Dialogi
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregorius-i540-604" aria-label="More works by Gregorius I">
—
⋯
Original / primary: 8063 Dialog2
53.1
ΚΕΦΑΛ. ΛΗ'. Περὶ τῆς ὀπτασίας Ῥεδέμπτου ἐπισκόπου πόλεως Φερεντίνης.
53.1
ΓΡΗΓΟΡΙΟΣ. Περὶ τοῦ πράγματος τούτου μηδὲν, Πέτρε, θαυμάσῃς. Τὸν γὰρ εὐλαβέστατον τῇ ζωῇ ἄνδρα Ῥέδεμπτον, τὸν Φερεντίνης ἐπίσκοπον, τὸν πρὸ ταύτης τῆς ἑπταετίας ἐκ τοῦ κόσμου τούτου μεταστάντα ἡ σὴ ἀγάπη ἐν γνώσει εἶχεν. Ὅστις ἔτι ἐν τῷ μοναστηρίῳ ὑπάρχοντί μοι, σφόδρα μοι παῤῥησιαστικῶς ἐπλησίαζε. Τοῦτο δὲ ὅπερ διηγοῦμαι, καὶ Ἰωάννης ὁ ἔσχατος ὁ προηγησάμενός με ἔγνω, ὅστις ἀρτίως ἐκ τοῦ κόσμου τούτου μετῆλθε, καὶ πᾶσι δὲ διὰ πλάτους ἐδηλοποιήθη. Ὁ αὐτὸς οὖν Ῥέδεμπτος παρ' ἐμοῦ ἐρωτηθεὶς, διηγήσατό μοι, λέγων· ὅτι ἔν τινι ἡμέρᾳ τὰ παρόχια αὐτοῦ κατὰ τὸ ἔθος γυρεύων, ἦλθεν εἰς τὴν ἐκκλησίαν τοῦ μακαρίου μάρτυρος Εὐτυχίου. Ὀψίας δὲ γενομένης, τὴν κλίνην αὑτοῦ πλησίον τῆς σοροῦ τοῦ μάρτυρος γενέσθαι προσέταξεν. Ἐκεῖσε οὖν ἐκ τοῦ κόπου ἀνεπαύσατο. Περὶ δὲ τὸ μεσονύκτιον, καθὼς ἔλεγεν, οὔτε παντελῶς ἐκοιμᾶτο, οὔτε πάλιν γρηγορῆσαι ἠδύνατο. Ἀλλὰ καθὼς πολλάκις συμβαίνει, βεβαρυμένος ἔκειτο. Ἡ δέ ψυχὴ ἐγρηγόρει. Ὁ οὖν αὐτὸς μακάριος μάρτυς Εὐτύχιος παρέστη αὐτῷ λέγων· Ῥέδεμπτε, γρηγορεῖς; Ἀποκριθεὶς δὲ αὐτῷ, εἶπε· Γρηγορῶ. Ὁ δὲ πρὸς αὐτὸν ἔφη· Τέλος ἔρχεται πάσῃ σαρκὶ, τέλος ἔρχεται πάσῃ σαρκὶ, τέλος ἔρχεται πάσῃ σαρκί. Μετὰ δὲ τὴν τρισσὴν ταύτην φωνὴν, ἡ ὀπτασία τοῦ μάρτυρος ἡ φανεῖσα τοῖς νοεροῖς αὐτοῦ ὀφθαλμοῖς, ἀφανὴς γέγονε. Τότε ὁ τοῦ Θεοῦ ἄνθρωπος ἀνέστη, καὶ ἑαυτὸν ἐν τῷ τῆς εὐχῆς πένθει δέδωκεν. Εὐθέως οὖν ἐν τῷ οὐρανῷ τὰ φοβερὰ ἐκεῖνα σημεῖα ἐπηκολούθησαν. Ῥομφαῖαι γὰρ καὶ διατάσεις ἔμπυροι ἐκ τοῦ μέρους τοῦ βοῤῥᾶ ἐθεάθησαν. Τὸ τηνικαῦτα δὲ λοιπὸν τὸ θηριῶδες τῶν Λογγοβάρδων ἔθνος, ἐκ τῆς κατοικήσεως τοῦ τόπου αὐτοῦ ἐξελθὸν, τῷ ἡμετέρῳ τραχήλῳ ἐπετέθη. Καὶ τὸ σφόδρα πυκνωθὲν, δίκην