Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Dialogi
Gregorius IDial 61 · 8063-dialog2More by Gregorius I
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregorius-i540-604" aria-label="More works by Gregorius I"> —
⋯
More
Original / primary: 8063 Dialog2
59.1.7
PETR. Nulla, ut opinor, huic allegationi ratio obsistit, in qua ex rebus visibilibus cogimur credere quod non videmus.
60.1
ΚΕΦΑΛ. ϛ'. Περὶ ψυχῆς καὶ σώματος τῶν ἁγίων.
60.1
ΠΕΤΡΟΣ. Ἀλλἀ τὴν ζωὴν τῆς ψυχῆς ἐν τῷ σώματι μενούσης, δύναμαι εἰκάσαι ἐξ αὐτῶν τῶν τοῦ σώματος κινημάτων. Εἰ μὴ γὰρ παρῆν τῷ σώματι ἡ ψυχἠ, τὰ μέλη τοῦ αὐτοῦ σώματος κινεῖσθαι οὐκ ἠδύναντο. Ζωὴν δὲ ψυχῆς μετὰ τὴν ἐκ τῆς σαρκὸς ἔξοδον, ἐν ποίοις κινήμασιν, ἢ ἐν ποίοις ἔργοις θεωρῶ, ἵνα ἐκ τῶν θεωρουμένων πραγμάτων ὑπάρχειν κατανοήσω, ἅπερ θεωρῆσαι οὐ δύναμαι;
60.2
ΓΡΗΓΟΡ. Οὐχ ὥσπερ ἡ δύναμις τῆς ψυχῆς ζωοποιεῖ καὶ κινεῖ τὸ σῶμα, οὕτω καὶ ἡ θεία δύναμις πληροῖ πάντα ἅπερ ἔκτισεν, ἀλλὰ καὶ ἐμπνέουσα ζωοποιεῖ. Καὶ τοῖς μὲν παρέχει, ἵνα ζήσωσι, τοῖς δὲ, τὸ εἶναι καὶ μόνον. Τὸν οὖν Θεὸν ἀόρατον καὶ ἀπερίγραπτον ὑπάρχειν οὐ διστάζεις, κτίζοντα καὶ ποιμαίνοντα, πληροῦντα καὶ περιέποντα, ὑπερβαίνοντα καὶ διαμένοντα. Οὐκ ὀφείλεις οὖν διστάσαι τοῦτον καὶ ἀοράτους λειτουργοὺς ἔχειν. Ἔπρεπε γὰρ τοὺς αὐτῷ διακονοῦντας εἰς τὴν αὐτοῦ ὁμοίωσιν παρεκταθῆναι, ᾧτινι καὶ διακονοῦσιν. Ὥστε τὰ τῷ ἀοράτῳ δουλεύοντα, ἀόρατα εἶναι μὴ ἀπιστηθῶσι. Ταῦτα δὲ ποῖα εἶναι πιστεύομεν, εἰ μὴ τοὺς ἁγίους ἀγγέλους, 382 καὶ τὰ τῶν δικαίων πνεύματα, ὥστε λοιπὸν καθάπερ τὴν τοῦ σώματος κίνησιν κατανοῶν, τὴν τῆς ψυχῆς ζωὴν ἐν τῷ σώματι μένειν εἰκάζεις, οὕτως ὀφείλεις ἀπὸ τοῦ μικροῦ καὶ τὸ ὑψηλὸν εἰκάσαι. Ὅτι καὶ ἐξερχομένη τοῦ σώματος ἡ ψυχὴ ζῆσαι δύναται ἀωράτως, ἣν δέον ἔστιν εἰς τὴν τοῦ ἀοράτου κτίστου λειτουργίαν διαμεῖναι.
60.3
ΠΕΤΡ. Ὀρθῶς ἅπαντα ἀρέσκονται. Ἀλλ' ὁ νοῦς ἀποφεύγει, ὅπερ τοῖς σωματικοῖς ὀφθαλμοῖς θεωρῆσαι οὐ δύναται.
60.4
ΓΡΗΓΟΡ. Ἐν τῷ τὸν μακάριον Παῦλον λέγειν ὅτι ἐστὶ πίστις, ἐλπιζομένων ὑπόστασις πραγμάτων, ἔλεγχος οὐ βλεπομένων, δίκαιον ἐν τούτῳ ὑπάρχει τὸ πιστευθήναι καὶ ὅπερ θεωρηθῆναι οὐ δύναται. Ἐπεὶ λοιπὸν οὐδὲ ὅπερ θεωρεῖται πιστευθῆναι δύναται. Ὅμως κατὰ τὸ δυνατόν μοι, δι' ὀλίγου σε πρὸς σεαυτὸν ἐπιστρέφω, οὐδὲν τῶν ὁρωμένων ἄνευ τῶν ἀοράτων θεωρεῖται. Ἰδοὺ γὰρ πάντα τὰ σωματικὰ ὁ ὀφθαλμὸς τοῦ σώματος θεωρεῖ. Οὐκ ἂν δέ τι σωματικὸν ὁ αὐτὸς τοῦ σώματος ὀφθαλμὸς θεάσηται, ἐὰν μὴ τοῦτον πρᾶγμα ἀσώματον κινήσῃ πρὸς τὸ θεάσασθαι. Ἔπαρον γὰρ τὸν λογισμὸν τὸν μὴ θεωρούμενον, καὶ εἰς ἄκαιρον ὁ ὀφθαλμὸς ἀνέῳκται ὁ θεώμενος. Παρέπαρον τὴν ψυχὴν ἐκ τοῦ σώματος, καὶ ἀπομένουσι δηλονότι οἱ ὀφθαλμοὶ ἐν τῷ σώματι ἀνεῳγμένοι. Ἐὰν οὖν δι' ἑαυτῶν ἐθεώρησαν, διατί ὑποχωρησάσης τῆς ψυχῆς οὐδὲν θεωροῦσιν. Ἐκ τούτου τοίνυν κατανόησον, ὅτι αὐτὰ τὰ ὁρώμενα, εἰ μὴ διὰ τῶν ἀοράτων οὐ θεωροῦνται. Θῶμεν οὖν ἐνώπιον τῶν ὀφθαλμῶν τοῦ νοὸς οἰκοδομηθῆναι οἶκον, καὶ ἐν πλείστῳ βάρει τοῦτον ὑψῶσαι, μεγίστους δὲ κίονας ἐν τοῖς μαγγάνοις κρεμάσαι. Τίς τοίνυν, αἰτῶ σε, τὸ ἔργον τοῦτο ἐργάζεται, τὸ σῶμα τὸ ὁρώμενον, ὅπερ αὐτὰ τὰ βάρη ταῖς χερσὶν αἴρει, ἢ ἡ ἀόρατος ψυχὴ ἡ ζωοποιοῦσα τὸ σῶμα; Ἔπαρον γὰρ τὸ μὴ θεωρούμενον ἐν τῷ σώματι, καὶ εὐθέως ἀκίνητα ἀπομένουσιν ἅπαντα ἐκεῖνα τῶν μετάλλων τὰ σώματα, ἅπερ κινούμενα ἐθεωροῦντο. Ἐκ τούτου οὖν κατανόησον, ὅτι ἄνευ τοῦ κτίσματος τοῦ ἀοράτου, οὐδὲν ἐν τούτῳ τῷ κόσμῳ τῷ ὁρωμένῳ διοικηθῆναι δύναται. Καθάπερ γὰρ ὁ παντοδύναμος Θεὸς ἐμπνέων καὶ πληρῶν πάντα τὰ δικαίως συνιστάμενα, ζωοποιεῖ καὶ κινεῖ τὰ ἀόρατα, οὕτως αὐτὰ τὰ ἀόρατα πληροῦσι, καὶ κινοῦσι, καὶ σοφίζουσι τὰ ὁρώμενα σώματα.
60.5
ΠΕΤΡ. Ὁμολογῶ ἡδέως, τοῦ δεσμοῦ τούτου ἀπολυθεὶς, μηδὲν εἶναι ταῦτα τὰ ὁρατὰ λογίσασθαι, ὅστις πρότερον τὸ τῶν νοσούντων πρόσωπον εἰς ἐμαυτὸν ἀναδεξάμενος, περὶ τῶν ἀοράτων ἐδίσταζον. Ἀρέσκουσι τοίνυν πάντα ἅπερ λέγεις· ἀλλ' οὖν καθάπερ τὴν ζωὴν τῆς ψυχῆς ἔτι ἐν τῷ σώματι ταύτης ὑπαρχούσης, ἐκ τῶν τοῦ σώματος διαγινώσκω κινημάτων, οὕτως αὐτῆς τὴν ζωὴν καὶ μετὰ τὴν ἐκ τοῦ σώματος ἔξοδον, φανερῶν μαρτυρούντων πραγμάτων διαγνῶναι ἐπιθυμῷ.
60.6
ΓΡΗΓΟΡ. Ἐν τούτῳ τῷ πράγματι, ἐὰν ἑτοίμην καρδίαν ἐν τῷ τῆς σῆς ἀγάπης δεσμῷ εὕροιμι, πέπεισμαι ὅτι οὐδὲν κοπιάσω. Οἱ ἅγιοι ἀπόστολοι καὶ μάρτυρες τοῦ Χριστοῦ, εἰ μὴ αἱρετωτέραν εἶναι τὴν ἐπακολουθοῦσαν ζωὴν τῶν ψυχῶν ἐγίνωσκον, πῶς τὴν παροῦσαν ζωὴν ἐβδελύσσοντο, καὶ ἐν τῷ τῆς σαρκὸς θανάτῳ τὰς ψυχὰς ἐτίθουν; σὺ δὲ αὐτὸς λέγεις, ὅτι τὴν ζωὴν τῆς ψυχῆς μενούσης αὐτῆς ἐν τῷ σώματι, ἐκ τῶν τοῦ σώματος κινημάτων ἐπιγινώσκεις. Ἰδοὺ καὶ οὗτοι, οἵ τινες τὰς ψυχὰς ἐν τῷ θανάτῳ ἔθηκαν, πιστεύσαντες ὑπάρχειν ζωὴν ταῖς ψυχαῖς μετὰ τὸν τῆς σαρκὸς θάνατον, θαύμασι 383 καθημερινοῖς ἐξαστράπτουσιν. Εἰς γὰρ τὰ νεκρὰ αὐτῶν σώματα ζῶντες ἄῤῥωστοι ἔρχονται, καὶ ἰάσεως τυγχάνουσιν. Ἐπίορκοι ἔρχονται, καὶ ὑπὸ δαίμονος ῥίπτονται. Δαιμονιοῦντες ἔρχονται, καὶ λυτροῦνται τοῦ δαίμονος. Λεπροὶ ἔρχονται, καὶ καθαρίζονται. Νεκροὶ ἀποφέρονται, καὶ ἀνίστανται. Κατανόησον τοίνυν πῶς ζῶσιν αἱ ψυχαὶ αὐτῶν ἐκεῖ ἔνθα ζῶσιν, ὧν ἐνθάδε νεκρὰ τὰ σώματα ἐν τοσούτοις θαύμασι ζῶσιν. Ἐὰν τοίνυν τὴν τῆς ψυχῆς ζωὴν, ἐν τῷ σώματι ταύτης μενούσης, ἐκ τῆς τῶν μελῶν κινήσεως καταλαμβάνῃ, διατί οὐ κατανοεῖς τὴν ζωὴν τῆς ψυχῆς μετὰ τὴν τοῦ σώματος ἔξοδον, διὰ τῆς τῶν θαυμάτων δυνάμεως, τῆς ἐν τοῖς νεκροῖς ὀστέοις γινομένης.
60.7
ΠΕΤΡ. Οὐδὲ μία, ὡς οἶμαι, ἀπολογία τῷ δεσμῷ τούτῳ ὑπολέλειπται, ἡνίκα καὶ διὰ πραγμάτων ὁρωμένων ἀναγκαζόμεθα πιστεῦσαι ὅπερ θεωροῦμεν.
60.1.1
ΚΕΦΑΛ. ϛ'. Περὶ ψυχῆς καὶ σώματος τῶν ἁγίων. CAPUT VII. De egressibus animarum.
60.1.1
GREGORIUS. Paulo superius questus es, morientis cujusdam egredientem animam te non vidisse; sed hoc ipsum jam culpae fuit, quod corporeis oculis rem videre invisibilem quaesisti. Nam multi nostrorum mentis oculum fide pura et ubere oratione mundantes, egredientes e carne animas frequenter viderunt. Unde nunc mihi necesse est vel qualiter egredientes animae visae sint, vel quanta ipsae dum egrederentur viderint enarrare, quatenus fluctuanti animo, quod plene ratio non valet, exempla suadeant.
60.1.2
In secundo namque hujus operis libro jam praefatus sum quod vir venerabilis Benedictus, sicut a fidelibus ejus discipulis agnovi, longe a Capuana urbe positus, Germani ejusdem urbis episcopi animam nocte media in globo igneo ad coelum ferri ab angelis aspexit. Qui eamdem quoque ascendentem animam intuens, mentis laxato sinu quasi sub uno solis radio cunctum in suis oculis collectum mundum vidit.
61
ΚΕΦΑΛ. Ζ'. Περὶ ὁράσεως ἐξόδου ψυχῆς..
