Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Dialogi
Gregorius IDial 111 · 8063-dialog2More by Gregorius I
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregorius-i540-604" aria-label="More works by Gregorius I"> —
⋯
More
Original / primary: 8063 Dialog2
111.1
463 ΚΕΦΑΛ. ΝΖ'. Ἐρώτησις, τί ἐστιν μετὰ θάνατον τὸ δυνάμενον βοηθῆσαι ταῖς ψυχαῖς, καὶ περὶ τοῦ πρεσβυτέρου τοῦ ἀπὸ Κεντουμκέλλων, καὶ περὶ τῆς ψυχῆς Ἰούστου μοναχοῦ.
111.1
ΠΕΤΡΟΣ. Τί γὰρ οὖν δύναται τὰς τῶν τελευτώντων ψυχὰς μετὰ θάνατον ὠφελῆσαι;
111.2
ΓΡΗΓΟΡ. Ἐὰν τὰ πταίσματα μετὰ θάνατον ἀσυγχώρητα οὐκ εἰσὶ, πολὺ δύναται ταῖς ψυχαῖς ἡ ἱερὰ προσφορὰ τῆς σωτηριώδους θυσίας βοηθῆσαι. Ὅθεν τοῦτο πολλάκις καὶ αὐταὶ αἱ τῶν τεθνεώτων ψυχαὶ ὤφθησαν ἐπιζητοῦσαι, καθὼς καὶ ὁ προλεχθεὶς Φῆλιξ ὁ ἐπίσκοπος παρά τινος πρεσβυτέρου, πάνυ τῇ ζωῇ εὐλαβεστάτου ἀκηκοέναι λέγει, ὅτι οὗτος ὁ πρεσβύτερος ἕως προδιετίας ταύτης ζῶν ὑπῆρχε, καὶ ἐν τῇ περιοικιώδει τῆς πόλεως Κεντουμκέλλων κατῴκει. Τῆς δὲ ἐκκλησίας τοῦ μακαρίου Ἰωάννου τῆς ἐν τῷ τόπῳ τῷ ἐπιλεγομένῳ Ταυρίανα, προτερον προΐστατο. Ὁ τοιοῦτος πρεσβύτερος ἔθος εἶχεν, ὁσάκις ἔχρησε βοήθεια σώματος, ἐν τῷ αὐτῷ τόπῳ, ἐν ᾧ τὰ θερμὰ ὕδατα ποιοῦσι μεγάλην ἀτμίδα, νίπτεσθαι. Ὅπου τῷ αὐτῷ τόπῳ, ἤγουν ἔν τινι ἡμέρᾳ εἰσελθὼν, εὗρεν ἄνδρα τινὰ ἀγνώριστον ἕτοιμον εἰς τὴν αὐτοῦ ὑπουργίαν. Ὅστις ἐκ τῶν ποδῶν αὐτοῦ τὰ ὑποδήματα ἔσυρε, καὶ τὰ ἱμάτια αὐτοῦ ὑπεδέξατο. Ἐξερχομένου δὲ αὐτοῦ ἀπὸ τῶν θερμῶν, τὰ σάβανα αὐτῷ ἐπιδέδωκεν, καὶ πᾶσαν ὑπουργίαν μετὰ μεγάλης τιμῆς ἐξετέλεσεν. Ἐν δὲ τῷ πολλάκις τοῦτο γίνεσθαι, αὐτὸς πρεσβύτερος ἐν