Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Dialogi
Gregorius IDial 26 · 8063-dialog2More by Gregorius I
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregorius-i540-604" aria-label="More works by Gregorius I"> —
⋯
More
Original / primary: 8063 Dialog2
26.1
ΚΕΦΑΛ. ΙΑ'. Περὶ Κερβονίου ἐπισκόπου πόλεως Ποπουλωνίου.
26.1
Ὁ τῇ πολιτείᾳ εὐλαβέστατος ἀνὴρ Κερβόνιος ὁ τοῦ Ποπουλωνίου ἐπίσκοπος, μεγίστην ἐν ταῖς ἡμέραις ἡμῶν τῆς ἁγιωσύνης αὐτοῦ ἀπόδειξιν δέδωκε. Πάσῃ γὰρ σπουδῇ τὴν φιλοξενίαν μετεδίωκεν, ὅστις ἐν ἡμέρᾳ τινὶ, στρατιώτας παρερχομένους ὑποδεξάμενος, ἐξενοδόχησε. Τῶν δὲ Γότθων ἐπελθόντων, τούτους κατέκρυψεν, καὶ τὴν αὐτῶν ζωὴν ἐκ τῆς ἐκείνων πονηρίας τῇ ἀποκρυβῇ 298 διεφύλαξε. Τοῦτο δὲ ὁ τῶν Γότθων ῥὴξ ὁ δυσσεβὴς Τοτίλας ἀκούσας, τῇ πονηρᾷ καὶ ἀνυγιεῖ ὠμότητι ἐκκαυθεὶς, τοῦτον εἰς τὸν τόπον τὸν καλούμενον Μέρουλις, ἀπὸ ὀγδόου μιλίου τῆς αὐτῆς πόλεως ἐκέλευσεν ἀπενεχθῆναι, ἔνθα αὐτὸς τότε μετὰ τοῦ στρατοῦ αὐτοῦ ἐκαθέζετο, καὶ τοῦτον ἐπὶ παντὸς τοῦ λαοῦ, εἰς βορὰν τοῖς ἄρκοις ῥιφῆναι προσέταξε. Τοῦ δὲ αὐτοῦ δυσσεβεστάτου ῥηγὸς ἐν τῷ συνεδρίῳ τοῦ λαοῦ καθεσθέντος πρὸς τὸ θεωρῆσαι τὸν τοῦ ἐπισκόπου θάνατον, μεγάλη τοῦ λαοῦ ταραχὴ συνῆλθε. Τοῦ δὲ ἐπισκόπου ἐν τῷ μέσῳ ἐνεχθέντος, ἄρκος λίαν πικροτάτη πρὸς τὸν τούτου θάνατον ἐπιζητηθεῖσα εὑρέθη, ἥτις ἀνθρώπινα σώματα ὠμοτάτως διασπαράσσειν εἴωθεν, ὥστε τὴν τοῦ ἀλιτηρίου ῥηγὸς ψυχὴν δυνηθῇ πληροφορῆσαι. Ἀπολυθείσης οὖν τῆς ἄρκου ἐκ τοῦ ζωγρίου, σπουδαίως μετὰ πλείστου θυμοῦ πρὸς τὸν ἐπίσκοπον ἔδραμεν. Αἴφνης δὲ τῆς ἰδίας θηριωδίας ἐπιλησθεῖσα, κλίνασα τὸν τράχηλον, τὴν δὲ κεφαλὴν ὑπὸ τοὺς πόδας τοῦ ἐπισκόπου ἐπιλαβοῦσα, μετὰ πάσης ταπεινότητος τούτους λείχειν ἤρξατο. Ὥστε φανερῶς πᾶσι δειχθῆναι, ὅτι εἰς τὸν τοῦ Θεοῦ ἄνθρωπον ἐκεῖνον αἱ τῶν θηρίων καρδίαι εἰς τὰς τῶν ἀνθρώπων μετεβλήθησαν, αἱ δὲ τῶν ἀνθρώπων ὅμοιαι θηρίων ἐγένοντο. Τότε ἅπας ὁ λαὸς, ὁ συνελθὼν τὸν θάνατον αὐτοῦ θεάσασθαι, μεγίστῃ φωνῇ ἤρξαντο τὴν εὐλάβειαν αὐτοῦ θαυμάζειν. Ὁμοίως δὲ καὶ αὐτὸς ὁ ῥὴξ τὴν ἄνωθεν γενομένην κρίσιν θεασάμενος, μεγάλως αὐτὸν σέβεσθαι ἤρξατο. Καὶ ὁ τῷ Θεῷ πρότερον ἀκολουθῆσαι μὴ θελήσας, πρὸς τὸ τὴν ζωὴν τοῦ ἐπισκόπου φυλάξαι, ἔσχατον εἰς τὴν τῶν θηρίων πραότητα ἠκολούθησε. Τούτου δὲ τοῦ θαύματος πάντες οἱ τότε ἐκεῖσε παρόντες αὐτόπται γεγόνασιν. Οὐκ ὀλίγοι δὲ καὶ μέχρι τοῦ νῦν περίεισιν, οἵτινες τοῦτο θεάσασθαι μετὰ παντὸς τοῦ λαοῦ ἐκείνου μαρτυροῦσι. Περὶ τούτου τοῦ ἁγίου ἀνδρὸς ἕτερον θαῦμα, Βεναντίῳ τῷ ἐπισκόπῳ Λούνης ἀφηγουμένῳ ἀκήκοα. Ἐν τῇ αὐτῇ τοῦ Ποπουλωνίου ἐκκλησίᾳ, ἧς καὶ προέστη, μνῆμα ἑαυτῷ ἡτοίμασεν. Ὡς δὲ τῶν Λογγοβάρδων τὸ γένος εἰς τὴν Ἰταλίαν ἦλθε, καὶ πάντα τόπον διήρπασεν, εἰς Ἰλβὰν τὴν νῆσον μετέστη. Ἀῤῥωστίας δὲ αὐτῷ ἐπελθούσης, καὶ λοιπὸν τελευτᾷν ἤδη μέλλοντι, τοῖς ὑπουργοῦσιν αὐτῷ κληρικοῖς ἐκέλευσε, λέγων· Ἐν τῷ μνήματί μου, ὅπερ ἐν τῷ Ποπουλωνίῳ ἡτοίμασα, ἐκεῖ με θάψατε. Αὐτοὶ δὲ ἀποκριθέντες εἶπον· Πῶς δυνάμεθα τὸ σῶμά σου ἐκεῖ ἀπενέγκαι, ὅτι ἐκ τῶν Λογγοβάρδων οἱ τόποι ἐκεῖνοι κρατοῦνται, καὶ πανταχοῦ αὐτοὺς διαδραμεῖν γινώσκομεν; Ὁ δὲ ἅγιος πρὸς αὐτοὺς εἶπεν· Ἀπαγάγετέ με ἀμερίμνως μηδὲν δειλιῶντες, μετὰ πάσης δὲ σπουδῆς θάψαι με ἀγωνίσασθε, καὶ εὐθέως ἡνίκα τὸ σῶμά μου τῇ ταφῇ παραδώσηται, ἐκ τοῦ τόπου ἐκείνου συντόμως ὑποχωρήσατε. Τούτου δὲ τελευτήσαντος, καθὼς αὐτοῖς ἀνετείλατο τὸ σῶμα αὐτοῦ ἐν πλοιαρίῳ βαλόντες, ἐν τῷ Ποπουλωνίῳ ἀπήρχοντο. Ἀπερχομένων δὲ αὐτῶν, συννεφήσαντος τοῦ ἀέρος, σφοδρὸς ὑετὸς λίαν γέγονεν. Ἵνα δὲ πᾶσι φανερωθῇ, ποίου ἀνδρὸς σῶμα ἡ ναῦς ἐκείνη ἐβάσταζε, δι' ὅλου τοῦ πλοὸς τῆς θαλάσσης, δώδεκα μιλίων ὄντων ἀπὸ Ἰλβῆς τῆς νήσου μέχρι τοῦ Ποπουλωνίου, ἐν τοῖς ἀμφοτέροις τοῦ πλοίου μέρεσι καταιγὶς ὑετοῦ σφοδροτάτη κατῆλθεν, ἐν δὲ τῷ πλοίῳ ῥανὶς μία ἐκ τῆς βροχῆς οὐκ ἔπεσεν. Φθάσαντες τοίνυν ἐν τῷ τόπῳ οἱ κληρικοὶ, καὶ τῇ ταφῇ τὸ σῶμα τοῦ ἱερέως αὐτῶν παραδόντες, καὶ τὰ προστάγματα αὐτοῦ φυλάξαντες, μετὰ σπουδῆς εἰς τὸ πλοῖον ὑπέστρεψαν. Εἰσελθόντων δὲ αὐτῶν ἐν αὐτῷ, ἐν τῷ τόπῳ ἐν ᾧ ὁ τοῦ Θεοῦ ἄνθρωπος ἐτάφη, ὁ τῶν Λογγοβάρδων ὠμότατος ῥὴξ Γούμμαρις κατέλαβεν· ἐκ τῆς τούτου οὖν ἐλεύσεως ὁ τοῦ Θεοῦ ἄνθρωπος πνεῦμα προφητείας ἔχειν ἀπεδείχθη, ὅστις τοὺς ὑπουργοὺς αὐτοῦ μετὰ σπουδῆς· ἀποστῆναι τοῦ τόπου ἐκέλευσε. 300
