Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Dialogi
Gregorius IDial 30 · 8063-dialog2More by Gregorius I
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregorius-i540-604" aria-label="More works by Gregorius I"> —
⋯
More
Original / primary: 8063 Dialog2
30.1
ΚΕΦΑΛ. ΙΕ'. Περὶ Εὐτυχίου καὶ Φλωρεντίου, ἐν τῇ χώρᾳ τῆς Νουρσίας.
30.1
ΓΡΗΓΟΡΙΟΣ. Οὐδὲ τοῦτο παρασιωπῆσαι δίκαιον κρίνω, ὅπερ παρὰ τοῦ εὐλαβεστάτου ἀνδρὸς Σαγκτούλου τοῦ πρεσβυτέρου διηγουμένου μεμάθηκα. Οὗτινος τῶν λόγων ἀλήθειαν οὐκ ἀγνοεῖς πάντως, οὐδὲ τῆς αὐτοῦ πίστεως τὴν πολιτείαν.
30.2
Οὗτος τοίνυν διηγεῖτο, ὅτι ἐν τοῖς μέρεσι τῆς Νουρσίας χώρας, δύο ἄνδρες ἐπὶ τῷ αὐτῷ ᾤκουν ἐν τῷ μοναχικῷ καὶ ἁγίῳ σχήματι σεμνῶς βιοῦντες. Ἐξ ὧν, ὁ μὲν εἷς Εὐτύχιος, ὁ δὲ ἕτερος Φλορέντιος ὠνομάζοντο. Ὁ οὖν Εὐτύχιος τῷ πνευματικῷ ζήλῳ καὶ δυνάμεως θερμότητι ὑπεραυξάνων, πολλῶν ψυχὰς τῷ Θεῷ προσενέγκαι διὰ παραινέσεως ἠγωνίζετο. Ὁ δὲ Φλορέντιος, τῇ ἀκακίᾳ καὶ τῇ προσευχῇ προσκαρτερῶν, τὴν παροῦσαν ζωὴν διήνυσε. Οὐ μήκοθεν δὲ αὐτῶν μοναστήριον ἀνδρῶν ὑπῆρχεν, ὅπερ, τοῦ προεστῶτος αὐτῶν τελευτήσαντος, ἀπερίστατον ποιμαντικῆς ἐπιμελείας καὶ ἡγεμονίας κατελείφθη. Οἱ δὲ μοναχοὶ τοῦ αὐτοῦ μοναστηρίου, τὸν Εὐτύχιον γενέσθαι αὐτοῖς πατέρα καὶ προστάτην παρεκάλουν. Ὅστις ταῖς αὐτῶν δεήσεσιν ἐπικαμφθεὶς, τὴν τούτων ἡγεμονίαν καταδεξάμενος, ἐπὶ πολλοὺς χρόνους τὴν μονὴν ἐποίμανεν, τῶν μαθητῶν τὰς ψυχὰς ἐν τῇ τῆς ἁγίας ἀναστροφῆς ἀσχολίᾳ εἰς τελειότητα ἄγων. Ἵνα δὲ μὴ τὸ εὐκτήριον, ἐν ᾧ τὸ πρότερον κατῴκει, μόνον ἀπομείνῃ, ἐκεῖ τὸν 310 εὐλαβέστατον ἄνδρα Φλορέντιον κατέλιπεν. Οὗτος τοίνυν μόνος αὐτόθι διάγων, ἔν τινι ἡμέρᾳ εἰς εὐχὴν ἑαυτὸν ὑπέστρωσε, καὶ τοῦ παντοδυνάμου κυρίου ἐδέετο, ὅπως αὑτῷ βοήθειαν, οἵαν κελεύσει, δοῦναι καταξιώσῃ, πρὸς τὸ ἐκεῖσε αὐτὸν κατοικῆσαι· ὃς οὖν τὴν εὐχὴν ἐπλήρωσεν, ἐξελθὼν ἐκ τοῦ εὐκτηρίου, ἔμπροσθεν τῶν θυρῶν ἄρκον ἑστῶσαν εὗρεν, ἐπὶ τῆς γῆς τὴν κεφαλὴν κεκλιμένην ἔχουσαν, μηδὲν θηριῶδες τοῖς κινήμασιν ἐπιδεικνυμένεν, φανερῶς δὲ μᾶλλον δεικνύουσαν, ὅτι πρὸς δουλείαν τοῦ ἀνθρώπου τοῦ Θεοῦ ἐλήλυθεν. Ἐπιγνοὺς δὲ ὁ τοῦ Θεοῦ δοῦλος Φλορέντιος, ἅπερ ἐν τῷ έαυτοῦ κελλίῳ κατελείφθησαν πρόβατα, τέσσαρα ἢ πέντε τὸν ἀριθμὸν, μὴ ὄντος παντελῶς τοῦ βόσκοντος ἢ τοῦ φυλάττοντος, τῇ ἄρκῳ παραδοὺς, ἐκέλευσεν αὐτῇ, λέγων· Ἄπελθε, καί ταῦτα τὰ πρόβατα εἰς βοσκὴν ἐξάγαγε, περὶ δὲ ἕκτην ὥραν ὑπόστρεψον. Ἤρξατο οὖν τοῦτο διαπαντὸς ποιεῖν, καὶ ἀνετέθη τῇ ἄρκῳ ἡ φροντὶς τοῦ ποιμαίνειν τὰ πρόβατα. Ἅπερ γὰρ τρώγειν ἦν ἐθίσασα ταῦτα νῆστις ἔβοσκεν. Ὅτε δὲ νηστεῦσαι ὁ τοῦ Θεοῦ ἄνθρωπος ἤθελε, τῇ ἐννάτῃ ὥρᾳ τῇ ἄρκῳ ἐκέλευσεν ἅμα τῶν προβάτων ὑποστρέφειν. Ὅτε δέ οὐκ ἠβούλετο, περὶ τὴν ἕκτην ὥραν, κατὰ τὴν αὐτοῦ ἐπιτροπὴν ὑπέστρεφε, καὶ λοιπὸν ἐν πᾶσι, τῇ ἐπιταγῇ τοῦ ἀνθρώπου τοῦ Θεοῦ ἡ ἄρκος ἐπήκουεν. Καὶ οὔτε ἐν τῇ ἕκτῃ ἐπιτρεπομένη εἰς τὴν ἐννάτην ὑπέστρεφεν, οὔτε ἐν τῇ ἐννάτῃ εἰς τὴν ἕκτην, ἀλλὰ καθὼς ἐπετρέπετο, οὕτως ὑπέστρεφεν. Ἐν ᾧ δὲ διαπαντὸς οὕτως ἐπράττετο, ἤρξατο ἐν τοῖς τόποις ἐκείνοις διὰ πλάτους ἡ φήμη τῆς τοῦ θαύματος τούτου δυνάμεως διατρέχειν. Ὁ δὲ ἀρχαῖος ἐχθρὸς, ὅθεν θεωρεῖ τοὺς ἀγαθοὺς εἰς δόξαν φημιζομένους, ἐκεῖθεν τοὺς διαστρόφους διὰ τοῦ φθόνου συναρπάζει εἰς κόλασιν. Τέσσαρες γὰρ ἄνδρες ἐκ τῶν μαθητῶν τοῦ μακαρίου Εὐτυχίου, σφόδρα τοῦτο φθονήσαντες, δι' ὧν διδάσκαλος αὐτῶν σημεῖα οὐκ ἐποίει, ἐκεῖνος δὲ ὁ μόνος