Dialogi
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregorius-i540-604" aria-label="More works by Gregorius I">
—
⋯
Original / primary: 8063 Dialog2
11.1
ΚΕΦΑΛ. Ι'. Περὶ Φορτουνάτου ἐπισσκόπου πόλεως Τουδερεως.
11.1
ΓΡΗΓΟΡΙΟΣ. Ἄλλος τοίνυν ἀνὴρ πάνυ εὐλαβοῦς πολιτείας, ἐν τοῖς αὐτοῖς τῆς Τουσκίας γέγονε μέρεσι, Φορτουνᾶτος ὀνόματι, τῆς Τουδέρεως δὲ ἐκκλησίας κατέστη ἐπίσκοπος· ὅστις παρὰ Θεοῦ χάριν εἰληφὼς, φυγαδευτὴς τῶν ἀκαθάρτων πνευμάτων ὑπῆρχεν ἐξαίσιος, ὥστε ἐνίοτε τὰς τῶν δαιμόνων λεγεῶνας ἐκ τῶν σωμάτων ἐν οἷς κατῴκουν διώκων, τὰς ἐπερχομένας αὐτῷ παρ' αὐτῶν πλείστας ἐπιβουλὰς, διὰ τῆς ἐπιμόνου καὶ καρτερικῆς εὐχῆς ὑπερέβαινεν. Τούτου τοῦ ἁγίου ἀνδρὸς οἰκειότατος 194 ἐν ἀγάπῃ γέγονεν Ἰουλιανὸς ὁ τῆς ἡμετέρας ἐκκλησίας δεφένσωρ. Ὅστις οὐ πρὸ πολλοῦ καιροῦ ἐν ταύτῃ τῇ πόλει ἐτελεύτησεν· ἣν δὲ λέγω διήγησιν ὑπ' αὐτοῦ μεμάθηκα. Οὗτος οὖν ἐν πολλῇ παῤῥησίᾳ πρὸς αὐτὸν ὑπάρχων, τὰ τῶν πράξεων αὐτοῦ ἀκριβῶς ἐπίστατο. Ὅστις τὴν τούτων γλυκύτητα εἰς ἡμέτερον στηριγμὸν, καθάπερ μέλιτος κηρίον διὰ τῆς μνήμης ἐν τῷ στόματι ἀεὶ περιέφερεν.
11.2
Ἐλεγε δὲ, ὅτι ματρῶνά τις εὐγενεστάτη ἐν τοῖς γειτνιάζουσι τῆς Τουσκίας μέρεσιν, οὐ πρὸ πολλοῦ καιροῦ νύμφην εἰς τὸν υἱὸν αὐτῆς ἦν λαβοῦσα· ἥτις ἅμα τῇ ἑαυτῆς πενθερᾷ εἰς ἐγκαινισμὸν εὐκτηρίου τοῦ μακαρίου μάρτυρος Σεβαστιανοῦ ἦν κληθεῖσα. Τῇ δὲ νυκτὶ ἐκείνῃ ἤμελλεν ἡ τῶν ἐγκαινίων ἡμέρα τοῦ προλεχθέντος εὐκτηρίου ἐπιφαίνειν, τῇ τῆς σαρκὸς ἡδονῇ νικηθεῖσα, ἐκ τοῦ ἑαυτῆς ἀνδρὸς ἐγκρατεύσασθαι οὐκ ἠδυνήθη. Πρωΐας δὲ λοιπὸν γενομένης, μὴ εὐλαβηθεῖσα τὴν γενομένην τῆς σαρκὸς ἡδυπάθειαν, προελθεῖν ᾑρετίσατο, τὸ τῶν ἀνθρώπων μᾶλλον πρόσωπον ἐρυθριῶσα, ἢ τὴν τοῦ Θεοῦ κρίσιν φοβηθεῖσα, ὅθεν μετὰ τῆς ἑαυτῆς πενθερᾶς εἰς τὸν ἐγκαινισμὸν τοῦ εὐκτηρίου προῆλθεν. Ἡνίκα δὲ τὰ λείψανα τοῦ ἁγίου μάρτυρος Σεβαστιανοῦ ἐν τῷ εὐκτηρίῳ εἰσῆλθον, τὴν προλεχθεῖσαν τῆς ματρώνης νύμφην, πνεῦμα πονηρὸν