Dialogi
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregorius-i540-604" aria-label="More works by Gregorius I">
—
⋯
Original / primary: 8063 Dialog2
113.1
470 ΚΕΦΑΛ. ΝΘ'. Περὶ τοῦ ἀοράτως ἐκ τῶν σιδήρων λυθέντος, καὶ περὶ τοῦ ναύτου τοῦ ἐκ τοῦ ναυαγίου σωθέντος.
113.1
Καὶ Ε τοῦτο ὅπερ ἀκηκόαμεν, τινὰ ὑπάρχοντα δεδεμένον ἐν τοῖς ἐχθροῖς δι' αἰχμαλωσίας καὶ ἐν δεσμοῖς δεδέσθαι, ὑπὲρ οὗ ἡ σύζυγος[ Ms., σύμβιος, hic et infra] ἰδίαις ἡμέραις θυσίαν εἴωθε προσφέρειν. Ὅστις μακρῷ χρόνῳ, ὕστερον εἰς τὴν σύζυγον ἀναστρέφων ἐν αἷς ἡμέραις αἱ ἁλύσεις αὐτοῦ ἐλύοντο, ἐδηλοποίησεν. Ἡ δὲ αὐτὰς εἶναι τὰς ἡμέρας εἴρηκεν, ἐν αἷς ὑπὲρ αὐτοῦ τὴν προσφορὰν προσέφερε. Καὶ δι' ἑτέρου δὲ ἡμῖν πράγματος τοῦτο ἀσφαλὲς ὑπάρχειν γνωρίζεται πρὸ τῶν ἑπτὰ τούτων γεγονότος χρόνων, καθώς μοι πιστοὶ καὶ σπουδαῖοι ἄνδρες πλεῖστοι Ζ διηγήσαντο, καὶ μαρτυροῦσιν. Ἡνίκα γὰρ Ἀγάθων ὁ τῆς Πανόρμου ἐπίσκοπος, ὑπὸ τοῦ ὑποδόχου μου ἐν μακαρίᾳ τῇ μνήμῃ, ἐν τῷ καιρῷ προσταχθεὶς ἐλθεῖν εἰς τὴν Ῥώμην, ὑπέμεινε βίαν σφοδροτάτης καταιγίδος, οὕτως ἐκ τοσούτου κυμάτων κινδύνου φεύγειν ἀπελπισμένος ἦν. Ὁ ναύτης δὲ αὐτοῦ Βάρακος ὀνόματι, ὃς νῦν τῆς αὐτοῦ ἐκκλησίας τοῦ κλήρου χρᾶται τῇ λειτουργίᾳ, ἐκυβέρνα τὸν κάραβον ὄπισθεν τοῦ πλοίου. Τοῦ δὲ σχοινίου κοπέντος ἅμα τῷ καράβῳ ὃν ἐκυβέρνα ὑψωθεὶς, ἐν τοῖς κύμασιν ἀφανὴς ἐγένετο. Τὸ δὲ πλοῖον ἐν ᾧ ὁ ἐπίσκοπος ὑπῆρχε, μετὰ πολλῆς ἀνάγκης εἰς τὴν νῆσον τὴν λεγομένην Οὔστικαν ἦλθε συντριβὲν ὑπὸ τῆς βίας τῶν κυμάτων. Τρίτης δὲ ἡμέρας παρελθούσης, καὶ ἐν οὐδενὶ μέρει τῆς θαλάσσης τὸν ἀποσπασθέντα κάραβον σὺν τῷ ναύτῃ θεωρήσαντες, σφόδρα ὁ ἐπίσκοπος Η θλιβόμενος, ἐπίστευσεν ἀπολέσθαι καὶ τὸ δῶρον ὅπερ ὤφειλε τῷ τελειωθέντι, ἐδαπάνησε διὰ λειτουργίας, ἐλεημοσύνην, ὅπως τῷ παντοδυνάμῳ Θεῷ ὑπὲρ τῆς διαλύσεως τῆς ψυχῆς αὐτοῦ προσφέρεσθαι μίαν θυσίαν σωτηρίου· ἧς προσφερομένης, τὸ πλοῖον ἐῤῥύσθη, καὶ ἐπορεύθη εἰς τὴν Ἰταλίαν. Ὡς δὲ ἦλθεν εἰς τὸν Ῥωμαϊκὸν λιμένα, ἐκεῖσε τὸν ναύτην, ὃν τελειωθέντα ὑπελάμβανεν, εὗρε. Τότε μὴ νοουμένην χαρὰν ἐχάρη, καὶ ἐρώτησε τὸν αὐτὸν ναύτην, πῶς τοσαύτας ἡμέρας ἐν τῷ τοιούτῳ κινδύνῳ τῆς θαλάσσης ζῆσαι ἠδυνήθη. Αὐτὸς δὲ ἀποκριθεὶς, διεσάφησεν πῶς ἐν ἐκείνῳ τῷ κλύδωνι τῶν κυμάτων, συγγεμώσαντος τοῦ καράβου οὗπερ ἐκυβέρνα, κυατῶν( sic) αὐτὸν ἐκολύμβα, καὶ ποσάκις ἐπεγείραντος αὐτοῦ τὴν ἄνω κάτω, ἡ τροπὴ ἐπάνω γέγονεν. Ἐν ὅσῳ δὲ ἡμέρας καὶ νυκτὸς τοῦτο ἀπαύστως ποιῆσαι λοιπὸν, ἡ αὐτοῦ δύναμις διὰ τὴν πείναν ἅμα, καὶ διὰ τὴν κόπον κατέπεσεν. Ποίῳ δὲ τρόπῳ αὐτὸν διεφύλαξεν ἡ τοῦ Θεοῦ φιλανθρωπία, ἐδηλοποίησεν, ὅπερ καὶ μέχρι τοῦ νῦν μαρτυροῖ, λέγων· Ἐν τοῖς κύμασι κοπιῶν καὶ ἀγωνιζόμενος, ἄφνω τῷ νῷ ἐβαρήθη, μήτε Θ ὕπνῳ κρατούμενος, μήτε πάλιν πιστεύειν με ἀγρυπνῆσαι. Ἑν δὲ τούτῳ τῷ μέσῳ ὑπάρχοντός μου ἐν ἐκστάσει, ἐφάνη τις αὐτῷ ὃς ἄρτον ἔδωκεν αὐτῷ εἰς βρῶσιν, καὶ παρευθὺς ὡς ἔφαγον, δύναμιν ἀνέλαβον. Μετὰ τοῦτο δὲ, οὐ μακρὰν τοῦ πλοίου παρελθόντος παρέστη, ὅστις τοῦ κινδύνου ἐκείνου καὶ τῆς τῶν κυμάτων βίας τοῦτον ἀνείλετο, καὶ εἰς τὴν γῆν ὡδήγησε. Τοῦτο δὲ ὁ ἐπίσκοπος ἀκούσας, ἐζήτησε τὴν ἡμέραν, καὶ 471 εὗρεν ὅτι αὐτὴ ὑπῆρχεν, ἐν ᾗ ὁ πρεσβύτερος εἰς Οὔστικαν τὴν νῆσον ὑπὲρ αὐτοῦ θυσίαν τῆς ἱερᾶς προσφορᾶς τῷ παντοδυνάμῳ Θεῷ ἔθυσεν.
113.2
ΠΕΤΡ. Ταῦτα ἅπερ λέγεις, ὑπάρχοντός μου ἐν Σικελίᾳ, πάντα γεγονέναι ἀκήκοα.
113.3
ΓΡΗΓΟΡ. Πιστεύω, ὅτι τούτου χάριν οὕτω φανερῶς καὶ ἐν τοῖς ζῶσι καὶ τοῖς μὴ γινώσκουσιν αὐτῶν τοῦτο γίνεται, ἵνα πᾶσι τοῖς τοῦτο ποιοῦσι καὶ μὴ γινώσκουσι, δηλωθῇ, ὅτι ἐὰν ἀσυγχώρητα τὰ ἁμαρτήματα οὐκ εἰσὶ, εἰς μεγάλην ὠφέλειαν καὶ κουφισμὸν γενέσθαι τοῖς νεκροῖς δύναται ἡ προσφορὰ τῆς ἱερᾶς θυσίας. Τοῦτο δὲ γνωστὸν ἔστω, ὅτι ἡ ἱερὰ θυσία ἐκείνους τοὺς νεκροὺς ὠφελεῖ, οἵτινες ἐν τῷ παρόντι βίῳ ζῶντες, ἐγκρατεῖς ἐκ πονηρῶν ἔργων ἐγένοντο. Ὅθεν αὐτοῖς καὶ μετὰ θάνατον τὰ καλὰ βοηθοῦσιν, ἅπερ ἐνθάδε ὑπὲρ αὐτῶν παρ' ἑτέρων γίνονται.
113.1
470 ΚΕΦΑΛ. ΝΘ'. Περὶ τοῦ ἀοράτως ἐκ τῶν σιδήρων λυθέντος, καὶ περὶ τοῦ ναύτου τοῦ ἐκ τοῦ ναυαγίου σωθέντος. CAPUT LVIII. De virtute ac mysterio victimae salutaris.
113.1
Inter haec autem pensandum est quod tutior sit via ut bonum quod quisque post mortem suam sperat agi per alios, agat ipse dum vivit per se. Beatius quippe est liberum exire, quam post vincula libertatem quaerere. Debemus itaque praesens saeculum vel quia jam conspicimus defluxisse, tota mente contemnere, quotidiana Deo lacrymarum sacrificia, quotidianas carnis ejus et sanguinis hostias immolare. Haec namque singulariter victima ab aeterno interitu animam salvat, quae illam nobis mortem Unigeniti per mysterium reparat, qui licet resurgens a mortuis jam non moritur, et mors ei ultra non dominabitur, tamen in semetipso immortaliter atque incorruptibiliter vivens, pro nobis iterum in hoc mysterio sacrae oblationis immolatur. Ejus quippe ibi corpus sumitur, ejus caro in populi salutem partitur; ejus sanguis non jam in manus infidelium, sed in ora fidelium funditur. Hinc ergo pensemus quale sit pro nobis hoc sacrificium, quod pro absolutione nostra passionem unigeniti Filii semper imitatur. Quis enim fidelium habere dubium possit, in ipsa immolationis hora ad sacerdotis vocem coelos aperiri, in illo Jesu Christi mysterio angelorum choros adesse, summis ima sociari, terrena coelestibus jungi, unumque ex visibilibus atque invisibilibus fieri?