παρ' αὐτοῦ καταλειφθεὶς, ἐν τοσούτῳ θαύματι λαμπρὸς ἐφαίνετο, τὴν αὐτὴν ἄρκον ἐνεδρεύσαντες ἐφόνευσαν. Κατὰ δὲ τὴν ὥραν ἐν ᾗ ἐπετράπη, μὴ ὑποστρέψασα, ὁ τοῦ Θεοῦ ἄνθρωπος Φλορέντιος ἐν ὑποψίᾳ γέγονεν, ἕως δὲ τῆς ὥρας τῶν ἑσπερινῶν ἀναμείνας, θλίβεσθαι ἤρξατο, ὅτι ἡ ἄρκος, ἣν ἐκ πολλῆς ἀκακίας ἀδελφὴν ὀνομάζειν εἴωθεν, οὐχ ὑπέστρεφεν. Ἐν δὲ ἄλλῃ ἡμέρᾳ εἰς τὸν ἀγρὸν ἐπορεύθη τὴν ἄρκον ἅμα καὶ τὰ πρόβατα ἐπιζητῆσαι, ταύτην δὲ πεφονευμένην εὗρεν. Ἐπιμελῶς δὲ ἐπιζητήσας, καὶ εὐρων παρὰ τίνων ἐφονεύθη, ἑαυτὸν εἰς θρῆνον δέδωκε, τῶν ἀδελφῶν μᾶλλον τὴν πονηρίαν, ἢ τῆς ἄρκου τὸν θάνατον κλαίων. Τοῦτον δὲ ὁ σεβάσμιος ἀνὴρ Εὐτύχιος πρὸς ἑαυτὸν ἐπισπασάμενος παραμυθεῖσθαι ἤρξατο. Ὁ δὲ αὐτὸς τοῦ Θεοῦ δοῦλος Φλορέντιος ἐνώπιον αὐτοῦ μεγίστῳ πόνῳ συγκινηθεὶς, εὐχόμενος ἤρξατο λέγειν· Ἐλπίζω εἰς τὸν παντοδύναμον Θεὸν, ὅτι ἐν τῇ ζωῇ ταύτῃ ἐνώπιον τῶν ὀφθαλμῶν τῶν ἀνθρώπων, διὰ τὴν κακίαν αὐτῶν τὴν ἀντάμειψιν ἀπολαμβάνουσιν, οἱ τὴν ἄρκον μου μηδὲν αὐτοὺς βλάψασαν φονεύσαντες. Τῇ δὲ τούτου φωνῇ παραχρῆμα ἡ θεϊκὴ ἐκδίκησις ἐπηκολούθησεν. Οἱ γὰρ τέσσαρες μοναχοὶ, οἱ τὴν ἄρκον φονεύσαντες, λέπρας νοσήματι περιέπεσον, ὥστε τῶν μελῶν αὐτῶν σαπέντων, οὕτως αὐτοὺς συνέβη τελευτῆσαι. Τούτου δὲ γενομένου, ὁ ἄνθρωπος τοῦ Θεοῦ Φλορέντιος σφόδρα ἐξέστη, φοβηθεὶς δι' ὧν τοὺς ἀδελφοὺς κατηράσατο. Ἐν ὅλῳ τοίνυν τῷ τῆς ζωῆς αὐτοῦ χρόνῳ θρηνῶν οὐ διέλιπε, διὰ τὸ ὑπακουσθῆναι αὐτὸν εἰς τὸν ἐκεῖνον ὠμότατον θάνατον, καὶ ἑαυτὸν φονευτήν τούτων ἐκάλει. Τοῦτο δὲ τὸν παντοδύναμον Θεὸν ποιῆσαι πιστεύομεν, ἵνα μὴ τοῦ λοιποῦ ὁ θαυμάσιος καὶ ἄκακος οὗτος ἀνὴρ τολμήσῃ, ἐν οἵῳ δή ποτε πόνῳ συνταρασσόμενος, τὴν τῆς κατάρας βολίδα τινigvgr; ἐπιπέμψαι.
