Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Dialogi
Gregorius IDial 46 · 8063-dialog2More by Gregorius I
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregorius-i540-604" aria-label="More works by Gregorius I"> —
⋯
More
Original / primary: 8063 Dialog2
46.1
346 ΚΕΦΑΛ. ΛΑ Περὶ Ἑρμιγίλδου ῥηγὸς πρώην Ἀρειανοῦ ὑπάρχοντος, καὶ διὰ τὸ προσελθεῖν αὐτὸν τῇ ὀρθοδόξῳ πίστει ὑπὸ τοῦ ἰδίου πατρὸς σφαγέντος.
46.1
ΓΡΗΓΟΡΙΟΣ. Καθὼς παρὰ πολλῶν τῶν νῦν ἐρχομένων ἀπὸ τῶν μερῶν Ἱσπανίας διηγουμένων ἔγνων, Ἑρμιγίλδος ὁ ῥὴξ υἱὸς ὑπάρχων Λουβιγίλδου τοῦ ῥηγὸς τοῦ τῶν Οὐισιγότθων ἔθνους ἐκ τῆς Ἀρειανῆς αἱρέσεως εἰς τὴν ὀρθόδοξον πίστιν ὑπέστρεψεν, Λεάνδρου ταύτην κηρύττοντος, τοῦ τῆς πόλεως Ἱσπάλης ἐπισκόπου, ὅστις ἐμοὶ πάλαι γνησίως ἐν ταῖς φιλίαις προσεκολλήθη. Ὁ δὲ τοῦ προλεχθέντος Ἑρμιγίλδου πατὴρ Λουβιγίλδος Ἀρειανὸς ὑπάρχων, ἔσπευδε τοῦτον ἐν τῇ αὐτῇ αἱρέσει πάλιν ὑποστρέψαι, καὶ οὐ διέλιπεν, ὑποσχέσει δώρων αὐτὸν κολακεύων, καὶ πάλιν ἀπειλαῖς καταπλήττων. Αὐτὸς δὲ ἑδραίως ἱστάμενος, ἀπεκρίθη λέγων, μηδέποτε ἑαυτὸν ἀληθῆ πίστιν δύνασθαι καταλεῖψαι, ἥνπερ ἅπαξ μεμάθηκεν. Θυμωθεὶς δὲ ὁ τούτου πατὴρ ἐστέρησεν αὐτὸν τῆς βασιλείας, καὶ πάντων τῶν πραγμάτων τοῦτον ἐγύμνωσεν. Μηδὲ οὗτος δὲ τὴν τοῦ λογισμοῦ αὐτοῦ σταθηρότητα ἀπαλύναι δυνηθεὶς, ἐν στενωτάτῃ φυλακῇ τοῦτον κατέκλεισεν, τὰς χεῖρας αὐτοῦ καὶ τοὺς πόδας σιδήρῳ ἀσφαλισάμενος. Ἤρξατο οὖν ὁ αὐτὸς Ἐρμιγίλδος ὁ ῥὴξ, καίτοι νέαν ἄγων τὴν ἡλικίαν τὴν ἐπίγειον βασιλείαν πάνυ βδελύττεσθαι, καὶ πάσῃ ἐπιθυμίᾳ τὴν οὐράνιον ἐπιζητεῖν. Ὅθεν δεδεμένος ἐν κιλικίῳ κατέκειτο, τῷ παντοδυνάμῳ Θεῷ δεήσεις προσφέρων, πρὸς τὸ ἐνισχύσαι αὐτόν. Ἐν δὲ τοσούτῳ τοῦ νοὸς ὕψει τὴν τοῦ παρερχομένου κόσμου δόξαν ἐβδελύξατο, ὅσῳ τῷ τοῦ Θεοῦ πόθῳ δεσμευθεὶς ἐπέγνω μηδὲν εἶναι, ὅπερ δυνήσεται αὐτὸν τούτου χωρίσαι. Τῆς δὲ τοῦ ἁγίου πάσχα ἑορτῆς ἐπελθούσης ἐν τῇ τῆς νυκτὸς ἡσυχίᾳ, σιγῇ πρὸς αὐτὸν ὁ τούτου κακόπιστος πατὴρ Ἀρειανὸν ἐπίσκοπον ἀπέστειλεν, ὅπως ἐκ τῆς αὐτοῦ χειρὸς τῆς ἀθεμίτου αὐτῶν ἱερουργίας τὴν μετάληψιν δέξηται, καὶ ἐκ τούτου λοιπὸν εἰς τὴν τοῦ πατρὸς εὐμένειαν ἐπιστρέψαι ἀξιωθῇ. Ὁ δὲ τῷ Θεῷ δεδωρημένος οὗτος ἀνὴρ τὸν πρὸς αὐτὸν ἐλθόντα Ἀρειανὸν ἐπίσκοπον παντελῶς ἐβδελύξατο, καὶ καθὼς αὐτῷ ἥρμοζε τὴν κακοπιστίαν αὐτοῦ ἀξίως διελέγξας, τοῦτον ἀφ' ἑαυτοῦ ἀπεβάλετο. Εἰ γὰρ καὶ ἔξωθεν δεδεμένος ἔκειτο, ἀλλ' ἔνδον παρ' ἑαυτῷ τῷ τοῦ λογισμοῦ φωτὶ ἀμέριμνος ἵστατο. Ὑποστρέψας δὲ ὁ Ἀρειανὸς ἐπίσκοπος πρὸς τὸν δυσσεβῆ τούτου πατέρα, καὶ τὰ ῥηθέντα αὐτοῦ ἐπαγγείλας ἔβρυξεν κατ' αὐτοῦ. Παρευθὺς δὲ τοὺς ἐπιφανεῖς τῶν ἀρχόντων αὐτοῦ ἀποστείλας, τούτοις ἐκέλευσεν, ἵνα τὸν σταθηρὸν τοῦ Θεοῦ ὁμολογητὴν, ἐν τῷ τόπῳ ἔνθα ἔκειτο, ἀποκτείνωσιν. Ὅπερ καὶ γέγονεν. Ἡνίκα γὰρ πρὸς αὐτὸν εἰσῆλθον, καὶ τὴν ἀξίνην ἐν τῷ ἐγκεφάλῳ αὐτοῦ ἐμπήξαντες, τὴν τοῦ σώματος αὐτοῦ ζωὴν ἀφείλοντο.