Dialogi
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregorius-i540-604" aria-label="More works by Gregorius I">
—
⋯
Original / primary: 8063 Dialog2
58.1
ΚΕΦΑΛ. Δ'. Περὶ τοῦ ῥητοῦ τοῦ Ἐκκλησιαστοῦ.
58.1
ΓΡΗΓΟΡΙΟΣ. Τὸ τοῦ Σολομῶντος βιβλίον, ἐν ᾧ ταῦτα γεγραμμένα εἰσὶν, Ἐκκλησιαστὴς ἐπωνομάσθη. Ἐκκλησιαστὴς δὲ κυρίως λέγεται, ὁ λαὸν ἀθροίζων. Ἐν τῇ ἐκκλησίᾳ οὖν ὁρισμὸς προβαίνει, δι' οὗ ἡ ταραχὴ τοῦ πλήθους κατασιγάζεται. Καὶ ἐν ὅσῳ πολλοὶ διάφορα νοοῦσι διὰ τῆς τοῦ ἐκκλησιαστοῦ ἀπολογίας, πάντες εἰς μίαν ψῆφον ἀπάγονται. Τούτου ἕνεκεν καὶ τὸ βιβλίον τοῦτο Ἐκκλησιαστὴς ὠνομάσθη. Ἐπειδὴ γὰρ ὁ Σολομὼν ἐν τούτῳ, ὥσπερ λαοῦ ταραχώδους τὸν νοῦν ἀνεδέξατο, ἵνα δι' ἐπιζητήσεως πάντα εἴπῃ, ὥστε λοιπὸν διὰ πείρας καὶ τὸν ἄπειρον λογισμὸν νοῆσαι· ὅτι ὅσας ψήφους δι' ἐπιζητήσεως κινεῖ, τοσαῦτα εἰς ἑαυτὸν διάφορα πρόσωπα ἀνεδέξατο. Ἀλλ' ὁ ἀληθινὸς ἐκκλησιαστὴς, ὥσπερ ἐκτεταμένης τῆς χειρὸς πάντων τὴν ταραχὴν κατασιγάζει, καὶ τούτους εἰς μίαν ψῆφον ὑποστρέφει, καθὼς ἐν τῷ τέλει τῆς αὐτῆς βίβλου λέγει· Τέλος λόγου τὸ πᾶν ἄκουε· τὸν Θεὸν φοβοῦ, καὶ τὰς ἐντολὰς αὐτοῦ φύλαξον. Τουτέστιν ἕκαστος ἄνθρωπος. Ἐὰν γὰρ ἐν τῷ αὐτῷ βιβλίῳ διὰ τῆς ἀπολογίας αὐτοῦ πολλῶν πρόσωπα οὐκ ἀνεδέξατο, πῶς ἐν τῷ τέλει τοῦ λαλεῖν εἰς τὸ ἀκοῦσαι, πάντας ἅμα ἑαυτοῦ ἐνουθέτησεν; Αὐτὸς γὰρ ἐν τῷ τέλει τῆς βίβλου λέγει· Πάντες ὁμοῦ ἀκούσωμεν. Ὅθεν αὐτὸς ἑαυτοῦ μάρτυς ἐστίν, ὅτι εἰς ἑαυτὸν πολλῶν πρόσωπα ἀναδεξάμενος, ὥσπερ μόνος λαλήσας οὐκ ἔστιν. Ἕτερα γάρ εἰσιν ἐν τῷ αὐτῷ βιβλίῳ, ἅπερ δι' ἐπιζητήσεως κινοῦνται. Καὶ ἕτερα τὰ διὰ τῆς ἀπολογίας ἐπιλυόμενα, ἕτερα πάλιν ἅπερ ἐκ προσώπου τῆς πειραζομένης ψυχῆς προφέρει. Καὶ ἔτι ἐν ταῖς τοῦ κόσμου ἐπιθυμίαις ἐκδεδομένη, καὶ ἕτερα τὰ διὰ τῆς ἀπολογίας 378 ἀπαγγέλλει, ὥστε τὴν ψυχὴν ἀπὸ τῆς τῶν παρόντων τερπνότητος παρεπάρῃ. Ἐκεῖ μὲν γὰρ εἶπε τοῦτο· Εἶδον καλὸν ἵνα φάγῃ τις καὶ πίῃ, καὶ ἀπολαύσῃ εὐφροσύνης ἐκ τοῦ μόχθου αὐτοῦ. Παρακατιὼν δὲ προστίθησι, λέγων· Ἀγαθὸν πορευθῆναι εἰς οἶκον πένθους, ἢ εἰς οἶκον πότου. Ἐὰν οὖν καλόν ἐστι φαγεῖν, καὶ πιεῖν, κρεῖττον εἶναι ἐνόμιζε τὸ εἰς οἶκον πορευθῆναι πότου, ἢ εἰς οἶκον πένθους. Ἐξ οὗ πράγματος φανερὸν καθέστηκεν, ὅτι