Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Dialogi
Gregorius IDial 29 · 8063-dialog2More by Gregorius I
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregorius-i540-604" aria-label="More works by Gregorius I"> —
⋯
More
Original / primary: 8063 Dialog2
29.1
ΚΕΦΑΛ. ΙΔ'. Περὶ Ἰσαὰκ ἡγουμένου προορατικοῦ, πλησίον Σπολήτης, τῷ γένει Σύρου.
29.1
Ἐν τοῖς ἀρχαίοις τῶν Γότθων καιροῖς, πλησίον τῆς πόλεως Σπολήτης, ἀνήρ τις πάνυ τῇ ζωῇ εὐλαβέστατος ὑπῆρχεν, Ἰσαὰκ τῷ ὀνόματι, ὅστις καὶ μέχρι τῶν τελευταίων τῶν Γότθων χρόνων κατήντησε. Τοῦτον ἐκ τῶν ἡμετέρων πολλοὶ ἐγνώρισαν, πλειοτέρως δὲ πάντων ἡ ἱερὰ παρθένος Γρηγορία, ἡ νῦν ἐν ταύτῃ τῇ τῶν Ῥωμαίων πόλει κατοικοῦσα, πλησίον τοῦ σεβασμίου ναοῦ τῆς ἁγίας ἀειπαρθένου καὶ θεοτόκου Μαρίας. Ἥτις ἐν τῷ τῆς νεότητος αὐτῆς χρόνῳ ἀνδρὶ μνηστευθεῖσα, καὶ τῶν γάμων ἤδη λοιπὸν ὡρισμένων, ἐν τῇ ἐκκλησίᾳ προσέφυγε, καὶ τὴν τοῦ μονήρους βίου ἱερὰν ἀναστροφὴν ἐπιποθήσασα, παρὰ τοῦ ἀνδρὸς τούτου ἐκδικηθεῖσα, εἰς ἐκεῖνο ὅπερ ἐπόθει σχῆμα, τοῦ κυρίου κατευοδώσαντος προήχθη, καὶ τὸν ἐπίγειον νυμφίον καταλείψασα, τῷ οὐρανίῳ νυμφίῳ μνηστευθῆναι κατηξιώθη. Περὶ τοῦ ἁγίου οὖν τούτου ἀνδρὸς, πολλὰ ἐξηγούμενον ἀκήκοα τὸν εὐλαβέστατον πατέρα Ἐλευθέριον. Ὅστις πολλὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένος, πάνυ καλῶς αὐτὸν ἐγίνωσκε. Τούτου δὲ τοῖς λόγοις τὸ εὔπιστον ἡ τῆς ζωῆς πολιτεία παρεῖχεν. Οὗτος τοίνυν ὁ εὐλαβέστατος Ἰσαὰκ οὐχ ὑπῆρχεν ἐκ τῆς Ἰταλίας ὁρμώμενος, ἐκεῖνα δὲ αὐτοῦ τὰ θαύματα διηγοῦμαι, ἅπερ ἐν τῇ Ἰταλίι διάγων πεποίηκεν. Ἐν πρώτοις οὖν ἡνίκα ἐκ τῶν τῆς Συρίας μερῶν ἐλθὼν, εἰς τὴν πόλιν Σπολήτης κατήντησεν, ἐν τῇ, ἐκκλησίᾳ παραγενόμενος, τοὺς προσμοναρίους ᾐτήσατο, ἵνα ὅσην θέλει 303 ἄδειαν τοῦ εὔχεσθαι παράσχωσιν αὐτῷ, καἰ ἐν ταῖς μυστικαῖς ὥραις ἐξελθεῖν αὐτὸν μὴ συνωθήσωσιν. Ὅστις ἐν τῇ εὐχῇ σταθεὶς, πᾶσαν τὴν ἡμέραν εὐχόμενος διετέλεσε, συνάψας τῇ εὐχῇ καὶ τὴν ἐπακολουθοῦσαν νύκτα. Ὁμοίως δὲ καὶ τὴν δευτέραν ἡμέραν μετὰ τῆς ἐπακολουθούσης νυκτὸς, ἐκτὸς