26.1
ΚΕΦΑΛ. ΙΑ'. Περὶ Κερβονίου ἐπισκόπου πόλεως Ποπουλωνίου. CAPUT XII. De Fulgentio Utriculanae civitatis episcopo.
26.1
Hoc vero quod de divisa pluvia factum narravi miraculum, etiam in alterius episcopi veneratione monstratum est. Nam quidam clericus senex, qui adhuc superest, eidem rei praesto se fuisse testatur, dicens: Fulgentius episcopus qui Utriculensi Ecclesiae praeerat, regem crudelissimum Totilam infensum omnimodo habebat. Cumque ad easdem partes cum exercitu propinquasset, curae fuit episcopo per clericos suos xenia ei transmittere, ejusque furoris insaniam, si posset, muneribus mitigare. Quae ille ut vidit, protinus sprevit, atque iratus suis hominibus jussit ut eumdem episcopum sub omni asperitate constringerent, eumque ejus examini servarent. Quem dum feroces Gothi, ministri scilicet crudelitatis illius, tenuissent, circumdantes eum uno in loco stare praeceperunt, eique in terra circulum designaverunt, extra quem pedem tendere nullo modo auderet. Cumque vir Dei in sole nimio aestuaret, ab eisdem Gothis circumdatus, et designatione circuli inclusus, repente coruscationes et tonitrua, et tanta vis pluviae erupit, ut hi qui eum custodiendum acceperant, immensitatem pluviae ferre non possent. Et dum magna nimis inundatio fieret, intra eamdem designationem circuli in qua vir Domini Fulgentius stetit, ne una quidem pluviae gutta descendit. Quod dum regi crudelissimo nuntiatum esset, illa mens effera ad magnam ejus reverentiam versa est, cujus poenam prius insatiabili furore sitiebat. Sic omnipotens Deus contra elatas carnalium mentes, potentiae suae miracula per despectos operatur; ut qui superbe contra praecepta veritatis se elevant, eorum cervicem veritas per humiles premat.

Intertext edge

Open linked passage

Note