κρατῆσαν, ἐνώπιον παντὸς τοῦ λαοῦ δαιμονισθῆναι πεποίηκεν. Ὁ δὲ τοῦ εὐκτηρίου πρεσβύτερος, σφοδρῶς ταύτην δαιμονιζομένην θεασάμενος, ἐκ τοῦ θυσιαστηρίου τὴν σινδόνα λαβὼν, ταύτην ἐσκέπασε. Παραυτὰ δὲ καὶ εἰς αὐτὸν ὁ διάβολος εἰσῆλθε, διὰ τὸ ὑπὲρ δύναμιν τοῦτόν τι ἀποτολμῆσαι· ἵνα ἐν τῇ ἑαυτοῦ ὀχλήσει συνωθούμενος, γνῷ τί ἐστιν ὃ πέπονθεν. Οἱ δὲ ἐκεῖσε εὑρεθέντες, τὴν κόρην ἐν ταῖς χερσὶν ἐκ τοῦ εὐκτηρίου ἄραντες, εἰς τὸν ἴδιον οἶκον ἀπήγαγον. Ἐν ὅσῳ δὲ ταύτην ὁ ἀρχέκακος ἐχθρὸς σφοδροτάτῃ βίᾳ ὀχλῶν συνέτριβεν, οἱ πλησίον αὐτῆς σωματικῶς αὐτὴν ἀγαπῶντες, καὶ σπεύδοντες διὰ τῆς θεραπείας σωτηρίας αὐτὴν τυχεῖν, φαρμακοὺς αὐτῇ προσήγαγον, ὅπως τὸ σῶμα ταῖς μαγικαῖς τέχναις πρὸς καιρὸν ἐπιμελήσασθαι θέλοντες, τὴν ψυχὴν ἐκ βάθρων σβέσωσιν. Ἀπηνέχθη τοιγαροῦν εἰς ποταμὸν, καὶ ἐν τῷ ὕδατι βληθεῖσα, πολλαῖς ἐπιλαλιαῖς οἱ φαρμακοὶ χρησάμενοι, ἐβούλοντο ὅτι ὁ ἐπιβὰς αὐτῇ διάβολος ἐξελεύσηται. Ἀλλὰ θαυμαστὴ τοῦ παντοδυνάμου Θεοῦ ἡ κρίσις γέγονεν. Ἐν ὅσῳ γὰρ διὰ τῆς ἐξεστραμμένης τέχνης ὁ εἷς δαίμων ἀπ' αὐτῆς διωχθῆναι προσεδοκᾶτο, ἄφνω εἰς αὐτὴν λεγεὼν εἰσῆλθεν. Ἤρξατο οὖν ἡ κόρη τοσαύτῃ δονήσει τοῦ σώματος συντρίβεσθαι, καί τοσαύταις ὑλακτεῖν φωναῖς, ὥστε πᾶσι φανερὸν γενέσθαι ὑπὸ πλήθους δαιμόνων αὐτὴν βασανίζεσθαι. Τότε οἱ ταύτης γονεῖς βουλὴν ἀγαθὴν βουλευσάμενοι, καὶ τὸ αἴτιον τῇ ἑαυτῶν ἀπιστίᾳ ἐπιγράψαντες, ταύτην πρὸς τὸν εὐλαβέστατον ἄνδρα Φορτουνᾶτον τὸν ἐπίσκοπον ἀπήγαγον, δεόμενοι αὐτοῦ βοηθῆσαι τῇ χειμαζομένῃ· παρ' αὐτῷ δὲ ταύτην καταλείψαντες, ἀνεχώρησαν. Ὁ δὲ τοῦ Θεοῦ ἄνθρωπος ταύτην δεξάμενος, καὶ ἐπὶ πολλὰς ἡμέρας καὶ νύκτας ἐν τῇ πρὸς Θεὸν δεήσει ἑαυτὸν δεδωκὼς, τοσαύτῃ ἐπιμονῇ ταῖς εὐχαῖς ἐχρήσατο, ὅσον τὴν τῆς λεγεῶνος πληθὺν τὴν ἐν τῷ ἑνὶ σώματι οὖσαν, ἀνθισταμένην αὐτῷ εὗρεν. Οὐ μετὰ πολλὰς δὲ ἡμέρας οὗτος αὐτὴν ὑγιῆ καὶ ἐῤῥωμένην τοῖς γονεῦσιν ἀπέδωκεν, ὡς ὅτε οὐδέποτε ἐν αὐτῇ ὁ διάβολος ἐξουσίαν ἔσχεν.