ἀτονίας ἐν τῇ δεήσει ἔστη, ὡσαύτως δὲ καὶ τὴν τρίτην ἡμέραν τῇ εὐχῇ συνῆψεν. Εἷς δὲ τῶν παραμοναρίων τοῦτο θεασάμενος, τῷ τῆς ὑπερηφανείας πνεύματι φυσιωθεὶς, ὅθεν προκόψαι ὤφειλιν, ἐκεῖθεν τὴν τῆς ἀποτυχίας ζημίαν ἑαυτῷ ἐπεσπάσατο. Ἤρξατο γὰρ ῥήμασιν ἐξουθενήσεως προσποιητὸν καὶ ἐπιθέτην αὐτὸν ἀποκαλεῖν, ὃς ἐν τρισὶν ἡμέραις καὶ νυξὶ πρὸς ἐπίδειξιν ἐνώπιον τῶν ὀφθαλμῶν τῶν ἀνθρώπων ἑαυτὸν εἰς εὐχὴν παρέστησε. Ταῦτα δὲ εἰπὼν δρομαίως ἀπελθὼν, τὸν τοῦ Θεοῦ ἄνθρωπον ῥαπίσματι ἔτυψεν, ἵνα ὁ τῆς εὐλαβοῦς ζωῆς προσποιητὸς ἐκ τῆς ἐκκλησίας μετὰ ἀτιμίας ἐξέλθῃ. Αἴφνης δὲ εἰς αὐτὸν πνεῦμα πονηρὸν εἰσῆλθεν, ἐπὶ ἐκδικήσει τοῦ δούλου τοῦ Θεοῦ, καὶ τοῦτον εἰς τὰ ἴχνη αὐτοῦ ἔῤῥιψε, καὶ διὰ τοῦ στόματος αὐτοῦ κράζειν ἤρξατο· Ὁ Ἰσαάκ με ἐκβάλλει. Ποίῳ δὲ ὀνόματι ξένος ἀνὴρ ἐκέκλητο, οὐδεὶς ἐγίνωσκεν· ἀλλὰ τὸ πονηρὸν πνεῦμα τὸ ἐκείνου ὄνομα ἐφανέρωσε, καὶ παρ' αὐτοῦ δύνασθαι ἐκβληθῆναι ἔκραζεν. Εὐθέως οὖν ὁ τοῦ Θεοῦ ἄνθρωπος ἐπάνω τοῦ σώματος τοῦ πάσχοντος ἐπικύψας, τὸ ἐπιβὰν αὐτῷ πονηρὸν πνεῦμα, τῇ τοῦ κυρίου Ἰησοῦ δυνάμει, ἀπ' αὐτοῦ ἀπήλασεν. Ἐν πάσῃ δέ τῇ πόλει, τοῦ γεγονότος ἐν τῇ ἐκκλησίᾳ θαύματος διαγνωσθέντος, ἤρξαντο ἄνδρες τε καὶ γυναῖκες, εὐγενεῖς καὶ ἀγενεῖς, ὁμοθυμαδὸν τρέχειν σπεύδοντες, τίς αὐτὸν ἐν τῷ αὑτοῦ οἴκῳ δυνηθῇ προαρπάσαι· οἱ μὲν, ἐπὶ τῷ ἀναστῆσαι αὐτῷ μοναστήριον ἀγροὺς προσφέρειν ἐπαγγελλόμενοι· ἕτεροι δὲ χρήματα, καὶ πρὸς τροφὴν ἀναλώματα παρέχειν αὐτῷ ἤθελον. Ὁ δὲ τοῦ παντοδυνάμου Θεοῦ δοῦλος μηδὲν παρ' αὐτῶν λαβεῖν τὸ σύνολον ἀνασχόμενος, τῆς πόλεως ἐξῆλθεν. Οὐ πολὺ δὲ μήκοθεν τόπον ἔρημον εὑρὼν, ἐκεῖσε ἑαυτῷ σεμνὸν κέλλιον ᾠκοδόμησε. Πολλοὶ δὲ πρὸς αὐτὸν ἀπερχόμενοι, τῷ ἐκείνου ὑποδείγματι ἤρξαντο εἰς τον πόθον τῆς αἰωνίου ζωῆς πυροῦσθαι, καὶ ὑπὸ τὴν αὐτοῦ διδασκαλίαν, εἰς τὴν τοῦ παντοδυνάμου Θεοῦ δουλείαν ἑαυτοὺς ἐκδεδώκασιν. Ἤρξαντο δέ οἱ τούτου μαθηταὶ μετὰ ταπεινοφροσύνης δυσωπεῖν αὐτὸν, ὅπως διὰ τὴν τοῦ μοναστηρίου χρείαν τὰ προσφερόμενα αὐτῷ χρήματα δέξηται. Αὐτὸς δὲ τῆς ἑαυτοῦ πτωχείας τὴν ψηφον στερεᾷ φυλακῇ ἐκράτει, λέγων· Μοναχὸς ὁ ἐν τῇ γῇ κτῆμα ζητῶν, μοναχός οὐκ ἔστιν. Οὕτως οὖν ἐφοβεῖτο τὴν τῆς πτωχείας αὑτοῦ φροντίδα ἀπολέσαι, καθάπερ οἱ κνηποὶ ἄρχοντες τὰ ἀπολλύμενα χρήματα τῇ φυλακῇ συντηρεῖν εἰώθασιν. Ἐκεῖ τοίνυν πνεύματι προφητείας κατεκοσμήθη, καὶ πᾶσι τοῖς ἔγγιστα καὶ ἐκ μήκους κατοικοῦσι, διὰ τῶν θαυμάτων ἡ τῆς ζωῆς αὐτοῦ λαμπρότης διεγνώσθη. Ἐν μιᾷ δὲ ἡμέρᾳ πρὸς ἑσπέραν ἐν τῷ κήπῳ τοῦ μοναστηρίου, ἐργαλεῖον σιδηροῦν. ὅπερ λισγάριν ὀνομάζεται, ῥιφῆναι πεποίηκεν· εἶθ' οὕτως τοῖς μαθηταῖς αὐτοῦ εἶπεν· Ἀπέλθετε καὶ ἃ λισγάρια ἔχετε, ταῦτα ἐν τῷ κήπῳ ῥίψατε, καὶ συντόμως ὑποστρέψατε. Τῇ δὲ νυκτὶ ἐκείνῃ ἀναστὰς, κατὰ τὸ εἰωθὸς, ὅπως μετὰ τῶν ἀδελφῶν τοὺς ἑωθινοὺς ὕμνους τῷ κυρίῳ ἀναπέμψῃ, ἐκέλευσεν αὐτοῖς, λέγων· Ἀπέλθετε καὶ τῶν ἐργατῶν ἡμῶν προσφάγιον ἐψήσατε, ἵνα τὸ πρωΐας ἕτοιμον ἔσται. Ἡμέρας δὲ ἤδη γενομένης, τὸ προσφάγιον, ὅπερ γενέσθαι προσέταξε, βασταχθῆναι πεποίηκε, καὶ ἅμα τοῖς ἀδελφοῖς εἰς τὸν κῆπον εἰσῆλθεν· ὅσα δὲ λισγάρια ῥιφῆναι πεποίηκεν, τοσούτους ἐργάτας ἐν τῷ κήπῳ κάμνοντας εὗρεν. Οἱ εἰσελθόντες μὲν γὰρ κλέπται ὑπῆρχον, ἀλλὰ τῆς γνώμης αὐτῶν διὰ τοῦ πνεύματος ἀλλαγείσης, τὰ λισγάρια ἅπερ εὗρον κρατήσαντες, ἀπ' αὐτῆς τῆς ὥρας, 306 ἧς ἐν τῷ κήπῳ εἰσῆλθον, ἕως οὗ τοῦ Θεοῦ δοῦλος πρὸς αὐτοὺς παρεγένετο, οὐκ ἐπαύσαντο ἐργαζόμενοι· πάντα δὲ τὰ τοῦ κήπου λασάνια τὰ μὴ ὄντα ἐργασμένα εἰργάσαντο. Εἰσελθὼν τοίνυν πρὸς αὐτοὺς ὁ τοῦ Θεοῦ ἄνθρωπος εἶπε· Χαίρετε, ἀδελφοὶ, παύσασθε λοιπὸν, πολὺ γὰρ ἐκάμετε. Ἐνέγκας δὲ τροφὰς, μετὰ τὸν τοσούτου καμάτου κόπον, τούτους εὐφρανθῆναι πεποίηκε. Κορεσθέντων δὲ αὐτῶν, εἶπεν αὐτοῖς· Μὴ θελήσατε τοῦ λοιποῦ κακὸν πράξαι, εἴτι δὲ χρείαν ἐκ τοῦ κήπου ἔχετε, διὰ τῆς εἰσόδου ἐλευθερίως ἐρχόμενοι αἰτήσασθε, καὶ μετ' εὐλογίας λάβετε, ἀπὸ δέ τῆς τοῦ κλέμματος ἁμαρτίας ἐνδόσατε. Παρευθὺ δὲ λάχανα συναχθῆναι κελεύσας, τούτους φορτωθῆναι πεποίηκε. Γέγονε δὲ ὥστε οἱ εἰς τὸν κῆπον ἐπὶ τὸ κλέψαι ἐλθόντες, σὺν τῷ μισθῷ τοῦ καμάτου αὐτῶν ἐμπεπλησμένοι, καὶ ἀβλαβεῖς ὑποστρέψωσιν.
