Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Dialogi
Gregorius IDial 41 · 8063-dialog2More by Gregorius I
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregorius-i540-604" aria-label="More works by Gregorius I"> —
⋯
More
Original / primary: 8063 Dialog2
41.1
ΚΕΦΑΛ. Κϛ'. Περὶ Μηνᾶ Ἐρημίτου.
41.1
Ἐν τῇ Σαμνείᾳ χώρᾳ ἀρτίως γέγονεν ἀνήρ τις εὐλαβέστατος Μηνᾶς προσαγορευόμενος, τὸν μονήρη βίον ἐλόμενος· ὄστις πολλοῖς τῶν ἡμετέρων γνωστὸς ὑπῆρχεν, ὅστις πρὸ ταύτης τῆς δεκαετίας τὸν βίον ἐτέλεσε. Περὶ δὲ τῶν τούτου ἔργων, οὐχ ἕνα μάρτυρα προφέρω· τοσοῦτοι γὰρ τῇ πολιτείᾳ αὐτοῦ μαρτυροῦσιν, ὅσοι τὴν χώραν Σάμνης ἐγνώρισαν. Οὗτος οὐδὲν ἕτερον εἰς πᾶσαν αὐτοῦ φροντίδα ἐκέκτητο, εἰ μὴ ὀλίγων μελισσῶν σκεύη. Λογγοβάρδος δέ τις αὐτὰ κλοπὴν ἠθέλησε ποιῆσαι. Ὁ δὲ τοῦ Θεοῦ ἄνθρωπος λόγῳ παραινετικῷ τοῦτον κατήχησε. Παραχρῆμα δὲ πνεύματι πονηρῷ πληγεὶς, παρὰ τὰ ἴχνη αὐτοῦ πεσὼν, ἐῤῥάγη. Ἐκ τούτου οὖν γέγονεν, ὥστε καὶ παρὰ τοῦ αὐτοῦ βαρβάρου ἔθνους, καθὼς καὶ παρὰ τῶν παροίκων τὸ αὐτοῦ ὄνομα σεβασθῆναι. Οὐδεὶς δὲ τοῦ λοιποῦ ἐτόλμησεν ἐν τῷ κελλίῳ αὐτοῦ, εἰ μὴ ἐν ταπεινοφροσύνῃ, εἰσελθεῖν. Πολλάκις δὲ ἐκ τῆς γειτνιαζούσης ὕλης ἄρκοι ἐρχόμενοι, τὰ μελίσσια αὐτοῦ φαγεῖν ἐδοκίμασαν, οὓς ἐκεῖνος πιάσας τῷ ναρθηκίῳ ἔτυπτεν, ὅπερ ἐν τῇ χειρὶ αὐτοῦ βαστάζειν εἴωθεν. Ἐν δὲ ταῖς αὐτοῦ μάστιξι, τὰ θυμώδη θηρία ἐκεῖνα βοῶντα ὀνεχώρουν, καὶ τὰ μὴ ὑποστελλόμενα ξίφος, τὴν ἐκ τῆς χειρὸς αὐτοῦ μάστιγα διὰ τοῦ ναρθηκίου ἐφοβοῦντο. Τούτου ἡ πᾶσα σπουδὴ ἐν τῷ παρόντι βίῳ οὐδὲν ἕτερον ὑπῆρχεν, εἰ μὴ τοὺς πρὸς αὐτὸν ἀγάπης χάριν ἐρχομένους, εἰς τὴν τῆς αἰωνίου ζωῆς ἐπιθυμίαν διεγεῖραι. Ἐὰν δὲ καί ποτέ τινος πταῖσμα διέγνω, οὐδαμῶς ἐλέγχων τοῦτον