11.3
195 Ἐν ἄλλῳ τοίνυν καιρῷ, ὁ σεβάσμιος οὗτος ἀνὴρ ὁ ἀληθινὸς τοῦ παντοδυνάμου Θεοῦ δοῦλος, ἄνθρωπόν τινα ὑπὸ πνεύματος ἀκαθάρτου κρατούμενον, διὰ τῆς ἁγίας αὐτοῦ εὐχῆς ἠλευθέρωσεν. Τὸ δὲ ἐξεληλυθὸς πονηρὸν πνεῦμα, πρὸς ἑσπέραν ἤδη λοιπὸν τῆς ἡμέρας κλινούσης, καὶ τῆς νυκτὸς ἐπελθούσης, πάντων ἐν ἡσυχίᾳ ὄντων, ξένον τινὰ ἑαυτὸν προσποιησάμενον, τὰς τῆς πόλεως πλατείας γυρεύειν ἤρξατο, κράζων καὶ λέγων· Ὤ τοῦ ἁγίου ἀνδρὸς Φορτουνάτου τοῦ ἐπισκόπου· τί πεποίηκεν; ἰδοὺ γὰρ ξένον ἄνθρωπον ἐκ τοῦ κελλίου αὐτοῦ ἐξέβαλε. Ζητῶ που ὤφελον ἀναπαῆναι[ Forte leg. ἀναπαυθῆναι], καὶ ἐν τῇ πόλει αὐτοῦ τόπον οὐχ εὑρίσκω. Ταυτης δέ φωνῆς ἀνήρ τις ἀκούσας, ἐν τῷ οἴκῳ αὐτοῦ, ἅμα τῆς ἑαυτοῦ συμβίου καὶ σεμνοῦ παιδίου παρὰ τῇ πυρᾷ καθεζόμενος, τοῦτον καλέσας, καὶ ἐπιζητήσας τί αὐτοῦ ὁ ἐπίσκοπος πεποίηκεν, ἐν τῷ αὐτῷ οἴκῳ τοῦτον εἰσήγαγε, καὶ πλησίον ἕαυτοῦ παρὰ τῇ πυρᾷ καθίσαι αὐτὸν πεποίηκε. Καθεζομένων δὲ αὐτῶν, καὶ πρὸς ἀλλήλους ὁμιλούντων, τὸ αὐτὸ πονηρὸν πνεῦμα ἐν τῷ αὐτοῦ σεμνῷ παιδίῳ εἰσελθὸν, ἐν τῇ πυρᾷ αὐτὸ ἔῤῥιψε, καὶ παραχρῆμα εν αὐτῷ τῷ πυρὶ τὴν ψυχὴν αὐτοῦ ἀποδοῦναι πεποίηκε. Τοῦτο οὖν ὁ ἐλεεινὸς ἐκεῖνος ὑπομείνας ἐπέγνω, τίνα ὁ ἐπίσκοπος ἐξήγαγε, καὶ τίνα οὗτος ὑπεδέξατο
11.4
ΠΕΤΡ. Τί οὖν τοῦτο λέγομεν; πῶς τὴν τοῦ φονεῦσαι ἐξουσιαν ἐν τῷ οἴκῳ τούτου ὁ ἀρχέκακος ἐχθρὸς ἔλαβεν, ὅστις τοῦτον ξένον νομίζων ὑπάρχειν, ὑποδοχῆς χάριν ἐν τῷ ἑαυτοῦ κελλίῳ προσελάβετο;
11.5
ΓΡΗΓΟΡ. Πόλλα, Πέτρε, θεωροῦνται νομιζόμενα καλὰ εἶναι, ἀλλ' οὐκ εἰσὶ, διότι ἀγαθῇ διαθέσει οὐ γίνονται. Ὅθεν καὶ ἐν τῷ εὐαγγελίῳ ἡ ἀψευδὴς τοῦ κυρίου λέγει φωνή· Ἐὰν ὁ ὀφθαλμός σου πονηρός ἐστιν, ὅλον τὸ σῶμά σου σκοτεινὸν ἔσται. Ἐν ἑκάστῳ γὰρ πράγματι, ἐὰν μετὰ δολιότητος ἡ ἀρχὴ γένηται, πᾶν τὸ ἐπακολουθοῦν ἔργον σκολιὸν εὑρίσκεται, κἂν εἰ ὀρθὸν εἶναι νομίζοιτο. Ἐγὼ οὖν τοῦτον τὸν ἄνδρα, ὃν ξενοδοχίαν ποιῆσαι θελήσαντα, τυφλώσει περιπεσόντα ἀκήκοα, οὐχὶ ἕνεκεν εὐσπλαγχνίας τοῦτο ποιῆσαι αὐτὸν ὑπολαμβάνω, ἀλλὰ τὸν ἐπίσκοπον μεμφόμενος. Ἡ γὰρ ὑπακολουθήσασα κρίσις φανερὸν τοῦτο πεποίηκεν, ὅτι ἡ γενομένη ὑποδοχὴ ἄνευ πταίσματος οὐκ ἦν. Εἰσὶ τοιγαροῦν οὐκ ὀλίγοι, οἵτινες ἔργον ἀγαθὸν ποιῆσαι ἐπιτηδεύουσιν, ἵνα τὴν τοῦ ἀλλοτρίου ἔργου ἀρετὴν συσκιάσωσιν· οὐδὲ γὰρ ἕνεκα μισθαποδοσίας τὸ ἀγαθὸν ποιεῖν προαιροῦνται, ἀλλ' ἐπαινεῖσθαι θέλοντες, καὶ ἵνα τὰ τῶν ἄλλων καλὰ ἀνατρέψωσιν. Ὅθεν ὑπολαμβάνω καὶ τοῦτον τὸν ἄνδρα τὸ πονηρὸν πνεῦμα ὑποδοχῆς χάριν δεξάμενον, τῇ ἐπιδείξει μᾶλλον, ἢ συμπαθείας ἕνεκεν τοῦτο ποιήσαντα· ὥστε κρειττότερον αὐτὸν ἐν τούτῳ τοῦ ἐπισκόπου φανῆναι, ὅτι ὃν ἄνθρωπος τοῦ Θεωῦ Φορτουνᾶτος ἐξήγαγεν, αὐτὸς ὑποδέξασθαι ἔσπευσεν.