61
ΓΡΗΓΟΡΙΟΣ. Ὀλίγον ἀνωτέρω εἵρηκας, ὅτι τελευτῶντί τινι, ἐξερχομένην αὐτοῦ τὴν ψυχὴν οὐχ ἑώρακας, ὥστε καὶ τοῦτο αὐτὸ πταῖσμα ὑπῆρχεν, ὅτι σωματικοῖς ὀφθαλμοῖς ἀθέατον πρᾶγμα θεάσασθαι ἐζήτησας· ἐπεὶ τοῖς νοεροῖς ὀφθαλμοῖς πολλοὶ τῶν ἡμετέρων πίστει καθαρᾷ καὶ εἰλικρινεῖ διαθέσει ἑαυτοὺς ἐκκαθάραντες, ἐξερχομένας ψυχὰς ἐκ τοῦ σώματος πολλάκις ἐθεάσαντο. Ὅθεν μοι νῦν ἀναγκαῖον ὑπάρχει διηγήσασθαι πῶς ἐξερχόμεναι ψυχαὶ ἐθεάθησαν, καὶ πόσα ἐκεῖναι ἐν τῷ ἐξέρχεσθαι αὐτὰς ἐθεάσαντο. Ὥστε κυματίζουσαν τὴν ψυχὴν, ἥνπερ ὁλοκλήρως ἡ ἀπολογία πεῖσαι οὐκ ἠδυνήθη, τὰ ὑποδείγματα πείσουσι.
62.1
ΚΕΦΑΛ. Η'. Περὶ ἐξόδου τῆς ψυχῆς Γερμανοῦ ἐπισκόπου πόλεως Καπύης.
62.1
Ἐν θῷ δευτέρῳ βιβλίῳ ταύτης τῆς πραγματείας εἶπον περὶ τοῦ τῇ ζωῇ εὐλαβεστάτου ἀνδρὸς Βενεδίκτου, καθὼς παρὰ τῶν πιστῶν αὐτοῦ μαθητῶν ἔγνων, ὅτι μήκοθεν τῆς πόλεως Καπύης ὑπάρχων Γερμανοῦ τοῦ ἐπισκόπου τῆς αὐτῆς πόλεως τὴν ψυχὴν μεσονυκτίῳ ἐν σφαίρᾳ πυρίνῃ ὑπὸ ἀγγέλων βασταζομένην, καὶ ἐν τῷ οὐρανῷ, ἀνερχομένην ἐθεάσατο. Ὅστις τὴν αὐτὴν ψυχὴν ἀνερχομένην θεασάμενος τοῦ νοὸς τὸν κόλπον ἁπλώσας, ὡς ὅτι ὑπὸ μίαν τοῦ ἡλίου ἀκτῖνα, ὅλον τὸν κόσμον συναχθέντα τοῖς νοεροῖς ὀφθαλμοῖς ἐθεάσατο.
62.1
ΚΕΦΑΛ. Η'. Περὶ ἐξόδου τῆς ψυχῆς Γερμανοῦ ἐπισκόπου πόλεως Καπύης. CAPUT VIII. De egressu animae Speciosi monachi.
62.1
Eisdem quoque discipulis illius narrantibus didici, quia duo nobiles viri, atque exterioribus studiis eruditi germani fratres, quorum unus Speciosus, alter vero Gregorius dicebatur, ejus se regulae in sancta conversatione tradiderunt. Quos idem Pater venerabilis in monasterio, quod juxta Terracinensem urbem construxerat, fecit habitare. Qui multas quidem pecunias in hoc mundo possederant, sed cuncta pauperibus pro animarum suarum redemptione largiti sunt, et in eodem monasterio permanserunt. Quorum unus, scilicet Speciosus, 385 dum pro utilitate monasterii juxta Capuanam urbem missus fuisset, die quadam frater ejus Gregorius cum fratribus ad mensam sedens atque convescens, per spiritum sublevatus aspexit, et vidit Speciosi germani sui animam tam longe a se positi de corpore exire; quod mox fratribus indicavit, atque festinans cucurrit, jamque eumdem fratrem suum sepultum reperit, quem tamen hora ea qua viderat exisse de corpore invenit.
63.1
ΚΕΦΑΛ. Θ'. Περὶ ἐξόδου τῆς ψυχῆς Σπεκιώσου μοναχοῦ.
63.1
Παρὰ τῶν αὐτῶν τοίνυν μαθητῶν αὐτοῦ διηγουμένων μεμάθηκα, ὅτι δύο εὐγενεῖς ἄνδρες, καὶ τὴν ἔξω σοφίαν ἐξησκημένοι γνήσιοι ἀδελφοὶ ὑπάρχοντες, ὁ μὲν εἷς Σπεκιῶσος, ὁ δὲ ἕτερος Γρηγόριος λεγόμενοι, τῷ ἐκείνου κανόνι ἐν τῇ ἁγίᾳ ἀναστροφῇ ἑαυτοὺς παραδεδώκασι. Τούτους ὁ αὐτός εὐλαβέστατος πατὴρ ἐν τῷ μοναστηρίῳ, ὅπερ πλησίον τῆς Τεῤῥακινῶν πόλεως ᾠκοδόμησεν, κατοικῆσαι πεποίηκεν. Οἵ τινες πολλὴν περιουσίαν χρημάτων ἐν τῷ κόσμῳ τούτῳ ἐκέκτηντο· ἀλλὰ πάντα ὑπὲρ λυτρώσεως τῶν ψυχῶν αὐτῶν, πτωχοῖς διανείμαντες, ἐν τῷ αὐτῷ μοναστηρίῳ διέμειναν. Ὁ δὲ εἷς ἐξ αὐτῶν, Σπεκιῶσός φημι, διὰ 386 χρείαν τοῦ μοναστηρίου, πλησίον τῆς πόλεως Καπύης ἀπεστάλη. Ἔν τινι δὲ ἡμέρᾳ, ὁ τούτου ἀδελφὸς Γρηγόριος, μετὰ τῶν ἀδελφῶν ἐπὶ τραπέζης καθεζόμενος, καὶ συνεσθίων αὐτοῖς, διὰ τοῦ πνεύματος ὑψωθεὶς, ἑώρακε Σπεκιώσου τοῦ ἀδελφοῦ αὑτοῦ τὴν ψυχὴν ἐκ τοῦ σώματος ἐξελθοῦσαν, τοσούτου διαστήματος ἀπ' αὐτοῦ ὑπάρχοντος, ὅπερ εὐθέως τοῖς ἀδελφοῖς ἐμήνυσε. Δρομαῖος οὖν ἐκεῖσε παραγενόμενος, ταφέντα αὐτὸν τὸν ἴδιον ἀδελφὸν εὗρε. Κατ' αὐτὴν δὲ τὴν ὥραν τελειωθέντα τοῦτον ἔγνω ἐν ᾗ τὴν ψυχὴν αὐτοῦ ἐξερχομένην ἐθεάσατο.
63.1
ΚΕΦΑΛ. Θ'. Περὶ ἐξόδου τῆς ψυχῆς Σπεκιώσου μοναχοῦ. CAPUT IX. De anima cujusdam inclusi.
63.1
Quidam religiosus atque fidelissimus vir adhuc mihi in monasterio posito narravit quod aliqui de Siciliae partibus navigio Romam petentes, in mari medio positi, cujusdam servi Dei qui in Samnio fuerat inclusus, ad coelum ferri animam viderunt. Qui descendentes ad terram, causamque an ita esset acta perscrutantes, illo die invenerunt obiisse Dei famulum, quo eum ad coelestia regna ascendisse cognoverunt.
64.1
ΚΕΦΑΛ. Ι'. Περὶ ψυχῆς ἐγκλείστου εἰς οὐρανὸν ἀνελθούσης.
