Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Dialogi
Gregorius IDial 10 · 8063-dialog2More by Gregorius I
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregorius-i540-604" aria-label="More works by Gregorius I"> —
⋯
More
Original / primary: 8063 Dialog2
10.1
ΚΕΦΑΛ. Θ'. Περὶ Βονιφατίου ἐπισκόπου πόλεως Φέρνης.
10.1
ΓΡΗΓΟΡΙΟΣ. Ἀνήρ τις ὑπῆρχεν ἐναρέτου πολιτείας Βονιφάτιος τοὔνομα ἐν τῇ Φερνήτῃ λεγομένῃ πόλει. Ὅς τις τὴν ταύτης ἐπισκοπὴν πᾶσι τρόποις χρηστότητος κατεκόσμησε. Περὶ τούτου πολλὰ θαυμάσια διηγεῖται Γαυδέντιος ὁ πρεσβύτερος, ὅς τις καὶ νῦν περίεστιν ὁ ἐν τῇ αὐτοῦ ὑπουργίᾳ ἀνατραφείς. Τοσαῦτα γὰρ περὶ αὐτοῦ ἐπ' ἀληθείας δύναται λέγειν, ὅσα καὶ ὄψει παρὼν ἐθεάσατο. Τούτου τὴν ἐκκλησίαν σφοδροτάτη πτωχεία κατεῖχεν· τοῖς δὲ ἀγαθοῖς λογισμοῖς συνεῖναι διαπαντὸς εἴθιστο, φυλακτήριον τούτους τῆς ταπεινοφροσύνης κεκτημένος. Οὐδὲν δὲ ἕτερον εἰς πᾶσαν διοίκησιν εἶχεν, εἰ μὴ ἕνα καὶ μόνον ἀμπελῶνα. Ἐν μιᾷ δὲ ἡμέρᾳ χαλάζης ἐπελθούσης, καὶ αὐτὸς κατελύθη, ὥστε μὴ ἀπομεῖναι ἐν αὐτῷ σταφυλὴν, εἰ μὴ ὅπου καὶ ἓν βοτρύδιον εἰς ἀραιὰ κλήματα, εἰς ὃν ὁ προλεχθεὶς εὐλαβέστατος ἀνὴρ Βονιφάτιος ὁ ἐπίσκοπος εἰσελθὼν, εὐχαριστηρίους ὕμνους τῷ παντοδυνάμῳ Θεῷ ἀνεπεμψε, καὶ τοι ἐν τοιαύτῃ πτωχείᾳ καὶ στενώσει ὑπαρχων. Ὅτε δὲ λοιπὸν ὁ καιρὸς κατέλαβε τοῦ ὡριμάσαι αὐτοὺς τοὺς ἐναπομείναντας ὀλίγους βότρυας, φύλακα τοῦ ἀμπελῶνος κατὰ τὸ ἔθος κατέστησε· καὶ τοῦτον ἀλρύπνῳ φυλακῇ τηρεῖσθαι ἐκέλευσεν. Ἐν μιᾷ δὲ ἡμέρᾳ Κωνσταντίῳ τῷ πρεσβυτέρῳ τῷ ἑαυτοῦ ἀνεψιῷ, προσέταξεν, ὅπως ὅλα τὰ ἐν τῷ ἐπισκοπίῳ τοῦ οἴνου σκεύη πληθυνθῶσι, καὶ πισσοθῶσι, καθὼς ἔθος ὑπῆρχεν. Ὅπερ ὁ πρεσβύτερος ὁ αὐτοῦ ἀνεψιὸς ἀκούσας, λίαν ἐθαύμασεν, ὅτι οἶνον μὴ ἔχων, τὰ σκεύη τοῦ οἶνου ἑτοιμάσαι ἀνυγιῶς ἐκέλευσεν. Οὐ μέν τοί γε ἐπετόλμησεν ἐκζητῆσαι, διατί τοιαῦτα προσέταξεν, ἀλλὰ τῇ κελεύσει αὐτοῦ ὑπακούσας, πάντα κατὰ τὸ ἔθος ἡτοίμασε. Τότε ὁ ἄνθρωπος τοῦ Θεοῦ εἰς τὸν ἀμπελῶνα εἰσελθὼν, τὴν εὑρεθεῖσαν σταφυλὴν συνάξας, εἰς τὴν ληνὸν ἀπήγαγεν, καὶ πάντας ἐκεῖθεν ἐξελθεῖν κελεύσας, μόνος μετὰ ἑνὸς σεμνοῦ παιδαρίου ἔνδον ἀπέμεινεν. Ἐν δὲ τῇ ληνῷ τὸ παιδίον βαλὼν, πατηθῆναι αὐτοὺς τοὺς ὀλίγους βότρυας πεποίηκεν. Ἡνίκα δὲ ἐξ αὐτῶν οἶνος ὀλίγος προελθεῖν ἤρξατο, τοῦτον ὁ τοῦ Θεοῦ ἄνθρωπος ταῖς ἰδίαις χερσὶν ἐν σεμνοτάτῳ ἀγγείῳ δεξάμενος, εἰς ὅλα τὰ ἑτοιμασθέντα σκεύη εὐλογίας χάριν διεμέρισεν· ὥστε μόλις πάντα τὰ ἀγγεῖα ἐκ τοῦ αὐτοῦ 186 οἴνου πιανθῆναι. Μετὰ δὲ τὸ βληθῆναι ἐν ἅπασι τοῖς ἀγγείοις ταύτην τὴν εὐλογίαν, καλέσας τὸν πρεσβύτερον, παρευθὺ τοὺς πτωχοὺς παραγενέσθαι ἐκέλευσε. Τότε ἤρξατο ὁ οἶνος ἐν τῇ ληνῷ αὐξάνειν, ὥστε ἅπαντα τὰ ἐνεχθέντα τῶν πτωχῶν ἀγγεῖα γεμισθῆναι. Τοῦτο οὖν θεασάμενος καὶ πληροφορηθεὶς, τὸ παιδίον ἐκ τῆς ληνοῦ ἐκέλευσεν ἀνελθεῖν· τὴν δὲ ἀποθήκην κλείσας, καὶ τὴν ἰδίαν σφραγίδα ἐπιθέμενος, μετὰ ἀσφαλείας κατέλιπε, καὶ εὐθέως ἐν τῇ ἐκκλησίᾳ ὑπέστρεψε. Μετὰ δὲ τρίτην ἡμέραν, τὸν προλεχθέντα Κωνστάντιον τὸν πρεσβύτερον καλέσας, καὶ εὐχὴν ποιήσας, τὴν ἀποθήκην ἤνοιξε. Τὰ δὲ σκεύη ἐν οἷς ὁ ἐκπιεσθεὶς ὀλίγος οἶνος ἐβλίθὴ, δαψιλῶς τὸν οἶνον ἐκχύνοντα εὗρεν· ὥστε εἰ ἐδέησε τὸν ἐπίσκοπον ὀλίγον βραδύναι τοῦ εἰσελθεῖν, τὴν γῆν τῆς ἀποθήκης πᾶσαν ἐπὶ τοῦ ὑπερεκχεομένου οἴνου σκεπασθῆναι. Τότε τῷ πρεσβυτέρῳ μετὰ αὐστηρότητος ἐκέλευσεν, ἵνα μηδενὶ τὸ θαῦμα τοῦτο ἐξείπῃ, ἕως οὗ ὁ ἐπίσκοπος ἐκ τῆς παρούσης ζωῆς μετέλθῃ, φοβούμενος μή πως ἐν τῇ γεγονυίᾳ δυνάμει τοῦ θαύματος, διὰ τοῦ τῶν ἀνθρώπων ἐπαίνου, βλάβην τινὰ ὑπομείνῃ· πάνυ γὰρ τὰς πράξεις τὰς ἀγαθὰς ὁ τῶν ἀνθρώπων ἔπαινος παραβλάπτειν εἴωθεν· καὶ ἐν τούτῳ τῷ τοῦ διδασκάλου ὑποδείγματι ἐξακολουθῶν, ὅστις ἡμᾶς ἐν τῇ ταπεινῇ ὁδῷ τῆς ταπεινοφροσύνης ὁδηγῶν, τοῖς ἑαυτοῦ μαθηταῖς ἐνετείλατο, λέγων, περὶ ὦν ἐθεώρουν σημείων, ἵνα μηδενὶ εἴπωσιν, ἕως οὗ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἁναστῇ
10.2
ΠΕΤΡ. Προφάσεως εὐκαίρου ἀναφανείσης, ἐπιζητῆσαι θέλω τί βούλεται εἶναι, ὅτι ὁ λυτρωτὴς ἡμῶν Θεὸς, ἐν ὅσῳ τοῖς δυσὶ τυφλοῖς τὸ φῶς ἐχαρίσατο, ἐκέλευσεν ὅπως μηδενὶ εἴπωσιν· ἐκεῖνοι δὲ ἀπελθόντες, διεφήμισαν αὐτὸν ἐν πάσῃ τῇ γῇ ἐκείνῃ; μή τί γε ὁ μονογενὴς τοῦ πατρὸς Υἱὸς, καὶ τοῦ ἁγίου πνεύματος συναΐδιος ἐν τούτῳ τῷ πράγματι θέλημα εἶχεν, ὅπερ οὐκ ἠδυνήθη πληρῶσαι· ὥστε τὸ θαῦμα, ὅπερ σιωπηθῆναι ἤθελε, μηδαμῶς δυνηθῆναι ἀποκρυβῆναι.
10.3
ΓΡΗΓ. Ὁ λυτρωτὴς ἡμῶν Θεὸς, διὰ τοῦ θνητοῦ σώματος, ἕκαστον ὅπερ εἰργάσατο, ἡμῖν ὑπόδειγμα πράξεως παρέσχετο· ἵνα καὶ ἡμεῖς δυνάμεις σημείων ἐργαζόμενοι, τρόπῳ τοιούτῳ τοῖς ἴχνεσιν αὐτοῦ ἐπακολουθοῦντες, ἀπροσκόπτῳ ποδὶ ἐν τοῖς τῆς παρούσης ζωῆς ἔργοις ὁδεύσωμεν, θαυμασίως νομοθετήσας, καὶ ἡσυχάζειν κελεύσας, καὶ μᾶλλον σιωπηθῆναι οὐκ ἠδυνήθη· ὥστε λοιπὸν καὶ τοὺς ἐκλεκτοὺς τοὺς τῷ ὑποδείγματι τῆς αὐτοῦ διδασκαλίας ἀκολουθοῦντας, ἐν οἷς ἐργάζονται μεγίστοις θαύμασι, κρυβῆναι μὲν ταῦτα, πρόθεσιν ἔχειν, ἀλλ' ἵνα καὶ ἕτεροι ὠφεληθῶσι, φανερὰ καθίστανται· τοῦτο δὲ καὶ ταπεινοφροσύνη μεγίστη ὑπάρχει, ὄτι τὰ ἔργα αὐτῶν κρυβῆναι θέλουσι, καὶ ὠφέλειαν μείζονα ἐν τῷ ταῦτα σιωπηθῆναι μὴ δύνασθαι. Οὐδαμῶς δέ τι ὁ κύριος γενέσθαι ἠθέλησεν, ὅπερ ποιῆσαι οὐκ ἠδυνήθη· εἴ τι δὲ περὶ αὐτοῦ λέγεται θελῆσαι, καὶ μὴ θελῆσαι, σωματικῶς αὐτοῦ τοῖς ἀνθρώποις ἐπιδημοῦντος, εἰς ἡμετέραν διδασκαλίαν ὑπόδειγμα δέδωκεν.
10.4
ΠΕΤΡ. Ἀρέσκει ὃ λέγεις.
