Dialogi
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregorius-i540-604" aria-label="More works by Gregorius I">
—
⋯
Original / primary: 8063 Dialog2
13.1
ΚΕΦΑΛ. ΙΒ'. Περὶ Σευήρου πρεσβυτέρου τῆς αὐτῆς χώρας.
13.1
Ἐν τοῖς αὐτοῖς τῆς Τουδέρεως πόλεως μέρεσι, μεταξὺ δύο ὀρέων ἐν κοιλάδι τινὶ, ἐπιχωρίως Ἰντεροκρίνα ὀνομαζομένῃ, ἐκκλησία τῆς δεσποίνης ἡμῶν τῆς ἁγίας Θεοτόκου καὶ ἀεὶ παρθένου Μαρίας ὑπάρχει. Ἀνὴρ δέ τις Σευῆρος ὀνόματι πάνυ θαυμασίας διαγωγῆς ἐν τῇ αὐτῇ ἐκκλησίᾳ ἱερεὺς ὑπῆρχεν, οἰκοδεσπότης δέ τις ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ τοῦ θανάτου αὐτοῦ ἐλθὼν, ἐν συντόμῳ πρὸς τὸν αὐτὸν πρεσβύτερον ἀποστείλας ἐδυσώπει, ἵνα μετὰ σπουδῆς πρὸς αὐτὸν παραγένηται, καὶ ὑπὲρ αὐτοῦ πρεσβείαν ποιήσῃ, ὅπως δι' ἐξομολογήσεως καὶ μετανοίας τὰ πεπραγμένα αὑτῷ ἁμαρτήματα λύσιν λάβωσι, πρὶν ἢ καὶ τοῦ σώματος τούτου ἐξέλθῃ. Συνέβη δὲ κατὰ συγκυρίαν τὸν αὐτὸν πρεσβύτερον, εἰς τὸ τὴν ἄμπελον κλαδεῦσαι, εἶναι ἐπάσχολον, καὶ τοῖς πρὸς αὑτὸν ἐλθοῦσιν, εἶπεν· Ὑμεῖς προλάβετε, καὶ ἰδοὺ κᾀγὼ καταλαμβάνω ὑμᾶς. Θεωρήσας δὲ, ὅτι ὀλίγον ἦν ἐναπομείνας ἐν τῷ ἔργῳ αὐτοῦ, συνεῖδε μικρὸν προσκαρτερῆσαι, ὅπως πληρώσῃ αὐτό. Τοῦτο δὲ τελειώσας, ἤρξατο πρὸς τὸν ἀσθενοῦντα πορεύεσθαι. Ἀπερχομένου δὲ αὐτοῦ, ὑπήντησαν αὐτῷ ἐν τῇ ὁδῷ οἱ καὶ τὸ πρὶν πρὸς αὐτὸν ἐλθόντες, λέγοντες· Διὰ τί, πάτερ, ἐβράδυνας; μηκέτι οὖν κοπωθῇς, ἐκεῖνος γὰρ ἐτελεύτησεν. Τοῦτο δὲ ὁ πρεσβύτερος ἀκούσας, καὶ σύντρομος γενόμενος, ἤρξατο ὀδύρεσθαι, καὶ μεγάλῃ τῇ φωνῇ φονευτὴν ἑαυτὸν τούτου καλεῖν. Κλαίων τοίνυν κατέλαβεν ἐν ᾧ τὸ σῶμα τοῦ τελευτήσαντος ἔκειτο, καὶ ἑαυτὸν ἔμπροσθεν τοῦ κραβάτου αὐτοῦ εἰς γῆν ἔῤῥιψε, τούτου δὲ σφοδρῶς κλαίοντος, καὶ τὴν κεφαλὴν εἰς τὴν γῆν προσαράσσοντος, καὶ ἑαυτὸν αἴτιον τοῦ θανάτου αὐτοῦ εἶναι λέγοντος, ἄφνω ὁ τελευτηκὼς τὴν ψυχὴν ἀνέλαβε. Τοῦτο δὲ οἱ περιεστῶτες θεασάμενοι, καὶ σφόδρα ἐπὶ τῷ θαύματι ἐκπλαγέντες, ἤρξαντο ἐπὶ πλεῖον ἀπὸ χαρᾶς κλαίειν, καὶ τοῦτον ἐπερωτᾷν, τὸ ποῦ ἦν καὶ πῶς ὑπέστρεψεν; Αὐτὸς δὲ ἀποκριθεὶς εἶπεν· Ἄνδρες τινὲς σοβαροὶ σφόδρα ἦσαν, οἵ τινές με παρέλαβον, ὧν ἐκ τοῦ στόματος καὶ τῶν ῥινῶν πῦρ ἐξήρχετο, ὅπερ ὑποφέρειν οὐκ ἠδυνάμην. Ἐν ὅσῳ δὲ διὰ σκοτεινῶν τόπων με περιῆγον, ἄφνω νεανίσκος πάνυ εὔοπτος, μετὰ καὶ ἑτέρων ἐν ἀπαντήσει ἡμῖν γέγονε, καὶ πρὸς τοὺς σύροντάς με εἶπεν· Ὑποστρέψατε αὐτὸν, ὅτι Σευῆρος ὁ πρεσβύτερος κλαίει περὶ αὐτοῦ. Τοῖς γὰρ ἐκείνου δάκρυσιν ὁ κύριος αὐτὸν ἐδωρήσατο. Ὁ δὲ αὐτὸς Σευῆρος ὁ πρεσβύτερος, ἐκ τῆς γῆς ἀναστὰς, καὶ τῷ Θεῷ εὐχαριστήσας, τοῖς περὶ μετανοίας λόγοις τοῦτον νουθετήσας, καὶ διὰ τῆς αὐτοῦ εὐχῆς ἱλασμὸν τῶν ἁμαρτιῶν ὁ ἀσθενὴς κομισάμενος, ἑβδόμην ἡμέραν ἐν τῇ ζωῇ ταύτῃ ὑποστρέψας πεποίηκε, περὶ τῶν αὐτῷ πεπραγμένων μετάνοιαν ἄγων. Τῇ δὲ ὀγδόῃ ἡμέρᾳ εὐφραινόμενος, πρὸς κύριον ἐξεδήμησεν. Κατανόησον οὖν ἐν ποίᾳ ἀγαπήσει ὁ κύριος Σευῆρον τὸν πρεσβύτερον εἶχεν, ὃν οὐδὲ πρὸς ὥραν θλιβῆναι ἠνέσχετο.