29.2
Ἐν ἄλλῳ τοίνυν καιρῷ, ξένοι τινὲς πρὸς αὐτὸν ἐλεημοσύνην ζητοῦντες παρεγένοντο, ῥακώδη ἱμάτια ἠμφιασμένοι· ὥστε γυμνοὺς αὐτοὺς θεωρεῖσθαι. Τούτων δὲ ἱμάτια παρ' αὐτοῦ αἰτουμένων, μυστικῶς αὐτῶν λαλούντων, ὁ ἄνθρωπος τοῦ Θεοῦ ἀκήκοεν, ὅστις ἕνα τῶν μαθητῶν αὐτοῦ προσκαλεσάμενος, μυστικῶς ἐκέλευσεν αὐτῷ, λέγων· Ἄπελθε ἐν ἐκείνῃ τῇ, ὕλῃ, εἰς τόνδε τὸν τόπον, καὶ εὑρήσεις δένδρον ὑπόκουφον, ἐν αὐτῷ ἐρεύνησον, καὶ ἅπερ εὑρήσεις ἱμάτια ἄγαγέ μοι. Ἀπελθὼν δὲ ὁ ἄδελφὸς καθὼς ἐπετράπη, καὶ ἐπιζητήσας, εὗρε τὸ δένδρον καὶ τὰ ἱμάτια. Ταῦτα δὲ ἀγαγὼν, κατ' ἰδίαν τῷ διδασκάλῳ. δέδωκεν. Ἅπερ ὁ τοῦ Θεοῦ ἄνθρωπος δεξάμενος, τοῖς ξένοις, οἵτινες ὡς δῆθεν γυμνοὶ ἱμάτια ᾐτοῦντο, ταῦτα δέδωκεν, εἰπὼν πρὸς αὐτοὺς· Ἐπειδὴ γυμνοὶ ὑπάρχετε, λάβετε ταῦτα καὶ ἐνδύσασθε. Θεασάμενοι οὖν αὐτὰ ἐκεῖνοι, καὶ ἐπιγνοῦντες, ὅτι ἅπερ ἔκρυψάν εἰσι, μεγίστη ἐντροπὴ αὐτοὺς κατέσχεν. Ἐν ὅσῳ δὲ μετὰ δόλου ἱμάτια ἀλλότρια ἐζήτουν, καταισχυνόμενοι τὰ ἴδια ἀπέλαβον.