64.1
Ἀνήρ τις πάνυ σπουδαῖος καὶ πιστότατος ἔτι μοι ἐν τῷ μοναστηρίῳ ὑπάρχοντι διηγήσατο λέγων· ὅτι τινὲς ἐκ τῶν μερῶν Σικελίας διὰ τοῦ πλοὸς ἐπὶ Ῥώμην ἐρχόμενοι, ἐν μέσῳ τῆς θαλάσσης ὑπάρχοντες, τινὼς δούλου τοῦ Θεοῦ τὴν ψυχὴν, ὅστις ἐν Σάμνῃ ὑπῆρχεν ἔγκλειστος, ἐν τῷ οὐρανῷ ἀνερχομένην ἐθεάσαντο, οἵτινες ἐν τῇ γῇ κατάξαντες, καὶ δι' ἐρεύνης περὶ τούτου γενόμενοι, ἐὰν ἀληθῆ ἅπερ ἐθεάσαντο ὑπῆρχεν, εὗρον ὅτι τῇ αὐτῇ ἡμέρᾳ ὁ τοῦ Θεοῦ οἰκέτης ἐτελεύτησεν, ἐν ᾗ τὴν αὐτοῦ ψυχὴν εἰς τὴν οὐράνιον βασιλείαν ἐρχομένην ἐγνώκεισαν.
64.1
ΚΕΦΑΛ. Ι'. Περὶ ψυχῆς ἐγκλείστου εἰς οὐρανὸν ἀνελθούσης. CAPUT X. De egressu animae Spei abbatis.
64.1
Adhuc in monasterio meo positus cujusdam valde venerabilis viri relatione cognovi quod dico. Aiebat enim quia venerabilis Pater nomine Spes, monasterium construxit in loco cui vocabulum Cample est, qui sexti ferme milliarii interjacente spatio a vetusta Nursiae urbe disjungitur. Hunc omnipotens et misericors Deus ab aeterno verbere flagellando protexit, eique dispensationis suae maximam severitatem servavit et gratiam; quantumque eum prius flagellando diligeret, postmodum perfecte sanando monstravit. Ejus namque oculos per quadraginta annorum spatium continuae caecitatis tenebris pressit, nullum ei lumen vel extremae visionis aperiens. Sed quia nemo in verbere illius gratia se destituente subsistit, et nisi idem misericors Pater qui poenam irrogat patientiam praestet, mox per impatientiam peccatum nobis ipsa auget correptio peccatorum, fitque modo miserabili ut culpa nostra unde sperare debuit terminum, inde sumat augmentum; idcirco nostra Deus infirma conspiciens, flagellis suis custodiam permiscet, atque in percussione sua electis filiis nunc misericorditer justus est, ut sint quibus postea debeat juste misereri. Unde venerabilem senem dum exterioribus tenebris premeret, interna nunquam luce destituit. Qui cum flagello fatigaretur corporis, habebat per sancti Spiritus custodiam, consolationem cordis. Cum vero jam anni quadragesimi 388 fuisset in caecitate tempus expletum, ei Dominus lumen reddidit, et vicinum suum obitum denuntiavit, atque ut monasteriis circumquaque constructis verbum vitae praedicaret admonuit, quatenus corporis recepto lumine, visitatis in circuitu fratribus, cordis lumen aperiret. Qui statim jussis obtemperans, fratrum coenobia circuivit, mandata vitae quae agendo didicerat praedicavit. Quinto decimo igitur die ad monasterium suum peracta praedicatione reversus est, ibique fratribus convocatis astans in medio, sacramentum dominici corporis et sanguinis sumpsit, moxque cum eis mysticos psalmorum cantus exorsus est. Qui illis psallentibus orationi intentus animam reddidit. Omnes vero fratres qui aderant ex ore ejus exisse columbam viderunt, quae mox, aperto tecto oratorii egressa, aspicientibus fratribus, penetravit coelum. Cujus idcirco animam in columbae specie apparuisse credendum est, ut omnipotens Deus ex hac ipsa specie ostenderet quam simplici corde ei vir ille servisset.
65.1
ΚΕΦΑΛ. ΙΑ'. Περὶ ἐξόδου ψυχῆς Ἐλπιδίου ἀρχιμανδρίτου πόλεως Νουρσίας.
65.1
Ἔτι μοι ἐν τῷ μοναστηρίῳ ὑπάρχοντι, παρά τινος ἀνδρὸς σφόδρα εὐλαβεστάτου διηγουμένου μεμάθηκα, ὅπερ κἀγὼ διηγοῦμαι. Ἔλεγε γὰρ, ὅτι ὁ εὐλαβέστατος πατὴρ, ὁ ὀνομαζόμενος Σπὲς, μοναστήρια ἦν κτίσας, ἐν τῷ τόπῳ τῷ ὀνομαζομένῳ Κάμπλε, ὅστις ἕκτῳ μιλίῳ, ἢ καὶ προσένδον διάκειται ἀπὸ τῆς πόλεως τῆς καλουμένης παλαιᾶς Νουρσίας. Τοῦτον ὁ παντοδύναμος καὶ ἐλεήμων Θεὸς ἐνταῦθα παιδεύσας, ἐκ τῶν αἰωνίων βασάνων ἐξείλατο. Τῆς γὰρ μεγίστης αὐτοῦ οἰκονομίας καὶ τὴν ἀπειλὴν ἔδειξε, καὶ τὴν συμπάθειαν. Πόσον γὰρ αὐτὸν τὸ πρότερον μαστίζων ἠγάπα, μετέπειτα ὁλοκλήρως αὐτὸν ἰασάμενος ἐπέδειξεν. Τοὺς γὰρ αὐτοῦ ὀφθαλμοὺς μέχρι τεσσαρακονταετοῦς χρόνου διαστήματος, τῇ ἐπιμονῇ τοῦ σκότους τῆς τυφλώσεως ἐπλήρωσε, μηδὲν αὐτῷ φωτὸς κἂν μικρᾶς ὁράσεως αὐγὴν καταλείψας. Οὐδεὶς δὲ τὴν μάστιγα ὑπενέγκαι δύναται, τῆς χάριτος αὐτὸν ἐγκαταλιμπανούσης, εἰ μὴ αὐτὸς ὁ ἐλεήμων πατὴρ ὁ τὴν βάσανον παρέχων ὑπομονὴν δωρήσηται. Διὰ γὰρ τῆς ἀνυπομονησίας ἁμαρτίαν ἡμῖν αὐτὴ ἡ παίδευσις προστίθησιν· ὅθεν λοιπὸν συμβαίνει, τρόπῳ ἐλεεινῷ γενέσθαι, ὅτι ὅθεν ὀφείλει τὸ πταῖσμα ἡμῶν συγχώρησιν λαβεῖν, ἐκεῖθεν προσθήκην ὀδύνης δέχεται. Τούτου