10.5
ΓΡΗΓ. Ἀκμὴν ὀλίγα τινὰ τῶν ἔργων Βονιφατίου τοῦ ἐπισκόπου, ἅπερ κατελείψαμεν, οὗτινος μνείαν ἐποιησάμεθα, διεξελθεῖν δίκαιον ἡγοῦμαι. Ἐν ἄλλῳ τοίνυν καιρῷ τοῦ μακαρίου Προκούλου τοῦ μάρτυρος ἡ τῆς ἑορτῆς ἐπλησίαζεν ἡμέρα. Ἐν αὐτῷ δὲ τῷ τόπῳ ἀνήρ τις εὐγενέστατος κατῴκει, Φορτουνᾶτας τοὔνομα· ὅστις τῷ σεβασμίῳ τούτῳ ἀνδρὶ πολλὴν ἱκεσίαν προσήγαγεν, ἵνα τὴν λειτουργίαν ἐπιτελοῦντος αὐτοῦ τῆς τοῦ μακαρίου μάρτυρος 187 ἑορτῆς, εὐλογίαν ἐν τῷ οἴκῳ αὐτοῦ ἐπικλίνη δοῦναι· ὁ δὲ τοῦ Θεοῦ ἄνθρωπος τοῦτο οὐ παρῃτήσατο, διὰ τὸ μετὰ πίστεως καὶ εἰλικρινοῦς ἀγάπης τὸν Φορτουνᾶτον τοῦτο αἰτήσασθαι· τῆς δὲ ἁγίας τοῦ Θεοῦ λειτουργίας τελεσθείσης ἐν τῇ τοῦ μάρτυρος ἑορτῇ, ἐν ὅσῳ εἰς τὴν τοῦ προλεχθέντος Φορτουνάτου τράπεζαν ἦλθε, πρὶν ἢ αὐτὸν τὴν ὡρισμένην εὐχὴν ἐν τῇ τραπέζῃ τῷ Θεῷ προσενέγκαι, ὡς ἔθος τισὶ τῶν προσαιτούντων ὑπάρχει μετὰ παιγνιδίου ζητεῖν τροφὴν, παρευθὺ ἔμπροσθεν τῆς θύρας ἀνήρ τις μετὰ σίστρων παρέστη, καὶ τὰ κύμβαλα ἔκρουσεν. Ὁ δὲ ἅγιος ἀνὴρ οὗτος, τὸν ἦχον τῶν κυμβάλων βδελυξάμενος, ἔφη· Οὐαὶ, οὐαὶ, ἀπέθανεν ὁ ἐλεεινὸς οὗτος· ἐγὼ ἐν τῇ τραπέζῃ τῆς εὐφροσύνης ἐλθὼν, τὸ στόμα μου ἀκμὴν εἰς τὴν τοῦ Θεοῦ αἴνεσιν οὐκ ἤνοικα, κᾀκεῖνος μετὰ σίστρων ἐλθὼν, κύμβαλα ἔκρουσεν. Προσθεὶς δὲ εἶπεν· Ἀπέλθετε διὰ τὴν ἀγάπην, καὶ τούτῳ τροφὴν καὶ ποτὸν δωρήσασθε· ἵνα δέ γινώσκητε, ὅτι ἀπέθανεν. Ὁ δὲ ἐλεεινὸς οὗτος ἀνὴρ, ἄρτον καὶ οἶνον ἐκ τοῦ αὐτοῦ οἴκου λαβὼν, τὴν θύραν ἐξελθεῖν θέλων, λίθος μέγας ἐκ τοῦ κεράμου αἰφνίδιον πεσὼν, κατὰ τῆς κεφαλῆς αὐτοῦ δέδωκεν, καὶ τοῦτον πεσόντα ἡμιθανῆ ἐν ταῖς χερσὶν ἐβάστασαν· ἐν δὲ ἄλλῃ ἡμέρᾳ κατὰ τὴν τοῦ ἀνθρώπου τοῦ Θεοῦ ψῆφον τέλει τοῦ βίου ἐχρήσατο. Ἐξ οὗ πράγματος, Πέτρε, κατανοῆσαί ἐστι πῶς φοβεροὶ οἱ ἅγιοι τοῦ Θεοῦ ἄνθρωποι τυγχάνουσι, ναοὶ γὰρ Θεοῦ ὑπάρχουσι. Καὶ ἐὰν εἰς ὀργὴν συμβῇ αὐτοὺς κινηθῆναι, ὁ ἐν αὐτοῖς κατοικῶν δι' αὐτῶν τὴν δύναμιν ἐργάζεται. Τοσοῦτον οὖν φοβερός ἐστιν ὁ τῶν δικαίων θυμὸς, ὅτι ἐν ταῖς καρδίαις αὐτῶν ἀεὶ παρών ἐστιν ὁ τὴν ἐκδίκησιν ἐπαγαγεῖν δυνάμενος, οἵαν αὐτοὶ βούλωνται.
10.6
Εν ἄλλῳ τοίνυν καιρῷ ὁ προλεχθεὶς Κωνστάντιος ὁ πρεσβύτερος ὁ τούτου ἀνεψιὸς, τὸν ἑαυτοῦ ἵππον εἰς δώδεκα νομίσματα πέπρακε· καὶ ταῦτα ἐν τῇ ἰδίᾳ ἄρκλῃ βαλὼν, πρὸς τὸ ἐργάσασθαι ἐξῆλθεν. Αἰφνίδιον δὲ πτωχοὶ ἐν τῷ ἐπισκοπίῳ κατέλαβον, οἵτινες ἀναιδῶς τὸν ἅγιον τοῦ Θεοῦ ἄνθρωπον Βονιφάτιον τὸν ἐπίσκοπον ἐδυσώπουν, ὅπως αὐτοῖς εἴ τι οὗν δωρήσηται πρὸς τὸ τὴν τῆς πτωχείας ἔνδειαν παραμυθήσασθαι. Ὁ δὲ ἅγιος οὗτος ἀνὴρ, μὴ ἔχων τι δοῦναι, ἤρξατο στενοχωρεῖσθαι τῷ λογισμῷ, μὴ θέλων τοὺς πτωχοὺς κόλπῳ κενῷ ἐξαποστεῖλαι. Εἰς μνήμην δὲ αὐτῷ ἦλθεν, ὅτι Κωνστάντιος ὁ πρεσβύτερος ὁ αὐτοῦ ἀνεψλὸς, τὸν ἵππον αὐτοῦ πέπρακε, καὶ τὸ λογάριν ὅπερ ἔλαβεν, ἐν τῇ ἄρκλῃ αὑτοῦ εἶχεν. Ἐν ταῖς ἀπουσίαις οὖν τούτου εἰσελθὼν, ἐν ᾧ τόπῳ ἡ ἄρκλα ἔκειτο, καὶ σκοπῷ εὐσεβείας τὰ κλεῖθρα αὐτῆς συντρίψας, ἐπαρὼν τὰ δώδεκα νομίσματα ταῦτα, τοῖς δεομένοις, καθὼς αὐτῷ ᾔρεσε, διεμέρισεν. Ὑποστρέψας δὲ ἐκ τοῦ ἔργου Κωνστάντιος ὁ πρεσβύτερος, καὶ τὴν κλείδωσιν τῆς ἄρκλης κεκλασμένην θεασάμενος, μὴ εὑρὼν δέ τὸ λογάριν, ὅπερ εἰς τὴν τιμὴν τοῦ ἵππου ἦν λαβὼν, ἤρξατο μετ' ὀργῆς μεγάλῃ τῇ φωνῇ κράζειν καὶ λέγειν· Πάντας ἐνταῦθα ἔνι ζῆσαι, μόνος δὲ ἐγὼ ἐν τῷ οἴκῳ τούτῳ ζῆσαι οὐ δύναμαι. Εἰς τὰς φωνὰς δὲ αὐτοῦ ὁ ἐπίσκοπος, καὶ πάντες ὅσοι ἦσαν ἐν τῷ ἐπισκοπίῳ παρεγένοντο. Καὶ θέλων αὐτὸν ὁ ἄνθρωπος τοῦ Θεοῦ καταπραῦναι, ἤρξατο λόγοις κολακευτικοῖς παραινεῖν αὐτόν. Ἐκεῖνος δὲ μετὰ ὕβρεως ἀπεκρίθη λέγων· Πάντες μετὰ σοῦ ζῶσι, μόνος ἐγὼ ἔμπροσθέν σου ζῆσαι οὐ δύναμαι, 190 ἀπόδος μοι τὸ λογάριν μου. Κινηθεὶς δὲ ὁ ἐπίσκοπος ταῖς τούτου φωναῖς, ἐν τῷ ναῷ τῆς ἁγίας θεοτόκου καὶ ἀειπαρθένου Μαρίας εἰσελθὼν, τὸ φελόνιον αὐτοῦ φορῶν, καὶ ἐκτείνας τὰς χεῖρας ἤρξατο εὔχεσθαι, ὅπως αὑτῷ ὁ Θεὸς χορηγήσῃ, ὅθεν τῷ πρεσβυτέρῳ δυνηθῇ ἀποδοῦναι ἅπερ αὐτῷ ἐπεζήτει, καὶ τὸν θυμὸν καταπαῦσαι. Εὐχρμένου δὲ αὐτοῦ, καὶ τὰς χεῖρας ὑποκάτω τοῦ φελονίου ὑψωμένας ἔχοντος, τοὺς ὀφθαλμοὺς πρὸς ἑαυτὸν ἐπιστρέψας, ἄφνω ἐν μέσῳ τῶν δύο αὐτοῦ χειρῶν ἐν τῷ ἐπενδύτῃ δώδεκα νομίσματα εὗρεν, οὕτως ἀπαστράπτοντα, ὡς ὅτι ἐν αὐτῇ τῇ ὥρᾳ ἐκ τοῦ πυρὸς ἦσαν ἐξελθόντα. Παρευθὺς οὖν ἐκ τῆς ἐκκλησίας ἐξελθὼν, εἰς τὸν κόλπον αὐτοῦ τοῦ θυμωθέντος πρεσβυτέρου ἔῤῥιψε, λέγων· Ἰδοὺ ἔχεις τὸ λογάριν, ὅπερ ἐζήτησας, τοῦτο δέ σοι γνωστὸν ἔστω, ὅτι μετὰ θάνατόν μου, ἐν ταύτῃ τῇ ἐκκλησίᾳ ἐπίσκοπος σὺ οὐ μὴ γενήσῃ διὰ τὴν κνηπίαν σου. Τοῦτο δὲ ἀληθὲς ὑπῆρχεν, ὅτι ὁ πρεσβύτερος διὰ τὸ ἐπιτυχεῖν τῆς ἐπισκοπῆς τὸ λογάριν ἡτοίμαζεν. Ἀλλ' ὁ λόγος τοῦ ἀνθρώπου τοῦ Θεοῦ οὐ διήμαρτεν· ἐν τῷ τοῦ πρεσβυτέρου γὰρ τάγματι ὢν, τὸ τῆς παρούσης ζωῆς τέλος ἐδέξατο.