30.3
311 ΠΕΤΡ. Σφόδρα λοιπὸν βαρὺ εἶναι πιστεύομεν, ἐὰν πολλάκις ὑπό τινος τῷ θυμῷ σαλευθέντες, τοῦτον καταρασώμεθα;
30.4
ΓΡΗΓΟΡ. Περι τοῦ ἁμαρτήματος τούτου τί με ἐπερωτᾷς ἐὰν βαρὺ ὑπάρχῃ, ὁπόταν Παῦλος λέγῃ, ὅτι λοίδοροι βασιλείαν Θεοῦ οὐ κληρονομήσουσι; Κατανόησον οὖν καὶ ἴδε, ὁποῖον βαρὺ ἁμάρτημα ὑπάρχει, ὅτι την κληρονομίαν τῆς τοῦ Θεοῦ βασιλείας ἀποστερεῖ.
30.5
ΠΕΤΡ. Τί δὲ ἐὰν ἄνθρωπος οὐχὶ ἕνεκεν κακίας, ἀλλ' ἐκ τῆς ἀπειρίας τῆς γλώσσης λόγον κατάρας τῷ πλησίον ἐπιπέμπει;
30.6
ΓΡΗΓΟΡ. Ἐὰν ἐπὶ τοῦ φρικτοῦ δικαστοῦ. Πέτρε, ὁ ἀργὸς λόγος κατακρίνεται, πόσῳ μᾶλλον ὁ ὑπαίτιος; Κατανόησον οὖν πόσης ἐστὶν ἄξιος κατακρίσεως, ὅστις ἐκ τῆς κακίας οὐκ ἀργεῖ, ἀλλὰ καὶ λόγους βασανιστικοὺς προφέρων, ἐκ τῆς δεούσης ἀγαθωσύνης ἀργῶν.
30.7
ΠΕΤΡ. Συνιῶ.
30.8
ΓΡΗΓΟΡ. Ὁ αὐτὸς τοῦ Θεοῦ ἄνθρωπος ἕτερον πρᾶγμα πεποίηκεν, ὅπερ σιωπηθῆναι οὐκ ἔστιν ἁρμόδιον. Ἐν γὰρ τῷ πανταχοῦ διαδοθῆναι τὴν περὶ αὐτοῦ φήμην, διάκονός τις ἐκ μήκους αὐτοῦ τὴν οἴκησιν ἔχων, ὥρισε πρὸς αὐτὸν ἀπελθεῖν, καὶ ἑαυτὸν ταῖς ἐκείνου εὐχαῖς παραθέσθαι. Παραγενόμενος δὲ εὗρε πέριξ τοῦ κελλίου αὐτοῦ πάντα τόπον ἀμετρήτων ὄφεων γέμοντα Ἐκστὰς δὲ ἐπὶ τούτῳ, ἔκραξε, λέγων· Δοῦλε τοῦ Θεοῦ, εὖξαι. Ὑπῆρχε δὲ τότε κατὰ συγκυρίαν θαυμαστὴ εὐδία. Ἑξελθὼν δὲ ὁ Φλορέντιος τοὺς ὀφθαλμοὺς καὶ τὰς παλάμας εἰς οὐρανὸν διεπέτασεν, ὅπως τὴν λύμην ἐκείνην, ὡς εἶδεν ὁ κύριος, παρεπάρῃ. Ἐν δὲ τῇ αὐτοῦ δεήσει αἴφνης ὁ οὐρανὸς ἐβρόντησεν. Αὐτὴ δὲ ἡ βροντὴ πάντας τοὺς ὄφεις τοὺς ἐκεῖνον τὸν τόπον ἐπιλαβομένους ἐφόνευσεν. Ὁ δὲ τοῦ Θεοῦ ἄνθρωπος Φλορέντιος τούτους θανόντας ἑωρακὼς, εἶπεν· Ἰδοὺ, κύριε, τούτους ἐφόνευσας, τίς αὐτοὺς ἔνθεν ἐπάρῃ; Εὐθέως δὲ ἐν τῇ αὐτοῦ φωνῇ, τοσαῦτα ὄρνεα ἦλθον, ὅσοι ὄφεις πεφονευμένοι ὑπῆρχον· οὒς καὶ βαστάσαντες μήκοθεν ἔῤῥιψαν, τὴν δὲ κατοίκησιν τοῦ τόπου ἐκείνου καθαρὰν παντάπασι πεποίηκε