ἕνεκεν τὰ ἡμέτερα ἀσθενήματα ὁ Θεὸς ἐπιβλέπων, ταῖς μάστιξιν αὐτοῦ καὶ ὑπομονὴν ἀναμίσγει, ὥστε καὶ παιδεύων τὰ ἐκλεκτὰ αὐτοῦ τέκνα ἐλεήμων καὶ δίκαιος φανῇ οἷς μετέπειτα μέλλει δικαίως σπλαγχνίζεσθαι. Ὅθεν καὶ τὸν εὐλαβέστατον γέροντα τοῦτον, εἰ καὶ τῷ ἔξωθεν σκότει ἠμαύρωσεν, ἀλλ' οὖν τῷ ἔνδοθεν φωτὶ οὐδέποτε ἐνεκατέλιπεν. Ὅστις ἐν ὅσῳ τῇ τοῦ σώματος ἐχειμάζετο μάστιγι, εἶχε διὰ τῆς τοῦ ἁγίου πνεύματος σκέπης παράκλησιν καρδίας. Ἐπεὶ δὲ λοιπὸν τεσσαρακοστὸν 387 ἔτος ἐν τῇ τυφλώσει ὑπάρχων ἐπλήρωσεν, ὁ κύριος τὸ φῶς αὐτῷ ἀποδεδωκε, καὶ ἐγγίζειν τὸν θάνατον αὐτοῦ ἐμήνυσε. Τοῖς δὲ ὑπ' αὐτοῦ κτισθεῖσι μοναστηρίοις κύκλῳ κηρύξαι αὐτὸν τὸν τῆς ζωῆς λόγον ἐκέλευσε, καὶ ἵνα ὁ τοῦ σώματος ἀναλαβὼν τὸ φῶς, ἑπισκεψάμενος κύκλῳ τοὺς ἀδελφοὺς, τὸ τῆς καρδίας αὐτῶν διανοίξῃ. Ὅστις παρευθὺ τῇ προστάξει τοῦ κελεύσαντος ὑπακούσας, τὰ τῶν ἀδελφῶν κοινόβια ἐγύρευσε, καὶ τὰς τῆς ζωῆς ἐντολὰς, ἃς πράττων μεμάθηκε, τούτοις παρέθετο. Μετὰ πεντεκαιδεκάτην δὲ ἡμέραν, πληρώσας τὸ κήρυγμα, ἐν τῷ μοναστηρίῳ αὑτοῦ ὑπέστρεψεν. Ἐν δὲ τῷ εὐκτηρίῳ τοὺς ἀδελφοὺς προσκαλεσάμενος, καὶ σταθεὶς ἐν μέσῳ αὐτῶν, τοῦ δεσποτικοῦ σώματος καὶ αἵματος μετέλαβε, καὶ σὺν αὐτοῖς τὰς μυστικὰς τῶν ψαλμῶν ὑμνῳδίας ἐπετέλεσεν. Ἔτι δὲ αὐτῶν ψαλλόντων, αὐτὸς τῇ εὐχῇ ἐπιμείνας τὴν ψυχὴν παρέδωκε. Πάντες δὲ οἱ παρόντες ἀδελφοὶ ἐκ τοῦ στόματος αὐτοῦ περιστερὰν ἐξελθοῦσαν ἑώρακαν. Τοῦ δὲ κεράμου τοῦ εὐκτηρίου διανοιγέντος, τῶν ἀδελφῶν θεωρούντων, εὐθέως ἐν τῷ οὐρανῷ ἀνῆλθεν. Ὅθεν τὴν τούτου ψυχὴν ἐν τῷ τῆς περιστερᾶς σχήματι ὀφθῆναι πιστεύομεν, ἵνα καὶ ἐν τούτῳ ὁ παντοδύναμος Θεὸς, διὰ τοῦ τοιούτου σχήματος δείξῃ αὐτοῖς ἐν ποίᾳ ἀκεραιότητι καρδίας οὗτος ὁ ἀνὴρ ἐδούλευσεν αὐτῷ.
65.1
ΚΕΦΑΛ. ΙΑ'. Περὶ ἐξόδου ψυχῆς Ἐλπιδίου ἀρχιμανδρίτου πόλεως Νουρσίας. CAPUT XI. De egressu animae Nursini presbyteri.
65.1
Sed neque hoc sileam quod vir venerabilis abbas Stephanus, qui non longe ante hoc tempus in hac urbe defunctus est, quem ipse etiam bene nosti, in eadem provincia Nursiae contigisse referebat. Aiebat enim quod illic presbyter quidam commissam sibi cum magno timore Domini regebat Ecclesiam( Dist. 32, can. Presbyter). Qui ex tempore ordinationis acceptae presbyteram suam ut sororem diligens, sed quasi hostem cavens, ad se propius accedere nunquam sinebat, eamque sibimet propinquare nulla occasione permittens, ab ea sibi communionem funditus familiaritatis absciderat. Habent quippe sancti viri hoc proprium; nam ut semper ab illicitis longe sint, a se plerumque etiam licita abscindunt. Unde idem vir, ne in aliquam per eam incurreret culpam, sibi etiam per illam ministrari recusabat necessaria. Hic ergo venerabilis presbyter cum longam vitae implesset aetatem, anno quadragesimo ordinationis suae inardescente graviter febre correptus, ad extrema deductus est. Sed cum eum presbytera sua conspiceret solutis jam membris, quasi in morte distentum, si quod adhuc ei vitale spiramen inesset, naribus ejus apposita curavit aure dignoscere. Quod ille sentiens, cui tenuissimus inerat flatus, quantulo adnisu valuit, ut loqui potuisset, infervescente spiritu collegit vocem atque erupit, dicens: Recede a me, mulier, adhuc igniculus vivit, paleam tolle. Illa igitur recedente, crescente virtute corporis, cum magna coepit laetitia clamare, dicens: Bene veniant domini mei; 389 bene veniant domini mei; quid ad tantillum servulum vestrum estis dignati convenire? venio, venio, gratias ago, gratias ago. Cumque hoc iterata crebro voce repeteret, quibus hoc diceret noti sui, qui illum circumsteterant, requirebant. Quibus ille admirando respondit, dicens: Nunquid hic convenisse sanctos apostolos non videtis? beatum Petrum et Paulum primos apostolorum non aspicitis? Ad quos iterum conversus, dicebat: Ecce venio, ecce venio; atque inter haec verba animam reddidit. Et quia veraciter sanctos apostolos viderit, eos etiam sequendo testatus est. Quod plerumque contingit justis, ut in morte sua sanctorum praecedentium visiones aspiciant, ne ipsam mortis suae poenalem sententiam pertimescant, sed dum eorum menti internorum civium societas ostenditur, a carnis suae copula sine doloris et formidinis fatigatione solvantur.
66.1
ΚΕΦΑΛ. ΙΒ'. Περὶ ἐξόδου ψυχῆς τοῦ ἀπὸ Νουρσίας πρεσβυτέρου.
