Dialogi
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregorius-i540-604" aria-label="More works by Gregorius I">
—
⋯
Original / primary: 8063 Dialog2
5.1
ΚΕΦΑΛ. Δ'. Περὶ Ἐκυτίου ἡγουμένου χώρας Βαλερίας.
5.1
ΓΡΗΓΟΡΙΟΣ. Διήγησιν ἣν λέγω, παρὰ Φορτουνάτου, ἀνδρὸς εὐλαβεστάτου ἡγουμένου γεγονότος μοναστηρίου τοῦ ἐπονομαζομένου Λουτροῦ Κικέρωνος, καὶ ἑτέρων ἀνδρῶν εὐλαβῶν, ἔμαθον. Ἦν τις ἀνὴρ ἁγιωσύνῃ διαλάμπων, ἐν τοῖς μέρεσι τῆς Βαλερίας χώρας, ὀνόματι Ἐκύτιος· ὅστις διὰ τὸν βίον αὐτοῦ τὸν ἐναρέτον, πᾶσι τοῖς ἐκεῖσε κόσμιος ὑπῆρχεν. Οὗτινος, ὁ προλεχθεὶς Φορτουνᾶτος, πάνυ ἐν ἀγάπῃ ἦν ἐγνωσμένος. Ὅστις Ἐκύτιος, διὰ τὴν πολλὴν αὐτοῦ ἁγιωσύνην, πλείστων μοναστηρίων ἐν τῇ αὐτῇ χώρᾳ πατὴρ γέγονε. Τοῦτον, ἡνίκα τῷ τῆς νεότητος αὐτοῦ χρόνῳ, μεγάλως οἱ τῆς σαρκὸς πειρασμοὶ ἐχείμαζον, αὕτη ἡ τῶν πειρασμῶν στένωσις σπουδαιότερον ἐν τῷ τῆς εὐχῆς ἀγῶνι πεποίηκεν. Ὡς οὖν κουφισμὸν τῶν πειρασμῶν παρὰ τοῦ παντοδυνάμου Θεοῦ μετὰ πολλῆς δεήσεως ᾐτεῖτο λαβεῖν, ἐν μιᾷ νυκτὶ θεωρεῖ ἄγγελον παρεστῶτα αὑτῷ, καὶ ὥσπερ αὑτὸν εὐνουχισθῆναι ὑπ' αὐτοῦ ἐνόμισεν, ὅστις πᾶσαν κίνησιν σαρκὸς ἐκ πάντων αὐτοῦ τῶν μελῶν ἐξέκοψεν. Ἀπὸ οὖν τῆς ἡμέρας ἐκείνης οὕτως ἐκ τοῦ πειρασμοῦ ἠλευθερώθη, ὥστε νομίζειν αὐτὀν μὴ περικεῖσθαι σῶμα. Τειχισθεὶς οὖν τῇ τοῦ παντοδυνάμου Θεοῦ βοηθείᾳ ὁ ἀνδράσι πρότερον προεστὼς, ἤρξατο λοιπὸν καὶ ταῖς θηλείαις προΐστασθαι. Τοὺς δὲ μαθητὰς αὐτοῦ νουθετῶν οὐκ ἐπαύετο, ὅπως μὴ ἑαυτοὺς ἐν τῷ ἴσῳ μέτρῳ τοῦ τοιούτου πράγματος εὐκόλως καταπιστεύσωσιν· ἵνα μὴ ἐκ πειρασμοῦ πτῶσιν ὑπομεινωσιν.
5.2
Τῷ καιρῶ οὗν ἐκείνῳ, ὅτε οἱ φαρμακοὶ ἐν ταύτῃ τῇ ῶν Ῥωμαίων πόλει ἐκρατήθησαν, Βασίλειος ὁ ἐν τοῖς μαγικοῖς ἔργοις πρῶτος ὑπάρχων, φυγῇ χρησάμενος ἐν μοναχικῷ σχήματι τοῖς τῆς Βαλερίας μέρεσιν ἐπεδήμησεν. Ὅς τις πρὸς τὸν εὐλαβέστατον ἄνδρα Καστόριον, τὸν Ἀμητερνίας τῆς πόλεως ἐπίσκοπον καταλαβὼν, ἐδυσώπει ἵνα αὐτὸν Ἐκυτίῳ τῷ ἡγουμένῳ προσαγάγῃ ὅπως ἐν τῷ μοναστηρίῳ αὐτοῦ διὰ τῆς αὐτοῦ παραθέσεως τοῦτον εἰσδέξηται. Ὁ οὖν ἐπίσκοπος ἐν τῷ μοναστηρίῳ παραγενόμενος, ἤγαγε μεθ' ἑαυτοῦ Βασίλειον τὸν μοναχὼν, καὶ τὸν τοῦ Θεοῦ δοῦλον Ἐκύτιον παρεκάλει, ὅπως τοῦτον ἐν τῇ συνοδίᾳ ἑαυτοῦ ὑποδέξηται. Ὃν ὁ ἅγιος ἐκεῖνος ἀνὴρ θεασάμενος, εἶπε· Τοῦτον ὃν παρατίθεσαί μοι, τίμιε πάτερ, ἐγὼ οὐ θεωρῶ εἶναι μοναχὸν, ἀλλὰ διάβολον. Πρὸς ὃν ἀποκριθεὶς ὁ ἐπίσκοπος, 166 εἶπε· Πρόφασιν λέγεις μὴ θέλων τῆς ἡμετέρας αἰτήσεως ὑπακοῦσαι. Ὁ δὲ τοῦ Θεοῦ δοῦλος ἔφη· Ἐγὼ ὅπερ αὐτὸν