γεννήματος, πλῆθος τῶν ἀνθρώπων ἐν ταύτῃ τῇ γῇ ἐπαναστάντες, οὗτοι ἐκκόψαντες ἐξήραναν. Ἄνευ γὰρ ὄχλου αἱ πόλεις ἀπέμειναν, κατεστράφησαν κάστρα, ἐνεπυρίσθησαν ἐκκλησίαι, κατελύθησαν μοναστήρια ἀνδρῶν τε καὶ γυναικῶν. Τὰ προάστεια δὲ ἐκ τῆς τῶν ἀνθρώπων ἐπιμελείας ἔρημα καταλειφθέντα, ἀργὴ ἡ γῇ, καὶ οὐδεὶς ταύτην νεμόμενος κατοικεῖ. Ἐπελάβοντο τὰ θηρία τῶν τοπίων, ἅπερ πρότερον τὸ τῶν ἀνθρώπων πλῆθος κατεκράτει. Καὶ τί μὲν ἐν ἑτέροις μέρεσι τοῦ κόσμου πράττεται, οὐκ ἐπίσταμαι. Ἐπεὶ ἐν ταύτῃ τῇ γῇ ἐν ᾗ ἡμεῖς κατοικοῦμεν, τὸ τέλος αὑτοῦ 370 ὁ κόσμος οὐχὶ λοιπὸν μηνύει, ἀλλὰ φανερῶς δείκνυσιν. Ὅθεν ἀναγκαῖόν ἐστιν ἡμᾶς τοσοῦτον πεπονημένως τὰ αἰώνια ζητῆσαι, ὅσον γινώσκομεν τὰ πρόσκαιρα παρ' ἡμῶν ἐκπεφευγέναι· βδελυκτὸν ἡγούμενοι τοῦτον τὸν κόσμον, εἰ καὶ ἐκολακεύετο, ὅτε ἐν τοῖς πράγμασι κατευωδοῦτο, τὴν ψυχὴν ἐκθηλάζων. Τοσαύταις γὰρ μάστιξι βαρούμενος, καὶ τοσαύτῃ διαστροφῇ θλιβόμενος, καὶ τοσούτους ἡμῖν πόνους καθ' ἡμέραν διπλασιάζων, οὐδὲν ἕτερον εἰ μὴ ἵνα μὴ ἀγαπηθῇ παρ' ἡμῶν κραυγάζει. Πολλαὶ οὖν ἀκμὴν ὑπάρχουσιν ἐκλεκτῶν πράξεις, ἅσπερ διηγήσασθαι ὤφελον. Ἀλλὰ ταύτας σιγῇ καλύπτω διὰ τὸ εἰς ἕτερά με σπεύδειν.
53.2
ΠΕΤΡ. Πολλοὺς τῶν ἔνδον ὄντων τοῦ κόλπου τῆς ἁγίας τοῦ Θεοῦ ἐκκλησίας διστάζοντας κατανοῶ περὶ τῆς ζωῆς τῆς ψυχῆς μετὰ τὸν τῆς σαρκὸς θάνατον. Δυσωπῶ οὖν, ἵνα ἅπερ δικαίως ἐξαιτοῦνται, εἴπῃς, ὑπὲρ τῆς τῶν πολλῶν οἰκοδομῆς, οἷα τῇ ψυχῇ σου ὑπεισέρχονται ὑποδείγματα, ὥστε τοὺς ἐν δισταγμῷ ὄντας μαθεῖν, ὅτι ἡ ψυχὴ σὺν τῇ σαρκὶ οὐκ ἀποθνήσκει.
53.3
ΓΡΗΓΟΡ. Σφόδρα ἐπίπονον τοῦτο τὸ ἔργον ὑπάρχει. Καὶ μάλιστα τῆς ψυχῆς ἐν ἀσχολίᾳ οὔσης, καὶ εἰς ἕτερα παρατεινομένης. Ἐὰν δέ εἰσί τινες οἷς ὠφέλεια γενέσθαι δύναται, τὸ θέλημά μου καταλιμπάνω, καὶ πρὸς τὴν τῶν πλησίον κοπιῶ, καὶ τοῦ Θεοῦ δύναμιν παρέχοντος, καθὼς δυνηθῶ, ἐν τῷ ἐπακολουθοῦντι τετάρτῳ βιβλίῳ ὑποδεικνύω, ὅτι ἡ ψυχὴ μετὰ τὴν τῆς σαρκὸς τελείωσιν ἀθάνατος διαμένει.