Dialogi
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregorius-i540-604" aria-label="More works by Gregorius I">
—
⋯
Original / primary: 8063 Dialog2
101.1
ΚΕΦΑΛ. ΜΖ'. Ἐρώτησις πῶς ἡ ψυχὴ ἀθάνατος λεγομένη ὡς γέγραπται, τῇ τοῦ θανάτου κρίσει ὑποβάλλεται.
101.1
ΓΡΗΓΟΡΙΟΣ. Ἐπειδὴ ἐν δυσὶ τρόποις ἡ ζωὴ λέγεται, ἐν δυσὶ τρόποις καὶ ὁ θάνατος ὀφείλει νοηθῆναι. Ἕτερον οὖν ἐστιν ὅπερ ἐν Θεῷ ζῶμεν, καὶ ἕτερον ἐν τούτῳ ὅπερ ἐκτίσθημεν καὶ γεγόναμεν· τουτέστιν, ἕτερόν ἐστι μακαρίως ζῆσαι, καὶ ἕτερον οὐσιωδῶς. Ἡ ψυχὴ οὖν καὶ θνητὴ ὑπάρχειν νοεῖται, καὶ ἀθάνατος. Θνητὴ οὖν, ὅτι μακαρίως ζῆσαι ἀποβάλλεται, ἀθάνατος δὲ, ὅτι πνευματικῶς ζῶσα οὐδέποτε ἀφίσταται, τῆς δὲ φύσεως αὐτῆς τὴν ζωὴν ἀπολέσαι οὐ δύναται, οὐδὲ ὅταν ἐν κατακρίσει εἰς τὸν αἰώνιον γένηται θάνατον. Ἐκεῖ μὲν γὰρ ὑπάρχουσα, τὸ μακαρία εἶναι ἀπολεῖ, τὸ δὲ εἶναι αὐτὴν, οὐκ ἀπολεῖ. Ἐξ οὗ πράγματος συνίσταται, ὅτι καὶ θάνατον ἄνευ θανάτου, καὶ ἔκλειψιν ἄνευ ἐκλείψεως, καὶ τέλος ἄνευ τέλους 454 ὑπομένει. Ἵνα καὶ ὁ θάνατος ἀθάνατος αὐτῇ γένηται, καὶ ἡ ἔκλειψις μὴ ἐκλείπουσα, καὶ τέλος ἀτελεύτητον.
101.2
ΠΕΤΡ. Τίς τὴν τοσαύτην ἀπλήρωτον τῆς κατακρίσεως ψῆφον, οἵου δι' ἂν ἔργου ὑπάρχει, πρὶς τὴν ἔξοδον ἐρχόμενος οὐ φοβηθήσεται, ὅτε λοιπὸν καὶ τὸ τί ἔπραξεν ἐπιγινώσκεται, πῶς δὲ μέλλουσι τὰ ἔργα αὐτοῦ μετὰ ἀκριβείας κρίνεσθαι ἀγνοεῖ;
101.1
ΚΕΦΑΛ. ΜΖ'. Ἐρώτησις πῶς ἡ ψυχὴ ἀθάνατος λεγομένη ὡς γέγραπται, τῇ τοῦ θανάτου κρίσει ὑποβάλλεται. CAPUT XLVI. De quodam sancto viro qui ad mortem veniens expavit.
101.1
GREGORIUS. Ut asseris ita est, Petre. Sed plerumque de culpis minimis ipse solus pavor egredientes justorum animas purgat, sicut narrari de quodam sancto viro mecum frequenter audisti. Qui ad mortem veniens vehementer timuit, sed post mortem discipulis in stola alba apparuit, et quam praeclare sit susceptus indicavit.