Dialogi
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregorius-i540-604" aria-label="More works by Gregorius I">
—
⋯
Original / primary: 8063 Dialog2
52.1
359 ΚΕΦΑΛ. ΛΖ'. Περὶ Σαγκτούλου πρεσβυτέρου χώρας Νουρσίας.
52.1
ΓΡΗΓΟΡΙΟΣ. Πρὸ τῶν τεσσαράκοντα ἡμερῶν τούτων ἐθεάσω παρ' ἐμοὶ ὄντα τὸν τῇ ζωῇ εὐλαβέστατον Σάγκτουλον τὸν πρεσβύτερον. Ὅς τις πρός με ἐκ τῆς Νουρσίας χώρας καθ' ἕκαστον ἐνιαυτὸν ἔθος εἶχεν τοῦ ἔρχεσθαι. Μοναχὸς δέ τις ἐκ τῆς αὐτῆς χώρας πρὸ τριῶν ἡμερῶν ἐλθὼν, τοῦτον τὸν ἄνδρα τετελευτηκέναι ἔφησεν, ὅστις ἐν βαρείᾳ λύπῃ με κατέκαμψεν διὰ τῆς ἀπαγγελίας ταύτης. Τούτου τοῦ ἀνδρὸς κἂν ἐκτὸς στεναγμοῦ τὴν τῆς γλυκύτητος αὐτοῦ μνείαν ποιήσασθαι οὐχ ὑποφέρω, ἀλλ' οὖν ὅμως ἐκτὸς πάσης ὑποστολῆς τὰς δυνάμεις αὐτοῦ διηγοῦμαι, ἃς παρὰ τῶν γειτνιαζόντων αὐτῷ ἱερέων μεμάθηκα, σφόδρα ἀληθινῶν καὶ πιστῶν ὄντων. Τὰς( Sic) δὲ καὶ παρ' ἐμοῦ ἡ αὐτοῦ γλυκύτης ἐρωτωμένη, βιαζομένη μᾶλλον, ὀλίγα ὧν πέπραχε διηγεῖτό μοι. Αἱ ψυχαὶ γὰρ δι' ἀγάπης ἀλλήλαις ἑνούμεναι, τὴν πρὸς ἑαυτὰς παῤῥησίαν τίκτουσιν. Οὗτος τοίνυν ἐν καιρῷ τινι Λογγοβάρδων τινῶν ἐλαίας ἀληθόντων, καὶ ταύτας ἐκπιεζόντων, ὅπως ἔλαιον ἐξενέγκωσι, τούτοις ἐπιστὰς ἀσκὸν σάβουρον μεθ' ἑαυτοῦ ἐπιφερόμενος, καθὼς ἔθος αὐτῷ ὑπῆρχε καὶ τῇ ψυχῇ καὶ τῷ προσώπῳ ἐν εὐφροσύνῃ εἶναι, τοὺς κάμνοντας Λογγοβάρδους χαρίεντι προσώπῳ προσήγόρευσε, καὶ τὸν ἀσκὸν προσαγαγὼν, ἐπιτρέπων μᾶλλον, ἤπερ αἰτῶν ἔλαιον αὐτοῖς τοῦτον γεμίσαι ἔλεγεν. Οἱ δὲ ἐθνικοὶ ἄνδρες ἐκεῖνοι, διὰ τὸ πᾶσαν τὴν ἡμέραν εἰς ἄκαιρον αὐτοὺς κάμνειν, καὶ ἔλαιον ἐκ τῆς ἐλαίας ἐξενέγκαι μὴ δύνασθαι, τὰ ῥήματα αὐτοῦ εἰς οὐδὲν λογισάμενοι, μεθ' ὕβρεων αὐτὸν ἀπεπέμποντο. Οἷς ὁ τοῦ Θεοῦ ἄνθρωπος χαρίεντι πάλιν προσώπῳ ἀπεκρίθη, λέγων· Οὕτως εὔξασθε ὑπὲρ ἐμοῦ, καὶ τὸν ἀσκὸν τοῦτον τῷ Σαγκτούλῳ γεμίσατε, ἵνα οὕτως παρ' ἡμῶν ὑποστρέψῃ. Ὡς δὲ προσερχόμενον ἔλαιον ἐκ τῶν ἔλαιῶν οὐκ ἐθεώρουν, καὶ τὸν τοῦ Θεοῦ ἄνθρωπον πρὸς τὸ γεμισθῆναι τὸν ἀσκὸν ἐπιμένοντα, σφόδρα θυμωθέντες, ὕβρεσιν αὐτὸν πλείσταις καὶ ἀπειλαῖς ῥημάτων ἀπεπέμποντο. Ὁ δὲ τοῦ Θεοῦ ἄνθρωπος θεωρήσας ὅτι τῶν ἐλαιῶν ἐκπιεζομένων, ἐλαιον οὐδαμῶς προήρχετο, ὕδωρ αὐτῷ δοθῆναι ᾐτήσατο. Τοῦτο δὲ, πάντων θεωρούντων, ηὐλόγησε, καὶ ἐν ταῖς ἐκπιεζομέναις ἐλαίσις ταῖς ἰδίαις χερσὶν ἔῤῥιψεν. Τούτου δὲ γεγονότος, τοσαύτη εὐφορία τοῦ ἐλαίου προέβη, ὥστε τοὺς Λογγοβάρδους, τοὺς πρότερον εἰς ἄκαιρον κοπιῶντας, οὐ μόνον τὰ ἴδια σκεύη πάντα γεμίσαι, ἀλλὰ καὶ τὸν ἀσκὸν, ὅνπερ ὁ τοῦ Θεοῦ ἄνθρωπος ἤγαγε, καὶ χάριν δὲ αὐτῷ μεγίστην ἔχειν ὡμολόγησαν, ὅτι ἐλθὼν ἔλαιον ζητῆσαι, αὐτὸς διὰ τῆς εὐλογίας ὅπερ ᾐτεῖτο δέδωκεν.