ἐκεῖνο μὲν, ἐκ προσώπου τῶν νοσούντων προήγαγε, τοῦτο δὲ ἐκ τῆς ἀπολογητικῆς προέθετο τελειότητος. Παρευθὺ γὰρ αὐτὰ τὰ τῆς ἀπολογίας ἑρμηνεύει, καὶ τίς ἡ ὠφέλεια ᾖ ἐν τῷ οἴκῳ τοῦ πένθους δείκνυσι, λέγων· Ἐν αὐτῇ γὰρ τὸ τέλος πάντων ἀνθρώπων νουθετεῖται, καὶ ζῶν διαλογίζεται τί μέλλει εἶναι. Πάλιν γέγραπται· Εὐφράνθητι, νεανίσκε, ἐν τῇ νεότητί σου. Καὶ μετ' ὀλίγον· Ἡ νεότης καὶ ἡ ἄνοια μάταιά ἐστιν. Ὁ οὖν μάταιον εἶναι διελέγχων, ὅπερ πρότερον ἐν τάξει νουθεσίας ἐνομίζετο, φανερῶς ἀποδεικνύει, ὅτι ἐκεῖνα τὰ ῥήματα ὡς ἐκ τῆς σαρκικῆς ἐπιθυμίας προήγαγε, ταῦτα δὲ ἐκ τῆς κρίσεως τῆς ἀληθείας προσέθηκε. Καθάπερ γὰρ πρότερον τὴν τερπνότητα, ὡς ἐκ προσώπου τῶν σαρκικῶν ἀπεφήνατο, καλὸν εἶναι τὸ φαγεῖν καὶ πιεῖν λέγων τῆς φροντίδος ἀμελήσας, ὅπερ μᾶλλον μετέπειτα ἐκ τῆς ἀπολογίας τῆς κρίσεως καταδικάζει ἐν τῷ λέγειν, κρεῖττον εἶναι πορευθῆναι εἰς οἶκον πένθους ἤπερ εἰς οἶκον πότου. Καὶ πάλιν ἐν τῷ εὐφρανθῆναι τὸν νεανίσκον ἐν τῇ νεότητι αὐτοῦ, τοῦτο αὐτὸ ἐκ προσώπου τῶν σαρκικῶν προτίθεται· μετέπειτα δὲ διὰ τῆς ἀποφάσεως, τὴν νεότητα καὶ τὴν ἄνοιαν ματαίαν εἶναι διελέγχει. Οὗτος λοιπὸν ὁ ἐκκλησιαστὴς ἡμῶν, ὥσπερ ἐκ λογισμοῦ τῶν ἀσθενῶν τῆς τῶν ἀνθρώπων ὑποψίας ψῆφον προστίθησιν, ἐν τῷ λέγειν, ἕνα θάνατον εἶναι ἀνθρώπου καὶ κτήνους, καὶ ὁμοίαν τὴν τῶν ἀμφοτέρων ὑποταγὴν, ὅτι καθὼς ἀποθνήσκει ὁ ἄνθρωπος, οὕτως ἀποθνήσκουσι κἀκεῖνα· καὶ μία πνοὴ τοῖς πᾶσι, καὶ οὐδὲν ἔχει ἄνθρωπος περισσότερον τοῦ κτήνους. Ὅστις λοιπὸν ἐκ τοῦ ὁρισμοῦ τῆς ἀπολογίας, τὴν ἰδίαν μετέπειτα ψῆφον προφέρει, λέγων· Ὅτι περισσεία τοῦ σοφοῦ ὑπὲρ τὸν ἄφρονα, διότι πένης οἶδε ποῦ πορευθῇ κατέναντι τῆς ζωῆς. Ὁ τοίνυν εἰπὼν ὅτι οὐδὲν ἔχει ὁ ἄνθρωπος τῶν κτηνῶν περισσότερον, αὐτὸς πάλιν ἀπεφήνατο, ὅτι ἔχει τι ὁ σοφός, οὐ μόνον τῶν κτηνῶν περισσότερον, ἀλλὰ καὶ ἀνθρώπου ματαίου, ἵνα πορευθῇ, ἐκεῖσε δηλονότι ἔνθα ἐστὶν ἡ ζωή. Οἷς ῥήμασι προδήλως σημαίνει, ὅτι ἐνθάδε ἡ τῶν ἀνθρώπων ζωὴ οὐκ ἔστιν, ἀλλαχοῦ δὲ ταύτην μαρτυρεῖ ὑπάρχειν. Ἔχει οὖν λοιπὸν ὁ ἄνθρωπος τοῦτο περισσότερον τῶν κτηνῶν. Ἐκεῖνα μὲν γὰρ μετὰ θάνατον οὐ ζῶσιν, οὗτος δὲ τότε ζῆσαι ἀπάρχεται, ὅταν διὰ τοῦ θανάτου τῆς σαρκὸς τὴν ὁρωμένην ζωὴν