Dialogi
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregorius-i540-604" aria-label="More works by Gregorius I">
—
⋯
Original / primary: 8063 Dialog2
104.1
ΚΕΦΑΛ. Ν'. Ἐρώτησις ἐὰν χρὴ παραφυλάττεσθαι τὰ ὀνείρατα, καὶ ἐκ ποίων τρόπων γίνονται.
104.1
ΓΡΗΓΟΡΙΟΣ. Γνωστὸν, Πέτρε, ὑπάρχει, ὅτι κατὰ ἓξ τρόπους ἅπτονται τῇ ψυχῇ αἱ τῶν ἐνυπνίων εἰκόνες. Ποτὲ μὲν γὰρ τῆς κοιλίας πληρουμένης καὶ ἀδυνατούσης τὰ ἐνύπνια γένωνται, ποτὲ δὲ δι' ἐμπαιγμοῦ, ποτὲ δὲ πάλιν διὰ τῶν λογισμῶν ὁμοῦ καὶ ἀποκαλύψεως. Καὶ τὰ μὲν δύο, ἅπερ πρότερον εἴπομεν, πάντες διὰ πείρας γινώσκομεν ὑπεζεῦχθαι ἡμῖν. Τὰ δὲ τέσσαρα, ἐν ταῖς δέλτοις τῆς θείας γραφῆς εὑρίσκομεν. Τὰ γὰρ ἐνύπνια εἰ μὴ ἐν ἀσφαλείᾳ παρὰ τοῦ κρυπτοῦ ἐχθροῦ ἐγίνοντο, οὐδαμῶς ἀνὴρ σοφὸς τοῦτο ἐσήμαινε, λέγων· Ὅτι πολλοὺς τὰ ἐνύπνια πλανηθῆναι πεποίηκαν, καὶ ἀπώλοντο, ἐλπίζοντες ἐπ' αὐτοῖς. Ὡσαύτως· Μηδὲ μαντεύεσθαι, μηδὲ παραφυλάττειν ἐνύπνια. Οἷς λόγοις πρόδηλον τίνος εἰσί διὰ μαρτυρίας δείκνυται, ἃ ταῖς μαντείαις συζευγνύονται. Καὶ πάλιν εἰ μή ποτε διὰ τῶν διαλογισμῶν ὁμοῦ καὶ ἐμπαιγμοῦ προήρχοντο, οὐδαμῶς ὁ αὐτὸς σοφὸς ἀνὴρ ἔλεγε· Πολλαὶ μέριμναι ἀκολουθῶσι τοῖς ἐνυπνίοις. Καὶ πάλιν, εἰ μή ποτε τὰ ἐνύπνια δι' ἀποκαλύψεως ἐγίνοντο, οὐχ ἂν ὁ Ἰωσὴφ προβιβασθέντα ἑαυτὸν τῶν ἀδελφῶν αὑτοῦ δι' ἐνυπνίου ἐθεάσατο, οὐδὲ τὸν τῆς παρθένου Μαρίας μνήστορα δι' ἐνυπνίων 458 ὁ ἄγγελος ἐχρημάτισεν ἐπᾶραι τὸ παιδίον καὶ φεύγειν εἰς Αἴγυπτον. Ὁμοίως δὲ πάλιν, εἰ μὴ διὰ τῶν λογισμῶν ὁμοῦ καὶ δι' ἀποκαλύψεως τὰ ἐνύπνια προήρχοντο, οὐκ ἂν Δανιὴλ ὁ προφήτης τὴν τοῦ Ναβουχοδονόσωρ ὅρασιν ἑρμηνεύων, ἀπὸ τῆς ῥίζης διὰ τοῦ λογισμοῦ ἤρξατο, λέγων· Σὺ, βασιλεῦ, ἐπὶ τῆς κοίτης σου διαλογίσασθαι ἤρξου τί μέλλει ἔσεσθαι. Μετὰ δὲ τοῦτο, καί ὁ ἀποκαλύπτων μυστήρια ἐφανέρωσέ σοι τὰ μέλλοντα. Καὶ μετ' ὀλίγον· Ἰδοὺ ἐθεώρεις ὅτι εἰκὼν ἵστατο ἐναντίον σου, καὶ ἡ εἰκὼν ἐκείνη μεγάλη καὶ ὑψηλὴ, καὶ τὰ λοιπὰ δὲ πάντα τοῦ ὀνείρου. καὶ τὸ τέλος ἀσφαλῶς ὁ Δανιήλ ἀναγγέλλει, καὶ τὸ ἐκ ποίου διαλογισμοῦ καὶ ἀποκαλύψεως γεννᾶται. Ὅθεν λοιπὸν ἐν ὅσῳ τοσούτοις εἴδεσι πραγμάτων τὰ ὀνείρατα ἀμφιβάλλονται, οὐκ ὀφείλουσιν αὐτοῖς πιστεύειν ἐν τῷ μὴ διαγινώσκειν εὐκόλως ἐκ ποίας ὑποβολῆς ἀνέρχονται. Οἱ δὲ ἅγιοι ἄνδρες μεταξὺ τῶν ἐμπαιγμῶν καὶ ἀποκαλύψεων αὐτὰς τὰς τῶν ὁράσεων εἰκόνας ἐνδοτάτῳ τινὶ διακρίσει δικάζουσιν, ὥστε αὐτοὺς ἐπιγνῶναι τί παρὰ τοῦ ἀγαθοῦ πνεύματος λαμβάνουσι, τί δὲ παρὰ τοῦ ἐμπαίζοντος ὑπομένουσιν. Ἐὰν γὰρ ὁ νοῦς περὶ τῶν τοιούτων ἐν ἀσφαλείᾳ οὐ διαγινώσκει, ἐν πολλαῖς αὐτῶν ἀπάταις τὸ παραδειγματίζον πνεῦμα καταποντίζει. Πολλάκις γὰρ αὐτῷ ἀληθινὰ πλεῖστα προλέγει, ἵνα εἰς τὰ ἔσχατα δυνηθῇ ἐκ μιᾶς οἱασοῦν πλάνης τὴν ψυχὴν παγιδεῦσαι.
104.1
ΚΕΦΑΛ. Ν'. Ἐρώτησις ἐὰν χρὴ παραφυλάττεσθαι τὰ ὀνείρατα, καὶ ἐκ ποίων τρόπων γίνονται. CAPUT XLIX. De quodam viro cui per somnium longa vitae spatia promissa sunt, et in brevi tempore morte resecata.
104.1
Sicut cuidam nostrum nuper certum est contigisse, qui dum somnia vehementer attenderet, ei per somnium longa spatia hujus vitae promissa sunt. Cumque multas pecunias pro longioris vitae stipendiis collegisset, ita repente defunctus est, ut intactas omnes relinqueret, et ipse secum nihil ex bono opere portaret.