52.2
Ἐν ἄλλῳ τοίνυν καιρῷ μέγιστος λιμὸς ἁπανταχῆ κατέλαβεν. Ἐκκλησία δὲ τοῦ μακαρίου Λαυρεντίου τοῦ μάρτυρος ὑπὸ τῶν Λογγοβάρδων ἐμπρησθεῖσα ὑπῆρχεν. Ἣν ὁ τοῦ Θεοῦ ἄνθρωπος ἀνακαινίσαι ἐπιθυμῶν, πολλοὺς τεχνίτας, καὶ ἐργάτας δὲ πλείους συνήθροισεν. Ἀνάγκη οὖν ὑπῆρχε τὴν καθημερινὴν δαπάνην τοῖς κάμνουσι παρασχεθῆναι, ἐκτὸς ὑπερθέσεως πάσης. Τῆς δὲ ἀνάγκης 362 τοῦ λιμοῦ ἐπικειμένης, ὁ ἄρτος διέλειψεν. Ἤρξαντο οὖν οἱ κάμνοντες δαπάνην ἐπιζητεῖν. Δύναμιν γὰρ πρὸς τὸ κάμνειν οὐκ εἶχον ἐκ τῆς πείνης. Τοῦτο δὲ ὁ τοῦ Θεοῦ ἄνθρωπος ἀκούσας, λόγοις αὐτοὺς παρεμυθεῖτο ὑπισχνούμενος ὅπερ οὐκ εἶχε. Σφόδρα δὲ ἔνδοθεν στενοχωρούμενος, ἐν τῷ μὴ ἔχειν αὐτὸν ὅθεν προσενέγκῃ τὴν τροφὴν ἣν ὑπέσχετο, ὧδε τε κἀκεῖσε ἐκ στενοχωρίας περιεγύρευεν. Ἐλθὼν δὲ ἐπί τινα κλίβανον, ἐν ᾧ πρὸ ἡμέρας ἄρτους ἦσαν ὀπτήσασαι αἱ γειτνιάζουσαι αὐτόθι γυναῖκες, ἐπικύψας, ἐθεώρει μὴ πολλάκις ἄρτος ἐκεῖσε ἐναπέμεινεν. Αἴφνης οὖν ἄρτον θαυμαστοῦ μεγέθους καὶ ἀσυνήθους ἀσπρότητος αὐτόθι εὗρεν. Τοῦτον δὲ ἐπάρας, ἀπενέγκαι τοῖς τεχνίταις οὐκ ἠθέλησε, μή πως ἀλλοτρίου αὐτοῦ ὑπάρχοντος, προφάσει εὐσπλαγχνίας πταίσματι ὑποπέσῃ. Πρὸς οὖν τὰς γειτνιαζούσας γυναῖκας αὐτὸν ἐπενέγκας, πᾶσιν ὑπέδειξεν ἐρωτῶν, μή πως τινὶ αὐτῶν ἐκεῖσε κατελείφθη. Πᾶσαι δὲ αἱ γυναῖκες αἱ ἐκεῖσε ἄρτον ὀπτήσασαι, μὴ εἶναι τοῦτον ἴδιον αὑτῶν ὡμολόγησαν, ἐν ἀκεραίῳ γὰρ τοὺς ἑαυτῶν ἄρτους ἐκ τοῦ κλιβάνου λαβεῖν διισχυρίζοντο. Τότε ὁ τοῦ Θεοῦ ἄνθρωπος ἀγαλλιώμενος, ἐπῆλθε πρὸς τοὺς πολλοὺς τεχνίτας μετὰ ἑνὸς ἄρτου, καὶ τούτους τῷ παντοδυνάμῳ Θεῷ εὐχαριστῆσαι παρεκάλεσε, καὶ ὅτι δαπάνην αὐτοῖς παρέσχεν ἐμήνυσεν. Εὐθέως καὶ ἐπὶ τὸ ἑστιαθῆναι προσκαλεσάμενος αὐτοὺς, τὸν εὑρεθέντα ἄρτον παρέθηκεν. Εἰς κόρον δὲ αὐτῶν ἐμπλησθέντων, πλείω κλάσματα περιευρέθησαν, ὑπὲρ ἃ ὁ ἄρτος ἐκεῖνος ὑπῆρχε. Καὶ ἐν ἑτέρᾳ δὲ ἡμέρᾳ ἐκεῖνα αὐτοῖς φαγεῖν παρέθηκεν. Ὁμοίως οὖν καὶ πάλιν χορτασθέντες, τὰ τοῦ ἄρτου κλάσματα ἐπερίσσευσαν. Αὐτὰ τοίνυν τὰ περισσεύοντα κλάσματα πάλιν αὐτοῖς παρατιθῶν, γέγονεν, ὥστε ἐπὶ δέκα ἡμέρας πάντες ἐκεῖνοι οἱ τεχνῖται καὶ οἱ ἐργάται ἐξ αὐτοῦ τοῦ ἑνὸς ἄρτου τρώγοντες ἐχορτάζοντο. Καθ' ἡμέραν γὰρ ἐξ αὐτοῦ ἐσθίοντες, ὅσον φαγεῖν ἠδύναντο, τοσοῦτον πάλιν ἐπερίσσευεν, ὅσον εἰς τὴν αὔριον αὐτοῖς ἀρκέσαι καὶ περισσεῦσαι ἠδύνατο, καὶ ὁ μὲν ἄρτος ἐκεῖνος τὰ τῶν ἐσθιόντων σώματα ἀνεκαίνιζε πρὸς δύναμιν, διὰ δὲ τῶν κλασμάτων καθ' ἡμέραν ὑπερηύξανεν.
52.3
ΠΕΤΡ. Θαυμαστὸν πρᾶγμα καὶ σφόδρα ἔκπληκτον, πρὸς γὰρ τὸ δεσποτικὸν ὑπόδειγμα τὸ ἔργον τοῦτο βλέπει.
52.4
ΓΡΗΓΟΡ. Αὐτὸς γὰρ καὶ νῦν, Πέτρε, διὰ τοῦ δούλου αὐτοῦ ἐξ ἑνὸς ἄρτου πολλοὺς ἐχόρτασεν, ὅστις δι' ἑαυτοῦ ἐκ πέντε ἄρτων πέντε χιλιάδας ἀνδρῶν ἐνέπλησεν, ὅστις ἐξ ὀλίγων κόκκων σπερμάτων ἀπείρους καρποὺς τῶν γεννημάτων πληθύνει, ὅστις καὶ αὐτὰ τὰ σπέρματα ἐκ τῆς γῆς προσήγαγεν, καὶ ὁμοῦ τὰ πάντα ἐκ τοῦ μὴ ὄντος πεποίηκεν. Ἵνα δὲ μὴ ἔτι πλέον θαυμάζῃς, τί ἔξωθεν ἐν τῇ τοῦ κυρίου δυνάμει ὁ σεβάσμιος ἀνὴρ Σάγκτουλος εἰργάσατο, ἄκουσον, ποῖος ἔνδον τῇ τοῦ κυρίου δυνάμει ὑπῆρχεν. Ἔν τινι ἡμέρᾳ διάκονός τις παρὰ τῶν Λογγοβάρδων κρατηθεὶς, δεδεμένος παρ' αὐτοῖς ὑπῆρχε, φονεῦσαι δὲ αὐτὸν οἱ τοῦτον κρατήσαντες ἐβούλοντο. Τῆς δὲ ἡμέρας πρὸς ἑσπέραν καταλαβούσης, ὁ τοῦ Θεοῦ ἄνθρωπος Σάγκτουλος τοὺς Λογγοβάρδους ἐδυσώπει, ὅπως τὴν ζωὴν τούτῳ χαρίσωνται. Αὐτοὶ δὲ παντάπασι τοῦτο ποιῆσαι ἠρνήσαντο. Ἐν τῷ θεάσασθαι οὖν αὐτὸν ὅτι τὸν θάνατον αὐτοῦ ἀσφαλῶς ἐψηφίσαντο, ᾐτήσατο αὐτοὺς ἵνα κἂν ἐπὶ τῷ παραφυλάξαι αὐτὸν, τοῦτον αὑτῷ παραχωρήσωσιν. Ἀποκριθέντες δὲ εἶπον· Ἐπὶ τῷ παραφυλάξαι μὲν διδοῦμέν σοι αὐτὸν, ἐπὶ δὲ ὅρῳ τοιούτῳ, ἵνα ἐὰν οὗτος φύγῃ, σὺ ἀντ' αὐτοῦ ἀποθάνῃς. Προθύμως δὲ τοῦτο ὁ τοῦ Θεοῦ ἄνθρωπος καταδεξόμενος, τὸν προλεχθέντα διάκονον ἐν τῇ ἑαυτοῦ ἀνεδέξατο πίστει. Περὶ δὲ τὸ μεσονύκτιον, ἐν ὅσῳ πάντας τοὺς Λογγοβάρδους ὕπνῳ βαρυτατῳ κατεχομένους ἐθεάσατο, ἐξυπνίσας τὸν διάκονον, πρὸς αὐτὸν εἶπεν· Ἀνάστα, καὶ μετὰ σπουδῆς φεῦγε, λυτρώσηταί σε ὁ παντοδύναμος Θεός. Ὁ οὖν αὐτὸς διάκονος 363 τῆς ὑποσχέσεως αὐτοῦ οὐκ ἀμνημονῶν, ἀπεκρίθη λέγων· Φυγεῖν, πάτερ, οὐ δύναμαι, ἐὰν γὰρ φύγω, ἀνυπερθέτως ὑπὲρ ἐμοῦ σὺ ἀποθνήσκεις. Ὁ δὲ τοῦ Θεοῦ ἄνθρωπος Σάγκτουλος τοῦτον πρὸς τὸ φυγεῖν κατήπειγε, λέγων· Ἀνάστα καὶ ἄπελθε, ὁ παντοδύναμος Θεὸς λυτρώσεταί σε. Ἐγὼ γὰρ ἐν τῇ χειρὶ αὐτοῦ εἰμι, καὶ τοσοῦτον εἰς ἐμὲ ποιῆσαι δύνανται, ὅσον αὐτὸς παραχωρήσει. Ἔφυγε τοίνυν ὁ διάκονος, καὶ ὡς ὅτι ἀπατηθεὶς ὁ ἀντιφωνητὴς, ἐν τῷ μέσῳ ἀπέμεινε. Πρωΐας δὲ γενομένης οἱ Λογγοβάρδοι οἱ τὸν διάκονον ἐπὶ τὸ φυλαχθῆναι τῷ πρεσβυτέρῳ παραδώσαντες, πρὸς αὐτὸν ἦλθον, ζητοῦντες ὅνπερ αὐτῷ παραδεδώκασιν. Ὁ δὲ εὐλαβέστατος πρεσβύτερος πρὸς αὐτοὺς ἔφη, φυγῇ τὸν διάκονον χρήσασθαι. Ἐκεῖνοι δὲ πρὸς αὐτὸν εἶπον· Τὸ πῶς ἐστοιχήθη, αὐτὸς καλῶς ἐπίστασαι. Ὁ δὲ τοῦ κυρίου δοῦλος θαρσαλέως εἶπε· Γινώσκω. Οὗτοι δὲ πρὸς αὐτὸν εἶπον· Καλὸς ἄνθρωπος εἶ, καὶ οὐ θέλομέν σε διὰ κριτηρίων διαφόρων κολάσαντες φονεῦσαι. Ἐπίλεξαι οὖν θάνατον οἷον θέλεις. Πρὸς οὒς ὁ τοῦ Θεοῦ ἄνθρωπος ἀπεκρίθη, λέγων· Ἐν τῇ χειρὶ τοῦ Θεοῦ εἰμι, καὶ οἵῳ θανάτῳ αὐτός με παραχωρήσει ἀποθανεῖν, αὐτῷ με φονεύσατε. Τότε πᾶσι τοῖς οὖσιν ἐκεῖσε Λογγοβάρδοις ἤρεσεν, ὅπως αὐτοῦ τὴν κεφαλὴν ἀποτεμωσιν, ὥστε ἄνευ βαρυτάτης κρίσεως συμπαθητικῷ θανάτῳ τὴν ζωὴν αὐτοῦ ἀπαλλάξωσι. Διαγνόντες τοίνυν οἱ ἐν τῷ τόπῳ ἐκείνῳ εὑρεθέντες Λογγοβάρδοι, ὅτι Σάγκτουλος ὁ μεταξὺ αὐτῶν δι' ἁγιωσύνης σέβας ἐν μεγίστῃ τιμῇ ὑπάρχων, φονευθῆναι ἤμελλεν, πάντες συνῆλθον, τῇ συνήθει αὐτῶν ὠμότητι χρώμενοι εὐφραινόμενοι, καὶ ἐν ὀρδίνῳ στάντες, τὸν θάνατον αὐτοῦ ἐξεδέχοντο. Τοῦ δὲ ἀνθρώπου τοῦ Θεοῦ ἐν τῷ μέσῳ αὐτῶν εἰσαχθέντος, ἐκ πάντων τῶν ἀνδρῶν τῶν ἐν δυναστείᾳ σώματος ἐπελέχθη εἷς, περὶ οὗ διστάσαι οὐκ ἦν, ὅτι ἐν ἑνὶ κρούσματι τῆν κεφαλὴν αὐτοῦ ἀποτέμνοι. Ὁ δὲ εὐλαβέστατος οὗτος ἀνὴρ, μέσον αὐτῶν ἐνόπλων ὄντων προενεχθεὶς εἰς τὸ ἑαυτοῦ ὅπλον εὐθέως ἀνέδραμεν· ᾐτήσατο γὰρ ὅπως αὑτῷ ὀλίγη ἄδεια τοῦ εὔξασθαι παρασχεθῇ. Τούτου δὲ γεγονότος, ἐν τῇ γῇ ἑαυτὸν ὑποστρώσας, εὔχεσθαι ἤρξατο. Μικρὸν δὲ χρονίσαντος αὐτοῦ ἐν τῇ εὐχῇ, ὁ ἐπιλεχθεὶς πρὸς τὸ φονεῦσαι αὐτὸν, τῇ τοῦ ποδὸς αὑτοῦ λακταίᾳ τοῦτον ἔνυξε, λέγων· Ἀνάστα, καὶ κλίνας γόνυ ἔκτεινόν σου τὸν αὐχένα. Ἀναστὰς δὲ ὁ τοῦ Θεοῦ ἄνθρωπος, καθὼς προσετάγη πεποίηκεν. Ἐκταθέντος δὲ αὐτοῦ τοῦ αὐχένος, καὶ τὸ ξίφος καθ' αὑτοῦ γυμνωθὲν θεασάμενος, τοῦτον τὸν ἕνα λόγον, καθὼς λέγουσι, δημοσίως εἶπεν· Ἅγιε Ἰωάννη, δέξαι αὐτό. Τότε ὁ ἐπίλεκτος καὶ σαρκοβόρος ἐκεῖνος, γυμνὸν τὸ ξίφος κρατῶν ἐν ἰσχύει τὸν Βραχίονα εἰς ὕψος ἐπῇρεν ἐπὶ τὸ κροῦσαι αὐτὸν, καταγαγεῖν δὲ αὐτὸ οὐδαμῶς ἠδυνήθη. Υψώσαντος γὰρ αὐτοῦ ἐν τῷ ἀέρι τὴν μάχαιραν, ἄφνω ὁ Βραχίων αὐτοῦ ἀκλινὴς ἀπέμεινεν. Τότε ἅπας τῶν Λογγοβάρδων ὁ θόρυβος, τῶν εἰς θέαν τοῦ θανάτου αὐτοῦ παραγεγονότων, εἰς αἶνον Θεοῦ μετεστράφη, καὶ θαυμάζειν ἀρξάμενοι, τὸν τοῦ Θεοῦ ἄνθρωπον μετὰ φόβου ἐσέβοντο. Φανερῶς γὰρ ἀπεδείχθη ποίας ἁγιωσύνης ὑπῆρχεν, ὅστις τὸν τοῦ σαρκοβόρου ἀνδρὸς Βραχίονα ἐν τῷ ἀέρι ἔδησε. Παρακληθεὶς τοίνυν ἀνέστη, καὶ ἐδυσώπουν αὐτὸν ἵνα τὸν Βραχίονα τοῦ αὐτοῦ σαρκοβόρου ἀνδρὸς ἰάσηται. Ὁ δὲ ἅγιος οὗτος ἀνὴρ διανεβάλλετο, λέγων· Οὐδαμῶς ὑπὲρ αὐτοῦ εὔχομαι, εἰ μὴ πρότερον ὅρκον μοι δώσῃ, ὅτι μετὰ τῆς χειρὸς ταύτης χριστιανὸν ἄνθρωπον οὐ φονεύσει. Ὁ δὲ Λογγοβάρδος ἐκεῖνος, ὅστις κατὰ τοῦ Θεοῦ( ἵνα οὕτως εἴπω) Βραχίονα ἐκτείνας, τοῦτον ἀπώλεκε, τῆς Βασάνου αὐτὸν κατεπειγούσης, ἠναγκάσθη ὀμῶσαι τοῦ μηδέποτε χριστιανὸν ἄνθρωπον φονεῦσαι. Τότε 366 ὁ τοῦ Θεοῦ ἄνθρωπος ἐκέλευσεν αὐτῷ, λέγων· Κατένεγκε τὴν χεῖρά σου κάτω. Ὅστις παραχρῆμα ταύτην κατῆγαγε, τὴν δὲ μάχαιραν εὐθέως εἰς τὴν