μιᾷ ἡμέρᾳ εἰς τὰ θερμὰ ἀπερχόμενος, ἐν ἑαυτῷ διαλογισάμενος ἐκείνῳ τῷ τοιούτῳ πόθῳ διακονεῖν νίψειν ἀνθρώπῳ τῷ εἰωθότι, οὐκ ὤφειλον κενὸς ὀφθῆναι. Ἀλλ' εἴτι οὖν δῶρον βαστάσαι αὐτῷ χρεία. Δύο οὖν μεθ' ἑαυτοῦ προσφορὰς λαβὼν ὁ πρεσβύτερος, ἐπορεύθη. Ἐν ᾧ τόπῳ οὖν παραγενόμενος, αὖθις τὸν ἄνθρωπον εὗρε. Κατὰ δὲ τὸ ἔθος ἐν πᾶσι τὴν ὑπουργίαν ἐπετέλει. Ἔλουσε μὲν καὶ ὡς λοιπὸν ὑπῆρχεν ἐνδυόμενος ἤθελεν ἐξέρχεσθαι, ἅσπερ μεθ' ἑαυτοῦ προσφορὰς ἐβάσταζε τῷ ὑπουργοῦντι αὐτῷ ἀνδρὶ εὐλογίας χάριν ἐπέδωκε, παρακαλῶν ἀγάπης χάριν αὐτὸν ὑποδέξασθαι. Ἐκεῖνος δὲ πενθῶν καὶ θλιβόμενος ἀπεκρίθη, λέγων· Ἐμοὶ, πάτερ, ταῦτα διὰ τί παρέχεις; οὗτος ὁ ἄρτος ἅγιος ἐστι, κἀγὼ φαγεῖν αὐτὸν οὐ δύναμαι. Ἐμὲ γὰρ ὃν θεωρεῖς, ποτὲ τοῦ τόπου τούτου κύριος ὑπῆρχον. Ἀλλὰ διὰ τὰ πταίσματά μου ἐνθάδε κατεδικάσθην. Ἐὰν δέ μοι τί παρασχεῖν θέλῃς, τὸν ἄρτον τοῦτον ὑπὲρ ἐμοῦ τῷ παντοδυνάμῳ Θεῷ προσένεγκαι, καὶ ὑπὲρ τῶν ἁμαρτιῶν μου πρόσευξαι. Τότε δὲ ἐπακουσθῆναι γίνωσκε, ἐὰν ἐπὶ τὸ λούσασθαι ἐλθὼν, ἐμὲ ἐνθάδε μὴ εὕρῃς. Ταῦτα δὲ εἰπὼν ἀφανὴς γέγονε. Καὶ ὅστις ἄνθρωπος εἶναι ἐθεωρεῖτο, ἀφανὴς γενόμενος, ἐγνώσθη ὅτι πνεῦμα ὑπῆρχεν. Ὁ δὲ αὐτὸς πρεσβύτερος ἑβδομάδα ἡμερῶν ἑαυτὸν ἐπίμονος ἐν δάκρυσιν ὑπὲρ αὐτοῦ συνέσφιγξε, σωτήριον θυσίαν καθ' ἡμέραν τῷ Θεῷ προσέθυσε, μετέπειτα εἰς τὰ θερμὰ ὑποστρέψας, οὐδαμῶς αὐτὸν τοῦ λοιποῦ ἐκεῖσε εὗρεν. 466 Ἐκ τούτου οὖν δείκνυται πόσον ταῖς ψυχαῖς συμβάλλεται ἡ τῆς ἱερᾶς θυσίας προσφορὰ, ὁπόταν ταύτην καὶ αὐτὰ τῶν τεθνεώτων τὰ πνεύματα παρὰ τῶν ζώντων αἰτοῦνται. Καὶ διὰ σημείων μηνύουσιν, ὅτι δι' αὐτῆς τῶν πταισμάτων λυτροῦνται.
111.3
Οὐδὲ τοῦτο δὲ παρασιωπῆσαι νομίζω, ὅπερ ἐν τῷ ἐμῷ μοναστηρίῳ πρὸ ταύτης τῆς τριετίας γεγονέναι μέμνημαι. Μοναχὸς γάρ τις, ὀνόματι Ἰοῦστος, τὴν ἰατρικὴν τέχνην ἐπιστάμενος, ὅς μου ἐν τῷ μοναστηρίῳ ὑπάρχοντος, καθ' ἑκάστην ὑπουργίαν, καὶ ἐν ταῖς καθημεριναῖς ἀῤῥωστίαις μου εἴωθε καρτερεῖν. Οὗτος τοίνυν πεσὼν ἐν ἀσθενείᾳ σώματος ἐν τοῖς ἐσχάτοις ἤχθη, ὃς εἶχεν ἀδελφὸν, ὀνόματι Κοπιῶσον, ὅστις ἐν τῇ αὐτῇ ἀσθενείᾳ ἐδούλευε τούτῳ, ὅστις καὶ μέχρι τοῦ νῦν περίεστιν, καὶ ἐν ταύτῃ τῇ πόλει, ἐκ τῆς αὐτῆς ἰατρικῆς τέχνης τῆς προσκαίρου ζωῆς τὴν πρόσοδον πορίζεται. Ὁ δὲ προλεχθεὶς Ἰοῦστος ἡνίκα λοιπὸν ἑαυτὸν τῷ τέλει προσεγγίζοντα διέγνω, τῷ ἀδελφῷ αὐτοῦ Κοπιώσῳ ἐδηλοποίησεν, ὅτι κεκρυμμένα τρία τοῦ χρυσοῦ νομίσματα εἶχε. Τοῦτο δὲ τοὺς ἀδελφοὺς παντελῶς λαθεῖν οὐκ ἠδύνατο. Ἀλλὰ ἀκριβῶς περιβλέψαντες πάντα τὰ τῆς ἰατρείας φάρμακα, διερευνήσαντές τε τὰ τρία νομίσματα ἐκεῖ τοῦ χρυσοῦ κεκρυμμένα εὗρον. Ὡς δὲ τὸ τοιοῦτον κακὸν ἐμηνύθη μοι περὶ τοῦ ἀδελφοῦ τοῦ μεθ' ἡμῶν ἐν τῷ κοινοβίῳ συζῶντος, ὑποφέρειν οὐκ ἠδυνήθην μακροθύμως. Ἀεὶ γὰρ ἡ τοῦ ἡμετέρου μοναστηρίου τάξις ὑπῆρχεν, ἵνα πάντες οἱ ἀδελφοὶ κοινῶς ζήσωσι, μηδὲν δὲ ἴδιον ἔχωσι. Λύπῃ οὖν κατασχεθεὶς, διαλογίζεσθαι ἠρξάμην, τί ὤφειλον πρὸς κάθαρσιν μὲν τοῦ ἀποθνήσκοντος, πρὸς ἔνδειγμα δὲ καὶ διόρθωσιν τῶν ζώντων ἀδελφῶν ποιῆσαι. Τὸν τοῦ μοναστηρίου οὖν οἰκονόμον πρός με καλέσας, εἶπον αὐτῷ· Ἄπελθε καὶ μὴ ποιήσῃς τινὰ τῶν ἀδελφῶν προσεγγίσαι ἐκείνῳ τῷ τελευτῶντι, μηδὲ λόγον παρακλήσεως ἐκ τοῦ στόματός τινος αὐτῶν ἀκούσῃ. Ἀλλ' ἐὰν πλησιάζων τῷ θανάτῳ τοὺς ἀδελφοὺς προσκαλέσηται, ὁ σαρκικὸς αὐτοῦ ἀδελφὸς εἴπῃ αὐτῷ, ὅτι διὰ τὰ τρία νομίσματα ἅπερ ἐν κρυφῇ εἶχες, παρὰ πάντων τῶν ἀδελφῶν ἐβδελύχθης. Ἴσως κἂν ἐν τῷ θανάτῳ αὐτοῦ περὶ τοῦ πταίσματος τούτου τὸν λογισμὸν αὐτοῦ πικροτάτῃ καταδικάσας μάστιγι, ἐκ τῆς ἁμαρτίας ἧς ἐποίησε καθαρθῆναι δυνήσηται. Ἡνίκα δὲ τελευτέσῃ, μὴ θάψετε τὸ σῶμα αὐτοῦ ἔνθα οἱ λοιποὶ ἀδελφωὶ θάπτονται, ἀλλ' ἐν τῇ κοπρίᾳ μνημεῖον οἱονδήποτε ποιήσατε, καὶ ἐν αὐτῷ τὸ σῶμα αὐτοῦ θάψετε. Τὰ δὲ τρία νομίσματα ἅπερ κατέλιπεν, ἐπάνω αὐτῷ ῥίψατε, πάντες ὁμοθυμαδὸν κράζοντες, Τὸ ἀργύριόν σου σύν σοι εἰς ἀπώλειαν, καὶ οὕτως αὐτὸν γῇ σκεπάσατε. Ἐν πᾶσι δὲ τούτοις μίαν μὲν τῷ ἀποθνήσκοντι, ἑτέραν δὲ τοῖς ζῶσιν ἀδελφοῖς ὠφέλειαν γενέσθαι ἠθέλησα· ἵνα ἐκεῖνον ἡ πικρία τοῦ θανάτου ἐκ τοῦ πταίσματος ἐλευθερώσῃ, τούτοις δὲ ὁ φόβος τῆς τοσαύτης κατακρίσεως κωλύσῃ συμμετόχους τοιούτου πταίσματος γενέσθαι. Ὅπερ καὶ γέγονεν. Εἰς γὰρ τὸν θάνατον ὁ αὐτὸς μοναχὸς ἐλθὼν, καὶ σφόδρα συνεχόμενος, ἑαυτὸν τοῖς ἀδελφοῖς παραθέσθαι ἐζήτησεν. Οὐδενὸς δὲ τῶν μοναχῶν πλησιάσαι αὐτῷ καταδεξαμένου, ὁ σαρκικὸς αὐτοῦ ἀδελφὸς ἐμήνυσεν αὐτῷ διὰ τί παρ' αὐτῶν βδελυκτὸς γίνεται, ὅστις παρευθὺς διὰ τὴν ἁμαρτίαν αὐτοῦ ἀναιδῶς ἐστέναξεν. Ἐν αὐτῷ δὲ τῷ στεναγμῷ ἐκ τοῦ σώματος ἐξῆλθεν. Οὕτω διετάφη καθὼς διεταξάμην. 467 Οἱ οὖν ἀδελφοὶ πάντες διὰ τὴν δοθεῖσαν εἰς αὐτὸν ψῆφον, μεγάλως συνταραχθέντες, ἤρξατο ἕκαστος αὐτῶν εἰς μέσον φέρειν τὰ οὐδαμινὰ καὶ ἐλάχιστα πράγματα, ἅπερ αὐτοὺς ἔχειν ὁ τοῦ κοινοβίου κανὼν ἐπέτρεψε πάντοτε, καὶ σφόδρα δειλιάσας μή τι εἰς αὐτοὺς εἶναι, ὅθεν ἐλέγχειν δυνήσονται. Ὡς δὲ μετὰ τὸν θάνατον αὐτοῦ ἤδη τριάκοντα ἡμέραι ὑπῆρχον κυκλούμεναι, ἤρξατο ἡ ψυχή μου συμπαθεῖν τῷ θανέντι ἀδελφῷ, καὶ μεριμνῆσαι μετὰ πόνου τὰ αὐτοῦ βαρέα βάσανα, καὶ εἴτι ὑπῆρχε τῆς λυτρώσεως αὀτοῦ βοήθημα ζητῆσαι. Τότε καλέσαντός μου πρός με τὸν αὐτὸν οἰκονόμον τοῦ ἡμῶν μοναστηρίου, ἀλγούμενος εἶπον· Ἀρκετὸν λοιπὸν ὑπάρχει ἐκεῖνον τὸν τελευτήσαντα ἀδελφὸν ἐν τῷ πυρὶ βασανίζεσθαι. Ὀφείλομεν αὐτῷ εἰς ὃ δυνάμεθα δι' ἀγάπην βοηθῆσαι, ἵνα τῆς βασάνου λυτρωθῇ. Ἄπελθε οὖν καὶ ἀπὸ τῆς σήμερον ἡμέρας, μέχρις ἡμερῶν λ' ἀνελλειπῶς ὑπὲρ αὐτοῦ θυσίαν ἀναίμακτον προσενεχθῆναι ποίησον, μὴ παραχωρῶν παντελῶς, μήτε μίαν ἡμέραν ἐν ᾗ ὑπὲρ τῆς λυτρώσεως αὐτοῦ ἡ σωτηριώδης Α θυσία οὐ προσκομισθῇ. Ὅστις παρευθὺς συνῄνεσε, καὶ ἡτοίμασεν. Ἡμῶν δὲ ἕτερα φροντιζόντων, καὶ τὰς κυκλουμένας ἡμέρας μὴ ἀριθμοῦντων, ωὗτος ὁ ἀδελφὸς ὁ ἀποθανὼν ἐφάνη τῇ νυκτὶ δι' ὀπτασίας τῷ ἀδελφῷ τῷ σαρκικῷ αὐτοῦ Κοπιώσῳ, καὶ ὡς αὐτὸς ἑώρακεν ἐκεῖνον, ἐρώτησε λέγων· Τί ἐστιν, ἀδελφὲ, πῶς εἶ; Ὧιτινι αὐτὸς ἀπεκρίθη λέγων· Ἕως τοῦ νῦν κακῶς ὑπῆρχον, ἀλλὰ ἤδη νῦν καλῶς εἰμὶ, ὅτι σήμερον κοινωνίαν ἔλαβον. Ὅπερ αὐτὸς Κοπιῶσος ἐν τῷ μοναστηρίῳ πορευθεὶς παρευθὺ τοῖς ἀδελφοῖς ἐμήνυσε. Μετὰ ἀκριβείας δὲ τὰς ἡμέρας ωἱ ἀδελφοὶ ἀριθμήσαντες, εὗρον, ὅτι αὕτη ἡ ἡμέρα ὑπῆρχεν, ἐν ᾗ ὑπὲρ αὐτοῦ ἡ τριακοστὴ προσφορὰ ἦν πληρωθεῖσα. Ἠγνόει γὰρ καὶ ὁ Κοπιῶσος τί οἱ ἀδελφοὶ ὑπὲρ αὐτοῦ ἐποίουν, ὁμοίως δὲ καὶ αὐτοὶ τί ὁ Β Κοπιῶσος ὑπὲρ αὐτοῦ ἑώρακεν. Ἐν τῇ αὐτῇ οὖν ἡμέρᾳ διέγνω κᾀκεῖνος τί οὗτοι ἐποίησαν, οὗτοι δὲ ἔγνωσαν τί ἐκεῖνος ἑώρακεν. Ἅμα συμφωνούμεναι ἥ τε θεωρία καὶ ἡ θυσία τοῦτο φανερῶς δείκνυται, ὅτι διὰ τῆς σωτηριώδους θυσίας ὁ ἀπεθαμμένος ἀδελφὸς τῆς βασάνου ἐλυτρώθη.
111.1.1
463 ΚΕΦΑΛ. ΝΖ'. Ἐρώτησις, τί ἐστιν μετὰ θάνατον τὸ δυνάμενον βοηθῆσαι ταῖς ψυχαῖς, καὶ περὶ τοῦ πρεσβυτέρου τοῦ ἀπὸ Κεντουμκέλλων, καὶ περὶ τῆς ψυχῆς Ἰούστου μοναχοῦ. CAPUT LVI. De vita et transitu Cassii Narniensis episcopi.
111.1.1
PETRUS. Mira sunt valde quae audio, et non mediocriter laeta.
111.1.2
GREGOR. Ne nobis in dubium veniant verba mortuorum, confirmant haec facta viventium. Nam vir vitae venerabilis Cassius Narniensis episcopus, qui quotidianum offerre consueverat Deo sacrificium, seque in lacrymis inter ipsa sacrificiorum arcana mactabat; mandatum Domini per cujusdam sui presbyteri visionem suscepit, dicens: Age quod agis, operare quod operaris, non cesset pes tuus, non cesset manus tua, natali Apostolorum venies ad me, et retribuam tibi mercedem tuam. Qui post annos septem ipso natalitio apostolorum die cum missarum solemnia peregisset, et mysteria sacrae communionis accepisset, e corpore exivit.

Intertext edge

Open linked passage

Note