Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Dialogi
Gregorius IDial 22 · 8063-dialog2More by Gregorius I
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregorius-i540-604" aria-label="More works by Gregorius I"> —
⋯
More
Original / primary: 8063 Dialog2
22.1
ΚΕΦΑΛ. Ζ'. Περὶ Ἀνδρέου ἐπισκόπου πόλεως Φούνδης.
22.1
Ἐν ὅσῳ τὰ τῶν μειζόνων ἀνδρῶν ἔργα διηγοῦμαι, αἴφνης εἰς ἀνάμνησιν ἦλθον περὶ Ἀνδρέου τοῦ τῆς πόλεως Φούνδης ἐπισκόπου, τί εἰς αὐτόν ἡ θεία ἐλεημοσύνη πεποίηκε. Διόπερ μάλιστα τοῖς ἀναγινώσκουσι φυλάττειν παραινῶ, ἵνα οἱ τὸ σῶμα αὑτῶν τῇ ἐγκρατείᾳ καθιεροῦντες, κατοικῆσαι μετὰ γυναικῶν μὴ τολμήσωσι, καὶ πτώματι τοσούτῳ τῷ λογισμῷ καθυποβληθῶσι, παρουσιάζουσα γὰρ μορφὴ τὴν ἐπιθυμίαν εἰσοικίζει, καὶ κακῶς ὑποκλίνει· περὶ οὗ γὰρ πράγματος διηγοῦμαι, διστάσαι οὐκ ἔστιν· ἐπειδὴ γὰρ τοσοῦτοι μάρτυρές εἰσιν, ὅσοι ἐν τῇ αὐτῇ πόλει κατοικοῦσιν. Οὗτος τοίνυν ὁ εὐλαβέστατος ἀνὴρ τὴν ἑαυτοῦ ζωὴν πλήρη ἀρετῶν ὑπάρχουσαν διήγαγεν, καὶ δι' ἐγκρατείας τὴν τῶν ἔνδον φυλακὴν ἱερῶς διετήρησε· μονάστριαν δέ τινα ἐκ πρώην μεθ' ἑαυτοῦ συνοικοῦσαν εἶχεν· ταύτην δὲ ἐκ τοῦ ἐπισκοπείου, ἢ τῆς ἐαυτοῦ φροντίδος ἀποβάλλεσθαι οὐκ ἠθέλησεν, ἐν πληροφορίᾳ ὑπάρχων περὶ τῆς ἑαυτοῦ κᾀκείνης ἁγνείας. Ταύτην δὲ μεθ' ἑαυτοῦ ἐν τῷ ἐπισκοπείῳ κατοικῆσαι παρεχώρησεν. Ἐκ τούτου οὖν τοῦ πράγματος συνέβη, ὥστε ὁ ἀρχέκακος ἐχθρὸς εἴσοδον πειρασμοῦ ἐν τῇ τούτου ψυχῇ ἐπιζητήσῃ. Ὅθεν ἤρξατο τὸ ταύτης κάλλος τοῖς νοητοῖς αὐτοῦ ὀφθαλμοῖς ὑποτίθεσθαι, ὥστε καὶ ἐν κλίνῃ τὰ μὴ ἀνήκοντα διαλογίζεσθαι. Ἔν τινι δὲ ἡμέρᾳ Ἰουδαῖός τις ἐκ τῶν τῆς Καμπανίας μερῶν ἐν τῇ Ῥώμῃ ἐρχόμενος, τὴν τῆς Ἀππίας ὁδὸν διήνυσεν, ὅστις ἐν τῷ ἄνω φόρῳ τῷ εἰς Φούνδης ἐλθὼν, καὶ λοιπὸν τὴν ἡμέραν πρὸς ἑσπέραν κλίνασαν θεασάμενος, καὶ μὴ εὑρίσκων τόπον ὅπου ὀφείλει κατακλιθῆναι, πλησίον τοῦ ναοῦ τοῦ Ἀπόλλωνος γεγονὼς, τοῦ αὐτόθι ὄντος, ἐκεῖ ἑαυτὸν πρὸς τὸ μεῖναι εἰσῴκισε. Φοβηθεὶς δὲ τὰ ἐν ἐκείνῳ τῷ τόπῳ γινόμενα