Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Dialogi
Gregorius IDial 38 · 8063-dialog2More by Gregorius I
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregorius-i540-604" aria-label="More works by Gregorius I"> —
⋯
More
Original / primary: 8063 Dialog2
38.1
331 ΚΕΦΑΛ. ΚΓ'. Περὶ τοῦ ἡγουμένου τοῦ ἐν τῇ πόλει Πραινεστίνῃ, καὶ τοῦ αὐτοῦ πρεσβυτέρου.
38.1
ΓΡΗΓΟΡΙΟΣ. Τῆς Πραινεστίνης πόλεως ὄρος ὑπέρκειται, ἐν ᾧ τοῦ μακαρίου Πέτρου τοῦ Ἀποστόλου μοναστήριον ἵδρυτυι. Ἀνδρῶν Θεοῦ δούλων ἐν αὐτῷ κατοικούντων, ἐν δὲ τῷ μοναστηρίῳ μου ὑπάρχοντός μου, συνέβη παρὰ μοναχῶν τῆς προλεχθείσης μονῆς ἀκοῦσαι τοῦτο, ὅπερ διηγοῦμαι, μέγιστον θαῦμα, ὅπερ οἱ αὐτοὶ μοναχοὶ γινώσκειν διϊσχυρίζοντο. Ἔλεγον γὰρ ὅτι ὑπῆρχεν ὁ τῆς μονῆς αὑτῶν προεστὼς, ἀνὴρ πάνυ τῇ ζωῇ εὐλαβέστατος, ὅστις μοναχόν τινα ἀναθρέψας, ἤθεσι χρηστοῖς καὶ πολλῇ εὐλαβείᾳ τοῦτον ἐρύθμιζεν. Ὄτε δὲ αὐτὸν ἐν τῷ τοῦ κυρίου φόβῷ ὑπεραυξάνοντα ἐθεάσατο, τοῦτον ἐν τῷ αὐτοῦ μοναστηρίῳ πρεσβύτερον χειροτονηθῆναι πεποίηκε. Τούτου δὲ χειροτονηθέντος, δι' ἀποκαλύψεως αὐτῷ ἐγνωρίσθη, ὡς οὐ μακρὰν ἡ ἐκ τοῦ βίου τούτου μετάστασις αὐτῷ τυγχάνει. Τὸν οὖν προλεχθέντα τῆς μονῆς πατέρα ᾐτήσατο, ὅπως παραχωρήσῃ αὐτῷ, ἵνα μνῆμα ἑαυτῷ ἑτοιμάσῃ. Πρὸς ὃν ἐκεῖνος ἀπεκρίθη· Πρὸ σοῦ, τέκνον, ἐγὼ ἀποθνήσκω, ὅμως ἄπελθε, καὶ, καθὼς βούλει τὸ μνῆμά σου ἑτοίμασον. Ἀπῆλθε τοίνυν, καὶ τοῦτο ηὐτρέπισεν. Οὐ μετὰ πολλὰς δὲ ἡμέρας ὁ πατὴρ πυρετῷ κατασχεθεὶς, ἐν τῇ ἐσχάτῃ ἀναπνοῇ ἦλθε. Παρισταμένου δὲ τοῦ πρεσβυτὲρου, ἐκέλευσεν αὐτῷ, λέγων· Ἐν τῷ σῷ μνήματί με θάψον. Ἀποκριθεὶς δὲ ὁ πρεσβύτερος, εἶπεν· Οἶδας, πάτερ, ὅτι κἀγὼ ἐν ταύταις ταῖς ἡμέραις ἀκολουθῶ σοι, καὶ τοὺς ἀμφοτέρους χωρῆσαι τὸ μνῆμα οὐ δύναται. Ὁ δὲ ἡγούμενος πρὸς αὐτὸν ἔφη· Οὕτω ποίησον καθὼς εἶπόν σοι, ὅτι τὸ μνῆμά σου τοὺς δύο ἡμᾶς ἔχει χωρῆσαι. Ἀπέθανεν οὖν, καὶ εἰς τὸ μνῆμα, ὅπερ ἑαυτῷ ὁ πρεσβύτερος ἦν ἑτοιμάσας, ἐτάφη. Εὐθέως δὲ καὶ τὸν πρεσβύτερον ἡ τοῦ σώματος κατέσχεν ἀσθένεια, ἐν ᾗ καὶ τὴν ζωὴν συντόμως ἐπλήρωσε. Τὸ δὲ σῶμα αὐτοῦ ὑπὸ τῶν ἀδελφῶν βασταχθὲν, εἰς τὸ μνῆμα, ὅπερ ἑαυτῷ ἦν ἑτοιμάσας, ἀπηνέχθη. Ἀνεῳχθέντος οὖν τοῦ μνημείου, ἐθεάσαντο ἅπαντες οἱ παρεστῶτες, ὅτι οὐκ ἦν τόπος ἐν κὐτῷ ὀφείλων καὶ αὐτὸν χωρῆσαι. Τὸ γὰρ σῶμα τοῦ πατρὸς τῆς μονῆς τεθὲν ἐν αὐτῷ, ὅλον τὸ μνῆμα ἐκράτει. Οἱ δὲ τὸ σῶμα τοῦ πρεσβυτέρου ἀγαγόντες ἀδελφοὶ, τὴν γεγονυῖαν αὐτοῖς δυσκολίαν πρὸς τὸ θάψαι αὐτὸν θεασάμενοι, εἷς ἐξ αὐτῶν ἀνέκραγε, λέγων· Αἲ, πάτερ ποῦ ἐστιν ὃ εἶπας, ὅτι τὸ μνῆμα τοῦτο τοὺς δύο ἔχει χωρῆσαι; Ἐν δὲ τῇ τούτου φωνῇ, πάντων θεωρούντων, αἴφνης τὸ σῶμα τοῦ ἡγουμένου, ὅπερ ἐκεῖσε ὕπτιον ἔκειτο, ἀφ' ἑαυτοῦ ἐστράφη εἰς πλάγην, καὶ τόπον ἐν τῷ μνήματι παρέσχεν, ἐν ᾧ ὀφείλει τοῦ πρεσβυτέρου τὸ σῶμα τεθεῖναι. Καὶ ὅπερ ζῶν ὑπέσχετο, νεκρὸς ἐπλήρωσε· τοὺς γὰρ ἀμφοτέρους ὁ τόπος ἐκεῖνος ἐχώρησεν. Τοῦτο οὖν, ὅπερ εἶπον, θαῦμα ἐν τῇ Πραινεστίνῃ πόλει ἐν τῷ μοναστηρίῳ τοῦ μακαριωτάτου Πέτρου τοῦ Ἀποστόλου γέγονε. Θέλεις δὲ ἕτερόν τι ἀκοῦσαι, ὅπερ καὶ ἐν ταύτῃ τῇ πόλει γέγονε περὶ τῶν φυλάκων τῆς ἐκκλησίας, ὅπου τὸ ἡγιασμένον αὐτοῦ σῶμα κατάκειται.
38.2
ΠΕΤΡ. Θέλω πὰνυ ἵνα τοῦτο γένηται, καὶ πάσῃ δυνάμει παρακαλῶ. 333
38.1.1
331 ΚΕΦΑΛ. ΚΓ'. Περὶ τοῦ ἡγουμένου τοῦ ἐν τῇ πόλει Πραινεστίνῃ, καὶ τοῦ αὐτοῦ πρεσβυτέρου. CAPUT XXIV. De Theodoro mansionario ecclesiae beati Petri apostoli urbis Romae.
38.1.1
GREGORIUS. Adhuc supersunt aliqui qui Theodorum ejus ecclesiae custodem noverunt, cujus narratione innotuit res quae ei contigit, valde memorabilis: quod quadam nocte dum citius ad melioranda juxta januam luminaria surrexisset, ex more in ligneis gradibus sub lampade positis stabat, et lampadis refovebat lumen. Tunc repente beatus Petrus apostolus in stola candida deorsum in pavimento constitit, eique dixit: Conliberte, quare tam citius surrexisti? Quo dicto, ab oculis aspicientis evanuit. Sed tantus in eum pavor irruit, ut tota in illo corporis virtus deficeret, et per dies multos de stratu suo surgere non valeret. Qua in re quid idem beatus apostolus servientibus sibi voluit, nisi praesentiam sui respectus ostendere, quia quidquid pro ejus veneratione agerent, ipse hoc pro mercede retributionis sine intermissione semper videret?
38.1.2
PETR. Mihi hoc non tam apparet mirum quia visus est; sed quia is qui eum vidit, cum sanus esset, aegrotavit.
38.1.3
GREGOR. Quid super hac re miraris, Petre? Nunquidnam menti excidit, quia cum Daniel propheta magnam illam ac terribilem visionem vidit, ex qua etiam visione contremuit, protinus adjunxit: Et ego elangui, et aegrotavi per dies plurimos? Caro enim ea quae sunt spiritus capere non valet; et idcirco nonnunquam cum mens humana ultra se ad videndum ducitur, necesse est ut hoc carneum vasculum, quod ferre talenti pondus non valet, infirmetur.
38.1.4
PETR. Scrupulum cogitationis meae aperta ratio dissolvit.

Intertext edge

Open linked passage

Note