Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Dialogi
Gregorius IDial 16 · 8063-dialog2More by Gregorius I
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregorius-i540-604" aria-label="More works by Gregorius I"> —
⋯
More
Original / primary: 8063 Dialog2
16.1
ΚΕΦΑΛ. Α'. Περὶ Παυλίνου ἐπισκόπου πόλεως Νωλίων.
16.1
278 Ἐν τῷ προσέχειν με τοῖς γειτνιάζουσιν πατράσι, καὶ τοῖς τούτων θαύμασι τῷ λόγῳ ἐνδιατρίβειν, τῶν μεγάλων tgr; ὰ ἔργα κατέλιπον. Τοῦ γὰρ Παυλίνου τὸ θαῦμα τοῦ τῆς Νωλίων πόλεως ἐπισκόπου, τίνα οὐ καταπλήττει; Ὅστις καὶ χρόνῳ, καὶ τῇ τοῦ θαύματος δυνάμει πάντων προτερεύει. Τῆς οὖν μνήμης καταλειφθείσης, ὡς παρὼν καὶ ὁρώμενος νομισθήσεται, τοῖς δὲ προλεχθεῖσιν καὶ ταῦτα, ὅσῃ δύναμαι συντομίᾳ ἐπισφίγγω. Ἔθος γὰρ τοῖς πρεσβύταις ἡμῶν τῶν καλῶν τὰ ἔργα σπουδαίως γνωστὰ ποιῆσαι τοῖς τῶν δικαίων ἑπόμενοι διηγήμασιν, ὅθεν καὶ τοῦ προλεχθέντος εὐλαβεστάτου ἀνδρὸς τὸ φαιδρὸν ὄνομα ἐδηλοποιήθη. Τὸ γὰρ αὐτοῦ ἔργον θαυμαστὸν, εἰς οὖν τὰ ἐκείνων οἰκοδομητέα ἐμπονήματα ἑαυτὸν παρέτεινεν. Ὅθεν μοι λοιπὸν πᾶσα ἀνάγκη ὑπάρχει περὶ τῆς μεγίστης αὐτοῦ πολιτείας τοσοῦτον ἀσφαλῶς πιστεῦσαι, ὡς ὅτι ἐκεῖνα ἅπερ λέγουσι, τοῖς ἐμοῖς ὀφθαλμοῖς ἐθεώρησα.
16.2
Ἐν τοῖς χρόνοις τοίνυν τῶν λυσσομανῶν Οὐανδάλων, πολλοὶ τόποι τῆς Ἰταλίας ἔρημοι γεγόνασι· παντελῶς δὲ τὰ μέρη τῆς Καμπανίας ἀοίκητα κατέστησαν. Πολλοὶ οὖν ὑπ' αὐτῶν αἰχμαλωτισθέντες, ἐκ τῆς γῆς ταύτης ἐν τῇ χώρᾳ τῆς Ἀφρικῆς ἀπηνέχθησαν. Ὁ δὲ τοῦ Θεοῦ ἄνθρωπος Παυλῖνος πάντα ὅσα εἰς τὴν τοῦ ἐπισκοπίου χρείαν εἶχε, τοῖς αἰχμαλώτοις καὶ τοῖς δεομένοις διέμεινεν. Ἡνίκα δὲ λοιπὸν, οὐδὲν αὐτῷ παντάπασιν ὑπελείφθη, ὅπερ τοῖς αἰτοῦσι δοῦναι ὀφείλοι, ἡμέρᾳ τινὶ χήρα τις γυνὴ πρὸς αὐτὸν ἦλθε, λέγουσα, τὸν ταύτης υἱὸν παρὰ τοῦ γαμβροῦ τοῦ ῥηγὸς τῶν Οὐανδάλων ἐν τῇ αἰχμαλωσίᾳ ἐπενεχθῆναι, καὶ παρὰ τοῦ ἀνθρώπου τοῦ Θεοῦ τὴν τιμὴν αὐτοῦ ᾐτεῖτο, ἐάν καὶ καταξιώσῃ ὁ κύριος αὐτοῦ ταύτην λαβεῖν, καὶ τοῦτον παραχωρῆσαι εἰς τὰ ἴδια ὑποστρέψαι. Ὁ δὲ τοῦ Θεοῦ ἄνθρωπος μετὰ πάσης σπουδῆς καὶ προθυμίας ἐπιζητήσας, ἐάν τι περιεύρῃ, ὅπερ τῇ αἰτούσῃ γυναικὶ παρασχεῖν ὀφείλῃ, οὐδὲν παρ' ἑαυτῷ ἄλλο τι εὗρεν, εἰ μὴ ἑαυτὸν, καὶ πρὸς αὐτὴν ἀπεκρίθη, λέγων: 279 Γύναι, τί σοι δωρήσασθαι οὐκ ἔχω. Ἐμὲ δὲ ἑαυτὸν δοῦλον, σοῦ ὑπεξούσιον δίδωμι, καὶ ἵνα τὸν υἱὸν ἀπολάβῃς, ἐμὲ δὲ ἀντ' αὐτοῦ εἰς δουλείαν παράδος. Ἐκείνη δὲ ἐκ τοῦ στόματος τοιούτου ἀνδρὸς τοῦτο ἀκούσασα ἐμπαιγμὸν μᾶλλον, ἤπερ συμπάθειαν εἶναι ἐπίστευσεν. Αὐτὸς δὲ λόγιος ἀνὴρ καὶ ἀγχίνους ὑπάρχων, καὶ τὰ ἔξω φιλοπόνως πεπαιδευμένος, τῇ δισταζούσῃ γυναικὶ ταχέως παρῄνεσεν, ὅπως τὰ λεχθέντα αὐτῇ ἀληθῆ εἶναι πιστεύσῃ, καὶ διὰ τὴν τοῦ υἱοῦ αὐτῆς ἀνάῥῥωσιν, τὸν ἐπίσκοπον εἰς δουλείαν παραδοῦναι μὴ δειλιάσῃ. Ἐπορεύθησαν τοίνυν εἰς Ἀφρικὴν ἀμφότεροι. Προσερχομένου δὲ τοῦ γαμβροῦ τοῦ ῥηγὸς, ὅστις τὸν υἱὸν αὐτῆς εἶχεν, ἡ χήρα προσῆλθεν αὐτῷ δυσωποῦσα, ὅπως τὸν υἱὸν αὐτῆς ἀπολάβῃ. Ὁ δὲ βάρβαρος ἐκεῖνος ἀνὴρ τῷ τύφῳ τῆς ὑπερηφανείας ὑπεραιρόμενος, καὶ τῇ παρεχομένῃ χαρᾷ τῆς κατευοδώσεως φυσιούμενος, οὐ μόνον τοῦτο ποιῆσαι, ἀλλὰ καὶ ἀκοῦσαι ἐβδελύξατο. Ἡ δὲ χήρα προσέθετο, λέγουσα· Ἰδοὺ τὸν ἄνθρωπον τοῦτον ἀντίσωμον ὑπὲρ αὐτοῦ παρέχω· μόνον ποίησον εὐσπλαγχνίαν εἰς ἐμὲ, καὶ τὸν μονογενῆ μου υἱὸν ἀπόδος μοι. Ἐκεῖνος δὲ ἱλαρῷ προσώπῳ τὸν ἄνθρωπον θεασάμενος, ποίαν τέχνην ἐπίσταται ἐπεζήτησεν· ὁ δὲ τοῦ Θεοῦ ἄνθρωπος Παυλῖνος, ἀπεκρίθη αὐτῷ, λέγων· Τέχνην μὲν οὖν τινα οὐκ ἐπίσταμαι, κῆπον δὲ καλῶς ἐπιμελήσασθαι γινώσκω. Τοῦτο δὲ ὁ ἐθνικὸς ἀνὴρ ἐκεῖνος ἀκούσας, ἡδέως πάνυ ἐδέξατο, ὅτι ἐν τῇ τοῦ κήπου ἐπιμελείᾳ ἔμπειρος ὑπῆρχεν. Ἐδέξατο οὖν αὐτὸν δοῦλον, καὶ τῇ παρακαλούσῃ γυναικὶ τὸν υἱὸν αὐτῆς ἀποδέδωκεν, ὃν λαβοῦσα ἀπὸ τῆς ἐν Ἀφρικῇ χώρας ὑπεχώρησεν. Ὁ δὲ Παυλῖνος τὴν φροντίδα τῆς τοῦ κήπου ἐπιμελείας ὑπεδέξατο. Ὁ οὖν προλεχθεὶς γαμβρὸς τοῦ ῥηγὸς, συχνοτέρως εἰς τὸν κῆπον εἰσέρχεσθαι ἤρξατο, καὶ μετὰ τοῦ αὐτοῦ κηπουροῦ περί τινων συζητῶν, σφόδρα τοῦτον σοφὸν ὑπάρχειν θεασάμενος, πάντας τοὺς οἰκιακοὺς αὐτοῦ φίλους καταλειψας, μετ' αὐτοῦ διηνεκῶς συνετύγχανε, καὶ τοῖς αὐτοῦ κατετρύφα ῥήμασιν. Ὁ δὲ Παυλῖνος εἰς τὴν τούτου τράπεζαν καθ' ἡμέραν κοδίμεντα καὶ εὔοσμα βότανα ἐχορήγει, καὶ τὸν ἄρτον ποριζόμενος, εἰς τὴν τοῦ κήπου φροντίδα ὑπέστρεφεν. Ἐν ᾧ δὲ τοῦτο ἐπὶ πολὺ ἐπράττετο, ἔν τινι ἡμέρᾳ τοῦ κυρίου αὐτοῦ μετ' αὐτοῦ συντυγχάνοντος, πρὸς αὐτὸν ὁ Παυλῖνος ἐν μυστηρίῳ εἶπε· Βλέπε τί πράττειν μέλλεις, καὶ πῶς τὸ τῶν Οὐανδάλων βασίλειον διοικηθῆναι ὀφείλει προνόησαι. Ἐνταῦθα γὰρ ὁ ῥὴξ τρόποις ἅπασιν ἀποθνήσκει. Ὁ δὲ τοῦτο ἀκούσας, ὡς ὑπὲρ ἅπαντας ὑπὸ τοῦ ῥηγὸς ἀγαπώμενος, οὐδαμῶς ἡσύχαζεν· ἀλλ' εἴτι παρὰ τοῦ ἑαυτοῦ κηπουροῦ ἀκήκοε, τοῦτο ἐμήνυσεν. Ὁ δὲ ῥὴξ τοῦτο ἀκούσας, ἀπεκρίθη λέγων· Ἐγὼ θέλω θεωρῆσαι τὸν ἄνδρα τοῦτον περὶ οὗ λέγεις. Ὁ δὲ τούτου γαμβρὸς, ὁ πρὸς καιρὸν εὐλαβεστάτου Παυλίνου δεσπότης, ἀποκριθεὶς εἶπε· Κοδίμεντα ἐκ τοῦ κήπου ἐν τῷ ἀρίστῳ μου ἀγαγεῖν εἴωθεν. Ταῦτα οὖν αὐτὸς εἰς τὴν σὴν τράπεζαν ἐνέγκαι ποιήσω, ἵνα γνῶς τίς ἐστιν ὁ ταῦτά μοι εἰπών. Ὡς καὶ γέγονεν. Ἡνίκα γὰρ ὁ ῥὴξ ἐπὶ τὸ ἀριστῆσαι ἠκούμβησεν, ἐκ τοῦ καμάτου αὐτοῦ ὁ Παυλῖνος περίοσμα βότανα, καὶ χλωρὰ κοδίμεντα βαστάζων εἰσῆλθεν. Τοῦτον δὲ ὁ ῥὴξ αἴφνης θεασάμενος, ἐτρόμαζε· τὸν δὲ τούτου δεσπότην, διὰ τῆς ἑαυτοῦ θυγατρὸς πλησίον ἑαυτοῦ προσκαλεσάμενος, τὸ μυστήριον ὅπερ πρότερον ἦν ἀποκρύψας, ἐφανέρωσεν αὐτῷ, λέγων· Ἀληθές ἐστιν ὅπερ ἀκήκοας. Ἐν τῇ νυκτὶ γὰρ ταῦτῃ ἐν ὁράματι ἐθεασάμην ἄρχοντας ἐπὶ βήματος κατ' ἐμοῦ καθεζομένους, ὧν μεταξὺ καὶ οὗτος συνεκαθέζετο, καὶ τὸ φλαγέλλιον ὅπερ ποτὲ ἔλαβον τῇ αὐτῶν κρίσει ἐπῄρθη μοι. 282 Ἐρώτησον οὖν αὐτὸν τίς ὑπάρχει· ἐγὼ γὰρ τοῦτον τὸν ἄνδρα τὸν ἐν τοσούτῳ ἀξιώματι ὄντα, λαΐτην, καθὼς φαίνεται, εἶναι οὐχ ὑπολαμβάνω. Τότε ὁ τοῦ ῥηγὸς γαμβρὸς κατ' ἰδίαν Παυλῖνον λαβὼν, τίς ὑπάρχει, ἐπιζήτησε. Πρὸς ὃν τοῦ Θεοῦ ἄνθρωπος ἀπεκρίθη, λέγων· Δοῦλός σου εἰμὶ, ὃν ὑπὲρ τοῦ υἱοῦ τῆς χήρας ἀντίσωμον ἐδέξω. Ἐκεῖνος δὲ πεπονημένως ἐπεζήτει, οὐχὶ τί νυνί ἐστιν, ἀλλὰ τί ἐν τῇ χώρᾳ αὐτοῦ ὑπῆρχε. Περὶ τούτου οὖν ἐπὶ πολὺ ἐρευνήσας, ὁ τοῦ Θεοῦ ἄνθρωπος στενωθεὶς, καὶ τοὺς ὅρκους οὓς αὐτῷ ἐπήγαγε παραβαίνειν μὴ δυνάμενος, ἐπίσκοπον ἑαυτὸν ὑπάρχειν ὡμολόγησε. Τοῦτο δὲ ὁ κατέχων αὐτὸν ἀκούσας, σφόδρα ἐφοβήθη, καὶ μετὰ πάσης ταπεινοφροσύνης προσηνέχθη αὐτῷ, λέγων· Αἴτησαι παρ' ἐμοῦ ὃ θέλεις, ὅπως ἐν τῇ γῇ σου μετὰ μεγίστων δώρων ὑποστρέψῃς. Πρὸς ὃν ὁ τοῦ Θεοῦ ἄνθρωπος Παυλῖνος ἀποκριθεὶς, εἶπεν· Ἕν ἐστιν εὐεργεσιῶν δῶρον ὃ αἰτοῦμαι, ὅπερ μοι καὶ παρασχεῖν δύνασαι, ἵνα πάντας τοὺς τῆς πόλεώς μου αἰχμαλώτους ἀπολύσῃς. Παραυτὰ οὖν ἐν πάσῃ τῇ τῆς Ἀφρικῆς χώρᾳ ἐπιζητηθέντες, ἐν πλοίοις ἅπαντες μετὰ σιταρχιῶν ἀναχθέντες, ὑπὲρ τῆς τοῦ εὐλαβεστάτου ἀνδρὸς Παυλίνου πληροφορίας συνοδοιποροῦντες αὐτῷ ἀπελύθησαν. Οὐ μετὰ πολλὰς δὲ ἡμέρας καὶ ὁ τῶν Οὐανδάλων ῥὴξ ἐτελειώθη, καὶ τὸ φλαγέλλιον ὅπερ εἰς τὴν ἑαυτοῦ ἐξολόθρευσιν, εἰς δὲ τῶν πιστῶν παιδείαν τοῦ Θεοῦ παραχωροῦντος ἐκράτει, τοῦτο ἀπεβάλετο. Οὕτως οὖν γέγονεν, ὥστε ὁ τοῦ παντοδυνάμου Θεοῦ οἰκέτης Παυλῖνος ἀληθῆ εἶναι τὰ μέλλοντα προείπῃ, καὶ ὁ ἑαυτὸν μόνον εἰς δουλείαν παραδοὺς, μετὰ πολλῶν ἀπὸ δουλείας εἰς ἐλευθερίαν ὑποστρέψῃ, ἐκεῖνον μιμησάμενος τὸν τὴν μορφὴν τοῦ δούλου ἀναλαβόντα, ἵνα ἡμεῖς μηκέτι ὦμεν δοῦλοι τῆς ἁμαρτίας. Οὗτινος τοῖς ἴχνεσιν ὁ Παυλῖνος ἐξακολουθήσας, πρὸς καιρὸν μόνος ἐκ θελήματος δοῦλος γέγονεν, ὅπως ὕστερον μετὰ πολλῶν ἐλεύθερος γένηται.