ἐφείδετο. Ἀλλὰ τῷ τῆς ἀγάπης πυρὶ ἐκκαιόμενος, ἐσκόπει πῶς αὐτοῖς διὰ τῆς γλώττης καθάψηται. Ἔθος δὲ εἶχον οἱ γειτνιάζοντες τῷ τόπῳ, καὶ οἱ ἐκ μήκους παροικοῦντες, καθ' ἑκάστην ἡμέραν τῆς ἑβδομάδος, ἕκαστος αὐτῶν τὴν ἑαυτοῦ εὐλογίαν πρὸς αὐτὸν ἀποστεῖλαι, ἵνα ἔχῃ τι παρ' ἑαυτῷ ὅπερ ὀφείλει τοῖς πρὸς αὐτὸν ἐρχομένοις παραθεῖναι. Ἔν τινι δέ καιρῷ κτήτωρ τις Καρτέριος ὀνόματι, ἀκαθάρτῳ ἐπιθυμίᾳ νικηθεὶς, καθιερωμένην τινὰ θήλειαν ἔκλεψε, καὶ ἀναρμόστῳ συνοικεσίῳ ἑαυτῷ συνέζευξε. Τοῦτο δὲ ὁ τοῦ Θεοῦ ἄνθρωπος Μηνᾶς ἀκούσας, δι' ὧν ἠδυνήθη εὑρεῖν ἀπερχομένων, ἅπερ ἦν ἄξιος ἀκοῦσαι τούτῳ ἐδήλωσεν. Ἐκεῖνος δὲ τὴν 338 ἑαυτοῦ αἰτίαν συνειδὼς, οὐδαμῶς ἐτόλμα τῷ ἀνθρώπῳ τοῦ Θεοῦ προσεγγίσαι, φοβούμενος ἵνα μὴ καὶ τοῦτον καθὼς τοὺς λοιποὺς ἁμαρτάνοντας διελέγξῃ. Ἠποίησε δὲ τὰς ἑαυτοῦ εὐλογίας, καὶ ταύτας μεταξὺ τῶν ἄλλων εὐλογιῶν μίξας ἀπέστειλεν, ὅπως ἀκριβῶς μὴ ἐπιγινώσκοντος αὐτοῦ τὰ δῶρα ταῦτα δέξηται. Ὡς οὖν ἐνώπιον αὐτοῦ αἱ προσφοραὶ πάντων ἀπηνέχθησαν, ὁ τοῦ Θεοῦ ἄνθρωπος ἡσυχάζων ἐκαθέζετο, καὶ καθ' ἓν πάσας αὐτῶν σκοπήσας καὶ κατανοήσας, ὅλας τὰς ἄλλας ἐπιλεξάμενος, καὶ παρὰ μίαν θήσας τὰς εὐλογίας, ἅσπερ ὁ αὐτὸς Καρτέριος ἀπέστειλε διὰ τοῦ πνεύματος γνωρίσας, παροικτρώσατο καὶ ἀπεβάλετο, λέγων· Ἀπέλθετε καὶ εἴπατε αὐτῷ· Τὴν προσφορὰν τοῦ παντοδυνάμου Θεοῦ ἐπῇρες[ F. leg. ἀπῇρας, hic et infra], καὶ ἐμοὶ ταύτας τὰς εὐλογίας ἀποστέλλεις; ἐγὼ τὴν σὴν προσφορὰν οὐ λαμβάνω, διότι σὺ αὐτοῦ Θεοῦ τὴν προσφορὰν ἐπῇρες. Ἐκ τούτου οὖν μέγας φόβος τοῖς παροῦσιν ἐπέπεσεν, ὅτι οὕτω σοφῶς ὁ τοῦ Θεοῦ ἄνθρωπος περὶ τῶν ἀγνοουμένων ἔκρινεν.
41.2
ΠΕΤΡ. Πολλοὺς ἐκ τούτων ὑπολαμβάνω δύνασθαι μαρτύριον ὑπομεῖναι, ἐὰν αὐτοὺς ὁ τοῦ διωγμοῦ καιρὸς κατέλαβεν.
41.3
ΓΡΗΓΟΡ. Δύο εἰσὶ, Πέτρε, μαρτυρίου εἶδη· ἓν ἐν τῷ κρυπτῷ, καὶ ἕτερον ἐν τῷ φανερῷ. Κἂν γὰρ διωγμὸς ἔξωθεν οὐκ ἔστι, τὸ τοῦ μαρτυρίου ἀξίωμα ἐν τῷ κρυπτῷ εἶναι δύναται, ἐν τῷ προθύμως τὴν ψυχὴν τοῖς πάθεσι δυνάμει ἀντιτάσσεσθαι. Ὅτι δὲ δύναται καὶ ἐκτὸς φανερῶν τιμωριῶν εἶναι μαρτύριον, ὁ κύριος ἐν τῷ εὐαγγελίῳ δείκνυται, ὅστις τοῖς υἱοῖς Ζεβεδαίου ἐκ τῆς τοῦ λογισμοῦ ἀκμὴν ἀσθενείας μεγάλους τῆς καθέδρας τόπους ἐπιζητοῦσιν εἶπεν· Δύνασθε πίνειν τὸ ποτήριον ὃ ἐγὼ μέλλω πίνειν; Αὐτῶν δὲ ἀποκριθέντων, Δυνάμεθα, τοῖς ἁμφοτέροις εἶπεν· Τὸ μὲν ποτήριόν μου πίεσθε, τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύμων, οὐκ ἔστιν ἐμὸν τοῦτο δοῦναι, ἀλλ' οἷς ἡτοιμάσθη. Τί δὲ ποτηρίου ὄνομα, εἰ μὴ τὸ πάθος δι' αὐτοῦ σημαίνει; Ἐν τούτῳ οὖν δείκνυται, ὅτι Ἰάκωβος μἐν πάθει ἐτελειώθη, Ἰωάννης δὲ ἐν εἰρήνῃ τῆς ἐκκλησίας ἀνέπαυε. Ἐν ἅπασι τοίνυν δείκνυται, καὶ ἄνευ φανεροῦ πάθους μαρτύριον εἶναι, ὁπότ' ἂν κἀκεῖνος πιεῖν τὸ τοῦ κυρίου ποτήριον ἐῤῥέθη, ὅστις ἐν διωγμῷ οὐκ ἀπέθανεν. Περὶ τούτων δὲ τοιούτων καὶ τηλικούτων ἀνδρῶν, ὧν ἀνωτέρω μνείαν πεποίημαι, πῶς οὐκ ἔχομεν εἰπεῖν, ὅτι εἰ αὐτοὺς ὁ τοῦ διωγμοῦ καιρὸς κατέλαβεν, ἑαυτοὺς εἰς μαρτύριον ἐπιδοῦναι εἶχον; οἵτινες τοῦ ἀφανοῦς πολεμήτορος τὰς ἐνέδρας διὰ παντὸς ὑπήνεγκαν, καὶ τοὺς ἑαυτῶν ἀντιδίκους ἐν αὐτῷ τῷ κόσμῳ ἠγάπησαν, καὶ πάσαις ταῖς κοσμικαῖς ἐπιθυμίαις ἀντέστησαν, διὰ τὸ ἑαυτοὺς θυσίαν τῷ παντοδυνάμῳ Θεῷ προσενέγκαι. Ὅτι δὲ καὶ ἐν τῷ τῆς εἰρήνης καιρῷ ἀρτίως ἐπὶ τῶν ἡμετέρων χρόνων μάρτυρες γεγόνασιν κοσμικοί τινες καὶ τῇ ζωῇ ἀπράγμονες, καὶ ἐν τῇ οὐρανοῦ δόξῃ, στεφάνῳ μαρτυρίου κατεκοσμήθησαν, προφάσεως εὐκαίρου ἐπελθούσης, διηγήσασθαι πειράσομαι.
41.1
ΚΕΦΑΛ. Κϛ'. Περὶ Μηνᾶ Ἐρημίτου. CAPUT XXVII. De quadraginta rusticis, qui pro eo quod carnes comedere immolatitias noluerunt, a Langobardis occisi sunt.
41.1
Nam ante hos ferme annos quindecim, sicut hi testantur qui interesse potuerunt, quadraginta rustici a Langobardis capti, carnes immolatitias comedere compellebantur. Qui cum valde resisterent, et contingere cibum sacrilegum nollent, coepere Langobardi qui 340 eos tenuerant, nisi immolata comederent, mortem eis minari. At illi aeternam potius vitam quam praesentem ac transitoriam diligentes, fideliter perstiterunt, atque in sua constantia simul omnes occisi sunt. Quid itaque isti, nisi veritatis martyres fuerunt, qui, ne vetitum comedendo, Conditorem suum offenderent, elegerunt gladiis vitam finire?

Intertext edge

Open linked passage

Note