Dialogi
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregorius-i540-604" aria-label="More works by Gregorius I">
—
⋯
Original / primary: 8063 Dialog2
3.1
ΚΕΦΑΛ. Β'. Περὶ Λιβερτίνου δευτεραρίου τῆς αὐτῆς μονῆς.
3.1
ΓΡΗΓΟΡΙΟΣ. Ἀνήρ τις εὐλαβέστατος Λιβερτῖνος ὀνόματι, ἐν τοῖς χρόνοις Τοτίλα τοῦ ῥηγὸς, τοῦ αὐτοῦ Φουνδεσίνου μοναστηρίου δευτεράριος ὑπῆρχεν, ἐν τῇ παιδεύσει, καὶ μαθησίᾳ τοῦ ἁγίου τούτου ἀνδρὸς ἀναστραφείς. Περὶ οὗ πολλὰς δυνάμεις πολλῶν ἡ διήγησις ἀσφαλῶς ἀνήγγειλεν· μάλιστα δὲ ὁ προλεχθεὶς εὐλαβέστατος ἀνὴρ Λαυρέντιος, ὅς τις καὶ νῦν περίεστιν, ὃς καὶ αὐτῷ ἐκείνῳ παῤῥησιαστικώτατος γέγονεν, πολλά μοι περὶ αὐτοῦ λέγειν εἴωθεν, ὅθεν ἐξ ὧν μέμνημαι ὀλίγα τινὰ διηγήσομαι.
3.2
Ἐν τῇ προμνημονευθείσῃ τῆς Σαμνίας χώρας ὁ αὐτὸς εὐλαβέστατος ἀνὴρ Λιβερτῖνος διὰ τὴν τοῦ μοναστηρίου χρείαν ἐν ὁδῷ ἐβάδιζεν. Δαρδᾶς γοῦν ὁ τῶν Γότθων κόμης, μετὰ στρατοῦ τῷ δούλῳ τοῦ Θεοῦ ὑπάντησεν, καὶ ἐκ τῶν ἀνθρώπων αὐτοῦ τινες, τοῦτον ἐκ τοῦ ἵππου ἐν ᾧ ἐκαθέζετο κατεάξαντες, τὸν ἵππον ἀφείλαντο· ὅς τις προθύμως τὴν τοῦ ἀφαιρεθέντος ἵππου ζημίαν ὑπενέγκας, καὶ τὸ φλαγέλλιον ὅπερ ἐκράτει, τούτοις δέδωκεν, εἰπών· Λάβετε, ἵνα ἔχητε πῶς τὸ κτῆνος τοῦτο ἐλάσαι. Τούτων δὲ ῥηθέντων εὐθέως ἑαυτὸν εἰς εὐχὴν δέδωκε. Δρόμῳ δὲ ταχυτάτῳ τοῦ προλεχθέντος ἄρχοντος ὁ στρατὸς τὸν ποταμὸν κατέλαβε τὸν λεγόμενον Βούλτουρνον Ἤρξαντο οὖν ἕκαστος τὸν ἑαυτοῦ ἵππον τῇ τῆς ῥομφαίας ἅστῃ τύπτειν, καὶ ταῖς πτερνιστήραις πλήττειν. Ἐπὶ πλείω δὲ οἱ ἵπποι τυπτόμενοι καὶ πληττόμενοι κόποι μὲν ὑπέμενον, κινηθῆναι δὲ οὐκ ἠδύναντο· οὕτω γὰρ τῷ ὕδατι τοῦ ποταμοῦ προσεγγίσαι ἐφοβοῦντο, καθάπερ κρημνῷ θανασίμῳ. Ὅτε δὲ ἐπὶ πολὺ τοὺς ἵππους ἐμαστίγωσαν, καὶ ἐξητόνησεν ἕκαστος, εἷς ἐξ αὐτῶν εἶπε· Διὰ τὸ πταῖσμα, ὅπερ ἐν τῇ ὁδῷ εἰς τὸν δοῦλον τοῦ Θεοῦ πεποιήκαμεν, ταύτας τὰς προσβολὰς τῆς ὀδύνης ὑποφέρομεν. Οἵ τινες παραυτὰ εἰς τὰ ὀπίσω ὑποστρέψαντες, εὑρίσκουσι Λιβερτῖνον ἐν τῇ εὐχῇ κείμενον, ᾧτινι εἶπον· Ἀνάστα, λάβε τὸν ἵππον σου. Ἐκεῖνος δὲ ἀπεκρίθη, λέγων· Ἀπέλθετε μετὰ καλοῦ, ἐγὼ χρείαν τοῦ ἵππου οὐκ ἔχω. Κατελθόντες δὲ μετὰ βίας, αὐτὸν εἰς τὸν ἵππον ὅθεν κατήγαγον ἐκούφισαν, καὶ παρευθὺς ἀνεχώρησαν. Ὥντινων οἱ ἵπποι τοσούτῳ δρόμῳ ἐκεῖνον τὸν ποταμὸν, ὅνπερ πρότερον περάσαι οὐκ ἠδύναντο, παρῆλθον, ὡς ὅτε ὕδωρ παντελῶς οὐκ εἶχεν. Οὕτω τοίνυν γέγονεν, ἵνα τοῦ δούλου τοῦ Θεοῦ ὁ ἵππος ἀποδοθεὶς, πάντες λοιπὸν ἀκόπως περάσωσιν.
