.1
Δέδοται καὶ κακοῖς ἄγρα.
2.21.1
Δεύτερος πλοῦς.
2.22.1
Δελφῖνα λεκάνη οὐ χωρεῖ.
2.23.1
Ἐπιμενίδου ὕπνος: ἐπὶ τῶν πολλὰ κοιμωμένων· πεντήκοντα γὰρ ἔτη ἐκάθευδεν.
2.24.1
Ἐς Τροφωνίου μεμάντευσαι: ἐπὶ τῶν σκυ θρωπῶν καὶ ὠχρῶν.
2.25.1
Ἐν ἅλῳ δρασκάζεις: ἤγουν κρύπτῃ· ἐπὶ τῶν μὴ δυναμένων λαθεῖν.
2.26.1
Ἔστω ταμίας, τἄλλα δ' εἰ βούλει κύων: ἐπὶ τῶν παρ' ἀξίαν εὐημερούντων καὶ μάλιστα εὐνούχων.
2.27.1
Ἐκ παντὸς ξύλου κύφων ἂν γίνοιτο: λέγεται ἐπὶ τῶν τὸ εἶδος εὐτελῶν, εἰς χρείας δὲ ἀναγκαίων.
2.28.1
Εἰς ἀρχαίας φάτνας: ἐπὶ τῶν ἐλθόντων εἰς ἅπερ πρότερον ὄντες ἐξέπεσον.
2.29.1
Ἐν δυοῖν τρία βλέπεις: ἐπὶ τῶν ἄλλα ἀντ' ἄλλων ὁρώντων.
2.30.1
Ἐκπερδικίσαι: ἤτοι ἐκκλῖναι. ἐπὶ τῶν διαδιδρα σκόντων τοὺς θηρευτάς.
2.31.1
Ἐλέφαντα ἐκ μυίας ποιεῖς: ἐπὶ τῶν τὰ μι κρὰ ἐπαιρόντων τῷ λόγῳ.
2.32.1
Ἐμαυτῷ βαλανεύσω: ἐμαυτῷ διακονήσω.
2.33.1
Εἰς ἀσθενοῦντας ἀσθενῶν ἐλήλυθας: ἐπὶ τῶν ὅμοια πασχόντων.
2.34.1
Εὕδοντι κύρτος αἱρεῖ: ἐπὶ τῶν εὐτυχούντων.
2.35.1
Ἔνεστι καὶ μύρμηκι χολή: ὅτι μηδὲ τοῦ μι κροῦ δεῖ καταφρονεῖν.
2.36.1
Ἑρμῆς ἀμύητος.
2.37.1
Ἐκ τετρημένης κύλικος πιεῖν: ἐπὶ τῶν ἐψευ σμένων φίλων.
2.38.1
Ἐν μέλιτι σαυτὸν κατακρύπτεις: ἐπὶ τῶν συζώντων ἡδυπαθείαις.
2.39.1
Ἐνδύεται τὴν λεοντῆν.
2.40.1
Ἐνδυμίωνος ὕπνον ὑπνώττει: ἐπὶ τῶν πολλὰ κοιμωμένων.
2.41.1
Εἴληφεν ἡ παγὶς τὸν μῦν: ἐπὶ τῶν ἀξίως ἁλισκομένων.
2.42.1
Ἐν τριόδῳ εἰμὶ λογισμῶν: ἐπὶ τῶν ἀπο ρούντων.
2.43.1
Ἐν φρέατι κυσὶ μάχεσθαι.
2.44.1
Ἐκδεδαρμένον δέρεις: ἐπὶ τῶν μάτην πονούν των· βέλτιον δὲ ἐπὶ τῶν κακούντων τοὺς ἐν συμφοραῖς.
2.45.1
Ἔπειτα πλουτῶν οὐκέθ' ἥδεται φακῆ. Πρὸ τοῦ δ' ὑπὸ τῆς πενίας ἅπαντ' ἐπήσθιεν.
2.46.1
Ἐν θέρει τὴν χλαῖναν κατατρίβεις: ἐπὶ τῶν μὴ καθ' ὥραν τοῖς ἀναγκαίοις χρωμένων.
2.47.1
Ἔνθ' οὔτε μίμνειν ἄνεμος οὔτ' ἐκπλεῖν ἐᾷ: ἐπὶ τῶν δυσχρήστοις περιπεσόντων.
2.48.1
Ἐλέφας μυὸς οὐκ ἀλεγίζει.