θήκην αὐτῆς ἔβαλεν. Ἅπαντες δὲ οἱ Λογγοβάρδοι, τοιαύτης δυνάμεως ὄντα τὸν ἄνδρα γνωρίσαντες, πρόβατα καὶ Βόας καὶ ἕτερα κτήνη, ἐξ ὧν ἦσαν πραιδεύσαντες, δῶρα αὐτῷ προσφέρειν ἠγωνίζοντο. Ἀλλ' ὁ τοῦ Θεοῦ ἄνθρωπος τοιαῦτα δῶρα δέξασθαι οὐκ ἠθέλησε. Μᾶλλον δὲ μισθοῦ ἀγαθοῦ δῶρον ἐζήτησε, λέγων· Ἐάν μοι θέλετέ τί ποτε δῶρον δωρήσασθαι, τοὺς αἰχμαλώτους ὅλους οὓς ἔχετε χαρίσασθέ μοι, ἵνα ἔχω πόθεν ὑμῖν ὀφείλω εὔξασθαι. Γέγονε τοῦτο τοίνυν, καὶ πάντες οἱ αἰχμάλωτοι οἱ μετ' αὐτοῦ ἀπελύθησαν. Οὕτω γὰρ ἡ ἄνωθεν ᾠκονόμησε πρόνοια, ἳνα ἐν ὅσῳ ἑαυτὸν μόνον ὑπὲρ ἑνὸς τῷ θανάτῳ προσήγαγε, πολλοὺς ἀπὸ θανάτου λυτρώσηται.
52.5
ΠΕΤΡ. Θαυμαστὸν ὄντως πρᾶγμα. Τοῦτο δὲ καί παρ' ἑτέρων ἀκήκοα ἀληθὲς ὑπάρχειν. Πλὴν ὅμως ὁμολογῶ, ὅτι ὁσάκις μοι ῥίσκεται, ἀνακαινίζεται ἐν ἐμοὶ.
52.6
ΓΡΗΓΟΡ. Μὴ θαυμάτῃς ἐν τῷ Σαγκτούλῳ περὶ τοῦ πράγματος τούτου, ἀλλ' ἐὰν δύνασαι, κατανόησον ὁποῖον ἐκείνου τὸ πνεῦμα ὑπῆρχεν, ὅπερ αὐτοῦ τὸν λογισμὸν οὑτως ἀκέραιον διεκράτησε, καὶ ἐν τοσούτῳ ὕψει δυνάμεως ἀνήγαγε. Ποῦ γὰρ αὐτοῦ ἡ ψυχὴ ὑπῆρχεν, ὅταν ἀποθανεῖν διὰ τὸν πλησίον οὕτω προθύμως ἠπείγετο, καὶ διὰ τὴν ἑνὸς ἀδελφοῦ πρόσκαιρον ζωὴν, τὴν ἰδίαν ὑπερεῖδε, καὶ τὸν ἑαυτοῦ τράχηλον ὑπὸ τὴν μάχαιραν ἐξέτεινε; ποία δὲ ἐπίτασις πόθου τὴν ἐκείνου καρδίαν κατεῖχεν, ὅτι τὸν θάνατον ὑπὲρ τῆς τοῦ πλησίον σωτηρίας οὐκ ἐδειλίασε; τὸ δὲ θαυμασιώτερον, ὅτι οὐδὲ γράμματα ἠπίστατο. Ἐν Βεβαίῳ γὰρ γινώσκομεν, ὅτι ὁ αὐτὸς εὐλαβέστατος ἀνὴρ Σάγκτουλος, οὐδὲ αὐτὰ τὰ στοιχεῖα τῶν γραμμάτων καλῶς ᾔδει. Τὰ τοῦ νόμου προστάγματα οὐκ ἠπίστατο. Ἀλλ' ἐπειδὴ πλήρωμα νόμου ἡ ἀγάπη, ὅλον τὸν νόμον ἐν τῇ τοῦ Θεοῦ καὶ τῇ τοῦ πλησίον ἀγάπῃ ἐφύλαξεν. Καὶ ὅπερ ἔξωθεν διὰ μαθήσεως οὐκ ᾔδει, ἔνδον τῷ πόθῳ ἐν αὐτῷ ἔζη. Καὶ ὅστις οὐδέ ποτε πολλάκις ἀνέγνω ὅπερ Ἰωάννης ὁ ἀπόστολος περὶ τοῦ λυτρωτοῦ ἡμῶν Ἰησοῦ Χριστοῦ εἶπεν, ὅτι ὥσπερ αὐτὸς τὴν ψυχὴν αὐτοῦ ἔθηκεν ὑπὲρ ἡμῶν, ὀφείλομεν καὶ ἡμεῖς περὶ τῶν ἀδελφῶν ἡμῶν τὰς ψυχὰς τιθέναι, οὕτω τὸ ἀποστολικὸν καὶ ὑψηλὸν τοῦτο πρόσταγμα ἔργῳ ἐπλήρωσεν, ἤπερ μᾶλλον διὰ γνώσεως αὐτὸ ἠπίστατο. Παρεικάσωμεν τοίνυν, ἐὰν Βούλει, μετὰ ταύτης τῆς ἡμετέρας ἀμαθοῦς εἰδήσεως τὴν ἐκείνου πεπαιδευμένην ἀγνωσίαν, ποῦ αὕτη ἡ ἡμετέρα κεῖται, καὶ ποῦ ἡ ἐκείνου κατάστασις ὑπέρκειται. Ἡμεῖς γὰρ ἐν δυνάμει λόγων διάκενα ὁμιλοῦντες, ὥσπερ μεταξὺ καρπίμων δένδρων ἑστῶτες, ὀσφραινόμεθα μὲν τὴν ὀπώραν, ἐξ αὐτῆς δὲ φαγεῖν οὐ δυνάμεθα. Ἐκεῖνος δὲ ἔργῳ τοῦ καρποῦ δράξασθαι ἐγίνωσκεν, ὅστις διὰ ῥημάτων ὀσφραίνεσθαι οὐκ ἠπίστατο.
52.7
ΠΕΤΡ. Τί τοῦτο εἶναι ὑπολαμβάνεις, αἰτῶ, ὅτι οἱ ἀγαθοὶ ἄνδρες συντόμως μεθίστανται, οἵτινες ζῆσαι εἰς οἰκοδομὴν πολλῶν ἠδύναντο· καὶ εἰ τὸ καθόλου εὑρεθῆναι οὐ δύνανται, εἰ δὲ καὶ εὑρεθῶσιν, ἀραιοὶ εὑρίσκονται.
52.8
ΓΡΗΓΟΡ. Ἡ κακία τοῖς ἀπομένουσιν ἁρμόζει. Διὰ γὰρ τοῦτο μετὰ σπουδῆς αἴρονται ἐκεῖνοι, ὁίτινες ἠδύναντο εἰς ὠφέλειαν ἑτέρων εἶναι, ἵνα μὴ τοῦ τέλους τοῦ κόσμου πλησιάζοντος, δυσκολώτερα θεάσωνται Περὶ γὰρ τούτου καὶ ὁ προφήτης λέγει· Δίκαιος ἀπώλετο, καὶ οὐδεὶς ὁ διαλογιζόμενος ἐν τῇ καρδίᾳ αὐτοῦ, καὶ οἱ τῆς ἐλεημοσύνης ἄνδρες συνάγονται, ὅτι οὐκ ἔστιν ὁ συνιών. Ὅθεν πάλιν γέγραπται· Ἀνοίξατε, ἵνα ἐξέλθωσιν οἱ καταστρωννύοντες αὐτήν. Ἄρατε ἐκ τῆς ὁδοῦ τοὺς λίθους. Διὰ γὰρ τοῦτο καὶ ὁ Σολομὼν λέγει· Καιρὸς τοῦ Βαλεῖν λίθους, καὶ καιρὸς τοῦ συναγαγεῖν λίθους. Ὥστε οὖν σπεύδοντος 367 λοιπὸν τοῦ τέλους τοῦ κόσμου, ἀναγκαῖον ὑπάρχει ἵνα λίθοι ζῶντες εἰς τὴν οὐράνιον οἰκοδομὴν σωρευθῶσιν, ὅπως ἡ ἡμετέρα Ἱερουσαλὴμ ἐν τῷ τῆς οἰκοδομῆς αὐτῆς μέτρῳ ὑπεραυξήσῃ. Οὐ πάντας δὲ τοὺς ἐκλεκτοὺς μεταστῆναι πιστεύομεν, ὥστε μόνους τοῦς διαστρόφους ἐν τῷ κόσμῳ ἀπομεῖναι, ἐπειδὴ οὐδέποτε εἰς ὀδυρμὸν μετανοίας οἱ ἁμαρτωλοὶ ὑπέστρεφον, ἐὰν οὐδαμῶς ὑπῆρχον τῶν ἀγαθῶν τὰ ὑποδείγματα, τὰ τὸν νοῦν ἐκείνων ἐπισπώμενα.