11.6
ΠΕΤΡ. Καθάπερ εἴρηκας, οὕτως ἐστί· τὸ τέλος γὰρ τοῦ ἔργου ἀπέδειξε, καὶ ἀμφιβολία ἐν τούτῳ οὐχ ὑπάρχει.
11.7
ΓΡΗΓ. Ἐν ἄλλῳ τοίνυν καιρῷ τὸ τῶν ὀφθαλμῶν φῶς τις ἀποβαλὼν, πρὸς τὸν ἅγιον τοῦτον ἄνδρα ἀπηνέχθη, δεήσεις αὐτῷ προσάγων τοῦ βοηθείας παρ' αὐτοῦ ἐπιτεύξεσθαι, ὅπερ καὶ γέγονε. Τοῦ γὰρ ἀνθρώπου τοῦ Θεοῦ εὐχὴν ποιήσαντος, καὶ τοῖς τούτου ὀφθαλμοῖς τὸν τύπον τοῦ σταυροῦ ἐπιθέντος, παραχρῆμα τὸ φῶς ἀπέλαβε, τοῦ σκότους τῆς τυφλώσεως φυγαδευθέντος. Στρατιώτου πάλιν τινὸς τὸν ἵππον λύσσα σφοδροτάτη κατεῖχεν, ὥστε τοῦτον μόλις ὑπὸ πολλῶν κρατηθῆναι δύνασθαι· εἰς οὓς γὰρ ἐπιβῆναι ἠδυνήθη τούτων τὰ μέλη τοῖς δήγμασι κατέπληττε. Ὅτε οὖν ὑπὸ πολλῶν κρατηθεὶς ἐδέθη, 198 πρὸς τὸν τοῦ Θεοῦ ἄνθρωπον Φορτουνᾶτον ἀπηνέχθη. Ὅστις παρευθὺ τὴν ἑαυτοῦ ἐκτείνας χεῖρα, καὶ ἐπὶ τὴν τοῦ ἵππου κεφαλὴν τὸν τύπον τοῦ σταυροῦ ποιησας, πᾶσαν αὐτοῦ τὴν λύσσαν εἰς πραότητα μετέβαλεν· ὥστε πραότερον αὐτὸν μᾶλλον ἔκτοτε γενέσθαι ὑπὲρ τὸ πρότερον, πρὶν ἢ τὴν λύσσαν ἐκείνην σχῇ. Τότε ὁ στρατιώτης ἐκεῖνος τὸν ἑαυτοῦ ἵππον, ὅνπερ θαυμασίᾳ κελεύσει συντόμως ἐκ τῆς λύσσης ἰαθέντα ἐθεάσατο, τῷ ἁγίῳ τούτῳ ἀνδρὶ προσενέγκαι ἔκρινε. Μὴ βουλομένου δὲ τὸν ἵππον τοῦ ἐπισκόπου δέξασθαι, αὐτὸς ἀπέμενεν ἱκετεύων μὴ παροικτρωθῆναι τὴν αὑτοῦ προσφοράν. Ὁ δὲ ἅγιος ἀνὴρ οὗτος, μέσην ὁδὸν κρατήσας, καὶ τὴν τοῦ στρατιώτου αἴτησιν ἐπλήρωσε, καὶ τὸ δῶρον δέξασθαι διὰ τὸ γενόμενον θαῦμα οὐκ ἠθέλησε. Πρότερον οὖν δικαίαν τιμὴν δεδωκὼς, τότε τὸν ἵππον τὸν προσενεχθέντα αὐτῷ ἐδέξατο. Εἰ μὴ γὰρ τοῦτον λαβεῖν κατεδέξατο, πάνυ ὁ στρατιώτης θλιβῆναι ἤμελλεν. Τῆς οὖν ἀγάπης ἀναγκαζούσης, ἠγόρασεν, οὗπερ χρείαν οὐκ εἶχεν.