16.3
ΠΕΤΡ. Ἐν ὄσῳ με συνέβη ἀκοῦσαι ὅπερ μιμήσασθαι οὐ δύναμαι, δακρύσαι μᾶλλον ἡδέως ἔχω, ἤπερ τι λαλῆσαι.
16.4
ΓΡΗΓΟΡ. Περὶ τοῦ θανάτου τοῦ ἁγίου τούτου ἀνδρὸς ἐγγράφως ἐν τῇ αὐτοῦ ἐκκλησίᾳ ἀπόκειται· ὅτι ἐν ᾧ λοιπὸν ὁ πόνος τῇ πλευρᾷ αὐτοῦ ἥψατο, καὶ ἐν τοῖς ἐσχάτοις ἦν, παντὸς τοῦ οἴκου ἐν τῇ ἑαυτοῦ στερεότητι μένοντος, τὸ καβούλιον ἐν ᾧ ἀσθενῶν κατέκειτο, σεισμοῦ γεγονότος συνετρόμαξε, καὶ πάντας τοὺς ἐκεῖσε ὄντας, σφοδροτάτῳ φόβῳ κατέπληξεν. Οὕτω τε ἡ ἁγία ἐκείνη ψυχὴ ἐκ τῶν τοῦ σώματος δεσμῶν ἀπολυθεῖσα, πρὸς κύριον ἐξεδήμησεν. Τοῦτο δὲ γέγονεν, ὅπως μέγιστος φόβος ἐπεισέλθῃ εἰς τοὺς τὸν θάνατον Παυλίνου θεωρῆσαι δυνηθέντας. Ἐπειδὴ γὰρ ἡ τούτου δύναμις, ἢν ἀνωτέρω εἶπον, σφόδρα μεγίστη ὑπῆρχε· νῦν δὲ, ἐὰν ἀρέσκῃ, εἰς τὰ τῶν ἐξω θαυμάσια ἔλθωμεν, ἅπερ καὶ πολλοῖς λοιπόν εἰσιν ἐγνωσμένα. Κᾀγὼ δὲ παρὰ τοσούτων ἀνδρῶν σπουδαίων ἐξηγουμένων μεμάθηκα, ὥστε περὶ τούτων παντάπασιν διστάξαι οὐ δύναμαι.
16.1
ΚΕΦΑΛ. Α'. Περὶ Παυλίνου ἐπισκόπου πόλεως Νωλίων. CAPUT II. De sancto Joanne papa.
16.1
Gothorum tempore, cum Joannes vir beatissimus hujus Romanae Ecclesiae pontifex ad Justinum seniorem principem pergeret, 284 in Corinthi partibus advenit, cui necesse fuit ut in itinere ad sedendum equus requiri debuisset. Quod illic quidam vir nobilis audiens, equum, quem pro magna mansuetudine ejus conjux sedere consueverat, ita ei obtulit, ut cum ad loca alia pervenienti aptus equus inveniri potuisset, deberet ille quem dederat propter suam conjugem retransmitti. Factumque est, et usque ad certum locum praedictus vir equo eodem subvehente perductus est. Qui mox ut alium reperit, illum quem acceperat retransmisit. Cumque eum praedicti nobilis viri conjux sedere ex more voluisset, ultra non valuit, quia post sessionem tanti pontificis mulierem ferre recusavit. Coepit namque immenso flatu et fremitu, atque incessanti totius corporis motu quasi despiciendo prodere, quia post membra pontificis mulierem ferre non posset. Quod vir ejus prudenter intuitus, hunc ad eumdem venerabilem virum protinus retransmisit, magnis precibus petens ut equum ipse possideret, quem juri suo sedendo dedicasset. De quo etiam illud mirabile a nostris senioribus narrari solet, quod in Constantinopolitana urbe ad portam quae vocatur Aurea, veniens, populorum turbis sibi occurrentibus, in conspectu omnium roganti caeco lumen reddidit, et manu superposita oculorum tenebras fugavit.

Intertext edge

Open linked passage

Note