30.9
ΠΕΤΡ. Πόσης δυνάμεως καὶ δικαιοσύνης ὑπάρχειν αὐτὸν λέγομεν, ὅτι τῇ αἰτήσει αὐτοῦ, τοσοῦτον γέγονεν πλησίον ὁ παντοδύναμος Θεός
30.10
ΓΡΗΓΟΡ, Παρὰ τῷ παντοδυνάμῳ Θεῷ, τῷ μόνῳ, καθαρῷ, καὶ ἀκάκῳ κατὰ τὴν αὐτοῦ φύσιν, πολλὰ, Πέτρε, καὶ ἡ τῆς ἀνθρωπίνης καρδίας καθαρότης καὶ ἀκακία δύναται. Οἱ γὰρ αὐτοῦ θεράποντες, ἐκ τῶν γηΐνων πράξεων ὄντες κεχωρισμένοι, ἀργόν τι λέγειν οὐκ οἴδασιν· οὐδὲ γὰρ τὸν ἑαυτῶν νοῦν διὰ ῥημάτων σκορπισθῆναι, ἢ μολυνθῆναι συγχωροῦσιν. Ὅθεν λοιπὸν παρὰ τοῦ ἑαυτῶν ἀρχηγοῦ τὴν ὑπακοὴν ὑπὲρ τοὺς ἄλλους εὑρίσκουσι, διὰ τὸ σπεύδειν κατὰ τὸ δυνατὸν αὐτοῖς ἐν τῇ καθαρότητι καὶ ἀκακίᾳ αὐτῷ ἐξομοιοῦσθαι. Ἡμεῖς δὲ ταῖς τοῦ λαοῦ ταραχαῖς μεμιγμένοι. ἐν τῷ συχνοτέρως ἀργοὺς λόγους, πολλάκις δὲ καὶ βλαβεροὺς λαλεῖν ἡμᾶς, τοσοῦτον τὸ στόμα ἡμῶν τοῦ παντοδυνάμου Θεοῦ μακρύνεται, ὅσον τῷ κόσμῳ τούτῳ πλησιάζει. Πολὺ τοίνυν ἐπὶ τὰ κάτω ἀπαγόμεθα, ἐν τῷ τῇ συντυχίᾳ εὐκόλως ἡμᾶς τοῖς κοσμικοῖς συγγίνεσθαι. Ὅπερ καλῶς καὶ ὁ Ἡσαΐας, μετὰ τὸ ἑωρακέναι αὐτὸν τὸν βασιλέα κύριον Σαβαὼθ, ἑαυτὸν ἐταλάνισε, λέγων· Ὦ τάλας ἐγὼ, ὅτι κατανένυγμαι, ὅτι ἀκάθαρτος ὢν, καὶ ἀκάθαρτα χείλη ἔχων· φανεροποίησας διατί ἀκάθαρτα χείλη ἔσχεν, ἐν τῷ προσθῆναι, Ἐν μέσῳ λαοῦ ἀκάθαρτα χείλη ἔχοντος ἐγὼ κατοικῶ. Τὴν μὲν οὖν ἀκαθαρσίαν τῶν ἑαυτοῦ χειλέων, ἣν ἔσχεν, ἤλγησε. Πόθεν δέ ταύτην ἐπεσπάσατο, ἐδηλοποίησεν ἐν 314 τῷ μεμαρτυρηκέναι αὐτὸν ἐν μέσῳ λαοῦ ἀκάθαρτα χειλη ἔχοντος κατοικεῖν. Ἀμήχανον γάρ ἐστιν ἐκ τῆς τῶν κοσμικῶν γλώσσης τὸν νοῦν μὴ ῥυπωθῆναι, ἐν ὅσῳ ἐν συντυχίαις τισὶν ὁλικῶς αὐτοῖς συγκαταβαίνομεν, κατ' ὀλίγον δὲ ἐθίσαντες αὐτοῖς συντυγχάνειν, συντυχίαν τὴν ἡμῖν οὐχ ἁρμόζουσαν, καὶ ἡδέως ταύτην κρατοῦντες, οὐκ ἔτι λοιπὸν οὐδὲ ἐπιστρέφειν ἐξ αὐτῆς ἡμᾶς θέλειν. Ἐκ συγκαταβάσεως δέ ἐν τῇ ἀρχῇ ἐπὶ ταύτην ἐλθόντες, λοιπὸν τῷ ἔθει καὶ βιαίως ἡμῖν περιγίνεται. Ὅθεν καὶ συμβαίνει ἐκ τῶν ἀργῶν εἰς τὰ βλαβερὰ, καὶ ἐκ τῶν ἐλαφρῶν εἰς τὰ βαρεῖα ῥήματα ἡμᾶς καταντῆσαι. Καὶ λοιπὸν τὸ στόμα ἡμῶν παρὰ τῷ παντοδυνάμῳ Θεῷ τοσοῦτον παρεισακούεται ἐν τῇ αἰτήσει, ὅσον ἐπὶ πλεῖον μολύνεται τῇ ματαίᾳ συντυχίᾳ, καθάπερ καὶ γέγραπται, ὅτι ὁ ἀποστρέφων τὸ οὖς αὐτοῦ τοῦ μὴ ἀκοῦσαι νόμον, ἡ εὐχὴ αὐτοῦ ἀπόβλητος ἔσται. Τί δὲ θαυμαστόν, ἐὰν αἰτοῦντές τι παρὰ κυρίου, βραδὺ ὑπακουόμεθα, οἵτινες ὑπ' αὐτοῦ κελευόμεθα, ἢ βραδέως, ἢ παντελῶς αὐτοῦ οὐχ ὑπακούομεν; Οὐκ ἔστιν οὖν θαυμαστὸν, εἰ καὶ ὁ Φλορέντιος ἐν τῇ εὐχῇ αὐτοῦ τάχιον ὑπηκούσθη, ὅστις ἐν τάχει τῶν τοῦ κυρίου ὑπήκουσε προσταγμάτων.
30.11
ΠΕΤΡ. Οὐδέν ἐστι λοιπὸν, ὅπερ ἀποκριθῆναι δύναμαι, ἀνεῳγμένης λοιπὸν σαφῶς τῆς ἀπολογίας.
30.12
ΓΡΗΓΟΡ. Εὐτύχιος δὲ ὁ τοῦ προλεχθέντος Φλορεντίου ἐν τῇ τοῦ κυρίου ὁδῷ γεγονὼς συνοδοιπόρος, μᾶλλον μετὰ θάνατον ἐλαμπρύνθη τῇ τῶν σημείων δυνάμει. Οἱ γὰρ τῆς πόλεως ἐκείνης πολῖται, πολλὰ θαυμάσια περὶ αὐτοῦ διηγούμενοι, τοῦτο πρῶτον ἔλεγον, ὅπερ καὶ μέχρι τῶν χρόνων τῶν Λογγοβάρδων ἔφθασεν. Διὰ γὰρ τοῦ ἐνδύματος αὐτοῦ, ὁ παντοδύναμος Θεὸς συχνοτέρως θαυματουργεῖν κατηξίου. Ἡνίκα γὰρ ἀβροχία ἐγίνετο, καὶ ὑπὸ καύματος δι' ἐπιμήκους ξηρασίας ἡ γῆ ἐφρύγετο, συναγόμενοι οἱ τῆς αὐτῆς πόλεως πολῖται, καὶ τὸ ἐκείνου στιχάριον βαστάζοντες, καὶ τοῦτο ἐνώπιον κυρίου μετὰ δεήσεως προσάγοντες, διὰ τῶν ἀγρῶν εὐχόμενοι διήρχοντο, αἴφνης ἡ βροχὴ ἐδίδοτο πλουσίως τὴν γῆν καταπιαίνουσα. Ἐξ οὗ πράγματος δείκνυται πόσης δυνάμεως καὶ δικαιοσύνης ἡ τούτου ψυχὴ ἔνδον ὑπῆρχεν, οὗτινος τὸ ἔξω περιβόλαιον δεικνύμενον, τὸν θυμὸν τοῦ κτιστοῦ ἀπέστρεφεν.