66.1
Οὐδὲ τοῦτο παρασιωπῆσαι δίκαιον ἡγοῦμαι, ὅπερ ὁ εὐλαβέστατος ἀνὴρ ἀββᾶς Στέφανος, ὅστις οὐ πρὸ πολλοῦ χρίνου ἐν ταύτῃ τῇ πόλει ἐτελειώθη ἓν καὶ αὐτὸς καλῶς ἐπίστασαι, ἐν τῇ αὐτῇ τῆς Νουρσίας χώρᾳ συμβεβηκέναι διηγεῖτο. Ἔλεγε γὰρ, ὅτι πρεσβύτερός τις ἐκεῖσε τὴν ἐμπιστευθεῖσαν αὑτῷ ἐκκλησίαν μετὰ μεγίτου φόβου τοῦ κυρίου ἐποίμαινεν. Ὅστις ἀπὸ τοῦ καιροῦ τῆς χειροτονίας αὑτοῦ τὴν ἑαυτοῦ σύμβιον, ὡς μὲν ἀδελφὴν ἠγάπα, ὡς δὲ ἐχθρὸν φοβούμενος ταύτην πρὸς ἑαυτὸν προσεγγίσαι οὐδέποτε παρέασεν ἐν οὐδεμιᾷ προφάσει. Παντελῶς δὲ τὴν ἐκ τῆς κοινωνίας γνησιότητα ἐξ αὐτῆς ἀπέτεμεν. Μετὰ πάντων γὰρ τῶν ἀγαθῶν καὶ τοῦτο τὸ ἰδίωμα ἔχουσιν οἱ ἅγιοι ἄνδρες, ὥστε οὐ μόνον ἐκ τῶν μὴ ἁρμοζόντων πάντοτε ἐκ μήκους εἶναι, ἀλλὰ καὶ τὰ ἁρμόζοντα πολλάκις ἀφ' ἑαυτῶν ἀποτέμνουσιν. Ὅθεν ὁ αὐτὸς ἀνὴρ, ἵνα μὴ ἐν οἱωδηποτοῦν πταίσματι δι' αὐτῆς περιέλθῃ, οὔτε εἰς τὸ ἐπάναγκες διακονηθῆναι παρ' αὐτῆς κατεδέχετο. Οὗτος τοίνυν ὁ εὐλαβέστατος πρεσβύτερος ἐν πολλοῖς ἔτεσι τὴν ζωὴν διανύσας, καὶ εἰς βαθὺ γῆρας ἐληλακὼς, τῷ τεσσαρακοστῷ χρόνῳ τῆς χειροτονίας αὐτοῦ ἐκκαύσει βαρυτάτου πυρετοῦ συσχεθεὶς, ἐν τοῖς ἐσχάτοις ἀπηνέχθη. Θεασαμένη δὲ ἡ αὐτοῦ γενομένη σύμβιος, ὅτι ἅπαντα αὐτοῦ τὰ μέλη ἀπενεκρώθησαν, καὶ λοιπὸν τῷ θανάτῳ προσήγγισε, τὴν ἀκοὴν αὑτῆς ταῖς ῥισὶν αὐτοῦ ἐπιθείσασα, ἔσπευδε διαγνῶναι, ἐὰν αὐτῷ τις ἔτι πνοὴ ζωτικὴ ὑπῆρχεν. Ὅπερ ἐκεῖνος ἐπιγνοὺς, καὶ τι λίαν λεπτοτάτης αὐτῷ πνοῆς ὑπαρχούσης, τῇ ἐπινεύσει δὲ μᾶλλον θερμανθέντος τοῦ πνεύματος, ὅσην ἠδυνήθη σωρεῦσαι πνοὴν τοῦ λαλῆσαι, τὴν φωνὴν διήνοιξε, λέγων· Ἀπόστα ἀπ' ἐμοῦ, γύναι. Τὸ γὰρ πῦρ ἔτι ζῇ, ἔπαρον τὸ ἄχυρον. Ἐκείνης δὲ ὑποχωρησάσης, καὶ τῆς τοῦ σώματος αὐτοῦ δυνάμεως αὐξησάσης, μετὰ μεγάλης εὐφροσύνης ἤρξατο κράζειν καὶ λέγειν· Καλῶς ἔρχονται οἱ κύριοί μου· 390 τί πρὸς τὸν ἀνάξιον ὑμῶν δοῦλον ἐλθεῖν κατηξιώσατε; Ἔρχομαι, ἔρχομαι, εὐχαριστῶ, εὐχαριστῶ. Ἐν δὲ τῷ συχνῇ τῇ φωνῇ τὸν αὐτὸν λόγον προσφέρειν αὐτὸν, οἱ γνωστοὶ αὐτοῦ, οἵτινες ἐκεῖσε παρίσταντο, τίσι τοῦτο ἔλεγεν ἠρώτων. Πρὸς οὓς ἐκείνος θαυμάζων ἀπεκρίθη, λέγων· Οὐ θεωρεῖτε τοὺς ἁγίους ἀποστόλους συνεληλυθότας ἐνταῦθα; Οὐ θεωρεῖτε τοὺς μακαρίους Πέτρον καὶ Παῦλον τοὺς πρώτους τῶν ἀποστόλων; Πρὸς οὓς πάλιν ἐπιστραφεὶς, εἶπεν· Ἰδοὺ ἔρχομαι, ἰδοὺ ἔρχομαι. Ἐν τούτοις οὖν τοῖς ῥήμασι τὴν ψυχὴν ἀπέδωκεν. Ἐπ' ἀληθείας τοιγαροῦν τοὺς ἀποστόλους ἐθεάσατο, οἷς καὶ ἀκολουθεῖν ἐμαρτύρησεν. Ὅθεν λοιπὸν συμβαίνει ἐν τοῖς δικαίοις, ὥστε ἐν τῷ θανάτῳ αὐτῶν, ἁγίων προλαμβανόντων, ὀπτασίας αὐτοὺς θεάσασθαι, ἵνα μὴ ἐν τῇ ἀποφάσει τοῦ θανάτου βάσανον δειλιάσωσιν. Ἀλλ' ἐν τῷ ἐπιδείκνυσθαι αὐτοῖς τῷ ἔνδοθεν λογισμῷ μετὰ τίνων συμμέτοχοι ὑπάρχουσιν, ἐκ τοῦ δεσμοῦ τῆς σαρκὸς αὐτῶν ἄνευ πόνου καὶ φόβου ἀπολυθῶσιν.
66.1
ΚΕΦΑΛ. ΙΒ'. Περὶ ἐξόδου ψυχῆς τοῦ ἀπὸ Νουρσίας πρεσβυτέρου. CAPUT XII. De anima Probi Reatinae civitatis episcopi.