29.3
Ἐν ἄλλῳ πάλιν καιρῷ ταῖς τούτου εὐχαῖς ἑαυτόν τις παρατιθέμενος, δύο σπυρίδας ἄρτων πλήρεις αὐτῷ ἀπέστειλεν· ὁ δὲ αὐτὸς παῖς τὴν μίαν ἐξ αὐτῶν ἐν τῇ ὁδῷ ἀπέκρυψε, τὴν δὲ ἑτέραν πρὸς τὸν ἄνθρωπον τοῦ Θεοῦ ἀπήγαγε· καὶ τὴν αἴτησιν τοῦ ἀποστείλαντος αὐτὸν ἀνήγγειλε, τοῦτον διὰ τῶν δώρων τῇ εὐχῇ αὐτοῦ παρατιθέμενος. Ὁ δὲ τοῦ Θεοῦ ἄνθρωπος, ἱλαρῶς ταῦτα δεξάμενος, τὸν αὐτὸν παῖδα νουθετῶν, ἔφη· Χάριν ἔχω μὲν, ἀλλὰ βλέπε τὴν σπυρίδα ἣν ἐν τῇ ὁδῷ ἔθηκας, μὴ τολμήσῃς ἀφυῶς αὐτῇ ἐγγίσαι, εὐσυνέτως δὲ μᾶλλον, ἐπειδὴ ὄφις ἐν αὐτῇ εἰσῆλθε, καὶ ἐὰν ἀφυῶς ταύτην ἐπᾶραι θελήσῃς, μέλλεις ὑπὸ τοῦ ὄφεως δηχθῆναι. Τούτοις δὲ τοῖς λόγοις σφόδρα ὁ παῖς καταισχυνθεὶς, πάλιν ἠγαλλιάσατο, ὅτι τὸν θάνατον ἀπέφυγε. Κᾂν γὰρ στυγνὸς πρὸς ὀλίγον ἐγένετο διὰ τὴν αἰσχύνην, πλὴν ὅμως σωτηριώδη βάσανον ταύτην ἐδέξατο. Ὑποστρέψας δὲ εἰς τὴν σπυρίδα, καθὼς ὁ τοῦ Θεοῦ ἄνθρωπος προεῖπεν, εὗρεν, ὅτι ὄφις ταύτην ἐπεκράτει. Οὗτος τοίνυν τῇ δυνάμει τῆς ἐγκρατείας, καὶ τῇ τοῦ προφητικοῦ πνεύματος χάριτι καταλαμπόμενος, πάντα τὰ παρερχόμενα πράγματα καταλείψας, πάνυ καρτερικὸς ἐν τῇ εὐχῇ ὑπῆρχεν, ὥς τε μεγάλως ἐν τούτῳ διαπρέπειν αὐτόν. Ἓν δὲ ἐν αὐτῷ πρᾶγμα μεμπτέον νομιζόμενον εἶναι ἐθεωρεῖτο. Τοσαύτη γὰρ εὐφροσύνη συνεχῶς ἐν αὐτῷ ὑπῆρχεν, ὅτι εἰ μή τις αὐτὸν ἐγίνωσκε τοσαύταις δυνάμεσιν ἔμπλεον εἶναι, οὐδαμῶς περὶ αὐτοῦ ἐπίστευσεν.
29.4
ΠΕΤΡ. Τὶ τοῦτο εἶναι λέγομεν, αἰτῶ σε; Οἰκείᾳ προθέσει χαυνότερον τὸν τῆς εὐφροσύνης χαλινὸν ἐπῇρε, ἢ τοσαύταις δυνάμεσιν αὐξάνων, καὶ τῆς τούτου ψυχῆς ἐπιλαμπομένης, πρὸς τὴν παροῦσαν χαρὰν παρεσύρετο;
29.5
ΓΡΗΓΟΡ. Μεγάλη, Πέτρε, ὑπάρχει τοῦ παντοδυνάμου Θεοῦ ἡ οἰκονομία. Ὅθεν πολλάκις συμβαίνει, ὅτι μεγάλα 307 ἀγαθά τισι παρέχουσα, παραχωρεῖ ἐν τούτοις καὶ μικρὰ ἐλαττώματα ὑπολείπεσθαι, ἵνα πάντοτε αὐτῶν ἡ ψυχὴ ἔχῃ ὅθεν ὀφείλει ἑαυτὴν ὑποπιέζειν· ἵνα ἐν ὅσῳ ὑπολαμβάνουσι τέλειοι εἶναι, καὶ εὑρίσκουσιν ἑαυτοὺς ἐν ἐλαττώμασιν ὄντας, κάμνωσι λοιπὸν ἐν τούτοις, οἷσπερ οὐκ ἔλαβον. Οὐδὲ γὰρ κοπιῶντες δι' ἐκείνων τῶν κατορθωμάτων, ὧνπερ λαβόντες ἔχουσι, δύνανται τῶν ἐλαττωμάτων κατισχύσαι, ἵνα μὴ ὑπεραίρωνται. Ἐκ τούτου οὖν ἐπιγινώσκουσιν, ὅτι οὐδὲ τὰς μεγίστας ἀρετὰς ἀφ' ἑαυτῶν ἔχουσιν, οἵτινες μικρὰ καὶ οὑδαμινὰ σφάλματα νικῆσαι οὐ δύνανται. Τοιοῦτόν τι γάρ ἐστι καὶ τὸ ἐν τῇ θείᾳ γραφῇ κείμενον, εἰσαγαγὼν γὰρ ἐν τῇ γῇ τῆς ἐπαγγελίας τὸν λαὸν τοῦ Ἰσραὴλ ὁ κύριος, πάντας τοὺς ἐν δυνάμει καὶ ἰσχῦϊ ἀντιδίκους αὐτῶν ἐξωλόθρευσεν. Ἐκ δὲ τῶν Φιλισταίων καὶ Χαναναίων τέως διεφύλαξεν, ἵνα, καθὼς γέγραπται, ἐν αὐτοῖς σωφρονισθῇ ὁ Ἰσραήλ. Οὐ γὰρ πάντοτε, καθὼς ἐῤῥέθη αὐτοῖς περιεπάτουν. Καὶ διὰ τοῦτο οἷς μέγιστα δῶρα παρέσχεν, καὶ μικρά τινα ἐλαττώματα τούτοις κατέλιπεν· ἵνα πάντοτε ἔχωσι μεθ' ὧν πόλεμον κροτήσωσιν, καὶ μεγίστων ἐχθρῶν παρ' αὐτῶν νικηθέντων, τῷ λογισμῷ μὴ ἐπαρθῶσιν, ὅταν αὐτοὺς ἀκμὴν οἱ ἀντίδικοι καί τοι μικροὶ ὄντες ἀνθιστάμενοι θλίβωσιν. Θαυμαστῷ δὲ τρόπῳ τοῦτο γίνεται, ὅπως ὁ εἷς καὶ ὁ αὐτὸς λογισμὸς, τῇ μὲν δυνάμει ἀναθάλλῃ, τῇ δὲ ἀσθενείσᾳ ἀτονήσῃ· ὥστε ἐκ μέρους ᾠκοδομημένον ἑαυτὸν θεώμενος, ἐκ μέρους δὲ πάλιν καταπίπτοντα, διὰ τοῦ ἀγαθοῦ, οὗπερ ζητεῖ ἐπιτυχεῖν, καὶ οὐ δύναται ἐκεῖνο, ὅπερ ἔχει, ταπεινοφρόνως φυλάξαι. Τί δὲ θαυμαστὸν εἰ περὶ ἀνθρώπων ταῦτα λέγομεν; Ὅπου γε καὶ οὐράνιος χῶρος ἠν τοῖς ἑαυτοῦ πολίταις μερικῶς ζημίαν ὑπομείνας, οἱ λοιποὶ στερεωτέρως ἐστάθησαν. Τὰ γὰρ ἐκλεκτὰ τῶν ἀγγέλων τάγματα, ἐν ὅσῳ ἄλλους διὰ τῆς ὑπερηφανίας πεσόντας ἐθεάσαντο, αὐτοὶ τοσοῦτον ἰσχυρότεροι γεγόνασιν, ὅσον καὶ ταπεινοφρόνως ἵστανται. Ἐκείνης μὲν γὰρ τῆς πατρίδος ἡ ζημία προέκοψεν εἰς αἰωνίαν ἵδρυσιν, καὶ διὰ τῆς μερικῆς καταλύσεως στερεῶς ἀνεκαινίσθη. Οὕτω τοίνυν καὶ ἐν ταῖς τινων συμβαίνει ψυχαῖς, ἵνα ἐν τῇ φυλακῇ τῆς ταπεινοφροσύνης, εἰς κέρδη μέγιστα ἐκ μικρᾶς ζημίας καταντήσωσιν.
29.6
ΠΕΤΡ. Ἀρέσκει ὃ λέγεις.
29.1.1
ΚΕΦΑΛ. ΙΔ'. Περὶ Ἰσαὰκ ἡγουμένου προορατικοῦ, πλησίον Σπολήτης, τῷ γένει Σύρου. CAPUT XV. De Eutychio et Florentio servis Dei.
29.1.1
GREGORIUS. Neque hoc sileam quod ex regione eadem venerabilis viri Sanctuli presbyteri narratione cognovi; de cujus verbis ipse non dubitas, quia ejus vitam fidemque minime ignoras.