52.9
ΠΕΤΡ. Εἰς κενὸν λοιπὸν ἐπιζητῶ, διατί ἀγαθοὶ ὑποσύρονται, ἐν ὅσῳ τοὺς πονηροὺς ἀναμφιβόλως ἀπολλυμένους θεωρῶ.
52.1.1
359 ΚΕΦΑΛ. ΛΖ'. Περὶ Σαγκτούλου πρεσβυτέρου χώρας Νουρσίας. CAPUT XXXVIII. De visione Redempti Ferentinae civitatis episcopi.
52.1.1
GREGORIUS. Hac de re nihil, Petre, mireris; nam Redemptum Ferentinae civitatis episcopum, vitae venerabilis virum, qui ante hos fere annos septem ex hoc mundo migravit, tua dilectio cognitum habuit. Hic sicut mihi adhuc in monasterio posito valde familiariter jungebatur, hoc quod Joannis junioris praedecessoris mei tempore de mundi fine cognoverat, sicut longe lateque claruerat, a me requisitus mihi ipse narrabat. Aiebat namque quia quadam die dum parochias suas ex more circuiret, pervenit ad Ecclesiam beati Eutychii martyris. Advesperascente autem die stratum fieri sibi juxta sepulcrum martyris voluit, atque ibi post laborem quievit, cum nocte media, ut asserebat, nec dormiebat, nec perfecte vigilare poterat; sed depressus, ut solet, somno, gravabatur quodam pondere vigilans animus, atque ante eum idem beatus martyr Eutychius astitit, dicens: Redempte, vigilas? Cui respondit: Vigilo. Qui ait: Finis venit universae carnis, finis venit universae carnis, finis venit universae carnis. Post quam trinam vocem visio martyris, quae mentis ejus oculis apparebat, evanuit. Tunc vir Dei surrevit, seque in orationis lamentum dedit. Mox enim illa terribilia in coelo signa secuta sunt, ut hastae atque acies igneae ab Aquilonis parte viderentur. Mox effera Langobardorum gens de vagina suae habitationis educta, in nostram cervicem grassata est atque humanum genus, quod in hac terra prae nimia multitudine quasi spissae segetis more surrexerat, succisum aruit. Nam depopulatae urbes, eversa castra, concrematae ecclesiae, destructa sunt monasteria virorum ac feminarum, desolata ab hominibus praedia, atque ab omni cultore destituta, in solitutudine vacat terra, nullus hanc possessor inhabitat, occupaverunt bestiae loca quae prius multitudo hominum tenebat. Et quid in aliis mundi partibus agatur, ignoro. Nam in hac terra, in qua nos vivimus, finem suum 369 mundus jam non nuntiat, sed ostendit. Tanto ergo nos necesse est instantius aeterna quaerere, quanto a nobis cognoscimus velociter temporalia fugisse. Despiciendus a nobis hic mundus fuerat, etiam si blandiretur, si rebus prosperis demulceret animum; at postquam tot flagellis premitur, tanta adversitate fatigatur, tot nobis quotidie dolores ingeminat, quid nobis aliud quam ne diligatur clamat? Multa autem fuerant quae adhuc de electorum factis narrari debuissent, sed haec silentio supprimo, quia ad alia festino.
52.1.2
PETR. Quia multos intra sanctae Ecclesiae gremium constitutos de vita animae post mortem carnis perpendo dubitare, quaeso ut debeas, vel quae ex ratione suppetunt, vel si qua animarum exempla animo occurrunt, pro multorum aedificatione dicere, ut hi qui suspicantur, discant cum carne animam non fiairi.
52.1.3
GREGOR. Laboriosum valde hoc opus est, et maxime occupato animo atque ad alia tendenti. Sed si sunt quibus prodesse valeat, voluntatem meam procul dubio postpono utilitati proximorum, et, in quantum Deo largiente valuero, quod anima post carnem vivat subsequenti hoc quarto volumine demonstrabo.