Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Dialogi
Gregorius IDial 32 · 8063-dialog2More by Gregorius I
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregorius-i540-604" aria-label="More works by Gregorius I"> —
⋯
More
Original / primary: 8063 Dialog2
32.1
319 ΚΕΦΑΛ. ΙΖ'. Περὶ τοῦ ἐλθόντος μοναχοῦ ἀπὸ τοῦ ὄρους τοῦ Ἀργενταρίου, καὶ νεκρὸν ἐγείραντος.
32.1
ΓΡΗΓΟΡΙΟΣ. Ἀρτίως ἐπὶ τῶν ἡμετέρων χρόνων, Κουαδραγέσιμός τις ὀνόμα, ὑποδιάκονος τῆς Βουξεντίας ἐκκλησίας ὑπάρχων, τὴν τῶν προβάτων αὑτοῦ ποίμνην ἐν τοῖς μέρεσιν Αὐρηλίας ἔθος εἶχεν τοῦ βόσκειν. Ὅστις πρᾶγμα θαύματος πλῆρες ἀνδρί τινι σφόδρα ἀληθεστάτῳ διηγήσατο, ὅπερ μυστικῶς ἦν πραχθέν. Καθὼς δὲ προεῖπον, οὗτος τὴν τῶν οἰκείων αὑτοῦ προβάτων ἐπιμέλειαν ἐν τοῖς μέρεσιν Αὐρηλίας ποιούμενος, ἐν ἐκείναις ταῖς ἡμέραις, ἀνήρ τις ἐκ τοῦ ὄρους τοῦ λεγομένου Ἀργενταρίου, τῷ μοναχικῷ σχήματι κεκοσμημένος, καὶ τῇ ζωῇ εὐλαβέστατος ὑπάρχων, ἐν τῇ τοῦ μακαρίου Πέτρου τοῦ κορυφαίου τῶν Ἀποστόλων ἐκκλησίᾳ, ἐκ τοῦ αὐτοῦ ὄρους ἔρχετο, ἔθος ἔχων κατ' ἐνιαυτὸν τοῦτο ποιεῖν. Ἐν δὲ τῷ οἴκῳ τοῦ προλεχθέντος Κουαδραγεσίμου τοῦ ὑποδιακόνου πάντοτε ἐξενίζετο, καθὼς ὁ αὐτὸς ὑποδιάκονος διηγήσατο. Καὶ τότε οὖν ἐν τῷ οἴκῳ αὐτοῦ ὑποδεχθεὶς ὁ προῤῥηθεὶς μοναχὸς, ἔν τινι ἡμέρᾳ εἰς τὴν ἐκκλησίαν ἀπήρχετο, πλησίον τοῦ οἴκου τοῦ ὑποδιακόνου ὑπάρχουσαν. Πτωχοτάτης δέ τινος γυναικὸς σύνεγγυς οἰκούσης ὁ ἀνὴρ ἐτελεύτησε, καὶ κατὰ τὸ ἔθος, τοῦτον λούσαντες, καὶ τοῖς ἱματίοις ἐνταφιάσαντες, καὶ τῷ σαβάνῳ περιειλίσαντες, τῆς ἑσπέρας καταλαβούσης, θάψαι αὐτὸν οὐκ ἠδυνήθησαν. Ἔγγιστα δὲ τοῦ σώματος τοῦ τεθνεῶτος ἡ χήρα γυνὴ παρακαθεσθεῖσα, ἐν μεγίστῳ κλαυθμῷ τὴν νύκτα διετέλεσε, ταῖς ὀδυνηραῖς φωναῖς καὶ τῷ θρήνῳ τὸν πόνον παραμυθουμένη. Ἐν δέ τῷ ἐπιμόνως τοῦτο γίνεσθαι, καὶ τοῦ κλαίειν τῆς γυναικὸς οὐκ ἐνδιδούσης, ὁ τοῦ Θεοῦ ἄνθρωπος ὁ ἐν τῷ οἴκῳ Κουαδραγεσίμου ὑποδεχθεὶς, κατανυγεὶς εἶπε πρὸς αὐτον· Συμπαθεῖ ἡ ψυχή μου τῷ πόνῳ τῆς γυναικὸς ταύτης, ἀλλὰ παρακαλῶ, ἀνάστα καὶ εὐξώμεθα. Ἐπορεύθησαν οὖν ἀμφότεροι ἐν τῇ γειτνιαζούσῃ ἐκκλησίᾳ, καὶ ὁμοθυμαδὸν ἑαυτοὺς εἰς εὐχὴν ἐπιδέδωκαν. Ἐπιμόνως δὲ εὐξαμένων αὐτῶν, τέλος τῇ εὐχῇ ἐπιθεῖναι Κουαδραγέσιμον τὸν ὑποδιάκονον ὁ τοῦ Θεοῦ δοῦλος ᾐτήσατο. Τούτου δὲ γεγονότος, ἐκ τῆς εἰσόδου τοῦ θυσιαστηρίου κόνιν ἀνελόμενος, ἅμα τῷ αὐτῷ Κουαδραγεσίμῳ, πρὸς τὸ σῶμα τοῦ τεθνεῶτος παρεγένοντο, κἀκεῖσε δὲ ἑαυτὸν εἰς εὐχὴν δέδωκεν. Ὡς οὖν ἐπιμόνως ηὔξατο, οὐκέτι λοιπὸν ὡς τὸ πρότερον πεποίηκε διὰ τοῦ ὐποδιακόνου τέλος τῇ εὐχῇ ἐπιτεθεῖναι, ἀλλ' αὐτὸς τὴν εὐλογίαν δέδωκε, καὶ εὐθὺς ἐκ τῆς εὐχῆς ἀνέστη. Διὰ δὲ τοῦ βαστάζειν αὐτὸν ἐν τῇ δεξιᾷ χειρὶ ὅνπερ ἐκ τοῦ θυσιαστηρίου συνῆξε κονιορτὸν, τῇ εὐωνύμῳ τὸ σάβανον, ὅπερ τὸ πρόσωπον τοῦ νεκροῦ ἐκάλυπτε, παρεπῇρεν. Τοῦτο δὲ ἡ γυνὴ θεασαμένη, καταλέγειν αὐτῷ ἤρξατο, καὶ θαυμάζειν τί ἠθέλησε ποιῆσαι. Τοῦ δὲ σαβάνου ἐπαρθέντος, ἐκ τοῦ κονιορτοῦ, οὗπερ ἐκ τοῦ θυσιαστηρίου συνῆξε, τὸ πρόσωπον τοῦ νεκροῦ ἐπιμόνως ἔτριψε. Τούτου δὲ γεγονότος, παραχρῆμα ὁ τεθνηκὼς τὴν ψυχὴν ἀπέλαβεν, τὸ σῶμα δὲ σαλεύσας τοὺς ὀφθαλμοὺς ἠνέῳξε, καὶ ἑαυτὸν ἐγείρας ἀνεκάθησεν. Ὡς ὅτι δὲ ἀπὸ ὕπνου βαρυτάτου ἦν ἐξυπνισθεὶς, τί περὶ αὐτὸν ἐγεγόνει, ἐθαύμαζε. Τοῦτο δὲ ἡ γυνὴ θεασαμένη, ἡ ἐκ τοῦ πολλοῦ πένθους κατάκοπος γενομένη, ἤρξατο ἀπὸ χαρᾶς πλειοτέρως κλαίειν, καὶ φωνὰς μείζονας ἀφιέναι, ἣν ὁ ἄνθρωπος τοῦ Θεοῦ μετὰ πραΰτητος διεκώλυσε, λέγων· Σιώπα, σιώπα, σιώπα. Ἐὰν 322 δέ τις ὑμᾶς ἐρωτήσῃ πῶς τοῦτο γέγονε, μηδὲν ἄλλο ἐρεῖτε, εἰ μὴ, ὅτι ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τὸ ἔργον τοῦτο πεποίηκε. Τοῦτο δὲ αὐτοῦ εἰπόντος, ἐκ τοῦ οἴκου αὐτῆς ἐξῆλθε, καὶ Κουαδραγέσιμον δὲ τὸν ὑποδιάκονον εὐθέως κατέλιπε, καὶ ἐν τῷ τόπῳ ἐκείνῳ τοῦ λοιποῦ οὐκ ἐφάνη. Τὴν γὰρ πρόσκαιρον δόξαν φεύγων, ἐπραγματεύσατο, ἵνα παρ' αἷς ἐν τοσαύτῃ τῇ δυνάμει θαύματος ἐθεωρήθη, μηκέτι λοιπον ἐν ταύτῃ τῇ ζωῇ θεαθῇ.
