Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Dialogi
Gregorius IDial 55 · 8063-dialog2More by Gregorius I
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregorius-i540-604" aria-label="More works by Gregorius I"> —
⋯
More
Original / primary: 8063 Dialog2
55.1
371 ΚΕΦΑΛ. Α'. Ὅτι ἀναγκαιότερα τῶν σαρκικῶν πνευματικά.
55.1
ΓΡΗΓΟΡΙΟΣ. Μετὰ τὴν ἐν τῷ παραδείσῳ χαρὰν, τοῦ πταίσματος τῆς παρακοῆς ποιήσαντος, ὁ προπάτωρ τοῦ ἀνθρωπίνου γένους ἐκεῖθεν ἐξεβλήθη, καὶ ἐν τῇ ἐξορίᾳ τῆς τυφλώσεως ταύτης καὶ μερίμνης, ἣν ὑπομένομεν, ἦλθεν. Ἁμαρτήσας γὰρ, καὶ ἔξω ἑαυτοῦ ἐξενεχθεὶς, οὐκέτι λοιπὸν θεάσασθαι ἠδύνατο τὴν χαρὰν ἐκείνην τῆς οὐρανίου πατρίδος, ἣν πρότερον ἑώρα. Ἐν γὰρ τῷ παραδείσῳ ὁ ἄνθρωπος ὑπάρχων, τοῖς τοῦ Θεοῦ λόγοις ἀκούειν εἰώθει, καὶ ἐν τῇ τῶν μακαρίων ἀγγέλων καταστάσει, καθαρότητι καρδίας, καὶ ὑψώματι θεωρίας ἔνδον ὑπῆρχε. Μετὰ δὲ τὸ ἐνταῦθα ἐκπεσεῖν αὐτὸν τοῦ λογισμοῦ ἐκείνου, οὗπερ φωτὸς ἐπληροῦτο ἀπέστη, ὅθεν ἐκ τῆς ἐκείνου σαρκὸς ἡμεῖς ἐν ταύτῃ τῆς ἐξορίας τυφλώσει γενηθέντες, πατρίδα μὲν οὐράνιον ὑπάρχειν ἀκούομεν, καὶ τοὺς ταύτης πολίτας ἀγγέλους· ἀκούομεν κοινωνοὺς τῶν αὐτῶν μακαρίων ἀγγέλων, πνεύματα δικαίων τετελειωμένων. Σαρκικοὶ δέ τινες τὰ ἀθεώρητα ἐκεῖνα γινώσκειν μὴ δυνάμενοι, καὶ διὰ τῆς ἀπειρίας εἰς δειλίαν καταπίπτοντες, ἐν δυσπιστίᾳ εἰσί. μὴ νομίζοντες ὑπάρχειν ἐκεῖνα, ἅπερ τοῖς σωματικοῖς ὀφθαλμοῖς θεωρῆσαι οὐ δύνανται. Αὕτη δὲ ἡ δειλία ἐν τῳ προπάτορι ἡμῶν οὐχ ὑπῆρχε. Κἂν εἰ γὰρ ἐξεβλήθη ἐκ τῆς τοῦ παραδείσου χαρᾶς, ἀλλ' οὖν ὅμως ὑπεμιμνήσκετο, ὅπερ ἦν θεασάμενος, εἰ καὶ ἀποβαλόμενος ἦν τοῦτο. Οὗτοι δὲ νοῆσαι, ἢ ἀναμνησθῆναι τὰ ἀκουσθέντα οὐ δύνανται, διὰ τὸ μηδὲ μίαν πείραν βεβαίως κρατεῖν αὐτοὺς, καθὼς ἐκεῖνος, ἐκ τῶν παρελθόντων. Ὥσπερ γὰρ ἔγκυος γυνὴ, ἐν φυλακῇ βληθεῖσα, ἐκεῖσε τὸ παιδίον γεννήσει. Τὸ δὲ γενηθὲν παιδίον ἐν αὐτῇ τῇ φυλακῇ ἀνατραφῇ καὶ αὐξήσει. Ἡ δὲ τοῦτο τεκοῦσα μήτηρ πολλάκις αὐτῷ τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας, ὄρη καὶ πεδιάδας, πετεινὰ πετόμενα, καὶ ἵππους τρέχοντας ὀνομάσει, ἐκεῖνος δὲ ἐν τῇ φυλακῇ γεννηθεὶς καὶ ἀνατραφεὶς, οὐδὲν ἕτερον εἰ μὴ τὸ τῆς φυλακῆς σκότος γινώσκει. Καὶ ταῦτα μὲν ὑπάρχειν ἀκούει, διὰ δὲ τὸ ἐν πείρᾳ αὐτὰ μὴ γινώσκειν, ἀληθῆ αὐτὰ εἶναι ἀπιστήσει. Οὕτως ἐν ταύτῃ τῇ τῆς ἐξορίας αὑτῶν τυφλώσει γεννηθέντες οἱ ἄνθρωποι, ὑψηλὰ καὶ ἀθέατα ἀκούοντες ὑπάρχειν, ταῦτα δυσπιστοῦσιν εἰ ἐπ' ἀληθείας εἰσί. Μόνα γὰρ ταῦτα γινώσκουσι τὰ οἰκτρὰ καὶ ὁρώμενα, ἐν οἷς ἐγεννήθησαν. Ὅθεν 374 λοιπὸν γέγονεν ἵνα αὐτὸς ὁ τῶν ἀοράτων καὶ ὁρωμένων κτίστης, ὁ μονογενὴς τοῦ Πατρὸς Υἱὸς εἰς τὴν τοῦ ἀνθρωπίνου γένους λύτρωσιν ἔλθῃ, καὶ τὸ πνεῦμα αὑτοῦ τὸ ἅγιον ἐν ταῖς καρδίαις ἡμῶν εἰσοικίσῃ, ὅπως δι' αὐτοῦ ζωοποιηθέντες, πιστεύσωμεν, περὶ ὧν ἀκμὴν διὰ πείρας ἐν γνώσει γενέσθαι οὐ δυνάμεθα. Ὅσοι οὖν τὸ πνεῦμα τοῦτο τῆς κληρονομίας ἡμῶν ἐνέχυρον ἐλάβομεν, περὶ τῆς τῶν ἀοράτων ζωῆς οὐ διστάζομεν. Ὅστις δὲ ἀκμὴν ἐν τῇ πληροφορίᾳ ταύτῃ ἑδραιωμένος οὐκ ἔστιν, ὀφείλει ἑαυτὸν ἄνευ δισταγμοῦ τοῖς τῶν τελείων ἀνδρῶν λόγοις πρὸς πίστιν ἐπιδοῦναι, τοῖς ἤδη λοιπὸν διὰ τοῦ ἁγίου πνεύματος τῶν ἀοράτων τὴν πεῖραν ἔχουσι, καὶ αὐτοῖς πιστεῦσαι. Μάταιος γὰρ λοιπόν ἐστιν ἐκεῖνος ὁ παῖς, ἐὰν διὰ τοῦτο περὶ τοῦ φωτὸς νομίζει τὴν ἑαυτοῦ μητέρα ψεύδεσθαι, διὰ τὸ ἐκεῖνον μηδὲν ἕτερον γινώσκειν, εἰ μὴ τὸ τῆς φυλακῆς σκότος.
55.2
ΠΕΤΡ. Ἀρέσκει σφόδρα ὃ λέγεις. Ὁ δὲ τὰ ἀόρατα μὴ πιστεύων εἶναι ἀσφαλῶς, ὅτι ἄπιστός ἐστιν. Ὅστις δὲ ἄπιστος ὑπάρχει, ἐν τῷ πράγματι ὅπερ διστάζει, οὐ ζητεῖ πίστιν, ἀλλὰ πληροφορίαν.
55.1.1
371 ΚΕΦΑΛ. Α'. Ὅτι ἀναγκαιότερα τῶν σαρκικῶν πνευματικά. CAPUT II. Quod sine fide neque infidelis vivat.
55.1.1
GREGORIUS Audenter dico, quia sine fide neque infidelis vivit. Nam si eumdem infidelem percunctari voluero, quem patrem vel quam matrem habuerit, protinus respondebit, illum atque illam. Quem si statim requiram utrumne noverit quando conceptus sit, vel viderit quando natus, nihil horum se vel nosse, vel vidisse fatebitur, et tamen quod non vidit, credit. Nam illum patrem illamque se habuisse matrem absque dubitatione testatur.
55.1.2
PETR. Fateor quia nunc usque nescivi quod infidelis haberet fidem.
55.1.3
GREGOR. Habent etiam infideles fidem, sed utinam in Deum. Quam si utique haberent, infideles non essent. Sed hinc in sua perfidia redarguendi sunt, hinc ad fidei gratiam provocandi, quia si de ipso suo visibili corpore credunt quod minime viderunt, cur invisibilia non credunt, quae corporaliter videri non possunt;

Intertext edge

Open linked passage

Note