Dialogi
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregorius-i540-604" aria-label="More works by Gregorius I">
—
⋯
Original / primary: 8063 Dialog2
20.1
ΚΕΦΑΛ. Ε'. Περὶ Σαβίνου ἐπισκόπου πόλεως Κανουσίας.
20.1
Ἄνδρες τινὲς εὐλαβέστατοι, καὶ πάνυ σπουδαῖοι, ἐκ τῶν μερῶν τῆς Ἀπουλίας χώρας ὑπάρχοντες, τοῦτο, ὅπερ παρὰ πολλοῖς διὰ πλάτους ἐν εἰδήσει γέγονε, περὶ Σαβίνου τοῦ τῆς Κανουσίας πόλεως ἐπισκόπου, μαρτυροῦντες, ἔλεγον, ὅτι ὁ αὐτὸς ἀνὴρ τῷ μακρῷ λοιπὸν γήρᾳ τὸ τῶν ὀφθαλμῶν φῶς ἀπεβάλετο, ὥστε παντάπασι μηδὲ θεωρεῖν. Περὶ τούτου ὁ τῶν Γότθων ῥὴξ Τοτίλας προφητείας πνεῦμα ἔχειν αὐτὸν ἀκηκοὼς, οὐδαμῶς ἐπίστευσεν, ἀλλ' ἐκπειράσαι, ὅπερ ἤκουσεν, ἠγωνίσατο. Ἐν δέ τοῖς αὐτοῖς μέρεσι τούτου καταλαβόντος, ὁ τοῦ Θεοῦ ἄνθρωπος εἰς ἄριστον τοῦτον ἐκάλεσεν. Ἐπὶ δὲ τῆς τραπέζης λοιπὸν ἐλθόντες, ἀκουμβῆσαι ὁ ῥὴξ οὐκ ἠθέλησεν, ἀλλ' εἰς τὰ δεξιὰ μέρη Σαβίνου τοῦ εὐλαβεστάτου ἀνδρὸς ἐκαθέσθη. Ἐν ὅσῳ δὲ ὁ παῖς κατὰ 287 τὸ ἔθος τὸ τοῦ οἴνου ποτήριον τῷ αὐτῷ εὐλαβεστάτῳ ἀνδρὶ ἐπιδέδωκε, μυστηρίως ὁ ῥὴξ τὴν χεῖρα ἐκτείνας τὸ ποτήριον ἔλαβε, καὶ αὐτὸς λοιπὸν δι' ἑαυτοῦ εἰς τόπον τοῦ παιδὸς, τοῦτο τῷ ἐπισκόπῳ ἐπιδέδωκε, θέλων διαγνῶναι ἐὰν προγνώσεως πνεύματι ἐπιγινώσκῃ, τίς αὐτῷ τὸ ποτήριον ἐπιδίδωσιν. Ὁ δὲ τοῦ Θεοῦ ἄνθρωπος τοῦτο δεξάμενος, καίτοι τὸν διακονοῦντα μὴ θεωρῶν, εἶπε· Ζήσῃ αὔτη ἡ χείρ. Ἐν δὲ τῷ λόγῳ τούτῳ εὐφρανθεὶς ὁ ῥὴξ, ἅμα καὶ κατῃσχύνθη δι' ὧν ὑπ' αὐτοῦ ὑπεπιάσθη· εἴτι δὲ ἐζήτει ἐν τῷ ἀνθρώπῳ τοῦ Θεοῦ εὗρε. Τούτου εὐλαβεστάτου ἀνδρὸς ἐν τῷ παρεκταθῆναι τὴν ζωὴν, καὶ εἰς μακρὸν γῆρας ἐληλακέναι, ὁ τούτου ἀρχιδιάκονος τῇ ἐπιθυμίᾳ τῆς ἐπισκοπῆς ἐκκαιόμενος, διὰ ποτοῦ δηλητηρίου θανατῶσαι αὐτὸν ἠθέλησε. Διὰ δώρων γὰρ τὴν τοῦ ἐπιγκέρνου αὐτοῦ ψυχὴν διαφθείρας, παρεσκεύασεν, ἵνα οἶνον μεμιγμένον τῷ ἰῷ τὸ ποτήριον αὐτῷ ἐπιδώσῃ ἐν τῇ τῆς ἑστιάσεως ὥρᾳ. Τοῦ δὲ ἀνθρώπου τοῦ Θεοῦ ἐπὶ τῷ ἑστιαθῆναι ἀνακλιθέντος, ὁ τοῖς δώροις διαφθαρεὶς παῖς, τοῦ ἰοῦ τὸ ποτήριον, ὅπερ παρὰ τοῦ ἀρχιδιακόνου ἔλαβε, τῷ ἁγίῳ τούτῳ ἀνδρὶ ἐπιδέδωκεν. Πρὸς ὃν ὁ ἐπίσκοπος ἔφη· Σὺ πίε τοῦτο, ὅπερ ἐμοὶ προσήνεγκας. Ἔντρομος δὲ ὁ παῖς γενόμενος διὰ τὸ ἑαυτὸν ὑπαίτιον εἶναι, ἠθέλησε