Dialogi
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregorius-i540-604" aria-label="More works by Gregorius I">
—
⋯
Original / primary: 8063 Dialog2
60.1
ΚΕΦΑΛ. ϛ'. Περὶ ψυχῆς καὶ σώματος τῶν ἁγίων.
60.1
ΠΕΤΡΟΣ. Ἀλλἀ τὴν ζωὴν τῆς ψυχῆς ἐν τῷ σώματι μενούσης, δύναμαι εἰκάσαι ἐξ αὐτῶν τῶν τοῦ σώματος κινημάτων. Εἰ μὴ γὰρ παρῆν τῷ σώματι ἡ ψυχἠ, τὰ μέλη τοῦ αὐτοῦ σώματος κινεῖσθαι οὐκ ἠδύναντο. Ζωὴν δὲ ψυχῆς μετὰ τὴν ἐκ τῆς σαρκὸς ἔξοδον, ἐν ποίοις κινήμασιν, ἢ ἐν ποίοις ἔργοις θεωρῶ, ἵνα ἐκ τῶν θεωρουμένων πραγμάτων ὑπάρχειν κατανοήσω, ἅπερ θεωρῆσαι οὐ δύναμαι;
60.2
ΓΡΗΓΟΡ. Οὐχ ὥσπερ ἡ δύναμις τῆς ψυχῆς ζωοποιεῖ καὶ κινεῖ τὸ σῶμα, οὕτω καὶ ἡ θεία δύναμις πληροῖ πάντα ἅπερ ἔκτισεν, ἀλλὰ καὶ ἐμπνέουσα ζωοποιεῖ. Καὶ τοῖς μὲν παρέχει, ἵνα ζήσωσι, τοῖς δὲ, τὸ εἶναι καὶ μόνον. Τὸν οὖν Θεὸν ἀόρατον καὶ ἀπερίγραπτον ὑπάρχειν οὐ διστάζεις, κτίζοντα καὶ ποιμαίνοντα, πληροῦντα καὶ περιέποντα, ὑπερβαίνοντα καὶ διαμένοντα. Οὐκ ὀφείλεις οὖν διστάσαι τοῦτον καὶ ἀοράτους λειτουργοὺς ἔχειν. Ἔπρεπε γὰρ τοὺς αὐτῷ διακονοῦντας εἰς τὴν αὐτοῦ ὁμοίωσιν παρεκταθῆναι, ᾧτινι καὶ διακονοῦσιν. Ὥστε τὰ τῷ ἀοράτῳ δουλεύοντα, ἀόρατα εἶναι μὴ ἀπιστηθῶσι. Ταῦτα δὲ ποῖα εἶναι πιστεύομεν, εἰ μὴ τοὺς ἁγίους ἀγγέλους, 382 καὶ τὰ τῶν δικαίων πνεύματα, ὥστε λοιπὸν καθάπερ τὴν τοῦ σώματος κίνησιν κατανοῶν, τὴν τῆς ψυχῆς ζωὴν ἐν τῷ σώματι μένειν εἰκάζεις, οὕτως ὀφείλεις ἀπὸ τοῦ μικροῦ καὶ τὸ ὑψηλὸν εἰκάσαι. Ὅτι καὶ ἐξερχομένη τοῦ σώματος ἡ ψυχὴ ζῆσαι δύναται ἀωράτως, ἣν δέον ἔστιν εἰς τὴν τοῦ ἀοράτου κτίστου λειτουργίαν διαμεῖναι.
60.3
ΠΕΤΡ. Ὀρθῶς ἅπαντα ἀρέσκονται. Ἀλλ' ὁ νοῦς ἀποφεύγει, ὅπερ τοῖς σωματικοῖς ὀφθαλμοῖς θεωρῆσαι οὐ δύναται.