εἶναι ὁρῶ, τοῦτο ἀναγγέλλω. Ἵνα δὲ μὴ θέλειν με ὑπακοῦσαι λογίσῃ, ὅπερ κελεύεις ποιῶ. Ὑπεδέχθη τοίνυν ἐν τῷ μοναστηρίῳ. Οὐ μετὰ πολλὰς δὲ ἡμέρας, ὁ αὐτὸς τοῦ Θεοῦ δοῦλος Ἐκύτιος, πρὸς τὸ οἰκοδομῆσαι λόγῳ διδασκαλίας τοὺς τὴν οὐράνιον ποθοῦντας ἀπόλαυσιν, ὀλίγον ἐκ μήκους τοῦ μοναστηρίου ἐξῆλθε. Τοῦτου δὲ ἐξελθόντος, συνέβη ἐν τῷ μοναστηρίῳ τῶν παρθένων, ὧν τὴν προνοητικὴν ἐπιμέλειαν ὁ αὐτὸς πατὴρ ἦν ἀναδεξάμενος, μίαν τινὰ ἐξ αὐτῶν, ἥτις πάνυ κατὰ τὴν σάρκα ταύτην εὔοπτος ὑπῆρχεν, πυρετῷ λαβροτάτῳ καταφλέγεσθαι, καὶ φωνὰς ἀφιέναι λέγουσαν· Πάντως ἀρτίως ἀποθνήσκω, ἐὰν μὴ Βασίλειος ὁ μοναχὸς ἔλθῃ, καὶ αὐτός μοι διὰ τῆς συνδρομῆς τῆς ἑαυτοῦ ἰατρείας, τὴν ἴασιν παράσχῃ. Οὐδεὶς οὖν τῶν ἀδελφῶν ἐτόλμα τῇ τῶν παρθένων συνοδίᾳ προσεγγίσαι ἔν τε τοῦ ἑαυτῶν πασρὸς ἀναχωρήσει, πόσῳ μᾶλλον ἐκεῖνος ὁ νεωστὶ παραγενόμενος, οὗτινος ἀκμὴν τὸν βίον ἡ τῶν ἀδελφῶν συνοδία οὐκ ἐγίνωσκεν. Εὐθέως οὖν ἀπέστειλαν, καὶ τῷ τοῦ Θεοῦ δούλῳ Ἐκυτίῳ ἐμήνυσαν, ὅτι ἡ δεῖνα μονάστρια σφοδρῷ πυρετῷ καταφλέγεται, καὶ Βασιλείου τοῦ μοναχοῦ τὴν ἐπίσκεψιν στενοχωρουμένη ἐπιζητεῖ. Τοῦτο δὲ ἀκούσας ὁ δίκαιος οὗτος ἀνὴρ, ἠγανάκτησεν, ὑπομειδιάσας δὲ εἶπεν· Ἆρα οὐκ εἶπον, ὅτι διάβολός ἐστιν οὗτος, καὶ οὐχὶ μοναχός; Ἀπέλθετε οὖν, καὶ ἐκ τοῦ κελλίου τοῦτον ῥίψατε, περὶ δὲ τῆς δούλης τοῦ Θεοῦ, ἥ τις τῇ εἰσβολῇ τοῦ πυρετοῦ καταφλέγεται, μηδὲν μεριμνήσητε· ἀπὸ γὰρ τῆς ὥρας ταύτης, οὔτε τῷ πυρετῷ κοπιάσει, οὔτε Βασίλειον ἐπιζητήσει. Ὑποστρέψας δὲ ὁ μοναχὸς, εὗρεν ὅτι ἐν αὐτῇ τῇ ὥρᾳ τὴν ἴασιν ἡ τοῦ Θεοῦ παρθένος ἔλαβεν, ἐν ᾗ ὁ τοῦ Θεοῦ δοῦλος Ἐκύτιος μήκοθεν ὑπάρχων εἶπε. Τῷ τοῦ διδασκάλου γὰρ ἀκολουθῶν ὑποδείγματι, τὴν τοῦ θαύματος τούτου δύναμιν εἰργάσατο· καὶ ὁ κύριος γὰρ ἡμῶν Ἰησοῦς Χριστὸς, τοῦ βασιλικοῦ δυσωποῦντος, λόγῳ μόνῳ τὴν ἴασιν τῷ τούτου παρέσχετο υἱῷ, καθὼς ἐν εὐαγγελίοις εὑρίσκομεν· ὑποστρέψαντος γὰρ αὐτοῦ ἐν τῷ ἑαυτοῦ οἴκῳ, ἐν αὐτῇ τῇ ὥρᾳ εὗρε τὸν υἱὸν αὐτοῦ τὴν ἴασιν ὑποδεξάμενον, ὅτε ἐκ τοῦ στόματος τῆς Ἀληθείας τοῦτο ἀκήκοεν. Οἱ δὲ μοναχοὶ πάντες τὴν κέλευσιν τοῦ ἰδίου πατρὸς ἐκπληρώσαντες, τὸν αὐτὸν Βασίλειον ἐκ τῆς τοῦ μοναστηρίου κατοικίας ἐδίωξαν. Διωκόμενος δὲ, ἔφη συχνῶς τὸ τοῦ Ἐκυτίου κελλίον ποιῆσαι ταῖς μαγικαῖς αὐτοῦ τέχναις εἰς τὸν ἀέρα κρεμασθῆναι, οὐδαμῶς δὲ ἠδυνήθη ἐκ τῶν αὐτοῦ τινα τὸ παράπαν Βλάψαι. Οὐ μετὰ πολὺν δὲ χρόνον ἐν ταύτῃ τῇ τῶν Ῥωμαίων πόλει, ζήλῳ τῷ πρὸς Θεὸν τοῦ χριστιανικωτάτου λαοῦ ἐκκαυθέντος, τοῦτον πυρὶ καυσθῆναι πεποιήκασιν.
