Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Dialogi
Gregorius IDial 48 · 8063-dialog2More by Gregorius I
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregorius-i540-604" aria-label="More works by Gregorius I"> —
⋯
More
Original / primary: 8063 Dialog2
48.1
ΚΕΦΑΛ. ΛΓ'. Περὶ Ἐλευθερίου ἡγουμένου μονῆς τοῦ ἁγίου Μάρκου Σπολήτης.
48.1
ΓΡΗΓΟΡΙΟΣ. Ὁ προλεχθεὶς Ἐλευθέριος, οὗτινος ἀνωτέρω μνείαν πεποίημαι, ὁ τῆς τοῦ μακαρίου τοῦ εὐαγγελιστοῦ μονῆς ἡγούμενος τῆς ἐν τῇ πόλει Σπολήτης διακειμένης ἐν τόπῳ ὀρινῷ, πάνυ γνησίως μετ' ἐμοῦ ἀνεστρέφετο ἐν τῷ ἐμῷ μοναστηρίῳ, ὅταν ἐν πόλει ταύτῃ παρεγίνετο, ὅστις ἐν τῇ ἰδίᾳ αὐτοῦ μονῇ ἐτελεύτησε. Περὶ τούτου ἔλεγον οἱ αὐτοῦ μαθηταὶ, ὅτι εὐχόμενος νεκρὸν ἀνέστησε. Τοιαύτης γὰρ ὁ ἀνὴρ ἀκεραιότητος καὶ κατανύξεως ὑπῆρχεν, ὥστε δισταγμὸν μὴ εἶναι, τοῦ πολλὰ δύνασθαι ὑπακουσθῆναι παρὰ τῷ παντοδυνάμῳ Θεῷ ἐκεῖνα τὰ δάκρυα, τὰ ἐκ τοσούτου ταπεινόφρονος καὶ ἀκάκου λογισμοῦ προερχόμενα. Περὶ τούτου οὖν θαῦμά τι, κἀγὼ διηγοῦμαι, ὅπερ αὐτὸς παρ' ἐμοῦ ἐρωτηθεὶς, ἀπλάστως μοι αὐτὸς ὡμολόγησεν. Ἔλεγε γὰρ, ὅτι ἔν τινι ἡμέρᾳ ὁδὸν αὐτῷ διανύοντι, ὁ τῆς ἑσπέρας αὐτὸν καιρὸς κατέλαβε. Τόπου δὲ μὴ ὑπάρχοντος, ἐν ᾧ ἑαυτὸν καταλῖναι ὀφείλῃ, ἐν μοναστηρίῳ παρθένων εἰς μονὴν εἰσῆλθε. Παιδίον δὲ μικρὸν αὐτόθι ὑπῆρχεν, ὅπερ καθ' ἑκάστην νύκτα ὑπὸ πνεύματος πονηροῦ ἐῥῤίπτετο. Αἱ ἱεραὶ θήλειαι ἐκεῖναι, ὡς Θεοῦ ἄνθρωπον ὑποδεξάμεναι, παρεκάλεσαν αὐτὸν λέγουσαι· Πάτερ τίμιε, μετὰ σοῦ ταύτῃ τῇ νυκτὶ τὸ παιδίον ἀναπαυέσθω. Αὐτὸς δὲ ἐν ἱλαρότητι τοῦτο δεξάμενος, μεθ' ἑαυτοῦ τῇ νυκτὶ ἐκείνῃ ἀναπαυσθῆναι πεποίηκε. Πρωΐας δὲ γενομένης ἤρξαντο αἱ μονάστριαι ἐπιμελῶς τὸν αὐτὸν πατέρα ἐρωτᾷν, ἐάν τι συνέβη τῇ νυκτὶ τῷ παιδίῳ. Ὅστις