τελειώσῃ. Ὁ δὲ αὐτὸς παρακατιὼν, λέγει· Πάντα ὅσα ἂν εὕρῃ ἡ χείρ σου τοῦ ποιῆσαι, ὅση δύναμίς σοι ποίησον, ὅτι οὐκ ἔστι ποίημα, καὶ λογισμὸς, καὶ γνῶσις, καὶ σοφία ἐν ᾅδη, ὅπου σὺ πορεύῃ ἐκεῖ. Πῶς λοιπὸν ἓν τέλος ἐστὶν ἀνθρώπου καὶ κτήνους, καὶ ἴση τῶν ἀμφοτέρων ὑποταγὴ, ἢ πῶς οὐδὲν ἔχει ἄνθρωπος τοῦ κτήνους περισσότερον; Ἐπειδὴ γὰρ τὰ κτήνη μετὰ τὸν τῆς σαρκὸς θάνατον οὐ ζῶσιν, τῶν δὲ ἀνθρώπων τὰ πνεύματα διὰ τὰ κακὰ αὐτῶν ἔργα μετὰ θάνατον τῆς σαρκὸς εἰς τὸν ἅδην ἀπενεχθέντα, οὐδὲ εἰς αὐτὸν τὸν θάνατον ἀποθνήσκουσιν. Ὥστε οὖν λοιπὸν φανερῶς δείκνυται, μὴ εἶναι ἴσον ἀμφοτέρων τὸν θάνατον· ὁ γὰρ ἀληθὴς ἐκκλησιαστὴς, ἐκεῖνο μὲν ἐκ προσώπου σαρκικῆς ἐπιθυμίας προήγαγε, τοῦτο δὲ μετέπειτα ἐκ πνευματικῆς ἀληθείας ἀπεφήνατο.
58.2
ΠΕΤΡ. Ὁμολογῶ μὴ γινώσκειν με ὅπερ ἐζήτησα, ἐν 379 ὅσῳ με συνέβη ἐν τοσαύτῃ λεπτότητι μαθεῖν ὅπερ οὐκ εἴδειν. Ἀλλ' αἰτῶ ὅπως μοι ἀνεξικάκως ἀνάσχῃ, ἵνα τὸ τῶν νοσούντων πρόσωπον εἰς ἐμαυτὸν ἀναδέξωμαι κατὰ τὸ ὑπόδειγμα τοῦ ἐκκλησιαστοῦ, καὶ ὡς διὰ τῆς αὐτῶν ἐπιζητήσεως ὠφέλεια τοῖς πλησίον δι' ἡμῶν γενέσθαι δυνήσωμαι.
58.3
ΓΡΗΓΟΡ. Διατί ἀνεξικάκως μὴ ὑπενέγκω, συγκαταβαίνοντός σου τῇ ἀσθενείᾳ τῶν πλησίον, καθὼς Παῦλος λέγει· Τοῖς πᾶσι τὰ πάντα γέγονα, ἵνα πάντως τινὰς σώσω; Ὅπερ καὶ αὐτὸς νυνὶ ποιεῖς, διὰ τὴν τῆς ἀγάπης συγκατάβασιν, τὸ τοῦ κήρυκος ἔθος ἐν τῷ πράγματι τούτῳ μιμούμενος.
58.1.1
ΚΕΦΑΛ. Δ'. Περὶ τοῦ ῥητοῦ τοῦ Ἐκκλησιαστοῦ. CAPUT V. De quaestione animae invisibiliter exeuntis, an sit quae videri non potest.
58.1.1
PETRUS. Quodam fratre moriente praesentem me fuisse contigit. Qui repente dum loqueretur, vitalem emisit flatum; et quem prius mecum loquentem videbam, subito extinctum vidi. Sed ejus anima utrum egressa sit, an non, non vidi; et valde durum videtur ut credatur res esse, quam nullus valeat videre.
58.1.2
GREGOR. Quid mirum, Petre, si egredientem animam non vidisti, quam et manentem in corpore non vides? Nunquidnam modo cum mecum loqueris quia videre in me non vales animam meam, idcirco me esse exanimem credis? Natura quippe animae invisibilis est, atque ita ex corpore invisibiliter egreditur, sicut in corpore invisibiliter manet.