μιάσματα, καίτοι πίστιν ἐν τῷ σταυρῷ μὴ ἔχων, ἑαυτὸν τῷ σημείῳ τοῦ σταυροῦ κατασφαλίσασθαι ἐφρόντισε. Περὶ δὲ τὸ μεσονύκτιον ἡσυχίας οὔσης, διά τε τὴν τοῦ τόπου ἐρημίαν, καὶ τὴν ἑαυτοῦ μόνωσιν φόβῳ θροηθεὶς, γρηγορῶν ἔκειτο. Αἴφνης δὲ ἀτενίσας, εἶδε τῶν πονηρῶν πνευμάτων ὄχλον πολὺν, ὡς ὅτι εἰς ὀψίκιον ἐξουσίας τινὸς προεπορεύοντο. Ἐκεῖνον δὲ τὸν τῶν ἄλλων πρῶτον ὑπάρχοντα, ἐν τῷ τοῦ αὐτοῦ τόπου προεδρίῳ καθίσαντα ἐθεάσατο, ὅστις ἤρξατο ἕκαστον τῶν πνευμάτων τῶν ὀψικευόντων αὐτῶν τὰς πράξεις καὶ τὰ ἐπιτηδεύματα αὐτῶν ἀνακρίνειν, ζητῶν εὑρεῖν πόσην ἕκαστος αὐτῶν κακίαν καὶ πονηρίαν εἰργάσατο. Ἐν ὅσῳ δὲ πάντες αὐτῶν τῇ τούτου ἐπιζητήσει, ἅπερ κατὰ τῶν ἀγαθῶν εἰργάσαντο ἐξηγοῦντο, εἷς ἐν τῷ μέσῳ εἰσπηδήσας, ὅνπερ πειρασμὸν ἐξήγειρεν ἐν τῇ ψυχῇ Ἀνδρέου τοῦ ἐπισκόπου, διὰ τοῦ κάλλους τῆς συνοικούσης αὐτῷ ἐν τῷ ἐπισκοπείῳ μοναστρίας, καὶ ταραχὴν τῆς σαρκὸς διεσάφησε. Τοῦτο δὲ ὁ πονηρὸς δαίμων ὁ τῶν λοιπῶν πνευμάτων προεστὼς ἀκούσας, πάνυ ἡδέως ἐδέξατο, καὶ μέγα κέρδος αὐτῷ προσενεχθῆναι ὡμολόγησεν, ὅτι ἁγίου ἀνδρὸς ψυχὴν ἐν σφάλματι ἀπωλείας ἐπέκλινεν. Ἐκεῖνος δὲ ὁ πονηρὸς δαίμων ὁ 291 ταῦτα ἀπαγγείλας, προσθεὶς εἶπε· Μέχρι ταύτης τῆς παρελθούσης ἡμέρας οὐ διέλιπον αὐτὸν ἐνοχλῶν, καὶ τὸν λογισμὸν αὐτοῦ παρασύραι οὐκ ἠδυνήθην· χθὲς δὲ πρὸς ἑσπέραν πεποίηκα, ὅπως τοῖς ὀπισθίοις τῆς ἱερᾶς παρθένου ἐμπαθῶς τῇ οἰκείᾳ χειρὶ ἅψηται. Τότε ὁ πονηρὸς διάβολος καὶ τοῦ ἀνθρωπίνου γένους ἀρχαῖος ἐχθρὸς, τοῦτον κολακευτικῶς προσκαλεσάμενος, ἔφη· Ὅπερ ἐνήρξω, σπεῦσον πληρῶσαι, ἵνα ἐν τῇ πτώσει αὐτοῦ σὺ μόνος μεταξὺ τῶν λοιπῶν τὸ τῆς νίκης βαῒν κρατήσῃς. Ταῦτα οὖν ὁ Ἰουδαῖος γρηγορῶν θεασάμενος, ἐν μεγάλῃ δειλίᾳ καὶ στενοχωρίᾳ περιέπεσεν. Ὁ δὲ πάντων τῶν πνευμάτων πρωτεύων διάβολος, τούτοις ἐπέτρεψεν, ἵνα ἐπιζητήσωσι, τίς ἄρα ἐστὶν ὁ ἐν τῷ ναῷ αὑτῶν κατακλιθῆναι τολμήσας. Τῶν δὲ πονηρῶν πνευμάτων πρὸς αὐτὸν ἐλθόντων, καὶ ἐπιμελῶς καταμανθανόντων, θεασάμενοι αὐτὸν τῷ σημείῳ τοῦ σταυροῦ ἐσφραγισμένον, θαυμάσαντες εἶπον· Βαβαι, σκεῦος σάβουρόν καὶ ἐσφραγισμένον ὑπάρχει. Τοῦτο δὲ αὐτῶν μηνυσάντων, πᾶσα ἐκείνη ἡ τῶν πονηρῶν πνευμάτων ταρακὴ ἄφαντος γέγονεν. Ὁ δὲ Ἰουδαῖος ὁ ταῦτα θεασάμενος, εὐθέως ἀνέστη, καὶ πρὸς τὸν ἐπίσκοπον μετὰ σπουδῆς κατέβαινεν. Ἐν δὲ τῇ ἐκκλησίᾳ τοῦτον εὑρὼν, κατ' ἰδίαν αὐτὸν ἔλαβε, καὶ παρ' αὐτοῦ μαθεῖν ἐπεζήτει ποίῳ πειρασμῷ συνέχεται. Ὁ δὲ ἐπίσκοπος αἰδούμενος, οὐκ ἤθελε τὸν ἑαυτοῦ πειρασμὸν ὁμολογῆσαι. Τότε ὁ Ἰουδαῖος εἶπεν· Οὐχὶ τῇ τοῦ Θεοῦ δούλῃ τῇ δείνᾳ αἰσχρῷ πόθῳ τοὺς ὀφθαλμοὺς ἐπεστήρισας; Ὁ δὲ ἐπίσκοπος καὶ ἐπὶ τούτοις ἠρνεῖτο. Προσθεὶς δὲ ὁ Ἰουδαῖος, εἶπε· Διὰ τί ἀρνεῖσαι ὅπερ παρ' ἐμοῦ ἐρωτᾶσαι; οὐχὶ μέχρι τούτου κατηνέχθης, ὅτι χθὲς πρὸς ἑσπέραν τοῖς ταύτης ὀπισθίοις ἐμπαθῶς τῇ χειρί σου προσήγγισας; Τότε ὁ ἐπίσκοπος τοῖς τούτου ῥήμασι διελεγχθεὶς, μετὰ πάσης ταπεινοφροσύνης ὡμολόγησεν, ὅπερ πρότερον στερεῶς ἠρνεῖτο. Θέλων δὲ ὁ Ἰουδαῖος τὴν αἰσχύνην τοῦ σφάλματος αὐτοῦ παραμυθήσασθαι, ἤρξατο αὐτῷ διηγεῖσθαι πῶς τοῦτο διέγνω, καὶ ὁποῖα περὶ αὐτοῦ ἐν τῷ συναθροισμῷ τῶν πονηρῶν πνευμάτων ἀκήκοε. Ταῦτα δὲ ὁ ἐπίσκοπος ἀκούσας καὶ ἐπιγνοὺς, εὐθέως ἐν τῇ γῇ κατακλιθεὶς, ἑαυτὸν εἰς εὐχὴν δέδωκε. Παραχρῆμα δὲ ἐκ τοῦ ἐπισκοπείου, οὐ μόνον τὴν τοῦ Θεοῦ δούλην ἐκείνην, ἀλλὰ καὶ πᾶσαν θηλείαν, ἥνπερ εἰς τὴν αὐτῆς ὑπουργίαν εἶχεν, ἀπεβάλετο, τὸν δὲ ναὸν τοῦ Ἀπόλλωνος εὐκτήριον τοῦ μακαρίου Ἀνδρέου τοῦ Ἀποστόλου πεποίηκεν. Ἀπηλλάγη δὲ τοῦ τῆς σαρκὸς αὐτοῦ πειρασμοῦ, χάριτι Θεοῦ παντελῶς ἐξ αὐτοῦ ἀπελαθέντος. Τὸν δὲ Ἰουδαῖον τὸν διὰ τῆς ὀπτασίας τοῦτον ἐλέγξαντα, πρὸς τὴν αἰώνιον σωτηρίαν ἐπεσπάσατο. Τὰ γὰρ μυστήρια τῆς πίστεως τοῦτον διδάξας, καὶ τῷ τοῦ βαπτίσματος ὕδατι καθαρίσας, εἰς τὸν τῆς ἁγίας ἐκκλησίας κόλπον ἤγαγεν. Οὕτω τοίνυν γέγονεν, ὥστε τὸν Ἑβραῖον τὸν εἰς τὴν ἑτέρου σωτηρίαν συντρέχοντα, εἰς τὴν ἰδίαν καταντῆσαι. Καὶ ὁ παντοδύναμος Θεὸς ἐκ τούτου ἕτερον εἰς ζωὴν ἀγαθὴν ἤγαγεν, ὅθεν ἄλλον ἐν αὐτῇ φυλαχθῆναι ηὐδόκησεν.