θαυμάσας διὰ τί παρ' αὐτῶν ἠρωτᾶτο, ἀπεκρίθη, μηδὲν αὐτῷ συμβεβηκέναι. Τότε δέ αὐτῷ ἐκεῖναι περὶ τοῦ παιδὸς ἐγνώρισαν, ὄτι οὐδε μίαν νύκτα τὸ πονηρὸν πνεῦμα ἀπ' αὐτοῦ ἀφίστατο. Συμφώνως οὖν ἅπασαι αὐτὸν ἐδυσώπουν, ὅπως τὸν αὐτὸν παῖδα μεθ' ἑαυτοῦ ἐν τῷ μοναστηρίῳ αὑτοῦ λάβῃ. Οὐκ ἠδύναντο γὰρ 351 λοιπὸν θεωρεῖν αὐτὸν ὑπὸ τοῦ δαίμονος οὕτω ῥιπτόμενον. Εἶξεν οὖν ὁ γέρων ἐπὶ τούτῳ, καὶ τὸν παῖδα ἐν τῷ μοναστηρίῳ αὐτοῦ μεθ' ἑαυτοῦ ἀπήγαγε. Πολὺν δὲ καιρὸν ἐν τῷ μοναστηρίῳ τοῦ παιδὸς πεποιηκότος, καὶ τοῦ ἀρχαίου ἐχθροῦ μηδαμῶς τολμήσαντος αὐτῷ προσεγγίσαι, μετ' εὐφροσύνης ἡ τοῦ γέροντος ψυχὴ ἀναρμοδίως ηὐτομόλησε περὶ τῆς τοῦ παιδὸς σωτηρίας, ὡς ὅτι δι' αὐτοῦ ἰάσθη. Ἐνώπιον γὰρ τῶν παρόντων ἀδελφῶν, εἶπεν· Ἀδελφοὶ, ὁ διάβολος μετὰ τῶν μοναστριῶν ἐκείνων ἔπαιζεν. Ἡνίκα δὲ εἰς τοὺς δούλους τοῦ Θεοῦ ὁ παῖς οὗτος ἦλθε, προσεγγίσαι αὐτῷ οὐκ ἐτόλμησε. Μετὰ δὲ ταύτην τὴν φωνὴν ἐν αὐτῇ τῇ ὥρᾳ ὁ διάβολος τῷ παιδὶ ἐπιβὰς, ἐνώπιον πάντων τῶν ἀδελφῶν τοῦτον ἔῤῥηξε. Τοῦτο δὲ ὁ γέρων θεασάμενος, παραυτὰ εἰς θρῆνον ἑαυτὸν δέδωκε. Τούτου δὲ ἐπὶ πολὺ θρηνοῦντος, καὶ τῶν ἀδελφῶν παρακαλούντων αὐτὸν τοῦ μικρὸν ἐνδοῦναι, ἀπεκρίθη αὐτοῖς, λέγων· Πιστεύσατέ μοι, ὅτι ἐν οὐδενὶ ἐξ ὑμῶν σήμερον ἐν τῷ στόματι ἄρτος εἰσέρχεται, εἰ μὴ ὁ παῖς οὗτος ἐκ τοῦ δαίμονος ἐλευθερωθῇ. Τότε οὖν ἑαυτὸν εἰς εὐχῆν μετὰ πάντων τῶν ἀδελφῶν ὑπέστρωσε, καὶ τοσοῦτον τῆς εὐχῆς προσεκαρτέρησαν, ἕως οὗ ὁ παῖς ἀπὸ τοῦ δαίμονος ἐλευθερώθη. Οὕτω δὲ παντελῶς ὁ παῖς ἰάσθη, ὥστε τοῦ λοιποῦ τὸ πονηρὸν πνεῦμα τούτῳ προσεγγίασαι οὐκ ἴσχυσεν.
48.2
ΠΕΤΡ. Λογίζομαι, ὅτι ὑψηλοφροσύνη μικρὰ αὐτῷ ὑπεισῆλθε, καὶ τούτου ἕνεκα τοὺς μαθητὰς αὐτοῦ ὁ παντοδύναμος Θεὸς βοηθοὺς αὐτοῦ ἐν τῷ θαύματι τούτῳ ποιῆσαι ἠθέλησεν.
