Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Dialogi
Gregorius IDial 100 · 8063-dialog2More by Gregorius I
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregorius-i540-604" aria-label="More works by Gregorius I"> —
⋯
More
Original / primary: 8063 Dialog2
100.1
ΚΕΦΑΛ. Μϛ'. Ἐρώτησις ἐὰν πάντοτε κατακαίονται οἱ ἐν τῇ γεέννῃ τοῦ πυρὸς ὁριζόμενοι.
100.1
ΠΕΤΡΟΣ. Τοῦτο αἰτῶ μαθεῖν, τοὺς ἅπαξ ἐν ἐκείνῳ τῷ πυρὶ ῥιπτομένους διηνεκὲς καταφλέγεσθαι ὑποληπτέον.
100.2
ΓΡΗΓΟΡ. Τοῦτο λίαν συνίσταται, καὶ παντάπασιν ἀληθὲς ὑπάρχει. Ὥσπερ γὰρ τέλος τῆς τῶν ἀγαθῶν χαρᾶς οὐκ ἔστιν, οὕτως οὐδὲ τῆς βασάνου τῶν πονηρῶν τέλος ἔσται. Αὐτὴ γὰρ ἡ ἀλήθεια εἴρηκεν· Ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον. Εὔδηλον οὖν λοιπὸν, ὅτι ἀληθὲς ὑπάρχει, ὅπερ ὁ Θεὸς ὑπέσχετο, καὶ ψεῦδος οὐδαμῶς ἔσται περὶ ὧν ἠπείλησεν.
100.3
ΠΕΤΡ. Τί δὲ ἔσται ἐάν τις εἴπῃ, ὅτι διὰ τοῦτο ὁ Θεὸς ἁμαρτάνουσιν αἰώνιον κόλασιν ἠπείλησεν, ὥστε αὐτοὺς ἐκ τῆς ἐργασίας τῶν ἁμαρτιῶν ἀναστεῖλαι;
100.4
ΓΡΗΓΟΡ. Ἐὰν ψευδὲς ὑπάρχει ὅπερ ἠπείλησεν ἵνα τοὺς ἁμαρτάνοντας διορθώσηται, ψευδὲς λοιπὸν ὑπάρχει καὶ ὅπερ ὑπέσχετο, ἵνα εἰς δικαιοσύνην προσαγάγῃ. Τίς δὲ τοῦτο εἰπεῖν τολμήσει, εἰ καὶ τῶν κατὰ φύσιν ἐξέστη φρενῶν; Εἰ γὰρ ὅπερ ἠπείλησεν οὐκ ἔστιν ἐκπληρῶν, ἐν ὅσῳ θέλομεν αὐτὸν ἐλεήμονα λέγειν, ψεύστην αὐτὸν κηρύττειν συνωθούμεθα. Ὅπερ καὶ εἰπεῖν ἐπικίνδυνον ὑπάρχει.
100.5
ΠΕΤΡ. Γνῶναι θὲλω πῶς δίκαιον ἐστιν ἵνα τὸ πταῖσμα τὸ μετὰ τέλους γενόμενον, ἄνευ τέλους κολασθῇ;
100.6
ΓΡΗΓΟΡ. Ἐὰν ὁ ἐτάζων κριτὴς οὐχὶ τὰς καρδίας τῶν ἀνθρώπων, ἀλλὰ τὰ ἔργα ἐξήταζεν, τοῦτο ὀρθῶς ὑπελάμβανες. Ἀλλ' ἐπειδὴ γὰρ οἱ ἄδικοι μετὰ τέλους ἔζησαν, διὰ τοῦτο καὶ μετὰ τέλους ἥμαρτον· ἐπεὶ ἤθελον εἶναι δυνατὸν ἄνευ τέλους ζῆσαι, ἵνα δυνηθῶσι καὶ ἄνευ τέλους ἁμαρτάνειν. Δεικνύουσι γὰρ ὅτι ἐν ἁμαρτίαις πάντοτε ζῆσαι ἐπιθυμοῦσιν, οἵτινες οὐδέποτε ἐν ὅσῳ ζῶσι τοῦ ἁμαρτάνειν ἀφίστανται. Μεγάλη οὖν ἡ δικαιοσύνη τοῦ κρίνοντος δείκνυται, ἐν τῷ μὴ διαλείπειν τοῦ πάντοτε βασανίζεσθαι τοὺς ἐν ταύτῃ τῇ ζωῇ μηδέποτε θελήσαντας τοῦ ἁμαρτάνειν διαλεῖψαι.