22.2
ΠΕΤΡ. Τοῦτο τὸ γεγονὸς πρᾶγμα ὅπερ ἀκήκοα, καὶ φόβον μοι παρέχει καὶ ἐλπίδα σωτηρίας.
22.3
ΓΡΗΓΟΡ. Οὕτω καὶ ἁρμόζει τῇ τοῦ Θεοῦ ἡμᾶς εὐσπλαγχνίᾳ πάντοτε πεποιθέναι, καὶ τὴν ἡμετέραν δειλιᾷν ἀσθένειαν. Ἰδοὺ γὰρ καὶ τὴν τοῦ παραδείσου κέδρον σαλευθεῖσαν ἠκούσαμεν, ἀλλ' οὐκ ἐκριζωθεῖσαν· ὅπως τοῖς ἀσθενοῦσιν ἡμῖν, διὰ μὲν τῆς σαλεύσεως αὐτῆς φόβος γένηται, θάρσος δὲ διὰ τὴν αὐτῆς σταθερότητα.
22.1
ΚΕΦΑΛ. Ζ'. Περὶ Ἀνδρέου ἐπισκόπου πόλεως Φούνδης. CAPUT VIII. De Constantio Aquinae civitatis episcopo.
22.1
293 Vir quoque venerabilis vitae Constantius Aquinae civitatis episcopus fuit, qui nuper praedecessoris mei tempore beatae memoriae Joannis papae defunctus est. Hunc prophetiae habuisse spiritum multi testantur, qui eum familiariter scire potuerunt. Cujus inter multa hoc ferunt religiosi veracesque viri qui praesentes fuerunt, quod in die obitus sui cum a circumstantibus civibus utpote discessurus Pater tam amabilis amarissime plangeretur, eum flendo requisierunt, dicentes: Quem post te, Pater, habebimus? Quibus ipse Pater per prophetiae spiritum respondit, dicens: Post Constantium, mulionem; post mulionem, fullonem. O te, Aquine, et hoc habes. Quibus prophetiae verbis editis, vitae spiritum exhalavit extremum. Quo defuncto, ejus Ecclesiae pastoralem suscepit curam Andreas diaconus illius, qui quondam in stabulis itinerum cursum servaverat equorum. Atque hoc ex hac vita subducto, ad episcopatus ordinem Jovinus accersitus est, qui in eadem urbe fullo fuerat. Quo adhuc superstite, ita cuncti inhabitatores civitatis illius et barbarorum gladiis et pestilentiae immanitate vastati sunt, ut post mortem illius nec quis episcopus fieret, nec quibus fieret inveniri potuisset. Sic itaque completa est viri Dei sententia, quatenus post decessum duorum se sequentium ejus Ecclesia pastorem minime haberet.

Intertext edge

Open linked passage

Note