48.3
ΓΡΗΓΟΡ. Οὕτως ἐστίν. Ἐπειδὴ γὰρ τὸ βάρος τοῦ θαύματος μόνος βαστάσαι οὐκ ἴσχυσε, διεμερίσατο αὐτὸ μετὰ τῶν ἀδελφῶν. Τούτου τοῦ ἀνδρὸς ἡ εὐχὴ πόσης δυνάμεως ὑπῆρχεν, ἐγὼ ἐν ἐμαυτῷ διὰ πείρας ἔγνων. Ἐν ὅσῳ γὰρ ἐν τῷ μοναστηρίῳ ὑπῆρχον, ἔν τινι καιρῷ ἀσθενείας συγκοπὴν τοῦ ζωοποιοῦ πνεύματος ὑπομένων, καὶ συχνῶς στενοχωρούμενος κατὰ στιγμὴν ὥρας, πρὸς τὴν τοῦ θανάτου ἔξοδον ἐπλησίαζον. Ταύτην δὲ τὴν ἀσθένειαν οἱ ἰατροὶ τῇ Ἑλληνίδι διαλέκτῳ συγκοπὴν καλεῖν εἰώθασιν. Εἰ μὴ δὲ συχνοτέρως οἱ ἀδελφοὶ τῇ τροφῇ με παρεμυθοῦντο, τὸ ζωτικόν μοι πνεῦμα ἐκ βάθρων ἀνασπάσεσθαι ἤμελλε. Τῆς δὲ τοῦ ἁγίου πάσχα ἡμέρας καταλαβούσης, τῷ ἁγίῳ σαββάτῳ ἐν ᾧ πάντες ἕως καὶ τὰ σεμνὰ παιδία νηστεύουσιν, ἐγὼ νηστεῦσαι οὐκ ἠδυνάμην. Ἠρξάμην τοίνυν τῇ λύπῃ πλειοτέρως, εἴπερ τῆς ἀσθενείας ἐκλιμπάνειν. Ταχέως δὲ ἡ κατόδυνός μου ψυχὴ, ἀρίστην βουλὴν εὗρε. Τὸν γὰρ αὐτὸν τοῦ Θεοῦ ἄνθρωπον Ἐλευθέριον ἐν μυστηρίῳ εἰς τὸ εὐκτήριον ἀπήγαγον, καὶ τοῦτο ᾐτησάμην, ὅπως διὰ τῆς αὐτοῦ δεήσεως, παρὰ τῷ παντοδυνάμῳ κυρίῳ δύναμίς μοι πρὸς τὸ νηστεύειν δοθήσεται. Ὅπερ καὶ γέγονεν. Ἡνίκα γὰρ εἰς τὸ εὐκτήριον εἰσήλθομεν, καὶ μετὰ πολλῆς ταπεινώσεως τοῦτον ᾐτησάμην, ἑαυτὸν μετὰ δακρύων εἰς εὐχήν δέδωκε Μετ' ὀλίγον δὲ τῆς εὐχῆς πληρωθείσης, ἐν τῇ τῆς εὐλογίας αὐτοῦ φωνῇ δύναμιν τοσαύτην ὁ στόμαχός μου ἔλαβεν, ὥστε παντελῶς, ἐκ τῆς μνήμης μου τὴν τροφὴν καὶ τὴν ἀσθένειαν ἀρθῆναι. Ἠρξάμην τοίνυν θαυμάζειν τίς ἤμην, καὶ τίς ἐγενόμην. Ὅτε δὲ καὶ ἐπέστρεφεν ἐν ἐμοὶ ἡ ἀσθένεια, οὐδὲν, ἐξ ἐκείνων ἐγνώριζον, ὧνπερ ἔπασχον πρώην. Ἡνίκα δὲ ἐν τῇ τοῦ μοναστηρίου διοικήσει ἐπασχολος ὁ λογισμὸς μου ὑπῆρχε, παντελῶς ἐκελανθανόμην τῆς ἀσθενείας μου. Ἐὰν δὲ, καθὼς προεῖπον. ὑπέστρεφεν ἡ ἀσθένεια ὑπομιμνήσκουσὰ με, ἐν τοιαύτῃ δυνάμει θεώμενος ἑαυτὸν, καὶ τοι μὴ ἐσθίοντός μου ἐθαύμαζον. Πρὸς γὰρ ἑσπέραν ἐρχόμενος, τοιαύτην ἰσχὺν ἐμαυτῷ ηὕρισκον, ὥστε ἐὰν ἤθελον ἕως ἄλλης ἡμέρας τὴν νηστείαν παρατεῖναι ἠδυνάμην. 354 Ἐκ τούτων οὖν τῶν εἰς ἐμὲ γεγονότων, ἀληθῆ εἶναι κἀκεῖνα περὶ αὐτοῦ πιστεὺω, ὧνπερ αὐτόπτης ἐγὼ οὐ γέγονα.