32.2
ΠΕΤΡ. Τί ὑπολαμβάνουσιν ἕτεροι, οὐ γινώσκω, ἐπεὶ ἐγὼ πάντων τῶν θαυμάτων τοῦτο μᾶλλον κρίνω εἶναι θαυμασιώτερον, ὅτι οἱ ἀποθανόντες ἐν τῇ ζωῇ ταύτῃ πάλιν ὑποστρέφουσι, καὶ αἱ ψυχαὶ ἐν τῇ σαρκὶ ἀφανῶς ἀποδίδονται.
32.3
ΓΡΗΓΟΡ. Ἐὰν μόνοις τοῖς ὁρωμένοις προσέχωμεν, ἀναγκαῖόν ἐστι τοῦτο εἶναι μεῖζον πιστεῦσαι· εἰ δὲ περὶ τῶν ἀορατων ταλαντεύσωμεν, θαυμασίως δείκνυται, ὅτι μεῖζόν ἐστι τὸ θαῦμα, τῆς τοῦ λόγου κηρύξεως συντρεχούσης, καὶ τῆς εὐχῆς πρὸς τὸ τὸν ἁμαρτωλὸν ἐπιστρέψαι, ἤπερ τοῦ ἐν σαρκὶ νεκρὸν ἀναστῆσαι. Ἐν τούτῳ γὰρ ἀνίσταται ἡ σὰρξ πάλιν ἀποθνήσκουσα, ἐν ἐκείνῳ δὲ ἀνίσταται ἡ ψυχὴ εἰς τὸν αἰῶνα ζῶσα. Δύο τοίνυν σοι περιτίθημι πρόσωπα, ἵνα ἐν αὐτοῖς κατανοήσῃς, οἷον γέγονε μεῖζον τῇ δυνάμει τὸ θαῦμα, Λάζαρον ὅνπερ σωματικῶς ὁ κύριος ἐκ νεκρῶν ἀνέστησε, καὶ Σαῦλον ὃν ἀπὸ τῆς ἁμαρτίας νοερῶς ἤγειρε. Καὶ περὶ μὲν τῶν Λαζάρου δυνάμεων, μετὰ τὴν αὐτοῦ ἀνάστασιν παρεσιωπήθη· μετὰ δὲ τὴν ἀνάστασιν τῆς τοῦ Παύλου ψυχῆς, πόσας δυνάμεις ἐν τῷ ἡγιασμένῳ λόγῳ πεποίηκεν, ἡ ἡμετέρα ἀσθένεια χωρῆσαι οὐ δύναται. Πῶς ἐκεῖνοι οἱ ὠμότατοι αὐτοῦ διαλογισμοὶ εἰς τὰ τῆς εὐσεβείας μετεστράφησαν σπλάγχνα; Πῶς ἀποθανεῖν ἐπεθύμει ὑπὲρ τῶν ἀδελφῶν, ὧνπερ πρότερον τῷ θανάτῳ ἔχαιρε; Πῶς πάσῃ γραφικῇ γνώσει πεπληρωμένος, μηδὲν ἑαυτὸν εἰδέναι κρίνει, εἰ μὴ Χριστὸν Ἰησοῦν, καὶ τοῦτον ἐσταυρωμένον; Πόσαις ῥάβδοις ὑπὲρ Χριστοῦ προθύμως μαστιγοῦται, ὅνπερ ἐν μαχαίρᾳ τὸ πρὶν κατεδίωκεν; Ἐν πόσῳ ὕψει τιμῆς ἀποστολικῆς ὑπάρχων, ἐλάχιστον αὑτὸν πάντων τῶν μαθητῶν ἀποκαλεῖ; Πῶς ἐν τοῖς τοῦ τρίτου οὐρανοῦ μυστηρίοις ὑψοῦται; Τοῦ δὲ νοὸς τὸ ὄμμα διὰ τῆς συμπαθείας ἐπικλίνει πρὸς τὸ διοικῆσαι τὴν τῆς συζυγίας κοίτην, λέγων· Ὁ ἀνὴρ τὴν ὀφειλομένην εὔνοιαν τῇ γυναικὶ ἀποδιδότω, ὁμοίως, καὶ ἡ γυνὴ τῷ ἀνδρί. Ὁ ἀνακραθεὶς νοερῶς τῇ τῶν ἀγγέλων συνοδίᾳ, καὶ πλὴν ὅμως οὐ παραιτεῖται μεριμνῆσαι καὶ διοικῆσαι τὰ ἔργα τῶν σαρκικῶν· ὁ ἐν ταῖς βασάνοις χαίρων, καὶ ἐν ταῖς ἀσθενείαις ἐγκαυχώμενος· αὐτῷ γὰρ τὸ ζῇν, Χριστός ἐστι, καὶ τὸ ἀποθανεῖν, κέρδος. Καὶ αὐτὸ δὲ, ὅπερ ἐν σαρκὶ ζῇ, ἔξω τῆς σαρκὸς ὑπάρχει. Θέα λοιπὸν πῶς ζῇ ὅστις ἐκ τοῦ ᾅδου τοῦ νοός πρὸς τὴν τῆς εὐσπλαγχνίας ζωὴν ἐπανέρχεται. Λίαν οὖν ἐλάχιστον θαῦμά ἐστι τὸ ἐν σαρκί τινα ἀναστῆσαι, οὐκ οἶδα μή πως ἐὰν διὰ τῆς ζωοποιήσεως τῆς σαρκὸς, καὶ εἰς τὴν τοῦ νοὸς ζωὴν ἐπανέρχεται· ἵνα τὸ αὐτὸ γένηται διὰ τοῦ ἔξωθεν θαύματος, ὅπως καὶ ἔνδοθεν ἐπιστραφεὶς ζωοποιηθῇ.