66.1
Qua de re neque hoc sileam, quod Probus omnipotentis Dei famulus, qui nunc in hac urbe monasterio praeest, quod appellatur Renati, de Probo patruo suo Reatinae civitatis episcopo mihi narrare consuevit, dicens quia, appropinquante vitae ejus termino, eum gravissima depressit aegritudo. Cujus pater nomine Maximus, pueris circumquaque transmissis colligere medicos studuit, si fortasse ejus molestiae subvenire potuisset. Sed congregati ex vicinis locis undique medici, ad tactum venae denuntiaverunt ejus exitum citius adfuturum. Sed cum jam tempus refectionis incumberet, atque diei hora tardior excrevisset, venerandus episcopus de illorum potius quam de sua salute sollicitus, eos qui aderant admonuit cum suo patre in superioris episcopii sui partes ascendere, seque post laborem reficiendo reparare. Omnes igitur ascenderunt domum, unus ei tantummodo parvulus relictus est puer, quem nunc quoque praedictus Probus asserit superesse. Qui dum lecto jacentis assisteret, subito aspexit intrantes ad virum Dei quosdam viros stolis candidis amictos, qui eumdem quoque candorem vestium, vultuum suorum luce vincebant. Qua splendoris etiam claritate perculsus, quinam illi essent, emissa coepit voce clamare. Qua voce etiam Probus episcopus commotus, intrantes eos aspexit et agnovit, atque eumdem stridentem vagientemque puerum consolari coepit, dicens: Noli timere, fili, quia ad me sanctus Juvenalis et sanctus Eleutherius martyres venerunt. Ille autem tantae visionis novitatem non ferens, cursu concito extra fores fugit, atque eos quos viderat patri ac medicis nuntiavit. Qui concite descenderunt; sed aegrum quem reliquerant jam defunctum invenerunt, quia illi eum secum tulerant, quorum visionem puer ferre non potuit, qui hic remansit.
67.1
ΚΕΦΑΛ. ΙΓ'. Περὶ τῆς ψυχῆς Πρόβου ἐπισκόπου πόλεως Ῥεατῆς.
67.1
Καὶ τοῦτο φανερὸν καταστῆσαι εὔλογον ἡγοῦμαι, ὅπερ μοι Πρόβος ὁ τοῦ Θεοῦ οἰκέτης διηγήσατο, ὅστις νυνὶ ἐν ταύτῃ τῇ πόλει μοναστηρίῳ προΐσταται, Ῥενάτης ἐπωνομαζομένῳ. Ἔλεγε γὰρ περὶ Πρόβου τοῦ πατρὸς αὑτοῦ, τοῦ γενομένου ἐπισκόπου τῆς πόλεως Ῥεατῆς, ὅτι τοῦ τέλους τῆς ζωῆς αὐτοῦ πλησιάσαντος, βαρυτάτη νόσος αὐτὸν κατέσχεν. Ὁ δὲ ἐκείνου πατὴρ Μάξιμος ὀνόματι, παῖδας ἐν τοῖς πέριξ τόποις ἀποστείλας συναγαγεῖν ἰατροὺς ἠγωνίσατο, ὥστε τῇ ἐκείνου ἀσθενείᾳ εἴτι δύνανται συνδράμωσιν. Τῶν δὲ ἰατρῶν ἐκ τῶν γειτνιαζόντων τόπων πορευθέντων, καὶ τούτου τὸν σφυγμὸν ψηλαφήσαντες ἐμήνυσαν σύντομον αὐτοῦ τὴν ἔξοδον μέλλειν ἔσεσθαι. Τῆς οὖν ὥρας προκοψάσης, καὶ τοῦ καιροῦ τοῦ ἀρίστου ἤδη λοιπὸν καταλαβόντος, ὁ εὐλαβέστατος ἐπίσκοπος περὶ τῆς ἐκείνων μᾶλλον ἤπερ τῆς ἐκείνου σωτηρίας ἐφρόντισεν. Ὅθεν τοὺς παραγενομένους ἰατροὺς παρεκάλεσεν, ἵνα ἅμα τοῦ πρεσβύτου αὐτοῦ πατρὸς ἐν τοῖς ἀνωγείοις τοῦ ἐπισκοπείου ἀνέλθωσι καὶ τροφῆς μεταλάβωσι. Πάντες οὖν ἐν τῷ ἀνωτέρῳ οἴκῳ ἀνῆλθον. Ἓν δὲ παιδίον σεμνὸν παριστάμενον αὐτῷ καὶ μόνον κατελείφθη, ὅπερ καὶ μέχρι τοῦ νῦν περίεστι, καθὼς ὁ προλεχθεὶς Πρόβος λέγει. Ὅστις ἐν ὅσῳ τῇ κλίνῃ τοῦ κειμένου παρίστατο, ἐθεάσατο αἴφνης ἄνδρας τινὰς πρὸς αὐτὸν προσερχομένους, στολὰς λευκὰς ἠμφιεσμένους, οἵτινες τῷ φωτὶ τοῦ προσώπου αὑτῶν τὴν λαμπρότητα τῶν ἱματίων ὑπερέβαλλον. Ἐκ τῆς ἀστραπῆς οὗν τῆς αὐτῶν λαμπρότητος πληγεὶς ὁ παῖς, φωνὴν προσενέγκας, κράζειν ἤρξατο, τίνες ἐκεῖνοι ὑπάρχουσι. Τῇ δὲ τούτου φωνῇ Προβος ὁ ἐπίσκοπος συνταραχθεὶς εἰσερχομένους αὐτοὺς ἑωρακὼς τούτους ἐπέγνω. Τὸν δὲ κράζοντα παῖδα παρακαλεῖν ἤρξατο, λέγων· Μὴ φοβοῦ, ὅτι πρός με ὁ ἅγιος Ἰουβενάλιος, καὶ ὁ ἅγιος Ἐλευθέριος οἱ μάρτυρες ἦλθον. Ἐκεῖνος δὲ τῆς τοιαύτης ὀπτασίας τὸ νεούργημα μὴ φέρων, δρόμῳ ταχυτάτῳ ἔξω τῶν θυρῶν ἔφυγε. Περὶ δὲ ὧν ἐθεάσατο, τῷ πατρὶ καὶ τοῖς ἰατροῖς ἐμήνυσεν. Οἵτινες συντόμως κατελθόντες, τὸν ἄῤῥωστον, ὃν κατέλιπον, θανέντα λοιπὸν εὗρον. Ὅθεν δῆλον, ὅτι ἐκεῖνοι αὐτὸν μεθ' ἑαυτῶν ἐπῇραν, ὧν τὴν θέαν ὑπενέγκαι οὐκ ἡδυνήθη ὁ ἐνθάδε ἀπομείνας παῖς. 392
67.1
ΚΕΦΑΛ. ΙΓ'. Περὶ τῆς ψυχῆς Πρόβου ἐπισκόπου πόλεως Ῥεατῆς. CAPUT XIII. De transitu Gallae ancillae Dei.