5.3
Ἐν μιᾷ δὲ τῶν ἡμερῶν ἐκ τοῦ αὐτοῦ μοναστηρίου τῶν παρθένων, μονάστριά τις εἰς τὸν κῆπον εἰσελθοῦσα, καὶ θεασαμένη μαροῦλιν, ἐν ἐπιθυμίᾳ αὐτοῦ γέγονε. Τὸν δὲ τοῦ σταυροῦ τύπον ἐπιλησθεῖσα ποιῆσαι, ὡς γαστρίμαργος τοῦτο ἔφαγεν. Εὐθέως οὖν ὑπὸ τοῦ διαβόλου κρατηθεῖσα, πεσοῦσα ἐῤῥάγη. Τοῦτο οὖν οἱ παρόντες θεασάμενοι, μετὰ σπουδῆς τῷ πατρὶ Ἐκυτίῳ ἐμήνυσαν, ὅπως ἐν τάχει ἐλθὼν, διὰ τῆς αὑτοῦ εὐχῆς τῇ κινδυνευούσῃ συμπαθήσῃ. Εὐθέως δὲ τοῦ πατρὸς εἰς τὸν κῆπον εἰσελθόντος, ἤρξατο ὁ ταύτην ῥήξας διάβολος, ὡς πληροφορῶν αὐτὸν διὰ τοῦ στόματος αὐτῆς κράζειν καὶ λέγειν· Ἐγώ τί ἐποίησα; καθεζομένου μου ἐπάνω τοῦ μαρουλίου ἐκείνη ἦλθε καὶ ἔδακέ μὲ. Ὁ δὲ τοῦ Θεοῦ ἄνθρωπος μετ' ὀργῆς τούτῳ ἐπετίμησεν, ὅπως ἐκ τῆς τοῦ Θεοῦ δούλης ὑποχωρήσῃ, καὶ τόπον ἐν αὐτῇ τοῦ λοιποῦ μὴ σχῇ. Παραυτὰ οὖν κατὰ τὸν λόγον αὐτοῦ τὸ ἀκάθαρτον πνεῦμα ἐξῆλθε, καὶ μηδαμῶς αὐτῇ τοῦ λοιποῦ προσεγγίσαι ἐτόλμησεν.
5.4
167 Ἀνὴρ δέ τις εὐγενέστατος, ὀνόματι Φῆλιξ, ἀπὸ Νουρσίας τῆς χώρας ὁρμώμενος, πατὴρ ὑπάρχων Καστορίου τοῦ νῦν μεθ' ἡμῶν ἐν ταύτῃ τῶν Ῥωμαίων πόλει κατοικοῦντος, τοῦτον τὸν εὐλαβέστατον ἄνδρα Ἐκύτιον, ἱερατικὸν ἀξίωμα μὴ ἔχειν γινώσκων, σπουδαίως δὲ καθ' ἕκαστον τόπον διατρέχοντα διδασκαλίας χάριν θεώμενος, ἐν μιᾷ τῶν ἡμερῶν, τῇ πρὸς αὐτὸν παῤῥησίᾳ θαῤῥῶν, ἤρξατο αὐτὸν ἐπερωτᾷν· Ἱερατικὸν ἀξίωμα μὴ ἔχων, μήτε ἐπιτροπὴν τῆς κηρύξεως παρὰ τωῦ τῶν Ῥωμαίων πατριάρχου λαβὼν, οὗ καὶ ὑπόκεισαι, πῶς τοῦτο ποιῆσαι τολμᾷς; Πρὸς ὃν ὁ ἅγιος οὗτος ἀνὴρ ἀπεκρίθη· Ταῦτα, ἅπερ μοι λέγεις, κᾀγὼ ἐν ἐμαυτῷ διελογισάμην· τὸ πῶς δὲ τὴν τῆς κηρύξεως ἐπιτροπὴν ἔλαβον, φανερόν σοι ποιοῦμαι· ἐν μιᾷ νυκτὶ δι' ὀπτασίας νεώτερος πάνυ ὡραῖος παρέστη μοι, καὶ ἐν τῇ γλώττῃ μου ἰατρικὸν ἐργαλεῖον, τουτέστι φλεβότομον τέθεικεν, εἰρηκώς μοι· Ἰδοὺ τοὺς λόγους μου ἐθέμην ἐν τῷ στόματί σου, ἔξελθε τοῦ κηρύττειν. Ἀπὸ οὖν τῆς ἡμέρας ἐκείνης, εἰ καὶ θελήσω σιωπῆσαι, οὐδαμῶς δύναμαι, τοῦ Θεοῦ με εἰς τοῦτο ἀναγκάζοντος.
5.5
ΠΕΤΡ. Ἤθελον τοῦ πατρὸς τούτου τὸ ἔργον διαγνῶναι, ὅς τις τοιαῦτα χαρίσματα λέγεται εἰληφἐναι.