11.8
Οὐδὲ τοῦτο παρασιωπηθῆναι δίκαιον κρίνω ἐκ τῶν τοῦ ἁγίου τούτου ἀνδρὸς δυνάμεων, ὅπερ πρὸ τῶν δώδεκα τούτων ἡμερῶν ἔγνων. Γέρων γάρ τις πτωχὸς ἦλθε πρός με. Ὡς δὲ προσφιλής μοι πάντοτε τῶν γερόντων ἡ συντυχία ὑπάρχει, νουνεχῶς τοῦτον πόθεν ἐστὶν ἠρξάμην ἐπερωτᾷν· ὅστις καὶ ἀπὸ τῆς πόλεως Τουδέρεως ἑαυτὸν εἶναι ἔφασκεν. Ἐγὼ δὲ προσθεὶς εἶπον· Αἰτῶ σε, πάτερ, Φορτουνᾶτον τὸν ἐπίσκοπον γινώσκεις; Αὐτὸς δὲ ἀποκριθεὶς, εἶπε· Γινώσκω, καὶ πάνυ καλῶς αὐτὸν γινώσκω. Ἐγὼ οὖν πρὸς αὐτὸν ἔφην· Εἰπὲ, δυσωπῶ, ἐάν τινα τῶν αὐτοῦ θαυμάτων γινώσκῃς, καὶ ἐπιθυμοῦντός μου διηγῆσαι ὁποῖος ἀνὴρ ὑπῆρχε. Τότε ὁ γέρων ἀποκριθεὶς, εἶπεν· Ὁ ἀνὴρ ἐκεῖνος μακρὰν ὑπῆρχεν ἀπὸ τῶν ἀνθρώπων τῆς γενεᾶς ταύτης ὧν νῦν θεωροῦμεν. Εἴτι γὰρ παρὰ τοῦ παντοδυνάμου Θεοῦ ᾐτεῖτο, εὐθέως τοῦτο ἐλάμβανεν. Ἓν δὲ ἐκ τῶν αὐτοῦ θαυμάτων, ὅπερ μοι πρὸς τὸ παρὸν ἐν τῷ λογισμῷ ὑπεισῆλθε, διηγήσεσθαι πειράσομαι. Ἐν μιᾷ ἡμέρᾳ πλησίον τῆς πόλεως Τουδέρεως, Γότθοι κατέλαβον, οἵτινες ἐπὶ τὰ μέρη Ῥαβέννης ἀήρχοντο. Δύο οὖν παιδία σεμνὰ ἀπὸ κτήματος ὑποκειμένου ἐπῄρασαν. Ὡς οὖν τούτῳ τῷ ἁγιωτάτῳ ἀνδρὶ Φορτουνάτῳ ἐμηνύθη, εὐθέως ἀπέστειλε, καὶ τοὺς αὐτοὺς Γότθους πρὸς ἑαυτὸν μεταστειλάμενος, ἤρξατο τούτους κολακευτικοῖς λόγοις προσφέρεσθαι, θέλων πρότερον τὴν τούτων καταπραῦναι τραχύτητα. Μετὰ δὲ τοῦτο περὶ τῶν παιδίων λόγον αὐτοῖς προήγαγε, λέγων· Οἵαν θέλετε τιμὴν δίδωμι, καὶ τοὺς παῖδας οὓς ἐπῄρατε ἀπόδοτέ μοι; τοῦτο γὰρ ὑμῶν ποιούντων, μεγάλην μοι χάριν καταβάλλεσθε, καὶ ὡς ὅτι δῶρόν μοι αὐτοὺς παρέχετε, χάριν ὑμῖν ὁμολογῶ. Τοῦτο δὲ ὁ πρῶτος αὐτῶν ἀκούσας ἀπεκρίθη, λέγων· Εἴτι ἡμῖν κελεύσεις ἄλλο, ἕτοιμοί ἐσμεν ποιῆσαι, ἐπεὶ τοὺς παῖδας τούτους οὐδαμῶς ἀποδοῦναι δυνάμεθα. Πρὸς ὃν ὁ σεβάσμιος οὗτος ἀνὴρ μετὰ πραότητος εἶπε· Θλίβεις με, τέκνον, ὅτι οὐκ ἀκούεις μου τοῦ πατρός σου. Μὴ θελήσῃς με θλίψαι, μή πως καὶ οὐ συμφέρῃ σοι. Ὁ οὖν αὐτὸς Γότθος ἐν τῇ τῆς καρδίας αὐτοῦ ἀνημερότητι διαμένων, μὴ πεισθεὶς ἀνεχώρησεν. Ἐν ἄλλῃ δὲ ἡμέρᾳ τῆς πόλεως ἐξερχόμενος, πάλιν πρὸς τὸν ἐπίσκοπον ἦλθε. Τοῖς δὲ αὐτοῖς λόγοις περὶ τῶν προλεχθέντων παιδίων, ἤρξατο αὖθις ὁ ἐπίσκοπος παρακαλεῖν. Μὴ πειθομένου δὲ αὐτοῦ ταῦτα ἀποδοῦναι, Θλίβεις με, ὁ ἐπίσκοπος εἶπε· πίστευσον ὅτι οἶδα οὐ συμφέρειν σοι, ὅτι θλιβόμενον καταλιμπάνων με ἀναχωρεῖς. Βδελυξάμενος δὲ ὁ Γότθος τὰ ῥήματα αὐτοῦ, καὶ εἰς τὸ ἄπληκτον αὐτοῦ ὑποστρέψας, τοὺς αὐτοὺς παῖδας περὶ ὧν ὁ ἐπίσκοπος παρεκάλει, τοῖς ἵπποις ἐπιβιβάσαι 199 μετὰ τῶν ἀνθρώπων αὐτοῦ προέπεμψεν. Ὁμοίως δὲ καὶ αὐτὸς ἐπιβὰς τῷ ἵππῳ κατόπισθεν αὐτῶν ἠκολούθει. Ἐν δὲ τῇ αὐτῇ πόλει ἔμπροσθεν τῆς ἐκκλησίας τοῦ ἁγίου Πέτρου ἐλθὼν, τοῦ ἵππου αὐτοῦ ὁ ποὺς ὀλισθήσας, καὶ μετ' αὐτοῦ συμπεσὼν, τὸν μηρὸν τοῦ αὐτοῦ Γότθου ἔκλασεν, ὥστε τὸ ὀστοῦν εἰς δύο μέρη γενέσθαι. Τοῦτον δὲ οἱ παρόντες, ταῖς χερσὶν ἄραντες, ἐν τῷ ἀπλήκτῳ αὐτοῦ ἀπήγαγον. Παρευθὺς οὖν μετὰ σπουδῆς πολλῆς, ἀποστείλας τοὺς παῖδας ἀνθυπέστρεψεν, οὕσπερ ἦν προπέμψας, περὶ ὧν ὁ ἐπίσκοπος παρεκάλει. Καὶ τῷ αὐτῷ σεβασμίῳ ἀνδρὶ Φορτουνάτῳ τῷ ἐπισκόπῳ ἐδήλωσε, λέγων· Παρακαλῶ σε, τίμιε πάτερ, ἀπόστειλον πρός με τὸν διάκονόν σου. Ἐλθόντος δὲ τοῦ διακόνου πρὸς αὐτὸν, τοὺς παῖδας οὓς παντάπασιν ἀποδοῦναι διανεβάλλετο, εἰς μέσον ἀγαγὼν, τούτους τῷ διακόνῳ ἀπέδωκε, λέγων· Ἄπελθε καὶ εἰπὲ τῷ κυρίῳ μου τῷ ἐπισκόπῳ· Ἱδοὺ δι' ὧν κατηράσω με πεπληγμένος κεῖμαι. Ἀλλά τοὺς παῖδας οὕσπερ ἐζήτεις ἀπόλαβε, καὶ ὑπὲρ ἐμοῦ, δυσωπῶ, πρεσβείαν ποίησον, ὅπως διὰ τῆς ἁγίας σου εὐχῆς, ἰάσεως τύχω. Δεξάμενος δὲ τοὺς παῖδας παρ' αὐτοῦ ὁ διάκονος, πρὸς τὸν ἐπίσκοπον ὑπέστρεψε. Καὶ ταῦτα αὐτῷ ἀπαγγείλας, παρευθὺ ὁ εὐσεβὴς οὗτος ἀνὴρ Φορτουνᾶτος, εὐλογημένον ὕδωρ τούτῳ δεδωκὼς ἀπέστειλεν αὐτὸν, λέγων· Ἄπελθε ἐν τάχει, καὶ τὸ ὕδωρ τοῦτο ἐπάνω τοῦ σώματος αὐτοῦ ῥᾷνον. Τοῦ δὲ διακόνου ἀπελθόντος, καὶ πρὸς τὸν Γότθον εἰσελθόντος, τὸ εὐλογημένον ὕδωρ ἐπάνω τῶν μελῶν αὐτοῦ ἔῤῥανε· πρᾶγμα δὲ συνέβη θαυμαστὸν καὶ φρίκης ἄξιον· ἡνίκα γὰρ τὸ ὕδωρ τοῦ μηροῦ τοῦ Γότθου ἥψατο, πᾶσα ἡ συντριβὴ ἐκείνη ἐστερεώθη, καὶ ἐν τῇ προτέρᾳ ὑγείᾳ ὁ μηρὸς αὐτοῦ ἀπεκατέστη· ἐν αὐτῇ δὲ τῇ ὥρᾳ ἐκ τοῦ κραββάτου ἀναστὰς, καὶ τῷ ἵππῳ αὐτοῦ ἐπιβας, ἐν τῇ ὁδῷ ᾗ ἤρξατο ἐπορεύθη, ὡς ὅτι οὐδὲ μίαν βλάβην ἐν τῷ σώματι αὐτοῦ ἦν ὑπομείνας. Γέγονε δὲ τοῦτο, ἵνα τοὺς παῖδας οὕσπερ μετὰ τιμήματος τῷ ἁγίῳ ἀνδρὶ Φορτουνάτῳ τῶ ἐπισκόπῳ ἀποδοῦναι οὐκ ἤθελε, κολάσει ὑποκείμενος, δῶρον αὐτοὺς ἀποστρέψῃ. Τῆς διηγήσεως, δέ ταύτης πληρωθείσης, ἤθελεν ἀκμὴν ὁ γέρων καὶ ἄλλα τινὰ περὶ αὐτοῦ μοι διηγήσασθαι. Ἀλλὰ διὰ τὸ πολλοὺς παρεἶναι τοὺς παρ' ἡμῶν νουθετεῖσθαι ὀφείλοντας, καὶ λοιπὸν σχολὴν ἄγειν μὴ δυνάμενος, λοιπὸν δέ καὶ τῆς ἡμέρας πρὸς ἑσπέραν ἤδη κλινούσης, πλεῖόν τι περὶ τῶν ἔργων τοῦ σεβασμίου ἀνδρὸς Φορτουνάτου ἀκοῦσαί με οὐκ ηὐκαίρησεν. Ἅπερ εἰ ἐνδεκτὸν ὑπῆρχε, διηνεκῶς ἀκούειν ἤθελον.