10.7
Ἐν ἄλλῳ τοίνυν καιρῷ δύο τινὲς Γότθοι, ἐν Ῥαβέννῃ φάσκοντες ἀπέρχεσθαι, παρὰ τῷ ἁγίῳ τούτῳ ἀνδρὶ εἰς μονὴν ὑπεδέχθησαν. Προπέμπων δὲ αὐτοὺς, μικρὸν σκεῦος ξύλινον οἴνου γεμίσας, τῇ οἰκείᾳ χειρὶ τούτοις ἐπιδέδωκεν· ὅπερ ἐν τῇ ὁδῷ ἀριστώντων αὐτῶν ἴσως ἀρκέσαι αὐτοῖς ἠδύνατο. Ἕως οὗ δὲ ἐν Ῥαβέννῃ εἰσῆλθον, δαψιλῶς ἐξ αὐτοῦ πίνοντες, καὶ ἐν αὐτῇ τῇ πόλει δὲ ὀλίγας ἡμέρας διατρίψαντες, ὁ παρὰ τοῦ ἁγίου τούτου ἀνδρὸς δοθεὶς αὐτοῖς οἶνος ἐν τῷ σεμνοτάτῳ σκεύει, οὐ διέλειψεν· ἀλλὰ καὶ ὑποστρέψαντες πρὸς αὐτὸν, ἤγαγον ἐκ τοῦ αὐτοῦ οἴνου, καθ' ἡμέραν εἰς κόρον πίνοντες, καὶ μηδέποτε ἐν τῷ αὐτῷ σκεύει ἐπιβαλόντες· ἀλλ' ὡς ἵνα ἔβρυεν, οὕτω διήρκεσε.
10.8
Γέρων τις κληρικὸς, ἀρτίως ἐκ τῶν μερῶν ἐκείνων ἐνταῦθα κατέλαβεν, ὅστις περὶ τοῦ αὐτοῦ ἁγίου ἀνδρὸς Βονιφατίου ταῦτα διηγεῖται, ἅπερ σιωπηθῆναι οὐχ ἠγοῦμαι δίκαιον. Ἑλεγε γὰρ, ὅτι ἐν μιᾷ ἡμέρᾳ εἰσελθόντος αὐτοῦ εἰς τὸν κῆπον, εὗρε πολὺ πλῆθος κάμπης, ὥστε ὅλον τὸν κῆπον σκεπασθῆναι, πᾶν δὲ λάχανον ἀπολλύμενον θεασάμενος, πρὸς τὴν αὐτὴν κάμπην ἐπιστραφεὶς, εἶπεν· Ὀρκίζω ὐμᾶς ἐν τῷ ὀνόματι τοῦ κυρίου καὶ Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ἀναχωρήσατε ἐντεῦθεν, καὶ τὸ λάχανον τοῦτο φαγεῖν μὴ τολμήσητε. Ἐν δὲ τῷ λόγῳ τοῦ ἀνθρώπου τοῦ Θεοῦ εὐθέως ἅπαν τὸ πλῆθος ἐκεῖνο ἐξῆλθεν, ὡστε μηδὲ ἓν ἔνδον τοῦ κήπου ἀπομεῖναι. Τί δὲ θαυμαστὸν, ὅτι ταῦτα ἅπερ ἐν τῷ τῆς ἐπισκοπῆς αὐτοῦ χρόνῳ πεποίηκε διηγούμεθα, ὅτε χάριτι τοῦ παντοδυνάμου Θεοῦ, σὺν τῷ τῆς ἰερωσύνης τάγματι καὶ τοῖς θαύμασιν ἅμα ἐπηύξησεν; ἐκεῖνα δὲ θαυμασιώτερα μᾶλλον ὑπάρχουσιν, ἅπερ ἀκμὴν νηπίου αὐτοῦ ὀντος πεποιηκέναι αὐτὸν ἐμαρτύρει ὁ γέρων οὖτος ὁ κληρικός. Ἔλεγε γὰρ περὶ αὐτοῦ, ὅτι ἔτι παρὰ τῇ μητρὶ ὢν, πάνυ νήπιος ὑπάρχων, ἐξερχόμενος ἐκ τοῦ οἴκου αὐτοῦ, ποτὲ μὲν ἄνευ ὑποκαμισίου, ποτὲ δὲ ἄνευ στιχαρίου 191 ὑπέστρεφεν. Ἡνίκα γὰρ γυμνόν τινα ἐθεάσατο, ἀποδυόμενος ἅπερ ἠμφίεστο, τοῦτον ἐνέδυε, μόνοις τοῖς τοῦ παντοδυνάμου Θεοῦ ὀφθαλμοῖς τοῦτο κατοπτεύεσθαι θέλων, παρ' οὗ καὶ τὸν μισθὸν ἤλπιζε. Συχνοτέρως δὲ παρὰ τῆς οἰκείας μητρὸς ἐπετιμᾶτο λεγούσης, μὴ εἶναι δίκαιον, αὐτὸν ἐνδεῆ ὑπάρχοντα, τοῖς πτωχοῖς ἐνδύματα δωρεῖσθαι. Ἐν μιᾷ δὲ ἡμέρᾳ εἰς τὸ ὅῤῥεον εἰσελθοῦσα, σχεδὸν ὅλον τὸν σῖτον ὃν εἰς διοίκησιν τοῦ οἴκου αὐτῆς παντὸς τοῦ ἐνιαυτοῦ ἑτοιμάσασα ἦν, εὗρε παρὰ τοῦ υἱοῦ αὐτῆς τοῖς πτωχοῖς παραδοθέντα. Τοῦτο δὲ θεασαμένη ἤρξατο θρηνεῖν, καὶ τὸ πρόσωπον αὑτῆς τύπτειν, ὡς τοῦ ἐνιαυτοῦ παντὸς τὴν τροφὴν ἀπολέσασα. Ἐν τούτοις δὲ ὁ τοῦ Θεοῦ παῖς Βονιφάτιος κατέλαβεν, ὅστις αὐτὴν λόγοις παραινετικοῖς καταπραύνειν ἤρξατο. Εἰς οὐδὲν δὲ τὴν αὐτοῦ παραίνεσιν ταύτης λογισαμένης, παρακαλεῖν αὐτὴν ἤρξατο, ὅπως ἐκ τοῦ ὁῤῥέου ἐξέλθῃ, ᾧ σῖτος ὀλίγος ἐναπομείνας ἦν. Ταύτης δὲ ἐξελθούσης, ὁ τοῦ Θεοῦ παῖς ἑαυτὸν εἰς εὐχὴν ἐν αὐτῷ τῷ τόπῳ ὑπέστρωσεν, καὶ μετ' ὀλίγον ἐξελθὼν τὴν ἑαυτοῦ μητέρα εἰς τὸ ὃῤῥεον εἰσήγαγεν, ὅπερ παραχρῆμα γέμον σίτου εὑρέθη ὑπερεκπερισσοῦ τοῦ πρώην, οὗπερ ἡ μήτηρ αὐτοῦ σωρεύσασα ἦν, χαίρουσα εἰς τὴν τοῦ παντὸς ἐνιαυτοῦ διοίκησιν· τοῦτο δὲ τὸ θαῦμα θεασαμένη, κατανυγεῖσα ἤρξατο λέγειν αὐτῷ διαδοῦναι ὅπου βούλεται, ἡνίκα οὕτω συντόμως δύναται λαβεῖν, ὅπερ παρὰ τοῦ Θεοῦ αἰτεῖται. Ἡ αὐτὴ τοίνυν ἐν τῷ τοῦ οἴκου αὐτῆς προαυλίῳ ἔθος εἶχεν ὀρνίθια ἀνατρέφειν. Ἐκ δὲ προσπαρακειμένου ἀγροῦ ἀλώπηξ ἐρχομένη, ταῦτα ἐλάμβανεν. Ἐν μιᾷ δὲ ἡμήρᾳ, ἐν ὅσῳ ἐν τῷ αὐτῷ προαυλίῳ ὁ παῖς Βονιφάτιος ἵστατο, ἡ ἀλώπηξ κατὰ τὸ ἔθος ἐλθοῦσα, ὀρνίθιον ἥρπασεν. Αὐτὸς δὲ συντόμως εις τῆν ἐκκλησίαν εἰσελθὼν, καὶ ἑαυτὸν εἰς εὐχὴν ὑποστρώσας δεόμενος, ἔλεγεν· Ἀρέσκει σοι, κύριε, ἵνα ἐξ ὧν ἡ μήτηρ μου ἀνατρέφει ὀρνέων φαγεῖν μῆ δυνηθῶ· ἅπαντα γὰρ ἡ ἀλώπηξ αὕτη κατέφαγεν. Ἀναστὰς οὖν ἐκ τῆς εὐχῆς, καὶ ἐξελθὼν ἰκ τῆς ἐκκλησίας, παραχρῆμα ἡ ἀλώπηξ ὑποστρέψασα, τὸ ὀρνίθιον ὅπερ ἐν τῷ στόματι κατεῖχεν, εἴασεν, αὐτὴ δὲ ἐνώπιον τῶν ὀφθαλμῶν αὐτοῦ ἐν τῇ γῇ πεσοῦσα ἀπέθανεν.
10.9
ΠΕΤΡ. Λίαν θαυμαστὸν ὑπάρχει, ὅτι ἐν πράγμασιν εὐτελεστάτοις ταῖς εὐχαῖς τῶν εἰς αὐτὸν ἐλπιζόντων ὑπακοῦσαι καταξιοῖ ὁ Θεός.
10.10
ΓΡΗΓΟΡ. Τοῦτο, Πέτρε, ἐκ μεγίστης τοῦ κτιστοῦ ἡμῶν οἰκονομίας γίνεται, ἵνα διὰ τῶν μικρῶν ὧν λαμβάνομεν, καὶ περὶ τῶν μεγάλων ἐλπίζειν πιστεύωμεν. Εἰσηκούσθη τοίνυν ἐν πράγμασιν εὐτελεστάτοις ὁ ἄκακος καὶ ἅγιος παῖς οὗτος, ὅπως ἐν τοῖς μικροῖς μάθῃ πόσον ὀφείλει καὶ ἐν τοῖς μεγίστοις παρὰ τῷ Θεῷ αἰτήμασι κατατολμῆσαι.
10.11
ΠΕΤΡ. Ἀρέσκει ὃ λέγεις.
10.1.1
ΚΕΦΑΛ. Θ'. Περὶ Βονιφατίου ἐπισκόπου πόλεως Φέρνης. CAPUT X. De Fortunato Tudertinae civitatis episcopo.
10.1.1
GREGORIUS. Alius quoque vir vitae venerabilis in eisdem partibus fuit Fortunatus nomine, Tudertinae antistes Ecclesiae, qui in effugandis spiritibus immensae virtutis gratia pollebat, ita ut nonnunquam ab obsessis corporibus legiones daemonum pelleret, et continuae orationis studio intentus, objectas contra se eorum multitudines superaret. Hujus viri familiarissimus 193 fuit Julianus nostrae Ecclesiae defensor, qui ante non longum tempus in hac urbe defunctus est. Cujus ego quoque hoc didici relatione quod narro, quia saepe gestis illius ausu familiaritatis intererat, ejusque post memoriam ad instructionem nostram quasi favi dulcedinem in ore retinebat.