5.6
ΓΡΗΓΟΡ. Τὸ ἔργον, Πέτρε, ἐκ τοῦ χαρίσματος, οὐχὶ τὸ χάρισμα ἐκ τοῦ ἔργου. Ἐπεὶ ἡ χάρις οὐκέτι γίνεται χάρις. Ἑκάστου οὖν ἔργου τὰ χαρίσματα προλαμβάνουσι, ἐκ δὲ τοῦ ἐπακολουθοῦντος ἔργου τὰ χαρίσματα αὐξάνουσιν· ἵνα δὲ μὴ τῆς πολιτείας αὐτοῦ τὴν ἐπίγνωσιν στερηθῇς, ὁ Ἀλβῖνος ὁ εὐλαβέστατος ἀνὴρ, ὁ τῆς ἐκκλησίας Ῥεατῆς ἐπίσκοπος, πάνυ καλῶς ταύτην διέγνω, καὶ ἕτεροι δὲ πλεῖστοι οἵτινες καὶ μέχρι τοῦ παρόντος περίεισι. Πλείω δὲ τί ζητεῖς ἔργον, ὁπόταν συνεφώνει ἡ τῆς πολιτείας καθαριότης τῇ σπουδῇ τοῦ κηρύγματος; Τοσοῦτος γὰρ αὐτὸν πόθος εἰς τὸ προσενέγκαι τῷ Θεῷ ψυχὰς, ἐξέκαυσεν, ὥστε καὶ μοναστηρίοις προϊστάμενος, οὐ διέλιπεν ἐν ἐκκλησίαις, ἐν πόλεσιν, ἐν ἐμπορίοις, καὶ ἐν ἑκάστῳ τόπῳ τῶν πιστῶν διατρέχων, καὶ τὰς τῶν ἀκουόντων καρδίας εἰς τὸν πόθον τῆς αἰωνίου ζωῆς διεγείρων. Πάνυ δὲ εὐτελεστάτοις ἐνδύμασιν ἐκέχρητο· ὥστε τοὺς μὴ γινώσκοντας αὐτὸν προσκυνουμένους παρ' αὐτοῦ, βδελύττεσθαι τοῦτον ἀντιπροσκυνῆσαι. Ἐν ἑτέροις δὲ τόποις πορευόμενος, ἔθος ἦν αὐτῷ τῷ εὐτελεστάτῳ πάντων τῶν ἐν τῷ μοναστηρίῳ ἵππων ἐπιβῆναι. Καπιστρίῳ δὲ ἀντὶ χαλιναρίου, καὶ ἀντὶ σέλλης δέρμασι προβάτων ἐχρῆτο. Τὰς δὲ ἱερὰς βίβλους, ἐν δερματίνῳ δισακκίῳ ἐβάσταζε, καὶ ὅπου δ' ἂν ἀπήρχετο, τὴν τῆς γραφῆς ἀνοίγων πηγὴν, τὴν τῶν νοημάτων ἐπότιζε γῆν. Ἔφθασε δὲ καὶ μέχρι τῆς τῶν Ῥωμαίων πόλεως ἡ φήμη τῆς αὐτοῦ κηρύξεως. Καθὼς δὲ ἔθος τοῖς κόλαξιν ὑπάρχει, διὰ τῆς οἰκείας γλώττης τοῦ ἀκροωμένου αὐτοῖς τὴν ψυχὴν ἐπισπωμένους φονεύειν, κατ' ἐκεῖνον τὸν καιρὸν οἱ κληρικοὶ τούτου τοῦ ἀποστολικοῦ θρόνου τῷ προέδρῳ ἀργολογοῦντες, ἔλεγον· Τίς ἐστιν ὁ ἄγροικος ἄνθρωπος οὗτος, ὅς τε τὴν τῆς κηρύξεως αὐθεντίαν ἑαυτῷ ἐπισπᾶται, καὶ τὴν διακονίαν τῆς ὑμετέρας, δέσποτα, παναγιστίας εἰς ἑαυτὸν μετατέθεικεν, αὐτομολῶν ἀμαθέστατος; Πεμφθήτω οὖν, εἰ δοκεῖ ὑμῖν, ὅς τις αὐτὸν ἐνταῦθα ὀφείλει ἀγαγεῖν, ἵνα γνῷ τίς ἡ ἐκκλησιαστικὴ κατάστασις ὑπάρχει. Καθάπερ δὲ πολλάκις συμβαίνει περὶ πολλὰ τῆς ψυχῆς ἀσχολουμένης, τὴν κολακείαν ἐν αὐτῇ χώραν λαμβάνειν, ἐὰν μὴ ἀγρύπνῳ φυλακῇ ἐξ αὐτῆς ἀποπεμφθῇ, συνέβη καὶ τότε τοῖς δελεάζουσιν αὐτὸν 170 κληρικοῖς συναινέσαι τὸν πατριάρχην, καὶ τὸν αὐτὸν ἁγιώτατον ἄνδρα Ἐκύτιον ἐν τῇ τῶν Ῥωμαίων πόλει ἐνεχθῆναι ἐκέλευσεν, ὅπως τὰ ἑαυτοῦ μέτρα ὁποῖά ἐστιν ἐπιγνώσηται. Ἰουλιανὸν δὲ ἀποστείλας, τὸν τηνικαῦτα δεφένσορα ὑπάρχοντα, ἐσχάτως δὲ καὶ τὴν ἐπισκοπὴν τῆς ἐν