11.9
Ἐν δὲ ἄλλῃ ἡμέρᾳ ὁ αὐτὸς γέρων πρᾶγμα περὶ αὐτοῦ μᾶλλον θαυμασιώτερον διηγήσατο, λέγων· Ἐν τῇ αὐτῇ τῆς Τουδέρεως πόλει, ἀνήρ τις Μάρκελλος τοὔνομα σεμνῶς πολιτευόμενος, ἅμα δυσὶν αὑτοῦ ἀδελφαῖς κατοικῶν, ἀσθενείᾳ σωματικῇ περιέπεσε. Καὶ ἐν αὐτῇ τῇ ἑσπέρᾳ τοῦ ἁγίου Σαββάτου, τῆς ἀναστάσεως τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐπιφωσκούσης, τέλει τοῦ βίου ἐχρήσατο. Ἐκ μήκους δὴ τοῦ τόπου ὄντος, ἐν ᾧ τὸ σῶμα ταφῆναι ἤμελλεν τῇ αὐτῇ τοῦ ἁγίου Σαββάτου ἑσπέρᾳ, τοῦτο θάψαι οὐκ ἠδυνήθησαν. Βραδύτητος οὖν γενομένης τοῦ κηδευθῆναι αὐτὸν, αἱ ἀδελφαὶ αὐτοῦ περὶ τοῦ θανάτου αὐτοῦ θλιβόμεναι, πρὸς τὸν σεβάσμιον ἄνδρα Φορτουνᾶτον τὸν ἐπίσκοπον κλαίουσαι, ἔδραμον, καὶ τοῖς τούτου ποσὶ μετὰ στεναγμοῦ καὶ δακρύων προσκυλινδούμεναι, ἔλεγον· Οἴδαμεν, τίμιε πάτερ, ὅτι τοῖς τῶν Ἀποστόλων ἴχνεσιν ἐξακολουθῶν, πάντα ὅσα τὸν Θεὸν αἰτεῖς, λαμβάνεις· λεπροὺς γὰρ καθαρίζεις, καὶ τοῖς τυφλοῖς τὸ βλέμμα χαρίζῃ· ἐλθὲ οὖν καὶ τὸν ἀρτίως τελευτήσαντα ἡμῶν ἀδελφὸν ἀνάστησον. Ἀκούσας δὲ ὁ ἐπίσκοπος περὶ τοῦ θανάτου αὐτοῦ, πάνυ λυπηθεὶς, κλαίειν ἤρξατο, πρὸς δὲ ταύτας ἀποκριθείς, 202 εἶπεν· Ἀποστῆτε ἀπ' ἐμοῦ, καὶ ταῦτα λέγειν μὴ θελήσητε. Τῇ τοῦ παντοδυνάμου γὰρ Θεοῦ κελεύσει ἡ τούτου τελείωσις γέγονε, καὶ ὅπερ αἰτεῖσθε τὴν ἐμὴν ὑπερβαίνει δύναμιν. Ὑποχωρησάντων δὲ αὐτῶν μετὰ λύπης, ἔμεινεν τῇ ἑσπέρᾳ ὁ ἐπίσκοπος. Πρὸ τοῦ δὲ ἡμέραν τοῦ ἁγίου πάσχα διαυγᾶσαι, ὑπὸ τὸν ὄρθρον, καλέσας δύο διακόνους αὐτοῦ, εἰς τὸν οἶκον τοῦ τεθνεῶτος σὺν αὐτοῖς ἀπῆλθε. Προσελθὼν δὲ τῷ τόπῳ ἐν ᾧ τὸ σῶμα ἄψυχον ἔκειτο, ἐκεῖ ἑαυτὸν εἰς εὐχὴν δέδωκε. Πληρώσαντος δὲ αὐτοῦ τὴν εὐχὴν, ἀνέστη, καὶ πλησίον τοῦ τεθνεῶτος ἐκαθέσθη. Σεμνῇ δὲ τῇ φωνῇ τοῦτον ἐξ ὀνόματος ἐκάλεσε, λέγων· Ἀδελφὲ Μάρκελλε. Τῆς δὲ φωνῆς ταύτης ὁ νεθνηκὼς ἀκούσας, ὡς ὅτι ἐλαφρῷ ὕπνῳ ἐκάθευδεν ἐξυπνισθεὶς, καὶ τοὺς ὀφθαλμοὺς ἀνεῴξας, πρὸς τὸν ἐπίσκοπον ἀτενίσας, εἶπεν· Τί ἐποίησας; Πρὸς ὃν ὁ ἐπίσκοπος ἀπεκρίθη, λέγων· Τί ἐποίησα; Αὐτὸς δὲ εἶπε· Τῇ χθὲς ἡμέρᾳ, δύο τινὲς ἦλθον πρός με, οἵ τινες ἐκ τοῦ σώματος τούτου με ἐξαγαγόντες, εἰς τόπον πάνυ καλόν με ἀπήγαγον. Σήμερον δὲ εἷς ἀποσταλεὶς, εἶπεν· Ἀποστρέψατε αὐτὸν, ὅτι Φορτουνᾶτος ὁ ἐπίσκοπος εἰς τὸν οἶκον αὐτοῦ ἦλθε. Τῶν δὲ ῥημάτων τούτων πληρωθέντων, παρευθὺ καὶ ἐκ τῆς νόσου ἐνίσχυσε, καὶ ἐν ταύτῃ τῇ ζωῇ ἔτη πλείω διέμεινε. Πιστεύομεν δὲ ὅτι οὐδὲ τόπον ὃν ἔλαβεν ἀπώλεσε καὶ δισταγμὸς ἐν τούτῳ οὐκ ἔστι. Τοῦ γὰρ εὐχομένου ὑπὲρ αὐτοῦ ταῖς πρεσβείαις, ἠδυνήθη μᾶλλον μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν βέλτιον ζῆσαι. Ὅστις καὶ πρὸ θανάτου ἠγωνίσατο τῷ παντοδυνάμῳ Θεῷ εὐαρεστῆσαι. Τί δὲ πολλὰ περὶ τῆς τοῦ μακαρίου τούτου Φορτουνάτου πολιτείας λέγομεν; Μέχρι γὰρ καὶ τοῦ παρόντος, ἐν ᾧ τὸ τίμιον αὐτοῦ σῶμα κατάκειται, πλῆθος θαυμάτων ἐπιτελεῖται. Δαιμονιοῦντας γὰρ ἐκ τῆς τῶν ἀκαθάρτων πνευμάτων δουλείας ἐλευθεροῖ, ἀσθενεῖς θεραπεύει, καὶ πᾶσι τοῖς πιστῶς αἰτοῦσι τὰς ἰάσεις παρέχει. Καθάπερ γὰρ ἐν τῇ παρούσῃ ζωῇ περὶ ὧν ἀόκνως τοῦτο ποιεῖν ἔθος εἶχε, καὶ μετὰ τὴν ἐντεῦθεν μετάστασιν, τῇ τοῦ παντοδυνάμου Θεοῦ χάριτι, ἐν τῷ τιμίῳ αὐτοῦ σώματι τὰ αὐτὰ ἐπιτελοῦνται. Ἡδέως δὲ πάλιν, Πέτρε, περὶ τῶν μερῶν τῆς Βαλερίας χώρας τὴν τοῦ λόγου διήγησιν ἐπανάγω, περὶ ὧν μέγιστα θαυμάσια συνέβη με ἀκοῦσαι ἐκ στόματος Φορτουνάτου τοῦ ἀνωτέρω παρ' ἡμῶν μνημονευθέντος, ὅστις μέχρι τοῦ παρόντος συχνότερον πρός με παραβάλλειν εἴωθε· καὶ τὰς τῶν ἀρχαίων ἀνδρῶν ἀρετάς μοι διηγούμενος, νεαρᾶς εὐφροσύνης με πληροῖ
11.1
ΚΕΦΑΛ. Ι'. Περὶ Φορτουνάτου ἐπισσκόπου πόλεως Τουδερεως. CAPUT XI. De Martyrio monacho provinciae Valeriae.
11.1
Quidam namque in eadem provincia, Martyrius nomine, devotus valde omnipotentis Dei famulus exstitit, qui hoc de virtutis suae testimonio signum dedit. Dum quadam die fratres illius panem subcinericium fecissent, eique obliti essent crucis signum imprimere, sicut in hac provincia crudi panes ligno signari solent, ut per quadras quatuor partiti videantur, idem Dei famulus adfuit, eisque referentibus signatum non fuisse cognovit. Cumque jam panis ille prunis 204 esset et cineribus coopertus, dixit: Quare hunc minime signastis? Qui hoc dicens, signum crucis digito contra prunas fecit. Quo signante protinus immensum crepitum panis dedit, ac si ingens in ignibus olla crepuisset. Qui dum coctus postmodum fuisset ab igne subtractus, ea cruce signatus inventus est, quam non contactus, sed fides fecit.