13.2
ΠΕΤΡ. Ὄντως θαυμαστά εἰσι σφόδρα, ἅπερ μέχρι τοῦ 206 παρόντος τὴν ἐμὴν διελάνθανεν εἴδησιν· τί δὲ τοῦτο εἶναι λέγομεν, ὅτι τοιοῦτοι ἄνδρες ἀρτίας εὑρεθῆναι οὐ δύνανται.
13.3
ΓΡΗΓ. Ἐγὼ, Πέτρε, πολλοὺς τοιούτους ἄνδρας καὶ νῦν ἐν τῷ κόσμῳ τούτῳ εἶναι οὐκ ἀπιστῷ· οὐδὲ γὰρ ἐὰν σημεῖα τοιαῦτα οὐ ποιοῦσι νῦν, οὐ παρὰ τούτου μὴ εἶναι αὐτοὺς τοιούτους ἀπιστηθήσεται. Πολιτείας οὖν ἐνθέου διάγνωσις ἐν τῇ τῶν ἔργων ὑπάρχει δυνάμει, καὶ οὐχὶ ἐν τῇ τῶν σημείων ἐπιδείξει· εἰσὶ γὰρ πλεῖστοι, οἵτινες σημεῖα μὲν οὐ ποιοῦσι, τῶν δὲ τὰ σημεῖα ποιούντων ἀνόμοιοι οὐκ εἰσί.
13.4
ΠΕΤΡ. Πόθεν μοι, παρακαλῶ, τοῦτο ἐπιδειχθῆναι δύναται, ὅτι εἰσί τινες οἱ μὴ ποιοῦντες σημεῖα, καὶ τῶν τὰ σημεῖα ποιούντων ἀνόμοιοι οὐκ εἰσί;
13.5
ΓΡΗΓ. Μή τοί γε οὐ γινώσκεις, ὅτι Παῦλος ὁ ἀπόστολος ἀδελφὸς ὑπάρχει ἐν τῇ ἀποστολῇ Πέτρου τοῦ κορυφαίου τῶν ἀποστόλων;
13.6
ΠΕΤΡ. Ἀσφαλῶς οἶδα, καὶ δισταγμὸς ἐν τούτῳ οὐκ ἔστιν· ἀλλ' οὖν γε, εἰ καὶ μικρότερος πάντων τῶν ἀποστόλων ἐστὶ, πλείω πάντων ἐκοπίασε.
13.7
ΓΡΗΓ. Καθὼς ἐπίστασαι, Πέτρος ἐν τῇ θαλασσῃ τοῖς ποσὶ περιεπάτησε, Παῦλος δὲ ἐν τῇ θαλάσσῃ ναυαγίῳ περιέπεσεν· ἰδοὺ εἰς ἓν καὶ αὐτὸ τὸ στοιχεῖον, ἐν ᾧ Παῦλος μετὰ πλοίου πορευθῆναι οὐκ ἠδυνήθη, Πέτρος τοῖς ποσὶ τὴν ὁδοιπορίαν πεποίηκε. Φανερὸν οὖν καθέστηκεν, ὅτι εἰ καὶ ἐν τῷ θαύματι τῶν ἀμφοτέρων ἡ δύναμις ἀνόμοιος γέγονεν, ἀλλ' οὖν ἀμφοτέρων τὸ ἀξίωμα ἐν οὐρανοῖς ὅμοιον ὑπάρχει.
13.8
ΠΕΤΡ. Ἀρέσκειν ὁμολογῶ κατὰ πάντα ὅπερ λέγεις· ἰδοὺ γὰρ ἀσφαλῶς ἐπέγνων, ὅτι ὁ βίος καὶ οὐ τὰ σημεῖα ζητοῦνται· καὶ αὐτὰ γὰρ τὰ γινόμενα σημεῖα τοῦ ἐναρέτου βίου ἀπόδειξιν φέρουσιν· δυσωπῶ οὖν, ἐὰν ἀκμήν τινα ὑπολείπονται, φανερά μοι ταῦτα γενέσθαι ὅπως λιμώττοντά με ἐν τοῖς ἀγαθοῖς ὑποδείγμασι διαθρέψῃς.
13.9
ΓΡΗΓ. Ἤθελόν σοι εἰς αἶνον καὶ δόξαν τοῦ λυτρωτοῦ ἡμῶν Θεοῦ, περὶ ἀνδρός τινος εὐλαβοῦς, ὀνόματι Βενεδίκτου, τινὰ διηγήσασθαι· ἀλλ' ὁρῶ τὸν τῆς ἡμέρας καιρὸν πρὸς τὴν τούτων διήγησιν μὴ δυνάμενον ἐπαρκέσαι. Ὅθεν λοιπὸν ταῦτα, τοῦ Θεοῦ ἰσχὺν παρέχοντος, ἄλλην ἠρχάν συντάξεως προβαλλόμενος, μετὰ ἀνέσεως διηγοῦμαι.