Σαβίνῃ ἐκκλησίας διιθύνοντα, τοῦτον ἐκέλευσεν, ὅπως ἐν μεγίστῃ τιμῇ ἀγάγῃ, ἵνα μὴ ἐν οἱῳδήποτε τρόπῳ ὁ τοῦ Θεοῦ δοῦλος ὕβριν ὑπομείνῃ. Ἱκανὸς δὲ τοῖς κληρικοῖς ἐν τούτῳ θέλων ὀφθῆναι, μετὰ σπουδῆς ἐν τῷ μοναστηρίῳ κατέλαβεν· καὶ τοῦτον ἐκεῖσε μὴ εὑρηκὼς, τοὺς τῶν ἀδελφῶν προύχοντας ἐν τῇ μονῇ καλλιγραφοῦντας θεασάμενος, ἤρξατο ἐπερωτᾷν, ποῦ ὁ ἡγούμενος ὑπάρχει. Πρὸς ὃν ἀποκριθέντες εἶπον· Ἐν ταύτῃ τῇ κοιλάδι, τῇ τῷ μοναστηρίῳ ὑποκειμένῃ χόρτον θερίζει. Ὁ δὲ αὐτὸς Ἰουλιανὸς παῖδα εἶχε πάνυ ἐπαρμένον, καὶ ὑπερήφανον ὃν καὶ αὐτὸς μόλις κυριεῦσαι ἠδύνατο. Τοῦτον οὖν πρὸς αὐτὸν ἀπέστειλεν, ὅπως μετὰ σπουδῆς αὐτον ἀγάγῃ. Ἀπελθὼν δὲ ὁ παῖς, καὶ ἀποτόμως ἐν τῷ λιβαδίῳ εἰσελθὼν, εἰς πάντας τοὺς τὸν χόρτον θερίζοντας ἀτενίσας, ἐπεζήτει τίς ἐστιν ὁ Ἐκύθιος· ὡς δὲ παρ' αὐτῶν τίς ἐστι διέγνω, μήκοθεν τοῦτον ὑπάχοντα θεασάμενος, ἀναριθμήτῳ φόβῳ βληθεὶς, ἤρξατο τρέμειν καὶ ἀγωνιᾷν, καὶ μόλις δύνασθαι τῇ τοῦ βήματος κινήσει βαδίζειν. Ὅς τις πρὸς τὸν τοῦ Θεοῦ ἄνθρωπον δεδοικὼς ἐλθὼν, μετὰ πάσης ταπεινοφροσύνης τοῖς ποσὶν αὐτοῦ περιπλακεὶς, καὶ τούτους περιπτυσσόμενος, τὴν τοῦ κυρίου αὐτοῦ παρουσίαν ἐν τῷ μοναστηρίῳ ἐμήνυσεν. Ὅντινα ὁ τοῦ Θεοῦ δοῦλος προσαγορεύσας, χόρτον αὐτῷ χλωρὸν ἐπᾶραι προσέταξεν εἰς τροφὴν τῶν κτηνῶν, ἐν οἷς παρεγένοντο, λέγων· Ἄπελθε, τέκνον, καὶ πληροῦντός μου τὸ ἐναπομεῖναν ὀλίγον ἔργον, εὐθέως καταλαμβάνω. Ἰουλιανὸς δὲ ὁ δεφένσωρ, σφόδρα ἐθαύμαζεν ἐπὶ τῇ τοῦ παιδὸς βραδύτητι. Ὑποστρέφοντα δὲ τοῦτον θεασάμενος, καὶ ἐν τῷ ὤμῳ χόρτον ἐκ τοῦ λιβαδίου ἐπιφερόμενον, θυμωθεὶς ἤρξατο κράζειν καὶ λέγειν· Τί ἐστι τοῦτο; ἐγὼ ἄνθρωπον ἀγαγεῖν σε ἀπέστειλα, οὐχὶ δὲ χόρτον βαστάσαι. Ὧι τινι ὁ παῖς ἀποκριθεὶς, εἶπεν· Ἰδοὺ ὃν ζητεῖς, ὄπισθέν μου ἀκολουθῶν καταλαμβάνει. Εὐθέως δὲ ὁ τοῦ Θεοῦ ἄνθρωπος ὑποδησάμενος, καὶ δεσμήσας τὰ ὑποδήματα αὐτοῦ, ἐπὶ τοῦ ὤμου βαστάζων τὸ δρέπανον, ἐν ᾧ τὸν χόρτον ἔκοπτε, παρεγένετο. Ὃν ἐκ μήκους ὁ παῖς ἐρχόμενον θεασάμενος, τῷ κυρίῳ αὐτοῦ ἐμήνυσεν, Ὅτι ὅνπερ ζητεῖς, αὐτὸς ὑπάρχει. Ὁ δὲ αὐτὸς Ἰουλιανὸς, ἡνίκα τὸν τοῦ Θεοῦ δοῦλον ἐρχόμενον ἐθεάσατο, ἐξ αὐτοῦ τοῦ σχήματος τοῦτον ἐβδελύξατο, τὸ πῶς δὲ ὀφείλει βριαρῶς αὐτῷ διαλεχθῆναι ηὐτρεπίζετο. Πλησίον δὲ αὐτοῦ ὁ τοῦ Θεοῦ ἄνθρωπος παραγενόμενος, ἀνυπόστατος φόβος ἐν τῇ Ἰουλιανοῦ ψυχῇ εἰσῆλθε, καὶ λοιπὸν τρέμων, μόλις ἀναγγεῖλαι ἠδυνήθη τὸ διατὶ ἐλήλυθε. Ταπεινωθέντος οὖν τοῦ φρονήματος αὐτοῦ, τοῖς γόνασι τοῦ ἁγίου προσέδραμε, καὶ εὐχὴν ὑπὲρ ἑαυτοῦ ᾐτεῖτο γενέσθαι, καὶ ὅτι ὁ πατὴρ ἡμῶν ὁ ἀποστολικὸς ποθεῖ τοῦ θεάσασθαι ὑμᾶς, καὶ ἐπὶ τούτῳ με ἀπέστειλεν. Ὁ δὲ εὐλαβέστατος ἀνὴρ Ἐκύτιος ἤρξατο εὐχαριστηρίους ὕμνους τῷ παντοδυνάμῳ Θεῷ ἀναπέμπειν, καὶ λέγειν, Ὅτι ἡ ἄνωθεν χάρις διὰ τοῦ ὑψηλοτάτου με πατριάρχου ἐπεσκέψατο. Εὐθέως οὖν καλέσας τοὺς ἀδελφοὺς, ἐκέλευσεν αὐτοῖς ἐν αὐτῇ τῇ ὥρᾳ τὰ κτήνη ἑτοιμάσαι, καὶ τὸν ἐκβιβαστὴν αὐτοῦ 171 ἤρξατο ἐπισπεύδειν, ἵνα εὐθέως περιπατήσωσι. Πρὸς ὃν Ἰουλιανὸς ἔφη· Ἐσιάνθην ἐκ τῆς ὁδοῦ, πάτερ, καὶ σήμερον ἐξελθεῖν οὐ δύναμαι. Ἀποκριθεὶς δὲ ὁ τοῦ Θεοῦ δοῦλος, εἶπεν αὐτῷ· Θλίβεις με, τέκνον, ἐὰν γὰρ τῇ σήμερον ἡμέρᾳ μὴ πορευθῶμεν, αὔριον λοιπὸν ἀδύνατόν ἐστιν ἡμᾶς πορευθῆναι. Ἀναγκασθεὶς δὲ ὑπὸ τοῦ Ἰουλιανοῦ, τὴν αὐτὴν νύκτα ἐν τῷ μοναστηρίῳ ἔμεινε, τῇ δὲ ἐπιούσῃ ἡμέρᾳ αὐγάζοντος τοῦ φωτὸς, παῖς πρὸς Ἰουλιανὸν μετ' ἐπιστολῆς κατέλαβε, σφόδρα τὸν ἵππον ἐλάσας, περιεχούσης τῆς ἐπιστολῆς, ἵνα τὸν τοῦ Θεοῦ δοῦλον μὴ τολμήσῃ ἐκ τῆς μονῆς αὐτοῦ κινῆσαι. Τὸν δὲ ἀποσταλέντα ἐπερωτῶν, διατί ἡ ἀπόφασις ὑπηλλάγη, ἐπέγνω, ὅτι ἐν αὐτῇ τῇ νυκτὶ ἐν ᾗ ὁ αὐτὸς Ἰουλιανὸς ἀπεστάλη, δι' ὀπτασίας ὁ πατριάρχης ἔμφοβος γέγονε, δι' ὃν ἀποστεῖλαι ἐτόλμησεν, ἵνα τὸν τοῦ Θεοῦ ἄνθρωπον ἀγάγῃ. Παρευθὺς δὲ ἀναστὰς, καὶ ἑαυτὸν ταῖς τοῦ ἁγίου ἀνδρὸς εὐχαῖς παραθέμενος, πρὸς αὐτὸν ἔφη· Παρακαλεῖ ὁ πατὴρ ἡμῶν ὁ πατριάρχης τοῦ μὴ κοπηθῆναι ὑμᾶς. Τοῦτο δὲ ὁ τοῦ Θεοῦ ἄνθρωπος ἀκούσας, πάνυ λυπηθεὶς, εἶπεν· Οὐχὶ τῇ χθὲς ἡμέρᾳ εἶπόν σοι, ὅτι ἐὰν μὴ εὐθέως πορευθῶμεν, οὐδαμῶς λοιπὸν ἡμῖν ἀπελθεῖν ἀποβήσεται; Τότε οὖν διὰ τὸ ποιῆσαι ἀγάπην, τὸν αὐτὸν δεφένσορα ὀλίγον παρακρατήσας, καὶ ὑπὲρ τοῦ κόπου αὐτοῦ μισθόν τινα, καίτοι μὴ θέλοντος αὐτοῦ παρασχὼν, ἀπέστειλε. Γίνωσκε οὖν, Πέτρε, ἐν ποίᾳ δόξῃ παρὰ Θεοῦ ὑπάρχουσιν οἱ ἑαυτοὺς ἐν τῷ παρόντι βίῳ βδελυκτοὺς εἶναι ἑλόμενοι· μετὰ γὰρ τῶν τῆς ἐπουρανίου πατρίδος πολιτῶν ἀριθμοῦνται, οἵ τινες βδελυκτοὶ τοῖς ἀνθρώποις εἶναι οὐκ αἰδοῦνται. Ὅσοι δὲ διὰ τῆς ὑψηλοφροσύνης ἑαυτοὺς ἐνώπιον τῶν πλησίων δικαιοῦσιν, καὶ διὰ τῆς κενοδοξίας φυσιοῦνται, ἀπεναντίας τῶν τοῦ Θεοῦ ὀφθαλμῶν κεῖνται. Ὅθεν αὐτοὺς καὶ ὁ τῆς διδασκαλίας λόγος διελέγχων, λέγει· Ὑμεῖς ἐστε οἱ δικαιοῦντες ἑαυτοὺς ἐνώπιον τῶν ἀνθρώπων· ὁ Θεὸς δὲ γινώσκει τὰς καρδίας ὑμῶν, τὸ γὰρ ὑψηλὸν ἐν ἀνθρώποις, βδέλυγμα παρὰ Θεῷ ὑπάρχει.