3.3
Τῷ αὐτῷ τοίνυν καιρῷ ἐν τοῖς τῆς Καμπανίας μέρεσιν, ὁ Βουκελῖνος μετὰ Φράγκων ἦλθε. Φήμη οὖν ἐξῆλθεν, ὅτι ἐν τῷ μοναστηρίῳ τοῦ προλεχθέντος δούλου τοῦ Θεοῦ Ὁνωράτου πολλὰ χρήματα ἀπόκεινται. Εἰσελθόντες δὲ ἐν τῷ εὐκτηρίῳ οἱ Φράγκοι, ἤρξαντο μετὰ πλείστου θυμοῦ τὸν Λιβερτῖνον ἐπιζητεῖν, καὶ ἐξ ὀνόματος Λιβερτῖνον κράζειν· ἐκεῖνος δὲ ἐν τῇ εὐχῇ ἔκειτο ἡπλωμένος. Θαυμαστὸν γοῦν πρᾶγμα συνέβη· ζητοῦντες γὰρ αὐτὸν, καὶ θυμομαχοῦντες οἱ Φράγκοι εἰσερχόμενοι μὲν ἐν τῷ εὐκτηρίῳ, εἰς αὐτὸν προσέκοπτον, θεωρῆσαι δὲ αὐτὸν οὐκ ἠδύναντο· οὕτως οὖν τῇ ἑαυτῶν τυφλώσει μαστιγωθέντες, ἐκ τοῦ μοναστηρίου σάβουροι ἐξῆλθον.
3.4
Ἐν ἄλλῳ τοίνυν καιρῷ, διὰ πρᾶγμα τοῦ μοναστηρίου κατὰ κέλευσιν τοῦ ἡγουμένου τοῦ κατὰ διαδοχὴν Ὁνωράτου τοῦ διδασκάλου αὐτοῦ προχειρισθέντος ἐν Ῥαβέννῃ ἀπήρχετο. Διὰ δὲ τὸν πόθον, ὃν εἶχε πρὸς τὸν ἐν ἁγίοις ἐκεῖνον Ὁνωρᾶτον, ὅπου δή ποτε ὁ Λιβερτῖνος ἀπήρχετο, τὸ καλίγιον αὐτοῦ ἐν τῷ ἑαυτοῦ κόλπῳ βαστάζειν εἴωθεν. Ἀπερχομένου δὲ αὐτοῦ ἐν Ῥαβέννῃ, ὡς εἴρηται, συνέβη γυναῖκά τινα τελευτήσαντος τοῦ υἱοῦ αὐτῆς τὸ σῶμα αὐτοῦ βαστάζειν, ἥ τις τοῦτον θεασαμένη, καὶ Θεοῦ δοῦλον αὐτὸν εἶναι πιστεύσασα, τῷ πόθῳ τοῦ τελευτήσαντος αὐτῆς υἱοῦ φλεγομένη, τὸν ἵππον αὐτοῦ ἐκ τοῦ χαλιναρίου ἐκράτησε, καὶ μεθ' ὅρκου ἔφη μηδαμῶς αὐτὸν ἐᾶσαι ὑποχωρῆσαι, εἰ μὴ τὸν υἱὸν αὐτῆς ἀναστήσει. Ἐκεῖνος δὲ πεῖραν μὴ ἔχων τοιούτου θαύματος, ἐξέστη ἐπὶ τῷ ὄρκῳ 159 τῆς αἰτήσεως αὐτῆς· ὅθεν ἐκκλίναι ἐκ τῆς γυναικὸς ἠθέλησεν, ἀλλ' οὐδαμῶς ἠδυνήθη, ἐκολλήθη γὰρ ψυχικῶς διὰ τῆς συμπαθείας. Κατανοῆσαι οὖν ἐστιν, ὁποῖον καὶ πόσον ἔνδοθεν εἶχεν ἀγῶνα. Πόλεμος γὰρ, ὡς οἶμαι, συνήπτετο τῆς ταπεινοφροσύνης τῆς ἀυτοῦ πολιτείας πρὸς τὴν τῆς μητρὸς εὐσπλαγχνίαν. Φόβος δὲ καὶ πόνος παρείποντο· φόβος, διὰ τὸ ἀσύνηθες τοῦ τοιούτου θαύματος· πόνος, ἵνα μὴ τῇ πληττομένῃ μητρὶ συμπαθήσῃ. Πρὸς δὲ μεγίστην τοῦ Θεοῦ δόξαν ἐνίκησεν ἡ εὐσπλαγχνία. Οὐκ ἂν δὲ τοῦτο ὁ λογισμὸς κατισχύσαι δυνατὸς ἐγεγόνει, εἰ μὴ τῇ συμπαθείᾳ ὑπῆρχεν ἡττημένος. Κατελθὼν οὖν ἐκ τοῦ ἵππου, καὶ κλίνας γόνυ, εἰς τὸν οὐρανὸν τὰς χεῖρας ἐξέτεινεν, καὶ ἐξενέγκας ἐκ τοῦ κόλπου αὐτοῦ, ὃ ἐπεφέρετο καλίγιον, ἐπάνω τοῦ στήθους τοῦ τεθνεῶτος παιδίου ἔθηκεν. Εὐχομένου αὐτοῦ, ἡ ψυχὴ τοῦ παιδίου ἐν τῷ σώματι ὑπέστρεψε, καὶ παραχρῆμα ἀνέστη· κρατήσας δὲ αὐτοῦ τῆς χειρὸς τῇ κλαιούσῃ μητρὶ ζῶντα ἀποδέδωκε, καὶ οὕτως τὴν ὁδὸν αὐτοῦ ἣν ἤρξατο ἐπορεύθη.
3.5
ΠΕΤΡ. Τί οὖν εἶναι τοῦτο λέγομεν; τοῦ Ὁνωράτου ἡ ἁγιότης τὴν δύναμιν τοῦ τοσούτου θαύματος πεποίηκεν, ἢ τοῦ Λιβερτίνου ἡ αἴτησις;
3.6
ΓΡΗΓ. Ἐν τῇ ἐπιδείξει τοῦ τοιούτου θαυμαστοῦ σημείου μετὰ τῆς πίστεως τῆς γυναικὸς ἡ δύναμις τῶν ἀμφοτέρων συνῆλθε· καὶ διὰ τοῦτο ὑπολαμβάνω Λιβερτῖνον ταῦτα δύνασθαι, ὅτι πολλῷ μᾶλλον τῇ τοῦ διδασκάλου δυνάμει, ἤπερ τῇ ἑαυτοῦ πεποιθέναι ἐπίστευσεν. Οὗτινος γὰρ τὸ καλίγιον ἐν τῷ στήθει τοῦ τεθνεῶτος ἔθηκεν, αὐτοῦ δηλαδὴ τὴν ψυχὴν ὑπακουσθῆναι, ὅπερ ᾐτήσατο ὑπελάμβανεν. Ἐπεὶ καὶ Ἐλισσαῖος τοῦ διδασκάλου τὴν μηλωτὴν βαστάζων, καὶ εἰς τὸν Ἰορδάνην ἐλθὼν, ἐπάταξεν ἅπαξ, καὶ οὐδαμῶς τὰ ὕδατα διῃρέθη· ὡς δὲ παρευθὺ εἶπε, Ποῦ ἐστιν ὁ Θεὸς Ἡλιοῦ; καὶ πάλιν τὸν ποταμὸν τῇ τοῦ διδασκάλου μηλωτῇ ἐπάταξεν, ὁδὸν ἀναμέσον τῶν ὑδάτων πεποίηκε. Κατανοεῖς, Πέτρε, πόσον ἡ ταπεινοφροσύνη ἐν ταῖς γινομέναις δυνάμεσιν ἰσχύει; τότε γὰρ ποιῆσαι τὴν ἴσην τοῦ διδασκάλου δύναμιν ἠδυνήθη, ὅτε τοῦ διδασκάλου τὸ ὄνομα εἰς μνήμην ἤγαγε, καὶ ὅτε τῇ ταπεινοφροσυνῃ ἐπὶ τὸν διδάσκαλον ἀνθυπέστρεψε, τότε καὶ αὐτὸς πεποίηκεν ὅπερ καὶ ὁ διδάσκαλος.