[ Οὕτως δὲ αὐτὸν ἐνίσχυσαν φονεῦσαι, ὥστε καὶ πρὸ τοῦ φονευθῆναι αὐτὸς εἰς ἑαυτὸν συνεστῶτα, τοῦτον ἐπιπλῆξαι καὶ παροικειώσασθαι.] Διὰ δὲ τὸ ἐπιδειχθῆναι τὴν ἀληθινὴν αὐτοῦ δόξαν, οὐ παρέλειψαν ἄνωθεν θαύματα αὐτόθι γίνεσθαι. Ἐν γὰρ τῇ νυκτερινῇ ἡσυχίᾳ ἤρξαντο ἄσματα ψαλμῳδίας ἐν τῷ σώματι τοῦ ῥηγὸς καὶ μάρτυρος ἀκούεσθαι, καὶ λαμπάδες ἅπτουσαι αὐτόθι φαίνεσθαι, καὶ διὰ τοῦτο μάρτυρος, ὅτι μάρτυρες ἀληθῶς οἱ ἐκεῖσε παραγενόμενοι. Ὅθεν καὶ γέγονεν, τὸ σῶμα αὐτοῦ παρὰ πάντων πιστῶν σεβασθῆναι, ὡς ἀληθινοῦ δηλαδὴ μάρτυρος. Ὁ δὲ κακόπιστος καὶ τεκνοκτόνος αὐτοῦ πατὴρ, 347 δι' ὧν τοῦτο εἰργάσατο μεταγνοὺς, τῷ πόνῳ ἑαυτὸν συνετάραξεν, οὐ μέν τοί γε πρὸς τὸ ἐγκρατῆ γενέσθαι τῆς σωτηρίας ἑαυτὸν ἐπέδωκεν. Ὅτι γὰρ ἀληθὴς ὑπάρχει ἡ καθολικὴ πίστις, ἐπέγνω, τὸ δὲ ἔθνος αὐτοῦ φοβηθεὶς, ταύτῃ προσελθεῖν οὐκ ἠξιώθη. Ἀσθενείας δὲ αὐτῷ ἐπελθούσης, καὶ ἐν τοῖς ἐσχάτοις ἀπενεχθέντος, Λεάνδρῳ τῷ ἐπισκόπῳ, ὅνπερ πρότερον σφοδρῶς ἦν καταπλήξας, Ῥεχάρεδον τὸν υἱὸν αὐτοῦ καὶ ῥῆγα, ὃν ἐν τῇ ἰδίᾳ αἱρέσει κατελίμπανεν, παραθέσθαι ἔσπευσεν, ἵνα καὶ εἰς τοῦτον τοιαῦτα ἐργάζηται, οἷα τῇ αὐτοῦ διδασκαλίᾳ, καὶ εἰς τὸν ἐκείνου ἀδελφὸν πεποίηκεν. Τῆς οὖν τοιαύτης παραθέσεως πληρωθείσης, παρευθὺ ἐτελεύτησεν. Ῥεχάρεδος δὲ ὁ ῥὴξ οὐχὶ τῷ κακοπίστῳ πατρὶ ἀκολουθήσας, ἀλλὰ τῷ μάρτυρι ἀδελφῷ ἑπόμενος, ἀπὸ τῆς δυσωνύμου Ἀρειανῆς αἱρέσεως ἐπέστρεψεν, καὶ ὅλον τὸ τῶν Οὐισιγότθων ἔθνος εἰς τὴν ἀληθινὴν ὡδήγησεν πίστιν· μὴ συγχωρῶν τινι ὑπὸ τὴν αὐτοῦ βασιλείαν στρατεύεσθαι, ὅστις διὰ τῆς Ἀρειανῆς κακοπίστου αἱρέσεως ἐχθρὸς τῆς τοῦ Θεοῦ βασιλείας καθέστηκεν. Κήρυξ οὖν τῆς ἀληθινῆς πίστεως γέγονε, ὅστις ἀδελφὸς ὑπῆρχεν τοῦ μάρτυρος, τὰ παρ' ἐκείνου δικαιώματα τούτῳ συνεργοῦντα βοηθοῦσιν, ὥστε εἰς τοῦ παντοδυνάμου Θεοῦ κῆπον τοσοῦτον πλῆθος λαοῦ ἐπιστρέψῃ. Ἐν τούτῳ οὖν πράγματι κατανοῆσαι ἡμᾶς δεῖ, ὅτι ὅλον τοῦτο πράξαι οὐδαμῶς ἠδύνατο, εἰ μὴ Ἐρμιγίλδος ὁ ῥὴξ ὑπὲρ τῆς ἀληθείας ἀπέθανεν, καθὼς, καὶ ἐν τῷ εὐαγγελίῳ γέγραπται, ὅτι ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἐὰν μὴ ἀποθανῇ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθανῇ, πολὺν καρπὸν φέρει. Τοῦτο τοίνυν καὶ ἐν τοῖς μέλεσιν ὁρῶμεν γινόμενον, ὅπερ καὶ ἐν τῇ κεφαλῇ ἡμῶν Χριστῶ. Ἐν γὰρ καὶ τῷ Οὐισιγότθων ἔθνει εἷς ἀπέθανεν, ὅπως πολλοὶ ζήσωσιν· ἐν ὅσῳ γὰρ εἷς κόκκος πιστὸς ἔπεσεν, εἰς τὸ κατασχεῖν τὴν τῶν ψυχῶν πίστιν, καρπὸς πολὺς ἀνέστη. ΠΕΤΡ. Πρᾶγμα θαυμαστὸν ὄντως, καὶ ἐκπλήξεως γέμον ἐν τοῖς ἡμετέροις χρόνοις.