5.7
ΠΕΤΡ. Θαυμάζω λίαν, ὅτι περὶ τοιούτου ἀνδρὸς συνεπᾶραι τὸν πατριάρχην ἠδυνήθησαν.
5.8
ΓΡΗΓΟΡ. Τί θαυμάζεις, Πέτρε, εἰ τῷ νῶ ἐσφάλη; ἄνθρωποι γὰρ ὄντες πλανώμεθα, ὅπερ καὶ Δαυὶδ ὑπέστη, ὅς τις καὶ προφητείας πνεῦμα ἔχειν μεμαρτύρηται, ὅτε τοὺς λόγους τοῦ παιδὸς ψευδομένου ἀκούσας, ψῆφον κατὰ τοῦ ἀθώου υἱοῦ Ἰωνάθαν δέδωκεν. Ὅπερ δὲ διὰ τοῦ Δαυὶδ γέγονε, τῇ κρυπτῇ τοῦ Θεοῦ κρίσει, δίκαιον εἶναι πιστεύομεν· τῇ γὰρ ἀνθρωπίνῃ κατανοήσει, πῶς δίκαιόν ἐστιν οὐκ ἐπιστάμεθα. Τί οὖν θαυμαστὸν, ἐὰν τοῖς λόγοις τῶν ψευδομένων, καὶ ἡμεῖς εἰς ἕτερα ἀπαγώμεθα, οἵ τινες προφῆται οὐχ ὑπάρχομεν; Οὐ μέγα οὖν εἰ καὶ ἑνὸς ἑκάστου τῶν πατριαρχῶν τὸν νοῦν ἡ τῶν φροντίδων ἀλλεπάλληλος μέριμνα λυμαίνεται. Ὁπόταν γὰρ ἡ ψυκὴ εἰς πολλὰ διαμερίζεται, σμικρύνεται καθ' ἕκαστον, καὶ πάντων εἰς ἓν συνεπαίρεται, ἐν ὅσῳ ἐν πολλοῖς τῇ ἀσχολίᾳ πλατύνεται.
5.9
ΠΕΤΡ. Σφόδρα ἀληθῆ ἅπερ λέγεις ὑπάρχουσιν.
5.10
ΓΡΗΓΟΡ. Οὐχ ἡγοῦμαι δίκαιον οὐδὲ τοῦτο σιγῆσαι, ὅπερ παρὰ Βαλεντίνου τοῦ εὐλαβεστάτου, τὸ τηνικαῦτα ἡγουμένου μου γεγονότος, περὶ τούτου τοῦ ἁγίου ἀνδρὸς διηγουμένου ἀκήκοα. Ἔλεγε γὰρ ὅτι ἐν τῷ εὐκτηρίῳ τοῦ μακαρίου μάρτυρος Λαυρεντίου τὸ σῶμα αὐτοῦ ἦν τεθαμμένον. Ἐπάνω δὲ τοῦ μνήματος γεωργός τις ἄρκαν μετὰ σίτου ἐπέθηκεν, μὴ κατανοήσας, ὁποῖος ἀνὴρ αὐτόθι 174 ἔκειτο. Αἰφνίδιον οὖν τάραχος ἐξ οὐρανόθεν γέγονεν, καὶ πάντων ἐν τῇ ἑαυτῶν καταστάσει διαμενόντων, ἡ ἐπάνω τοῦ μνήματος τεθεῖσα ἄρκα ἐπήρθη, καὶ ἀπὸ μήκους ἐῤῥίφη, ὅπως γνώσωνται πάντες πόσης παρὰ Θεοῦ τιμῆς ἠξιώθη, οὗτινος τὸ σῶμα ἐκεῖσε ἔκειτο.