100.7
ΠΕΤΡ. Ἀλλ' οὐδεὶς δίκαιος τῇ ὠμότητι τρέφεται, καὶ δοῦλος δὲ ἁμαρτάνων παρὰ δικαίῳ δεσπότῃ, τούτου ἕνεκεν μαστιγωθῆναί κελεύεται, ὅπως ἐκ τῆς καχεξίας αὐτοῦ διορθώσηται. Οἱ ἄδικοι δὲ τῷ τῆς γεέννης πυρὶ παραδοθέντες, ἐὰν πρὸς διόρθωσιν οὐκ ἔρχωνται, ποίῳ τέλει διηνεκὲς καταφλέγονται;
100.8
ΓΡΗΓΟΡ. Ὁ παντοδύναμος Θεὸς εὔσπλαγχνος ὑπάρχων, τῇ τῶν ἐλεεινῶν βασάνῳ οὐ τρέφεται. Δίκαιος δὲ ὢν, ἐκ τῆς τῶν ἀδίκων ἐκδικήσεως εἰς τὸν αἰῶνα οὐκ ἀφίσταται. Οἱ δὲ ἄδικοι πάντες οἱ τῇ αἰωνίῳ βασάνῳ καταδικασθέντες, τῇ ἰδίᾳ ἀνομίᾳ ἐτάζονται. Τούτων δὲ φλεγομένων, οἱ δίκαιοι πάντες ἐν τῷ Θεῷ ὄντες, θεωροῦσι μὲν τὴν χαρὰν, ἥνπερ παρ' αὐτοῦ λαμβάνουσιν, ἐν ἐκείνοις δὲ τὴν βάσανον ἓν ἀπέφυγον. Ὥστε τοσοῦτον μᾶλλον τῇ θείᾳ χάριτι 451 χρεώστας εἶναι ἑαυτοὺς εἰς τὸν αἰῶνα ἐπιγνώσονται, ὅσον ἐκείνους κρινομένους ἐν τοῖς κακοῖς εἰς τὸν αἰῶνα θεωροῦσιν, ἅπερ αὐτοὶ διὰ τῆς τοῦ Θεοῦ βοηθείας ἐνίκησαν.
100.9
ΠΕΤΡ. Καὶ ποῦ θήσομεν τὸ ἁγίους αὐτοὺς ὑπάρχειν, ἐὰν ὑπὲρ τῶν ἐχθρῶν αὐτῶν οὐκ εὔχωνται, οὓς τότε καιομένους θεωροῦσιν, οἷς ἐῤῥέθη· Εὔξασθε ὑπὲρ τῶν ἐχθρῶν ὑμῶν.
100.10
ΓΡΗΓΟΡ. Εὔχονται μὲν ὑπὲρ τῶν ἐχθρῶν αὐτῶν, ἐν ἐκείνῳ δὲ τῷ καιρῷ ἐν ᾧ δύνανται εἰς τὴν τῆς μετανοίας καρποφορίαν τὴν καρδίαν αὐτῶν ἐπιστρέψαι, καὶ διὰ ταύτης τῆς ἐπιστροφῆς σῶσαι. Τί γὰρ καί ἐστιν ἕτερον ὑπὲρ τῶν ἐχθρῶν προσεύξασθαι, εἰ μὴ τοῦτο, ὅπερ ὁ ἀπόστολος λέγει· Ἵνα δῷ αὐτοῖς ὁ Θεὸς μετάνοιαν εἰς ἐπίγνωσιν ἀληθείας, καὶ ἀνανήψωσιν ἐκ τῆς τοῦ διαβόλου παγίδος, ἐζωγρημένοι ὑπ' αὐτοῦ εἰς τὸ ἐκείνου θέλημα; πῶς δὲ ὑπὲρ αὐτῶν τότε προσεύζονται, ὅτε λοιπὸν οὐδαμῶς δύνανται ἐκ τῶν τῆς ἀνομίας ἔργων πρὸς δικαιοσύνην αὐτοὺς ἐπιστρέψαι. Ὅμοιον δὲ τοῦτο ὑπάρχει τὸ ὑπὲρ ἀνθρώπων τῶν τῷ αἰωνίῳ πυρὶ κατακριθέντων τότε προσεύζασθαι, οἷον νῦν τὸ ὑπὲρ τοῦ διαβόλου καὶ τῶν ἀγγέλων αὐτοῦ προσεύχεσθαι τῶν τῇ αἰωνίῳ βασάνῳ ὡρισθέντων. Ὅθεν οὐδὲ ἐν τῷ νῦν αἰῶνι οἱ ἅγιοι ἄνδρες ὑπὲρ ἀνθρώπων ἀπίστων καὶ ἀσεβῶν προσεύχονται, οὕσπερ τῇ αἰωνίῳ βασάνῳ ὁρισθῆναι ἔγνωσαν, ἀποφεύγοντες