2.49.1
Ἐκτὸς πηλοῦ πόδα ἔχεις: ἐπὶ τῶν ἔξω κιν δύνων ὄντων.
2.50.1
Ἐκ τριχὸς κρέμαται: ἐπὶ τῶν κινδυνευόντων. ὅμοιον τῷ Ἐπὶ ξυροῦ.
2.51.1
Εὐγενὴς ἐκ βαλαντίου: ἐπὶ τῶν διὰ πλούτου τιμωμένων.
2.52.1
Ἔγχος ἐπὶ τῷ ἔγχει: γραῦν φασι τοῦτο εἰπεῖν καπήλῳ ἐνεχυράζουσαν ἔγχος.
2.53.1
Ἐλεύθεραι αἶγες ἀρότρου: ἐπὶ τῶν βάρους ἀπηλλαγμένων.
2.54.1
Εἰς κόλπον πτύεις: ἀντὶ τοῦ, οὐ μεγαλοῤῥη μονεῖς.
2.55.1
Ἐν πίθῳ τὴν κεραμείαν: ἐπὶ τῶν μὴ κατὰ τρόπον τοῖς μαθήμασι προβαινόντων.
2.56.1
Ἐν σκότει ὀρχεῖσθαι: ἐπὶ τῶν ἀμαρτύρως μο χθούντων.
2.57.1
Ζωὸς γενήσῃ κρομμύου μοῖραν λαβών: ἐπὶ τῶν ἐκ μικρᾶς αἰτίας μεγάλην δόξαν καρπουμένων.
2.58.1
Ζῶμεν γὰρ οὐχ ὡς θέλομεν, ἀλλ' ὡς δυνά μεθα.
2.59.1
Ζητῶν γὰρ ὄψον θοιμάτιον ἀπώλεσα: ἐπὶ τῶν ἀτυχεστάτων.
2.60.1
Ἧλος τὸν ἧλον, πάτταλος τὸν πάτταλον ἐξέκρουεν: ἐπὶ ἰωμένων δι' ἁμαρτημάτων ἁμαρτήματα.
2.61.1
Ἡ κύων ἐν τῇ φάτνῃ: πρὸς τοὺς μήτε ἑαυτοῖς χρωμένους, μήτε ἄλλους ἐῶντας· παρόσον ἡ κύων κριθὴν οὐκ ἐσθίει μένουσα ἐν φάτνῃ, καὶ τὸν ἵππον οὐκ ἐᾷ.
2.62.1
Ἦσαν ποτ' ἦσαν ἄλκιμοι Μιλήσιοι.
2.63.1
Ἠλιθιώτερος Ἀδώνιδος τοῦ Πραξιτέλους: Ἄδωνις γάρ τις Πραξιτέλους ὑιὸς ἀποθανὼν καὶ ἐρωτη θεὶς πρὸς τῶν ἐν Αἵδου, τί κάλλιστον ἄνω κατέλιπεν, ἀπεκρίνατο Ἥλιον, Σελήνην, σῦκα, μῆλα. ἔδοξε γοῦν ἠλί θιος ταῦτα ἐξισῶν Ἡλίῳ.
2.64.1
Ἡρακλέους θυσία: ἐπὶ τῶν εἰκῆ ταῖς θυσίαις χρωμένων.
2.65.1
Ἡ ἀφύη τὸ πῦρ: ἐπὶ τῶν ταχέως λαμβανόντων τέλος· παρόσον ἡ ἀφύη ταχέως ἑψεῖται.
2.66.1
Θυμὸς ἔσχατον γηράσκει: λέγεται διὰ τοὺς πρεσβυτέρους· ὅσον γὰρ γηράσκουσι, τὸν θυμὸν ἐῤῥωμε νέστερον ἔχουσι.
2.67.1
Θαλάττῃ ἐκ χαράδρας ὕδωρ: ἐπὶ τῶν τοῖς μεγάλοις τὰ μικρὰ προσφιλοτιμουμένων.
2.68.1
Θάσος ἀγαθῶν: ἐπὶ τῶν εὐδαίμονα καὶ λαμ πρὸν ἀποδεῖξαί τινα ἐπαγγελλομένων.
2.69.1
Ἱερὰ ἄγκυρα: ἡ μεγάλη βοήθεια.
2.70.1
Ἰσότης φιλότης.
2.71.1
Ἴσος πόλεμον οὐ ποιεῖ.
2.72.1
Ἰλιὰς κακῶν.