5.11
Ταῦτα δὲ ἅπερ νυνὶ καθυποβάλλω τῷ διηγήματι παρὰ τοῦ προλεχθέντος εὐλαβεστάτου ἀνδρὸς Φορτουνάτου διηγουμένου ἐπέγνων. Ὅστις καὶ τῷ γήρᾳ, καὶ τοῖς ἔργοις, καὶ τῇ ἀκακίᾳ πάνυ μοι ἀρέσκει. Ἔλεγε δὲ οὗτος, ὅτι ἐν τῇ αὐτῇ τῆς Βαλερίας χώρᾳ τῶν Λογγοβάρδων εἰσελθόντων, μοναχοὶ ἐκ τοῦ μοναστηρίου τοῦ εὐλαβεστάτου ἀνδρὸς Ἐκυτίου, εἰς τὸ μνῆμα αὐτοῦ ἐν τῷ προλεχθέντι εὐκτηρίῳ προσέφυγον. Οἱ δὲ Λογγοβάρδοι θυμωθέντες, καὶ ἐν τῷ εὐκτηρίῳ εἰσελθόντες, ἤρξαντο τοὺς μοναχοὺς ἔξω σύρειν, ὅπως αὐτοὺς, εἴτε διὰ βασάνων μαστιγώσωσιν, εἴτε ξίφει θανατώσωσιν. Εἷς δὲ ἐξ αὐτῶν στενάξας, καὶ ἐκ μεγίστου πόνου κινηθεὶς, ἔκραξεν· Αἶ, ἅγιε Ἐκύτιε, ἀρέσκει σοι ὅτι συρόμεθα, καὶ οὐκ ἐκδικεῖν ἡμᾶς; Παρευθὺ δὲ σὺν τῷ λόγῳ αὐτοῦ, πνεῦμα ἀκάθαρτον εἰς τοὺς θηριώδεις Λογγοβάρδους εἰσῆλθε· καὶ εἰς τὴν γῆν καταπεσόντες ἐπὶ τοσοῦτον ἐδαιμονίσθησαν, ἕως οὗ πάντες οἱ ἔξω ὄντες Λογγοβάρδοι τοῦτο μεμαθήκασιν, ὥστε τοῦ λοιποῦ τῷ ἱερῷ τόπῳ ἐκείνῳ οὐδαμῶς ἐπιβῆναι ἐτόλμησαν. Ὁ γὰρ ἅγιος οὗτος ἀνὴρ, τοὺς μαθητὰς τότε ἐκδικήσας, πολλοῖς ἐπ' ἐσχάτου πρόνοιαν παρέσχετο τοῖς ἐκεῖ καταφεύγουσιν.
5.1.1
ΚΕΦΑΛ. Δ'. Περὶ Ἐκυτίου ἡγουμένου χώρας Βαλερίας. CAPUT V. De Constantio mansionario Ecclesiae sancti Stephani.
5.1.1
Cujusdam coepiscopi mei didici relatione quod narro: qui in Anconitana urbe per annos multos in monachico habitu deguit, ibique vitam non mediocriter religiosam duxit; cui etiam quidam nostri jam provectioris aetatis, qui ex eisdem sunt partibus, attestantur. Juxta eam namque civitatem ecclesia beati martyris Stephani sita est, in qua vir vitae venerabilis, Constantius nomine, mansionarii functus officio deserviebat: cujus sanctitatis opinio sese ad notitiam hominum longe lateque tetenderat, quia idem vir funditus terrena despiciens, toto annisu mentis ad sola coelestia flagrabat. Quadam vero die dum in eadem Ecclesia oleum deesset, et praedictus Dei famulus unde lampades accenderet omnino non haberet, omnes lampades Ecclesiae implevit aqua, atque ex more in medio papyrum posuit; quas allato igne succendit, sicque aqua arsit in lampadibus ac si oleum fuisset. Perpende igitur, Petre, cujus meriti vir iste fuerit, qui necessitate compulsus, elementi naturam mutavit.
5.1.2
PETR. Mirum est valde quod audio; sed nosse vellem cujus humilitatis apud se esse intus potuit iste, qui tantae excellentiae foris fuit.
5.1.3
176 GREGOR. Inter virtutes animum congrue requiris, quia multum valde est quod tentatione sua intus mentem lacessunt mira quae foris fiunt. Sed si hujus Constantii venerabilis unum quod fecit audis, cujus humilitatis fuerit, citius agnosces.
5.1.4
PETR. Postquam facti illius tale miraculum dixisti, superest etiam ut me de humilitate mentis ejus aedifices.
5.1.5
GREGOR. Quia valde opinio sanctitatis ejus excreverat, multi hunc ex diversis provinciis anxie videre sitiebant. Quadam vero die ex longinquo loco ad videndum eum quidam rusticus venit. Eadem vero hora casu contigerat, ut sanctus vir stans in ligneis gradibus, reficiendis deserviret lampadibus. Erat autem pusillus valde, exili forma atque despecta. Cumque is qui ad videndum eum venerat quisnam esset inquireret, atque obnixe peteret ut sibi debuisset ostendi, hi qui illum noverant monstrarunt quis esset. Sed sicut stultae mentis homines merita ex qualitate corporis metiuntur, eum parvulum atque despectum videns, ipsum hunc esse coepit omnino non credere. In mente etenim rustica inter hoc quod audierat et videbat, quasi facta fuerat quaedam rixa; et aestimabat tam brevem per visionem esse non posse, quem tam ingentem habuerat per opinionem. Cui ipsum esse dum a pluribus fuisset assertum, despexit et coepit irridere, dicens: Ego grandem hominem credidi, iste autem de homine nihil habet. Quod ut vir Dei Constantius audivit, lampades quas reficiebat protinus laetus relinquens, concitus descendit, atque in ejusdem rustici amplexum ruit, eumque ex amore nimio constringere coepit brachiis, et osculari, magnasque gratias agere quod is de se talia judicasset, dicens: Tu solus in me apertos oculos habuisti. Qua ex re pensandum est cujus apud se humilitatis fuerit, qui despicientem se rusticum amplius amavit. Qualis enim quisque apud se lateat, contumelia illata probat. Nam sicut superbi honoribus, sic plerumque humiles sua despectione gratulantur. Cumque se et in alienis oculis viles aspiciunt, idcirco gaudent, quia hoc judicium confirmari intelligunt, quod de se et ipsi apud semetipsos habuerunt.
5.1.6
PETR. Ut agnosco, vir iste magnus foris fuit in miraculis, sed major intus in humilitate cordis.