46.1.1
346 ΚΕΦΑΛ. ΛΑ Περὶ Ἑρμιγίλδου ῥηγὸς πρώην Ἀρειανοῦ ὑπάρχοντος, καὶ διὰ τὸ προσελθεῖν αὐτὸν τῇ ὀρθοδόξῳ πίστει ὑπὸ τοῦ ἰδίου πατρὸς σφαγέντος. CAPUT XXXII. De episcopis Africanis qui pro defensione catholicae fidei abscissa ab Arianis Vandalis lingua nullum locutionis solitae sustinuere dispendium.
46.1.1
GREGORIUS. Justiniani quoque Augusti temporibus, dum contra catholicorum fidem exorta a Vandalis persecutio Ariana in Africa vehementer insaniret, quidam in defensione veritatis episcopi fortiter persistentes, ad medium sunt deducti. Quos Vandalorum rex verbis ac muneribus ad perfidiam flectere non valens, tormentis frangere posse se credidit. Nam cum eis in ipsa defensione veritatis silentium indiceret, nec tamen ipsi contra perfidiam tacerent, ne tacendo forsitan consensisse viderentur, raptus in furorem, eorum linguas abscidi radicitus fecit. Res mira et multis nota senioribus, quia ita post pro defensione veritatis etiam sine lingua loquebantur, sicut prius loqui per linguam consueverant.
46.1.2
349 PETR. Mirandum valde et vehementer stupendum.
46.1.3
GREGOR. Scriptum, Petre, est de Unigenito summi Patris: In principio erat Verbum, et Verbum erat apud Deum, et Deus erat Verbum. De cujus etiam virtute subjungitur: Omnia per ipsum facta sunt. Quid igitur miramur, si verba edere sine lingua potuit Verbum quod fecit linguam?
46.1.4
PETR. Placet quod dicis.
46.1.5
GREGOR. Hi itaque, eo tempore profugi, ad Constantantinopolitanam urbem venerunt. Eo quoque tempore quo pro explendis responsis Ecclesiae ad principem ipse transmissus sum, seniorem quemdam episcopum reperi qui se adhuc eorum ora sine linguis loquentia vidisse testabatur, ita ut apertis oribus clamarent: Ecce videte, quia linguas non habemus et loquimur. Videbatur enim a respicientibus, ut ferebat, quia abscissis radicitus linguis, quasi quoddam barathrum patebat in gutture, et tamen ore vacuo plena ad integrum verba formabantur. Quorum illic unus in luxuriam lapsus, mox privatus est dono miraculi; recto videlicet omnipotentis Dei judicio, ut qui carnis continentiam servare neglexerat, sine lingua carnea non haberet verba virtutis. Sed haec nos pro Arianae haereseos damnatione dixisse sufficiat, nunc ad ea quae nuper in Italia gesta sunt signa redeamus.

Intertext edge

Open linked passage

Note