29.1.2
Eodem quoque tempore in Nursiae provinciae partibus duo viri in vita atque habitu sanctae conversationis habitabant, quorum unus Eutychius, alter vero Florentius dicebatur. Sed idem Eutychius in spirituali zelo atque in fervore virtutis excreverat, multorumque animas ad Deum perducere exhortando satagebat; Florentius vero simplicitati atque orationi deditam ducebat vitam. Non longe autem erat monasterium, quod rectoris sui morte erat destitutum, ex quo sibi monachi eumdem Eutychium praeesse voluerunt. Qui eorum precibus acquiescens, multis annis monasterium rexit, discipulorumque animas in studio sanctae conversationis exercuit. Ac ne oratorium in quo prius habitaverat solum remanere potuisset, illic 309 venerabilem virum Florentium reliquit. In quo dum solus habitaret, die quadam sese in orationem prostravit, atque ab omnipotenti Domino petiit ut ei illic ad habitandum aliquod solatium donare dignaretur. Qui mox ut implevit orationem, oratorium egressus, ante fores ursum reperit stantem. Qui dum ad terram caput deprimeret, nihilque feritatis in suis motibus demonstraret, aperte dabat intelligi quod ad viri Dei obsequium venisset, quod vir quoque Domini protinus agnovit. Et quia in eadem cella quatuor vel quinque pecudes remanserant, quas omnino deerat qui pasceret et custodiret, eidem urso praecepit, dicens: Vade, atque oves has ad pastum ejice, ad horam vero sextam revertere. Coepit itaque hoc indesinenter agere. Injungebatur urso cura pastoralis, et quas manducare consueverat, pascebat oves bestia jejuna. Cum vir Domini jejunare voluisset, ad nonam horam praecipiebat urso cum ovibus reverti; cum vero noluisset, ad sextam. Atque ita in omnibus mandato viri Dei obtemperabat ursus, ut neque ad sextam jussus, rediret ad nonam, neque ad nonam jussus, rediret ad sextam. Cumque diu hoc ageretur, coepit in loco eodem tantae virtutis fama longe lateque crebrescere. Sed quia antiquus hostis unde bonos cernit enitescere ad gloriam, inde perversos per invidiam rapit ad poenam, quatuor viri ex discipulis venerabilis Eutychii vehementer invidentes quod eorum magister signa non faceret, et is qui solus ab eo relictus fuerat, tanto hoc miraculo clarus appareret, eumdem ursum insidiantes occiderunt. Cumque hora qua jussus fuerat non rediret, vir Dei Florentius suspectus est redditus, quem usque ad horam vesperi exspectans, affligi coepit, quod is quem ex simplicitate multa fratrem vocare consueverat ursus minime reverteretur. Die vero altera perrexit ad agrum, ursum pariter ovesque quaesiturus; quem occisum reperit. Sed sollicite inquirens, citius a quibus fuerat occisus invenit. Tunc sese in lamentis dedit, Fratrum malitiam magis quam ursi mortem deplorans. Quem venerandus vir Eutychius ad se deductum consolari studuit; sed idem vir Domini, coram eo doloris magni stimulis accensus, imprecatus est, dicens: Spero in omnipotenti Deo, quia in hac vita ante oculos omnium ex sua malitia vindictam recipiant qui nihil se laedentem ursum meum occiderunt. Cujus vocem protinus ultio divina secuta est. Nam quatuor monachi qui eumdem ursum occiderant statim elephantino morbo percussi sunt, ut membris putrescentibus interirent. Quod factum vir Dei Florentius vehementer expavit, seque ita fratribus maledixisse pertimuit. Omni enim vitae suae tempore flebat quia exauditus fuerat, se crudelem, se in eorum morte clamabat homicidam. Quod idcirco omnipotentem Dominum fecisse credimus, ne vir mirae simplicitatis, quantolibet dolore commotus, intorquere ultra praesumeret jaculum maledictionis.
29.1.3
312 PETR. Nunquidnam valde grave esse credimus, si fortasse cuilibet exagitanti iracundia maledicamus?
29.1.4
GREGOR. De hoc peccato cur me percunctaris an grave sit, cum Paulus dicat: Neque maledici regnum Dei possidebunt? Pensa itaque quam gravis culpa est, quae separat a regno vitae.
29.1.5
PETR. Quid si homo non fortasse ex malitia, sed ex linguae incuria, maledictionis verbum jaculatur in proximum?
29.1.6
GREGOR. Si apud districtum judicem, Petre, otiosus sermo reprehenditur, quanto magis et noxius? Pensa ergo quantum sit damnabilis, qui a malitia non vacat, si et ille sermo poenalis est, qui a bonitate utilitatis vacat.
29.1.7
PETR. Assentio.