ἵνα μὴ τὸ τῆς εὐχῆς αὐτῶν ἀζίωμα ἐνώπιον τοῦ Θεοῦ ἐξουδενωθῇ. Ἐὰν οὖν οἱ ζῶντες νῦν δίκαιοι τῶν τελευτησάντων ἀδίκων οὐδαμῶς συμπαθοῦσι, καίτοι ἀκμὴν βάσανόν τινα ἐν τῇ σαρκὶ αὐτῶν ὑπομεῖναι αὐτοὺς μὴ γνώσαντες, πόσῳ μᾶλλον ὅταν τὴν βάσανον τῶν ἀνόμων θεωροῦσιν εἰς πέρας ἐλθοῦσαν, ὅταν καὶ αὐτοὶ ἐκ παντὸς πάθους φθορᾶς λοιπὸν ἐξελθόντες, τῇ δικαιοσύνῃ προσκολληθήσονται. Οὕτω τοίνυν τῷ θελήματι τῆς ἐξετάσεως τοῦ δικαίου κριτοῦ διὰ τῶν λογισμῶν προσκολληθέντες, οὐδὲν παντάπασι τολμῶσι δυσωπῆσαι, ὅπερ τῇ ἔνδον αὐτοῦ ἀκριβεστάτῃ βουλῇ οὐ συνᾴδει.
100.11
ΠΕΤΡ. Οὐκ ἔστι λοιπὸν ὅπερ ἀποκριθῆναι δύναμαι, ἀνεῳγμένης σαφῶς τῆς ἀπολογίας. Ἀλλὰ νῦν αὕτη ἡ ζήτησις τὸν νοῦν κινεῖ, πῶς ἡ ψυχὴ ἀθάνατος λέγεται, ὥσπερ καί ἐστιν, ἐν δὲ τῷ αἰωνίῳ πυρὶ ἀποθνήσκει.
100.1.1
ΚΕΦΑΛ. Μϛ'. Ἐρώτησις ἐὰν πάντοτε κατακαίονται οἱ ἐν τῇ γεέννῃ τοῦ πυρὸς ὁριζόμενοι. CAPUT XLV. Quomodo anima immortalis dicitur, si constat quod mortis damnatione puniatur.
100.1.1
GREGORIUS. Quia duobus modis vita dicitur, duobus etiam modis mors debet intelligi. Aliud namque est quod in Deo vivimus, aliud vero quod in hoc quod conditi vel creati sumus; id est, aliud beate vivere, atque aliud est essentialiter. Anima itaque et mortalis esse intelligitur, et immortalis. Mortalis quippe, quia beate vivere amittit; immortalis autem, quia essentialiter vivere nunquam desinit, et naturae suae vitam perdere non valet, nec cum in perpetua fuerit morte damnata. Illic enim posita beata esse perdit, et esse non perdit. Qua ex re cogitur semper, ut et mortem sine morte, et defectum, sine defectu, et finem sine fine patiatur; 453 quatenus ei mors immortalis sit, et defectus indeficiens, et finis infinitus.
100.1.2
PETR. Quis hanc tam inexplicabilem damnationis sententiam, cujuslibet sit operis, ad exitum veniens non pertimescat, quando etsi jam novit quod egit, adhuc tamen facta illius quam subtiliter judicentur ignorat?

Intertext edge

Open linked passage

Note