60.4
ΓΡΗΓΟΡ. Ἐν τῷ τὸν μακάριον Παῦλον λέγειν ὅτι ἐστὶ πίστις, ἐλπιζομένων ὑπόστασις πραγμάτων, ἔλεγχος οὐ βλεπομένων, δίκαιον ἐν τούτῳ ὑπάρχει τὸ πιστευθήναι καὶ ὅπερ θεωρηθῆναι οὐ δύναται. Ἐπεὶ λοιπὸν οὐδὲ ὅπερ θεωρεῖται πιστευθῆναι δύναται. Ὅμως κατὰ τὸ δυνατόν μοι, δι' ὀλίγου σε πρὸς σεαυτὸν ἐπιστρέφω, οὐδὲν τῶν ὁρωμένων ἄνευ τῶν ἀοράτων θεωρεῖται. Ἰδοὺ γὰρ πάντα τὰ σωματικὰ ὁ ὀφθαλμὸς τοῦ σώματος θεωρεῖ. Οὐκ ἂν δέ τι σωματικὸν ὁ αὐτὸς τοῦ σώματος ὀφθαλμὸς θεάσηται, ἐὰν μὴ τοῦτον πρᾶγμα ἀσώματον κινήσῃ πρὸς τὸ θεάσασθαι. Ἔπαρον γὰρ τὸν λογισμὸν τὸν μὴ θεωρούμενον, καὶ εἰς ἄκαιρον ὁ ὀφθαλμὸς ἀνέῳκται ὁ θεώμενος. Παρέπαρον τὴν ψυχὴν ἐκ τοῦ σώματος, καὶ ἀπομένουσι δηλονότι οἱ ὀφθαλμοὶ ἐν τῷ σώματι ἀνεῳγμένοι. Ἐὰν οὖν δι' ἑαυτῶν ἐθεώρησαν, διατί ὑποχωρησάσης τῆς ψυχῆς οὐδὲν θεωροῦσιν. Ἐκ τούτου τοίνυν κατανόησον, ὅτι αὐτὰ τὰ ὁρώμενα, εἰ μὴ διὰ τῶν ἀοράτων οὐ θεωροῦνται. Θῶμεν οὖν ἐνώπιον τῶν ὀφθαλμῶν τοῦ νοὸς οἰκοδομηθῆναι οἶκον, καὶ ἐν πλείστῳ βάρει τοῦτον ὑψῶσαι, μεγίστους δὲ κίονας ἐν τοῖς μαγγάνοις κρεμάσαι. Τίς τοίνυν, αἰτῶ σε, τὸ ἔργον τοῦτο ἐργάζεται, τὸ σῶμα τὸ ὁρώμενον, ὅπερ αὐτὰ τὰ βάρη ταῖς χερσὶν αἴρει, ἢ ἡ ἀόρατος ψυχὴ ἡ ζωοποιοῦσα τὸ σῶμα; Ἔπαρον γὰρ τὸ μὴ θεωρούμενον ἐν τῷ σώματι, καὶ εὐθέως ἀκίνητα ἀπομένουσιν ἅπαντα ἐκεῖνα τῶν μετάλλων τὰ σώματα, ἅπερ κινούμενα ἐθεωροῦντο. Ἐκ τούτου οὖν κατανόησον, ὅτι ἄνευ τοῦ κτίσματος τοῦ ἀοράτου, οὐδὲν ἐν τούτῳ τῷ κόσμῳ τῷ ὁρωμένῳ διοικηθῆναι δύναται. Καθάπερ γὰρ ὁ παντοδύναμος Θεὸς ἐμπνέων καὶ πληρῶν πάντα τὰ δικαίως συνιστάμενα, ζωοποιεῖ καὶ κινεῖ τὰ ἀόρατα, οὕτως αὐτὰ τὰ ἀόρατα πληροῦσι, καὶ κινοῦσι, καὶ σοφίζουσι τὰ ὁρώμενα σώματα.
60.5
ΠΕΤΡ. Ὁμολογῶ ἡδέως, τοῦ δεσμοῦ τούτου ἀπολυθεὶς, μηδὲν εἶναι ταῦτα τὰ ὁρατὰ λογίσασθαι, ὅστις πρότερον τὸ τῶν νοσούντων πρόσωπον εἰς ἐμαυτὸν ἀναδεξάμενος, περὶ τῶν ἀοράτων ἐδίσταζον. Ἀρέσκουσι τοίνυν πάντα ἅπερ λέγεις· ἀλλ' οὖν καθάπερ τὴν ζωὴν τῆς ψυχῆς ἔτι ἐν τῷ σώματι ταύτης ὑπαρχούσης, ἐκ τῶν τοῦ σώματος διαγινώσκω κινημάτων, οὕτως αὐτῆς τὴν ζωὴν καὶ μετὰ τὴν ἐκ τοῦ σώματος ἔξοδον, φανερῶν μαρτυρούντων πραγμάτων διαγνῶναι ἐπιθυμῷ.