29.1.8
GREGOR. Idem vir Dei egit aliud, quod sileri non debeat. Cum enim magna ejus opinio longe lateque crebresceret, quidam diaconus longe positus ad eum pergere studuit, ut ejus se orationibus commendaret. Qui ad ejus cellulam veniens, omnem locum per circuitum invenit innumeris serpentibus plenum. Cumque vehementer expavisset, clamavit, dicens: Serve Dei, ora. Erat autem tunc mira serenitas. Egressus vero Florentius, ad coelum oculos et palmas tetendit, ut illam pestem, sicut sciret Dominus, auferret. Ad cujus vocem subito coelum intonuit, atque idem tonitrus omnes illos, qui eumdem locum occupaverant, serpentes interemit. Quos cum vir Dei Florentius interemptos aspiceret, dixit: Ecce illos occidisti, Domine, quis eos hinc levat? Moxque ad ejus vocem tantae aves venerunt, quanti serpentes occisi fuerant: quae asportantes singulos, et longius projicientes, locum habitationis illius mundum a serpentibus omnimodo reddiderunt.
29.1.9
PETR. Quid virtutis, quid fuisse meriti dicimus, quod ejus ori tantum factus est proximus omnipotens Deus?
29.1.10
GREGOR. Apud omnipotentis Dei singularem munditiam, atque ejus simplicem naturam multum, Petre, humani cordis munditia atque simplicitas valet. Hoc ipsum namque quod ejus famuli a terrenis actionibus segregati, otiosa loqui nesciunt, et mentem per verba spargere atque inquinare devitant, auctoris sui prae caeteris exauditionem impetrant. Cui in quantum est possibile, ipsa puritate ac simplicitate cogitationis, quasi ex quadam jam similitudine concordant. Nos autem turbis popularibus admisti, dum frequenter otiosa, nonnunquam vero etiam graviter noxia loquimur, os nostrum omnipotenti Deo tanto longinquum fit, quanto huic mundo proximum. Multum quippe deorsum ducimur, dum locutione continua saecularibus admiscemur. Quod bene Isaias postquam regem Dominum exercituum vidit, in semetipso reprehendit, et poenituit, dicens: Vae mihi, quia tacui, quia vir pollutus labiis ego sum. Qui cur polluta labia haberet, aperuit, cum subjunxit: In medio populi polluta labia habentis ego habito. Pollutionem namque labiorum habere se doluit; sed unde hanc contraxerit, indicavit, 313 cum in medio populi polluta labia habentis se habitare perhibuit. Valde enim difficile est ut lingua saecularium mentem non inquinet quam tangit, quia dum plerumque eis ad quaedam loquenda condescendimus, paulisper assueti, hanc ipsam locutionem quae nobis indigna est etiam delectabiliter tenemus, ut ex ea jam redire non libeat, ad quam velut ex condescensione ducti venimus inviti. Sicque fit ut ab otiosis ad noxia, a levibus ad graviora verba veniamus; et os nostrum ab omnipotenti Domino tanto jam minus exaudiatur in prece, quanto amplius inquinatur stulta locutione, quia sicut scriptum est: Qui avertit aurem suam ne audiat legem, oratio ejus erit exsecrabilis. Quid ergo mirum si postulantes tarde a Domino audimur, qui praecipientem Dominum aut tarde aut nullo modo audimus? Et quid mirum si Florentius in prece sua citius est auditus, qui in praeceptis suis Dominum citius audivit?
29.1.11
PETR. Nihil est quod responderi valeat apertae rationi.
29.1.12
GREGOR. Eutychius vero, qui praedicti Florentii in via Domino socius fuerat, magnus post mortem claruit in virtute signorum. Nam cum multa cives urbis illius de eo soleant narrare miracula, illud tamen est praecipuum, quod usque ad haec Langobardorum tempora omnipotens Deus per vestimentum illius assidue dignabatur operari. Nam quoties pluvia deerat, et aestu nimio terram longa siccitas exurebat, collecti in unum cives urbis illius, ejus tunicam levare atque in conspectu Domini cum precibus offerre consueverant. Cum qua, dum per agros pergerent exorantes, repente pluvia tribuebatur, quae plene terram satiare potuisset. Ex qua re patuit, ejus anima quid virtutis intus, quid meriti haberet, cujus foris ostensa vestis iram Conditoris averteret.

Intertext edge

Open linked passage

Note