30.1.1
ΚΕΦΑΛ. ΙΕ'. Περὶ Εὐτυχίου καὶ Φλωρεντίου, ἐν τῇ χώρᾳ τῆς Νουρσίας. CAPUT XVI. De Martino monacho de monte Marsico.
30.1.1
Nuper quoque in parte Campaniae vir valde venerabilis Martinus nomine in monte Marsico solitariam vitam duxit, multisque annis in specu angustissimo inclusus fuit, quem multi ex nostris noverunt, ejusque actibus praesentes exstiterunt. De quo multa ipse et beatae memoriae papa Pelagio decessore meo, et aliis religiosissimis viris narrantibus agnovi. Cujus hoc miraculum primum fuit, quod mox ut se in praedicti montis foramine contulit, ex petra eadem, quae in semetipsa concava angustum specum fecerat, aquae stilla prorupit, quae Martino Dei famulo in usu quotidiano sufficeret, et nec plus adesset, nec necessitati deesset. Qua in re ostendit omnipotens Deus quantam sui famuli curam gereret, cui vetusto miraculo potum in solitudine ex petrae duritia ministraret 316 Sed antiquus hostis humani generis, ejus viribus invidens, hunc usitata arte pellere ex eo specu molitus est. Nam amicam sibi bestiam, serpentem scilicet, ingressus, hunc ab eadem habitatione ejicere facto terrore conatus est. Coepit etenim serpens in speluncam venire solus cum solo, eoque orante se ante illum sternere, et cum cubante pariter cubare. Sed vir sanctus omnino imperterritus, ejus ori manum vel pedem extendebat, dicens: Si licentiam accepisti ut ferias, ego non prohibeo. Cumque hoc continue per triennium gereretur, die quadam antiquus hostis tanta hac ejus fortitudine victus infremuit, seque per devexum montis latus in praecipitium serpens dedit, omniaque arbusta loci illius flamma ex se exeunte concremavit. Qui in eo quod montis latus omne combussit, cogente omnipotente Deo, monstrare compulsus est, quantae virtutis fuerat, per quem victus abscedebat. Perpende, quaeso, iste vir Domini in quo mentis vertice stetit, qui cum serpente per triennium jacuit securus.
30.1.2
PETR. Auditu paveo.
30.1.3
GREGOR. Vir iste vitae venerabilis, inclusionis suae tempore primo, decreverat ut ultra mulierem non videret, non quia aspernabatur sexum, sed ex contemplata specie tentationis incurrere metuebat vitium. Quod quaedam mulier audiens, audacter ascendit montem, atque ad ejus specum impudenter prorupit. At ille paulo longius intuens, et venientis ad se muliebria indumenta conspiciens, sese in orationem dedit, in terram faciem depressit, et eo usque prostratus jacuit, quo impudens mulier a fenestra cellulae illius fatigata recederet. Quae die eodem, mox ut de monte descendit, vitam finivit, ut ex mortis ejus sententia daretur intelligi quia valde omnipotenti Deo displicuit, quod ejus famulum ausu improbo contristavit.