3.7
ΠΕΤΡ. Ἀρέσκει ὃ λέγεις· ἀλλ' αἰτῶ, τίμιε πάτερ, ἔστιν ἄλλο τι περὶ αὐτοῦ, ὅπερ εἰς ἡμετέραν οἰκοδομὴν ὀφείλῃς διηγήσασθαι.
3.8
ΓΡΗΓ. Ἐστὶν ὄντως, ἐὰν ᾖ ὁ θέλων μιμήσασθαι. Ἐγὼ γὰρ τὴν δύναμιν τῆς ὑπομονῆς μείζονα τῶν θαυμάτων καὶ τῶν σημείων εἶναι πιστεύω. Ἐν μιᾷ οὖν ἡμέρᾳ ἐκεῖνος, ὁ μετὰ τὴν τοῦ εὐλαβεστάτου Ὁνωράτου τελείωσιν τὴν τῆς μονῆς ποιμαντικὴν ἡγεμονίαν κατέχων, κατό τοῦ θεοφιλοῦς Λιβερτίνου βαρυτάτῳ θυμῷ ἐξήφθη, ὥστε εἰς αὐτὸν τὰς ἑαυτοῦ χεῖρας ἐπιβαλεῖν. Καὶ μὴ εὑρὼν ῥάβδον, δι' ᾗς αὐτὸν μαστιγῶσαι δυνήσηται, κρατήσας τὸ ὑποπόδιον, τὴν κεφαλὴν αὐτοῦ καὶ τὸ πρόσωπον ἔτυψε, καὶ ὅλον μελανὸν καὶ πεφυσημένον πεποίηκε. Σφοδρῶς οὖν μαστιγωθεὶς ἐν τῇ κλίνῃ τῇ ἰδίᾳ ἀπελθὼν ἡσύχαξεν. Ἦν δὲ πρᾶγμα ὡρισμένον διὰ τὴν τοῦ μοναστηρίου φροντίδα, καὶ τῇ ἑξῆς ἡμέρᾳ, πληρωθέντων τῶν ἑωθινῶν ὕμνων, Λιβερτῖνος εἰς τὴν τοῦ ἡγουμένου κλίνην ἀπῆλθε, καὶ μετὰ πάσης ταπεινοφροσύνης εὐχὴν ᾐτήσατο. Γινώσκων δὲ ὁ ἡγούμενος πῶς ἐκ πάντων ἐτιμᾶτο καὶ ἠγαπᾶτο ὁ Λιβερτῖνος, ἐνόμισεν ὅτι διὰ τὴν ὕβριν ἣν αὐτῷ ἐπήγαγεν, ὑποχωρῆσαι ἐκ τοῦ μοναστηρίου ἤθελεν, ὅθεν καὶ ἠρώτησεν αὐτὸν, λέγων· Ποῦ βούλει ἀπελθεῖν; ᾧ τινι ἀποκριθεὶς, εἶπε· Τοῦ μοναστηρίου πρᾶγμα ὡρισμένον ἐστὶ, πάτερ, ὅπερ ἀδυνάτως ἔχω τοῦ ἐᾶσαι· τῇ γὰρ χθὲς ἡμέρᾳ ὥρισα σήμερον ἐκεῖσε εὑρεθῆναι. Τότε ἐκεῖνος ἐκ βάθους καρδίας στενάξας, καὶ κατανοήσας τὴν ἑαυτοῦ δυσκολωτάτην σκληρότητα, τὴν δὲ ταπεινοφροσύνην καὶ πρᾳότητα τοῦ Λιβερτίνου, ἐκ τῆς κλίνης ἀναστὰς τοὺς πόδας αὐτοῦ 162 ἐκράτησε, καὶ ἑαυτὸν ἡμαρτηκέναι, καὶ κατάκριτον εἶναι ὡμολόγησεν, ὅτι τοιούτῳ καὶ τηλικούτῳ ἀνδρὶ τοιαύτην ὠμωτάτην βάσανον ἐπενέγκαι ἐπετόλμησε. Τοὐναντίον δὲ Λιβερτῖνος ἑαυτὸν εἰς τὴν γῆν ὑποστρώσας, καὶ τοῖς ἐκείνου ποσὶ προσκυλινδούμενος, τοῦ ἰδίου πταίσματος, καὶ οὐ τῆς ἐκείνου ἀσθενείας γεγονέναι ἐλεγεν, ὅπερ ὑπέμεινε. Τούτου δὲ γεγονότος, ἐν μεγίστῃ πρᾳότητι ἐπανῆλθεν ὁ πατὴρ, καὶ ἡ ταπείνωσις τοῦ μαθητοῦ ὁδηγὸς γέγονε τοῦ διδασκάλου. Ὅτε οὖν διὰ τὴν τοῦ μοναστηρίου φροντίδα εἰς τὸ ὡρισμένον πρᾶγμα ἀπῆλθε, πολλοὶ ἄνδρες εὐγενεῖς τε καὶ γνώριμοι, οἵ τινες αὐτὸν μεγάλως ἐτίμων, πάνυ θαυμάσαντες, ἀκριβῶς ἐπεζήτουν πόθεν αὐτῷ τοῦτο συνέβη, ὅτι οὕτως πεφυσημένον καὶ μελανὸν εἶχε τὸ πρόσωπον. Πρὸς οὓς ἀπεκρίθη· Χθὲς πρὸς ἑσπέραν τῶν ἁμαρτιῶν μου ποιούντων, εἰς τὸ ὑποπόδιον τοῦ σκαμνίου προσκόψας τοῦτο ὑπέμεινα. Οὕτως οὖν ὁ ἅγιος ἀνὴρ ἐν ἑαυτῷ τὴν τιμὴν ἀληθείας φυλάττων, οὔτε τοῦ πατρὸς τὴν αἰτίαν ἐδημοσίευσεν, οὔτε τῆ ἁμαρτίᾳ τοῦ ψεύδους ὑπέπεσεν.