48.4
ΠΕΤΡ. Ἐπειδὴ τὸν ἄνδρα τοῦτον μεγίστης κατανύξεως ὑπάρχειν ἔφης, αὐτὴν τὴν τῶν δακρύων δύναμιν τηλαυγῶς μαθεῖν ἐπιθυμῶ, καὶ αἰτῶ ἴνα εἴπῃς πόσα γένη τῆς κατανύξεώς εἰσιν.
48.1.1
ΚΕΦΑΛ. ΛΓ'. Περὶ Ἐλευθερίου ἡγουμένου μονῆς τοῦ ἁγίου Μάρκου Σπολήτης. CAPUT XXXIV. Quot sunt compunctionis genera.
48.1.1
GREGORIUS. In multas species, compunctio dividitur, quando singulae quaeque a poenitentibus culpae planguntur. Unde ex voce quoque poenitentium Jeremias ait: Divisiones aquarum deduxit oculus meus. Principaliter vero compunctionis genera duo sunt, quia Deum sitiens anima prius timore compungitur, post amore. Prius enim sese in lacrymis afficit, quia dum malorum suorum recolit, pro his perpeti aeterna supplicia pertimescit. At vero cum longa moeroris anxietudine fuerit formido consumpta, quaedam jam de praesumptione veniae securitas nascitur, et in amore coelestium gaudiorum animus inflammatur; et qui prius flebat ne duceretur ad supplicium, postmodum amarissime flere incipit, quia differtur a regno. Contemplatur etenim mens qui sint illi angelorum chori, quae ipsa societas beatorum spirituum, quae majestas aeternae visionis Dei; et amplius plangit quia a bonis perennibus deest, quam flevit prius cum mala aeterna metuebat. Sicque fit ut perfecta compunctio formidinis, trahat animum compunctioni dilectionis. Quod bene in sacra veracique historia figurata narratione describitur, quae ait quod Axa filia Caleb sedens super asinum suspiravit. Cui dixit pater suus: Quid habes? At illa respondit: Da mihi benedictionem; terram Australem et arentem dedisti mihi, junge et irriguam. Deditque ei pater suus irriguum superius et irriguum inferius. Axa quippe super asinum sedet, cum irrationabilibus carnis suae motibus anima praesidet. Quae suspirans a patre terram irriguam petit, quia a Creatore nostro cum magno gemitu quaerenda est lacrymarum gratia. Sunt namque nonnulli qui jam in dono perceperunt libere pro justitia loqui, oppressos tueri, indigentibus possessa tribuere, ardorem fidei habere; sed adhuc gratiam lacrymarum non habent. Hi nimirum terram Australem et arentem habent, sed adhuc irrigua indigent, quia in bonis operibus positi, in quibus magni atque ferventes sunt, oportet, oportet nimis, ut aut timore supplicii, aut amore regni coelestis mala etiam quae antea perpetraverunt deplorent. Sed quia, ut dixi, duo sunt compunctionis genera, dedit ei pater suus irriguum superius et irriguum inferius. Irriguum quippe superius accipit anima, cum sese in lacrymis coelestis regni desiderio affligit. Irriguum vero inferius accipit, cum inferni supplicia flendo pertimescit. 356 Et quidem prius inferius, ac post irriguum superius datur. Sed quia compunctio amoris dignitate praeeminet, necesse fuit ut prius irriguum superius, et post irriguum inferius commemorari debuisset.
48.1.2
PETR. Placet quod dicis. Sed postquam hunc venerandae vitae Eleutherium hujus meriti fuisse dixisti, libet inquirere si nunc in mundo esse credendum est aliquos tales.

Intertext edge

Open linked passage

Note