30.1.4
Alio quoque tempore dum multi ad hunc religiosa devotione concurrerent, atque arcta esset semita quae in devexo montis latere ad ejus cellulam properantes ducebat, puer parvulus, incaute gradiens, ex eodem monte cecidit, et usque ad vallem corruit, quae, sub monte eodem sita, quasi in profundo conspicitur. In loco quippe eodem tanta mons ipse altitudine excrevit, ut arbusta ingentia, quae ex eadem valle prodeunt, ex monte aspicientibus quasi fruteta esse videantur. Perturbati itaque sunt cuncti qui veniebant, summaque cura quaesitum est sicubi corpus elapsi pueri potuisset inveniri. Quis enim aliud nisi exstinctum crederet? quis vel corpus ad terram integrum pervenisse suspicaretur, dum interpositis ubique scopulis in partes discerpi potuisset? Sed requisitus puer in valle inventus est non solum vivus, sed etiam incolumis. Tunc cunctis patenter innotuit quod ideo laedi non potuit, quia hunc in casu suo Martini oratio portavit. In specu vero illius 317 magna desuper rupes eminebat, quae cum ex parte exigua monti videretur affixa, Martini cellae prominens, casum suum quotidie, et illius interitum ruitura minabatur. Ad hanc Mascator illustris viri Armentarii nepos, cum magna rusticorum multitudine veniens, precabatur ut vir Dei de specu eodem dignaretur exire, quatenus ipse ruituram rupem ex monte potuisset evellere, atque in specu suo Dei famulus jam securus habitaret. Cumque hoc vir Dei nequaquam acquiesceret, ei quod posset ut faceret praecepit, et ipse in cellae suae remotiori se parte contulit. Si tamen ingens moles rueret, dubium non erat quod simul et specum destrueret, et Martinum necaret. Itaque dum ea quae venerat multitudo conaretur, si posset, sine periculo viri Dei, ingens illud, quod desuper incubuerat, saxum levare, cunctis videntibus, repente res valde admirabilis contigit, quia moles ipsa quam conabantur evellere, subito ab eisdem laborantibus evulsa, ne speluncae Martini tectum tangeret, saltum dedit, et quasi servi Dei laesionem fugiens, longius cecidit. Quod ad jussum omnipotentis Dei angelico ministerio actum intelligit, qui divina providentia disponi omnia fideliter credit. Hic cum primum se in eumdem montem contulit, necdum clauso specu habitans, catena sibi ferrea pedem ligavit, eamque saxo ex parte altera affixit, ne ei ultra liceret progredi, quam catenae ejusdem quantitas tendebatur. Quod vir vitae venerabilis Benedictus audiens, cujus superius memoriam feci, ei per discipulum suum mandare curavit: Si servus Dei es, non teneat te catena ferri, sed catena Christi. Ad quam vocem Martinus protinus eamdem compedem solvit, sed nunquam postmodum solutum tetendit pedem ultra locum quo ligatum hunc tendere consueverat, atque in tanto se spatio sine catena coercuit, in quanto et antea ligatis mansit. Qui dum se postmodum in ejusdem loci specu conclusisset, coepit etiam discipulos habere, qui ab ejus specu seorsum habitantes, ad usum vitae aquam de puteo haurire consueverant. Sed funis in quo ad hauriendum aquam situla dependebat crebro rumpebatur. Unde factum est ut eamdem catenam quam ex pede suo vir Domini solverat ejus discipuli peterent, eamque funi adjungerent, atque in illa situlam ligarent. Ex quo jam tempore contigit ut idem funis et quotidie tingeretur aqua, et nullo modo rumperetur. Quia enim catenam viri Dei funis ille contigit, ipse quoque ad tolerandam aquam, ferri in se fortitudinem traxit.
30.1.5
PETR. Facta haec placent, quia mira; et multum, quia recentia.

Intertext edge

Open linked passage

Note