3.9
ΠΕΤΡ. Γνῶναι ἤθελον, θεοτίμητε πάτερ, ἐὰν ὁ εὐλαβέστατος οὗτος ἀνὴρ Λιβερτῖνος, περὶ οὗ τοσαῦτα σημεῖα καὶ θαυμάσια διηγήσω, ἐν τῇ ἑαυτοῦ συνοδίᾳ μιμητὰς αὐτοῦ ἐν ταῖς δυνάμεσι κατέλιπεν.
3.1.1
ΚΕΦΑΛ. Β'. Περὶ Λιβερτίνου δευτεραρίου τῆς αὐτῆς μονῆς. CAPUT III. De hortulano monacho monasterii ejusdem.
3.1.1
GREGORIUS. Felix qui appellatur Curvus, quem ipse bene nosti, qui ejusdem monasterii nuper praepositus fuit, multa mihi de fratribus ejusdem monasterii admiranda narrabat: ex quibus aliqua quae ad memoriam veniunt supprimo, quia ad alia festino. Sed unum dicam, quod ab eo narratum praetereundum nullo modo aestimo.
3.1.2
In eodem monasterio quidam magnae vitae monachus erat hortulanus. Fur vero venire consueverat, per sepem ascendere, et occulte olera auferre. Cumque ille multa plantaret, quae minus inveniret, et alia pedibus conculcata, alia direpta conspiceret; totum hortum circumiens, invenit iter unde fur venire consueverat. Qui in eodem horto deambulans, reperit etiam serpentem, cui praecipiens dixit: Sequere me: atque ad aditum furis perveniens, imperavit serpenti, dicens: In nomine Jesu praecipio tibi ut aditum istum custodias, ac furem huc ingredi non permittas. Protinus serpens totum se in itinere in transversum tetendit, et ad cellam monachus rediit. Cumque meridiano tempore cuncti fratres quiescerent, more solito fur advenit, ascendit sepem; et cum in hortum pedem deponeret, vidit subito quia tensus serpens clausisset viam; et tremefactus post semetipsum concidit, ejusque pes per calceamentum in sude sepis inhaesit, sicque usque dum hortulanus rediret, deorsum capite pependit. Consueta hora venit hortulanus, pendentem in sepe furem reperit, serpenti autem dixit: Gratias Deo, implesti quod jussi; recede modo. 164 Qui statim abscessit. Ad furem vero perveniens, ait: Quid est, frater? Tradidit te mihi Deus. Quare in labore monachorum furtum toties facere praesumpsisti? Et haec dicens, pedem illius a sepe in qua inhaeserat, solvit, eumque sine laesione deposuit. Cui dixit: Sequere me. Quem sequentem duxit ad horti aditum, et olera quae furto appetebat auferre, ei cum magna dulcedine praebuit, dicens: Vade, et post haec furtum non facias; sed cum necesse habes, huc ad me ingredere, et quae tu cum peccato laboras tollere, ego tibi devotus dabo.
3.1.3
PETR. Nuncusque, ut invenio, incassum ego non fuisse Patres in Italia qui signa facerent aestimabam.