10.1.2
Matrona quaedam nobilis in vicinis partibus Tusciae nurum habebat, quae intra breve tempus quo filium ejus acceperat, cum eadem socru sua ad dedicationem oratorii beati Sebastiani martyris fuerat invitata. Nocte vero eadem qua subsequente die ad dedicationem praedicti oratorii fuerat processura, voluptate carnis devicta, a viro suo sese abstinere non potuit; cumque mane facto conscientiam deterreret perpetrata carnis delectatio, processionem vero imperaret verecundia, plus erubescens vultum hominum, quam Dei judicium metuens, cum socru sua ad dedicationem oratorii processit. Mox vero ut reliquiae beati Sebastiani martyris oratorium ingressae sunt, eamdem praedictae matronae nurum malignus spiritus arripuit, et coram omni populo vexare coepit. Ejusdem vero oratorii presbyter dum eam vehementissime vexari conspiceret, ex altari protinus sindonem tulit, eamque operuit; sed hunc simul repente diabolus invasit. Et quia ultra vires voluit quidquam praesumere, compulsus est cognoscere in sua vexatione quid esset. Hi vero qui aderant, puellam in manibus ex oratorio sublatam ad domum propriam deportaverunt. Cumque hanc antiquus hostis vexatione continua vehementer attereret, propinqui sui eam carnaliter amantes, et amando persequentes, ad obtinendum salutis remedium maleficis tradiderunt; ut ejus animam funditus exstinguerent, cujus carni magicis artibus ad tempus prodesse conarentur. Ducta est itaque ad fluvium, atque in aquam mersa; ibique diutius incantationibus agere malefici moliebantur, ut is qui eam invaserat diabolus exiret. Sed miro omnipotentis Dei judicio, dum arte perversa unus ab ea repellitur, in eam subito legio intravit. Coepit ex hoc illa tot motibus agitari, tot vocibus clamoribusque perstrepere, quot spiritibus tenebatur. Tunc inito consilio parentes ejus suae perfidiae culpam fatentes, hanc ad venerabilem virum Fortunatum episcopum duxerunt, eique reliquerunt. Qua ille suscepta, multis se diebus ac noctibus in orationem dedit; tantoque annisu precibus incubuit, quanto et in uno corpore contra se assistere legionis aciem invenit. Cum non post multos dies ita sanam atque incolumen reddidit, ac si in ea jus proprium diabolus nunquam habuisset.
10.1.3
196 Alio quoque tempore idem vir omnipotentis Dei famulus ex obsesso quodam homine immundum spiritum excussit. Qui malignus spiritus cum vesperascente jam die secretam ab hominibus horam cerneret, peregrinum quempiam esse se simulans, circuire coepit civitatis plateas et clamare: O virum sanctum Fortunatum episcopum! ecce quid fecit? peregrinum hominem de hospitio suo expulit. Quaero ubi requiescere debeam, et in civitate ejus non invenio. Tunc quidam in hospitio cum uxore sua et parvulo filio ad prunas sedebat, qui vocem ejus audiens, et quid episcopus ei fecerit requirens, hunc invitavit hospitio, sedere secum juxta prunas fecit. Cumque vicissim aliqua confabularentur, parvulum ejus filium idem malignus spiritus invasit, atque in easdem prunas projecit, ibique mox ejus animam excussit. Qui orbatus miser, vel quem ipse susceperit, vel quem episcopus expulisset, agnovit.
10.1.4
PETR. Quidnam hoc esse dicimus, ut occidendi ausum in ejus hospitio antiquus hostis acciperet, qui hunc peregrinum aestimans, ad se hospitalitatis gratia vocasset?
10.1.5
GREGOR. Multa, Petre, videntur bona, sed non sunt, quia bono animo non fiunt. Unde et in Evangelio Veritas dicit: Si oculus tuus nequam fuerit, totum corpus tuum tenebrosum erit. Quia cum perversa est intentio quae praecedit, pravum est omne opus quod sequitur, quamvis esse rectum videatur. Ego namque hunc virum, qui dum quasi hospitalitatem exhiberet orbatus est, non pietatis opere delectatum aestimo, sed episcopi derogatione; nam poena subsequens innotuit, quia praecedens illa susceptio sine culpa non fuit. Sunt namque nonnulli, qui idcirco bona facere student, ut gratiam alienae operationis obnubilent; nec pascuntur bono quod faciunt, sed laude boni qua caeteros premunt. Qua de re existimo hunc virum qui malignum spiritum in hospitalitatem suscepit, ostentationi potius intendisse quam operi, ut meliora quam episcopus fecisse videretur; quatenus ipse susciperet eum, quem vir Domini Fortunatus expulisset.
10.1.6
PETR. Ita est ut dicis; nam finis operis probabat, quod munda intentio in operatione non fuerit.
10.1.7
GREGOR. Alio quoque tempore, cum oculorum quidam lumen amisisset, ad hunc deductus intercessionis ejus opem petiit, et impetravit. Nam cum vir Dei oratione facta oculis ejus signum crucis imprimeret, ab eis, protinus luce reddita, nox caecitatis abscessit. Praeterea equus cujusdam militis in rabiem fuerat versus, ita ut a multis teneri vix posset: sed et quoscunque potuisset invadere, eorum membra morsibus dilaniaret. Tunc utcunque a multis ligatus 197 ad virum Dei deductus est. Qui mox ejus capiti extensa manu signum crucis edidit, cunctam ejus rabiem in mansuetudinem mutavit, ita ut postea mitior existeret, quam ante illam insaniam fuisset. Tunc idem miles equum suum, quem celerrimo miraculi imperio a sua vesania vidit immutatum, eidem sancto viro decrevit offerendum. Quem cum suscipere ille renueret, ipse vero in precibus, ne despiceretur ejus oblatio, perseveraret, sanctus vir mediam duarum partium viam tenens, et petitionem militis audivit, et munus recipere pro exhibita virtute recusavit; prius namque dignum pretium praebuit, et postea equum qui sibi offerebatur accepit. Quia enim si non susciperet, eum contristari conspexerat, charitate cogente emit quod necessarium non habebat.