2.73.1
Ἱππόλυτον μιμήσομαι: ἐπὶ τῶν σωφρόνως βι ούντων.
2.74.1
Ἱππέας εἰς πεδίον προκαλεῖ: ὅπερ ἔστι τοὺς εὐδοκιμοῦντας εἰς ἅπερ εὐδοκιμοῦσιν ἔργα.
2.75.1
Κακοῦ κόρακος κακὸν ὠόν.
2.76.1
Κόσμει Σπάρταν ἣν ἔλαχες: ὅτι δεῖ στέργειν τῇ δεδομένῃ τύχῃ καὶ ἀνέχεσθαι.
2.77.1
Καδμεία νίκη: ἡ ἐπὶ κακῷ τῶν νενικηκότων.
2.78.1
Κύκνειον ᾆσμα: ἐπὶ τῶν ἐγγὺς θανάτῳ ὄντων· οἱ γὰρ κύκνοι θνήσκοντες ᾄδουσιν.
2.79.1
Κορώνη τὸν σκορπίον: ἐπὶ τῶν βλαβεροῖς ἐπι χειρούντων.
2.80.1
Κιλίκιοι τράγοι: οἱ δασεῖς· ὅθεν καὶ τὰ ἐκ τριχῶν ἱμάτια κιλίκια λέγονται.
2.81.1
Κρητίζειν: ἀντὶ τοῦ ψεύδεσθαι καὶ ἀπατᾶν. τοι οῦτοι γὰρ οἱ Κρῆτες.
2.82.1
Καθώσπερ αἱ τίτθαι σιτίζεις κακῶς.
2.83.1
Κύων ἐπὶ τὸν ἴδιον ἔμετον.
2.84.1
Κἂν ἐπὶ τοῦ νεκροῦ κερδαίνειν.
2.85.1
Κατόπιν ἑορτῆς ἥκεις: ἐπὶ τῶν καλοῦ πρά γματος ἀπολιμπανομένων.
2.86.1
Κολοφῶνα ἐπέθηκας: ἤτοι τὸ τέλειον καὶ πλῆρες.
2.87.1
Κατὰ ῥοῦν φέρεται.
2.88.1
Καρκίνος λαγωὸν αἱρεῖ: ἐπὶ τῶν ἀδυνάτων.
2.89.1
Κενοὶ κενὰ βουλεύονται.
2.90.1
Κεστρεὺς νηστεύει: ἐπὶ τῶν λαιμάργων· ἄπλη στον δὲ τὸ ζῶον.
2.91.1
Κριὸς τὰ τροφεῖα ἀπέτισεν: ἐπὶ τῶν ἀχαρί στων· οἱ γὰρ κριοὶ καὶ τὰς φάτνας πλήττουσι καὶ τοὺς θρέψαντας.
2.92.1
Κακὰ μὲν θρίπες, κακὰ δ' ἴπες: ἄμφω γὰρ λυμαντικοί· καὶ οἱ μὲν τὰ ξύλα, οἱ δὲ κέρατα ἐσθίουσιν.
2.93.1
Λήμνια κακά: ἀπὸ τῶν ἐν Λήμνῳ γυναικῶν, αἳ τοὺς ἄνδρας αὐτῶν ἀπέκτειναν.
2.94.1
Λαγωὸς περὶ κρεῶν: ἐπὶ τῶν κινδυνευόντων 2. 94 καὶ πρὸς τοῦτο ἀγωνιζομένων, ἐπειδὴ κἀκεῖνος περὶ τῶν ἑαυτοῦ κρεῶν τρέχει.
2.95.1
Λύκος χανών· καὶ, ἡ λύκος περὶ φρέαρ χο ρεύει: ἐπὶ τῶν μάτην πονούντων.
2.96.1
Λύκου πτερὸν ζητεῖς: ἐπὶ τῶν ἀδυνάτων.
2.97.1
Λίνον λίνῳ κλώθεις: ἐπὶ τῶν τὰ αὐτὰ διὰ τῶν αὐτῶν πραττόντων ἢ λεγόντων, ἢ τῶν κατάλληλα.
2.98.1
Λύκος ἀετὸν φεύγει: ἐπὶ τῶν ἀφύκτων.
2.99.1
Λύδιον ἅρμα: ἐπὶ τῶν ταχυτάτων. Καὶ, παρὰ Λύδιον θέεις.
2.100.1
Λευκῷ λίθῳ λευκὴ στάθμη.

Intertext edge

Open linked passage

Note