60.6
ΓΡΗΓΟΡ. Ἐν τούτῳ τῷ πράγματι, ἐὰν ἑτοίμην καρδίαν ἐν τῷ τῆς σῆς ἀγάπης δεσμῷ εὕροιμι, πέπεισμαι ὅτι οὐδὲν κοπιάσω. Οἱ ἅγιοι ἀπόστολοι καὶ μάρτυρες τοῦ Χριστοῦ, εἰ μὴ αἱρετωτέραν εἶναι τὴν ἐπακολουθοῦσαν ζωὴν τῶν ψυχῶν ἐγίνωσκον, πῶς τὴν παροῦσαν ζωὴν ἐβδελύσσοντο, καὶ ἐν τῷ τῆς σαρκὸς θανάτῳ τὰς ψυχὰς ἐτίθουν; σὺ δὲ αὐτὸς λέγεις, ὅτι τὴν ζωὴν τῆς ψυχῆς μενούσης αὐτῆς ἐν τῷ σώματι, ἐκ τῶν τοῦ σώματος κινημάτων ἐπιγινώσκεις. Ἰδοὺ καὶ οὗτοι, οἵ τινες τὰς ψυχὰς ἐν τῷ θανάτῳ ἔθηκαν, πιστεύσαντες ὑπάρχειν ζωὴν ταῖς ψυχαῖς μετὰ τὸν τῆς σαρκὸς θάνατον, θαύμασι 383 καθημερινοῖς ἐξαστράπτουσιν. Εἰς γὰρ τὰ νεκρὰ αὐτῶν σώματα ζῶντες ἄῤῥωστοι ἔρχονται, καὶ ἰάσεως τυγχάνουσιν. Ἐπίορκοι ἔρχονται, καὶ ὑπὸ δαίμονος ῥίπτονται. Δαιμονιοῦντες ἔρχονται, καὶ λυτροῦνται τοῦ δαίμονος. Λεπροὶ ἔρχονται, καὶ καθαρίζονται. Νεκροὶ ἀποφέρονται, καὶ ἀνίστανται. Κατανόησον τοίνυν πῶς ζῶσιν αἱ ψυχαὶ αὐτῶν ἐκεῖ ἔνθα ζῶσιν, ὧν ἐνθάδε νεκρὰ τὰ σώματα ἐν τοσούτοις θαύμασι ζῶσιν. Ἐὰν τοίνυν τὴν τῆς ψυχῆς ζωὴν, ἐν τῷ σώματι ταύτης μενούσης, ἐκ τῆς τῶν μελῶν κινήσεως καταλαμβάνῃ, διατί οὐ κατανοεῖς τὴν ζωὴν τῆς ψυχῆς μετὰ τὴν τοῦ σώματος ἔξοδον, διὰ τῆς τῶν θαυμάτων δυνάμεως, τῆς ἐν τοῖς νεκροῖς ὀστέοις γινομένης.
60.7
ΠΕΤΡ. Οὐδὲ μία, ὡς οἶμαι, ἀπολογία τῷ δεσμῷ τούτῳ ὑπολέλειπται, ἡνίκα καὶ διὰ πραγμάτων ὁρωμένων ἀναγκαζόμεθα πιστεῦσαι ὅπερ θεωροῦμεν.
60.1.1
ΚΕΦΑΛ. ϛ'. Περὶ ψυχῆς καὶ σώματος τῶν ἁγίων. CAPUT VII. De egressibus animarum.
60.1.1
GREGORIUS. Paulo superius questus es, morientis cujusdam egredientem animam te non vidisse; sed hoc ipsum jam culpae fuit, quod corporeis oculis rem videre invisibilem quaesisti. Nam multi nostrorum mentis oculum fide pura et ubere oratione mundantes, egredientes e carne animas frequenter viderunt. Unde nunc mihi necesse est vel qualiter egredientes animae visae sint, vel quanta ipsae dum egrederentur viderint enarrare, quatenus fluctuanti animo, quod plene ratio non valet, exempla suadeant.
60.1.2
In secundo namque hujus operis libro jam praefatus sum quod vir venerabilis Benedictus, sicut a fidelibus ejus discipulis agnovi, longe a Capuana urbe positus, Germani ejusdem urbis episcopi animam nocte media in globo igneo ad coelum ferri ab angelis aspexit. Qui eamdem quoque ascendentem animam intuens, mentis laxato sinu quasi sub uno solis radio cunctum in suis oculis collectum mundum vidit.