10.1.8
Neque hoc silere de hujus viri virtutibus debeo, quod ante dies fere duodecim agnovi. Quidam namque ad me deductus est senex pauper; atque ut mihi senum collocutio esse semper amabilis solet, studiose hunc unde esset inquisivi, qui se esse de Tudertina civitate respondit. Cui inquam: Quaeso te, Pater, num Fortunatum episcopum nosti? Qui ait: Novi, et bene novi. Tunc ipse subjunxi: Dic, rogo, si qua illius miracula nosti, et desideranti mihi qualis vir fuerit innotesce. Qui ait: Homo ille longe fuit ab istis hominibus quos videmus modo. Nam quidquid ab omnipotenti Deo petiit, ita dum peteret impetravit. Cujus hoc unum narro miraculum, quod ad praesens animo occurrit. Quadam namque die Gothi juxta Tudertinam civitatem venerunt, qui ad partes Ravennae properabant, et duos parvos puerulos de possessione abstulerant, quae possessio praefatae Tudertinae civitati subjacebat. Hoc cum viro sanctissimo Fortunato nuntiatum fuisset, protinus misit, atque eosdem Gothos ad se evocari fecit. Quos blando sermone alloquens, eorum prius studuit asperitatem placare, ac post intulit, dicens: Quale vultis pretium dabo, et puerulos quos abstulistis reddite, mihique hoc gratiae vestrae munus praebete. Tunc is qui prior eorum esse videbatur, respondit dicens: Quidquid aliud praecipis, facere parati sumus, nam istos puerulos nullatenus reddemus. Cui venerandus vir blande minatus est, dicens: Contristas me, fili, et non audis patrem tuum: noli me contristare, ne non expediat tibi. Sed idem Gothus in cordis sui feritate permanens, negando discessit. Die vero altera digressurus, rursus ad episcopum venit, quem eisdem verbis pro praedictis puerulis iterum episcopus rogavit. Cumque ad reddendum nullo modo consentire voluisset, contristatus episcopus dixit: Scio quia tibi non expedit quod me contristato discedis. Quae Gothus verba despexit, atque ad hospitium reversus, eosdem pueros de quibus agebatur, equis superimpositos cum 200 suis hominibus praemisit. Ipse vero statim ascendens equum subsecutus est. Cumque in eadem civitate ante beati Petri apostoli ecclesiam venisset, equo ejus pes lapsus est; qui cum eo corruit, et ejus coxa mox fracta est, ita ut in duabus partibus os esset divisum. Tunc levatus in manibus, reductus est ad hospitium. Qui festinus misit, et pueros quos praemiserat reduxit, et viro venerabili Fortunato mandavit, dicens: Rogo te, Pater, mitte ad me diaconum tuum. Cujus diaconus dum ad jacentem venisset, pueros quos redditurum se episcopo omnino negaverat, ad medium deduxit, eosque diacono illius reddidit, dicens: Vade, et dic domino meo episcopo: Quia maledixisti mihi, ecce percussus sum; sed pueros quos quaesisti, recipe, et pro me, rogo, intercede. Susceptos itaque puerulos diaconus ad episcopum reduxit, cui benedictam aquam venerabilis Fortunatus statim dedit, dicens: Vade citius, et eam super jacentis corpus projice. Perrexit itaque diaconus, atque ad Gothum introgressus, benedictam aquam super membra illius aspersit. Res mira et vehementer stupenda! mox ut aqua benedicta Gothi coxam contigit, ita omnis fractura solidata est, et saluti pristinae coxa restituta, ut hora eadem de lecto surgeret, et ascenso equo ita coeptum iter ageret, ac si nullam unquam laesionem corporis pertulisset. Factumque est ut qui sancto viro Fortunato pueros cum pretio reddere obedientiae subjectus noluit, eos sine pretio poena subactus daret. His igitur expletis studebat adhuc senex de eo et alia narrare. Sed quia nonnulli aderant ad quos exhortandos occupabar, jamque diei tardior hora incubuerat, venerabilis Fortunati facta diu mihi audire non licuit, quae audire, si liceat, semper volo.
10.1.9
Sed die alia idem senex rem de illo magis adhuc mirabilem narravit, dicens: In eadem Tudertina urbe Marcellus quidam, bonae actionis vir, cum duabus sororibus suis habitabat: qui eveniente molestia corporis, ipso sacratissimo vesperascente jam Sabbato paschali, defunctus est. Cujus corpus cum longius esset efferendum, die eodem sepeliri non potuit. Cumque mora esset temporis ad explendum debitum sepulturae, sorores ejus, morte ejus afflictae, cucurrerunt flentes ad venerabilem virum Fortunatum, eique magnis vocibus clamare coeperunt: Scimus quia apostolorum vitam tenes, leprosos mundas, caecos illuminas, veni, et resuscita mortuum nostrum. Qui mox ut cognovit earum fratrem defunctum, flere ipse etiam de morte ejus coepit, eisque respondit, dicens: 201 Recedite, et haec dicere nolite, quia fussio omnipotentis Dei est, cui contraire nullus hominum potest. Illis itaque discedentibus, tristis ex morte ejus mansit episcopus. Subsequente autem die Dominico ante exsurgentis lucis crepusculum, vocatis duobus diaconibus suis, perrexit ad domum defuncti; accedensque ad locum ubi corpus jacebat exanime, ibi se in orationem dedit. Expleta autem prece surrexit, et juxta corpus defuncti sedit; non autem grandi voce defunctum per nomen vocavit, dicens: Frater Marcelle. Ille autem, ac si leviter dormiens, ad vicinam vocem quamvis modicam fuisset excitatus, statim oculos aperuit, atque ad episcopum respiciens, dixit: O quid fecisti? o quid fecisti? Cui episcopus respondit, dicens: Quid feci? At ille: Duo hesterno die venerunt, qui me ejicientes ex corpore in bonum locum duxerunt, hodie autem unus missus est qui dixit: Reducite eum, quia Fortunatus episcopus in domum ejus venit. Quibus verbis expletis, mox ex infirmitate convaluit, et in hac vita diutius mansit. Nec tamen credendum est quia locum quem acceperat perdidit, quia dubium non est quod intercessoris sui precibus potuit post mortem melius vivere, qui et ante mortem studuit omnipotenti Deo placere. Sed cur multa de ejus vita dicimus, cum nunc usque ad corpus illius tot virtutum documenta teneamus? Daemoniacos quippe absolvere, aegros curare quoties ex fide petitur, ut vivus consueverat hoc indesinenter facere, et apud mortua sua ossa perseverat. Sed libet, Petre, adhuc ad Valeriae provinciae partes narrationis meae verba reducere, de quibus me eximia valde miracula ex ore venerabilis Fortunati, cujus longe superius memoriam feci, contigit audisse. Qui crebro ad me nunc usque veniens, dum facta mihi veterum narrat, nova refectione me satiat.

Intertext edge

Open linked passage

Note