μᾶλλον τοῦτο πιεῖν καὶ ἀποθανεῖν, ἤπερ βάσανα ὑπομεῖναι, διὰ τὴν τόλμαν τοῦ τοιούτου φόνου. Ἐν ὅσῳ δὲ ἐν τῷ ἑαυτοῦ στόματι τὸ ποτήριον ὑπήγαγεν, ὁ ἄνθρωπος τοῦ Θεοῦ, διεκώλυσεν αὐτὸν, λέγων· Μὴ πίῃς αὐτὸ, ἐμοὶ δὲ μᾶλλον αὐτὸ δός, κᾀγὼ αὐτὸ πίνω. Ἐκείνῳ δὲ τῷ δώσαντί σοι αὐτὸ, ἄπελθε καὶ εἰπέ· Ἐγὼ μὲν τὸν ἰὸν πίνω, σὺ δὲ ἐπίσκοπος οὐ μὴ γενήσῃ. Ποιήσας οὖν τὸ τοῦ ζωοποιοῦ σταυροῦ σημεῖον, ἀμερίμνως ὁ ἐπίσκοπος τὸν ἰὸν ἔπιεν. Ἐν ἑτέρῳ δὲ τόπῳ τοῦ ἀρχιδιακόνου αὐτοῦ ὑπάρχοντος, ἐν αὐτῇ τῇ ὥρᾳ ἐτελεύτησεν, τρόπον τινὰ, ὡς ἵνα διὰ τοῦ στόματος τοῦ ἐπισκόπου, εἰς τὰ ἐκείνου σπλάγχνα τοῦ ἰοῦ εἰσελθόντος; ᾧτινι σωματικῶς εἰς τὸ ἐπαγαγεῖν θάνατον ἰὸς οὐ προσήγγισε, μᾶλλον δὲ ὁ ἰὸς τῆς ἑαυτοῦ κακίας τοῦτον ἐνώπιον τοῦ αἰωνίου κριτοῦ ἐφόνευσε.
20.2
ΠΕΤΡ. Θαυμαστά εἰσιν ὄντως, καὶ τοῖς ἡμετέροις χρόνοις σφόδρα ἔκπληκτα. Τοιαύτης δὲ τῆς ζωῆς τοῦ ἀνδρὸς τούτου εἶναι μαρτυρουμένης, τὴν ἀναστροφὴν αὐτοῦ τις διαγνοὺς, πῶς τὴν δύναμιν οὐκ ὀφείλει θαυμάσαι;
20.1
ΚΕΦΑΛ. Ε'. Περὶ Σαβίνου ἐπισκόπου πόλεως Κανουσίας. CAPUT VI. De Cassio Narniensis civitatis episcopo.
20.1
GREGORIUS. Neque hoc, Petre, sileam quod multi nunc qui hic de Narniensi civitate adsunt mihi sedulo testificantur. Eodem namque Gothorum tempore, cum praefatus rex Totila Narniam venisset, ei vir vitae venerabilis Cassius ejusdem urbis episcopus occurrit. Cui quia ex conspersione semper facies rubere consueverat, hoc rex Totila non conspersionis esse credidit, sed assiduae potationis, eumque omnimodo despexit. Sed omnipotens Deus, ut quantus vir esset qui despiciebatur ostenderet, in Narniensi campo quo rex advenerat, malignus spiritus coram omni exercitu ejus spatharium invasit, eumque vexare crudeliter coepit. Qui cum ante regis oculos ad venerandum virum Cassium fuisset adductus, hunc 289 ab eo vir Domini oratione facta, signo crucis expulit, qui in eum ingredi ulterius non praesumpsit. Sicque factum est ut rex barbarus servum Dei ab illo jam die veneraretur ex corde, quem despectum valde judicabat ex facie. Nam quia virum tantae virtutis vidit, erga illum illa mens effera ab elationis fastu detumuit.