32.4
ΠΕΤΡ. Σφόδρα πεπιστευκὼς ἀρτίως ἔγνων πόσον τοῦτο ἐκείνου ὑπάρχει μεῖζον· ἀλλ' αἰτῶ, ἅπερ διηγεῖσθαι ἀπήρξου, ἀκολούθως πλήρωσον, ἵνα τοῦ καιροῦ ἀργοῦντος, ἄνευ οἰκοδομῆς ἡ ὥρα μὴ παρέλθῃ. 324
32.1.1
319 ΚΕΦΑΛ. ΙΖ'. Περὶ τοῦ ἐλθόντος μοναχοῦ ἀπὸ τοῦ ὄρους τοῦ Ἀργενταρίου, καὶ νεκρὸν ἐγείραντος. CAPUT XVIII. De Benedicto monacho.
32.1.1
GREGORIUS. Frater quidam mecum est in monasterio conversatus, in Scriptura sacra studiosissimus, qui me aetate praeibat, et ex multis quae nesciebam, me aedificare consueverat. Hujus itaque narratione didici quod fuit quidam in Campaniae partibus intra quadragesimum Romanae urbis miliarium nomine Benedictus; et quidem aetate juvenis, sed moribus grandaevus, et in sanctae conversationis regula se fortiter stringens. Quem Totilae regis tempore cum Gothi reperissent, hunc incendere cum sua cella moliti sunt. Ignem namque supposuerunt, sed in circuitu arserunt omnia, cella vero illius igne comburi non potuit. Quod videntes Gothi, magisque saevientes, atque hunc ex suo habitaculo trahentes, non longe aspexerunt succensum clibanum, qui coquendis panibus parabatur, eumque in illo projecerunt, clibanumque clauserunt. Sed die altero ita illaesus inventus est, ut non solum ejus caro ab ignibus, sed neque extrema ullo modo vestimenta cremarentur.
32.1.2
PETR. Antiquum trium puerorum miraculum audio, qui projecti in ignibus laesi non sunt.
32.1.3
GREGOR. Illud, ut opinor, miraculum ex parte aliqua dissimiliter gestum est. Tunc quippe tres pueri ligatis pedibus ac manibus in ignem projecti sunt, quos die altera rex requirens, in camino illaesis vestibus deambulantes reperit. Ex qua re colligitur quia ignis in quo jactati fuerant, qui eorum vestimenta non contigit, eorum vincula consumpsit, ut uno eodemque tempore in obsequio justorum et haberet flamma virtutem suam ad solatium, et non haberet ad tormentum.

Intertext edge

Open linked passage

Note