67.1
Interea neque hoc silendum arbitror quod mihi personarum gravium atque fidelium est relatione compertum. Gothorum namque temporibus Galla hujus urbis nobilissima puella Symmachi consulis ac patricii filia, intra adolescentiae tempora marito tradita, in unius anni spatio ejus est morte viduata. Quam dum, fervente mundi copia, ad iterandum thalamum et opes et aetas vocarent, elegit magis spiritalibus nuptiis copulari Deo, in quibus a luctu incipitur, sed ad gaudia aeterna pervenitur, quam carnalibus nuptiis subjici, quae a laetitia semper incipiunt, et ad finem cum luctu tendunt. Huic autem cum valde ignea conspersio corporis inesset, coeperunt medici dicere, quia nisi ad amplexus viriles rediret, calore nimio contra naturam barbas esset habitura, quod ita quoque post factum est. Sed sancta mulier nihil exterioris deformitatis timuit, quae interioris sponsi speciem amavit, nec verita est si hoc in illa foedaretur, quod a coelesti sponso in ea non amaretur. Mox ergo ut ejus maritus defunctus est, abjecto saeculari habitu, ad omnipotentis Dei servitium sese apud beati Petri apostoli ecclesiam monasterio tradidit, ibique multis annis simplicitati cordis atque orationi dedita, larga indigentibus eleemosynarum opera impendit. Cumque omnipotens Deus perennem jam mercedem reddere ejus laboribus decrevisset, cancri ulcere in mamilla percussa est. Nocturno autem tempore ante lectum ejus duo candelabra lucere consueverant, quia videlicet amica lucis, non solum spiritales, sed etiam corporales tenebras odio habebat. Quae dum nocte quadam ex hac eadem jaceret infirmitate fatigata, vidit beatum Petrum apostolum inter utraque candelabra ante suum lectum consistentem; nec perterrita timuit, sed ex amore sumens audaciam exsultavit, eique dixit: Quid est, Domine mi, dimissa sunt mihi peccata mea? Cui ille benignissimi ut est vultus, inclinato capite annuit, dicens: Dimissa; veni. Sed quia quamdam sanctimonialem feminam in eodem monasterio prae caeteris diligebat, illico Galla subjunxit: Rogo ut soror Benedicta mecum veniat. Cui ille respondit: Non, sed illa talis veniat tecum; haec vero quam petis, die erit trigesimo secutura. His itaque expletis, visio apostoli assistentis et colloquentis ei ablata est. At illa protinus cunctae congregationis accivit Matrem, eique quid viderit, quidve audierit, indicavit. Tertio autem die cum ea quae jussa fuerat sorore defuncta est; illa vero quam ipsa poposcerat die est trigesimo subsecuta. Quod factum nunc usque in eodem monasterio manet 393 memorabile, sicque hoc a praecedentibus Matribus traditum narrare illic solent subtiliter juniores quae nunc sunt sanctimoniales virgines, ac si illo in tempore huic tam grandi miraculo et ipsae adfuissent.
68.1
391 ΚΕΦΑΛ. ΙΔprime;. Περὶ τῆς τελειώσεως Γάλλης μοναστρίας θυγατρὸς Συμμάχου πατρικίου.
68.1
Ἐπὶ τούτοις οὐδὲ τοῦτο παρασιωπηθῆναι δίκαιον κρίνω, ὅπερ μοι πρόσωπον μέγιστον καὶ πιστὸν τῇ διηγήσει ἐγνώρισεν. Ἔλεγε γὰρ, ὅτι ἐν τοῖς τῶν Γότθων καιροῖς, Γάλλα τίς εὐγενεστάτη κόρη ταύτης τῆς πόλεως, θυγάτηρ ὑπάρχουσα Συμμάχου τοῦ ὑπάτου καὶ πατρικίου, ἐν τῷ τῆς νεότητος αὐτῆς χρόνῳ, ἀνδρὶ, παραδοθεῖσα, ἕνα καὶ μόνον ἐνιαυτὸν συζήσασα, τούτου τελευτήσαντος χήρα γέγονε. Ταύτην δὲ ἡ ἀκμὴ τῆς νεότητος, καὶ ἡ τοῦ κόσμου ἐπιθυμία, καὶ τοῦ πλούτου ἡ ἀπάτη, πρὸς τὸ δευτέροις προσομιλῆσαι γάμοις ἐξεκαλεῖτο. Ἀλλὰ αὕτη μᾶλλον ἐξελέξατο πνευματικοῖς γάμοις τῷ Θεῷ συναφθῆναι, οἵτινες ἀπὸ πένθους ἄρχονται, καὶ εἰς χαρὰν αἰώνιον καταλήγουσιν, ἤπερ σαρκικοῖς γάμοις ὑποταγῆναι, οἵτινες ἀπὸ εὐφροσύνης ἄρχονται, ἐν δὲ τῷ τέλει μετὰ πένθους πορεύονται. Σφόδρα δὲ αὐτῆς θερμῆς ὑπαρχούσης τῇ κατασκευῇ τοῦ σώματος, ἤρξαντο οἱ ἰατροὶ λέγειν, ὅτι εἰ μὴ εἰς συμπλοκὴν ἀνδρὸς ἐπιστρέψει, τῇ σφοδροτάτῃ θέρμῃ τῆς φύσεως γένεια μέλλει ἐκφέρειν. Ὅπερ μετέπειτα καὶ γέγονεν. Ἀλλ' ἡ ἁγία ἐκείνη γυνὴ οὐδὲν τῆς ἔξωθεν ἀσχημοσύνης ἐφρόντισεν, ἥτις ἔνδον νυμφίου τὸ κάλλος ἠγάπησεν. Οὐδὲ τὸ ἐν αὐτῇ ἀκαλλὲς ἠρυθρίασεν, ἀλλὰ μᾶλλον ἐκεῖνο ᾐδέσθη τὸ παρὰ τοῦ οὐρανίου νυμφίου μὴ ἀγαπώμενον. Παρευθὺ οὖν τοῦ τελευτῆσαι τὸν ταύτης σύζυγον, ἀποβαλοῦσα τὸ κοσμικὸν σχῆμα, εἰς τὴν τοῦ παντοδυνάμου Θεοῦ δουλείαν ἑαυτὴν ἐκδέδωκεν, ἐν τῷ μοναστηρίῳ τῷ ὄντι παρὰ τὴν τοῦ μακαρίου Πέτρου τοῦ ἀποστόλου ἐκκλησίαν. Ἐκεῖσε οὖν ἐπὶ πολλοὺς χρόνους ἐν ἀκακίᾳ καρδίας καὶ ἐπιμόνῳ προσευχῇ διήρκεσε πλουσίως τοῖς δεομένοις τὴν ἐλεημοσύνην παρέχουσα. Ὅτε δὲ λοιπὸν τὸν αἰώνιον μισθὸν ὁ παντοδύναμος Θεὸς τοῖς ταύτης καμάτοις παρασχέσθαι ὥρισε, καρκίνου ἐπλήγη θηλῇ. Ἐν δὲ τῇ νυκτερινῇ ἡσυχίᾳ ἔμπροσθεν τῆς κλίνης αὐτῆς δύο λυχνίαι φαίνειν ἤρξαντο. Ἡ γὰρ τοῦ φωτὸς προσφιλὴς οὐ μόνον τὸ νοητὸν οκότος, ἀλλὰ καὶ τὸ αἰσθητὸν εἰς μῖσος εἶχεν. Ἐν μιᾷ δὲ νυκτὶ κατάκοπος ἐκ τῆς αὐτῆς ἀσθενείας κειμένη, τὸν μακάριον Πέτρον τὸν ἀπόστολον ἐν μέσῳ τῶν ἀμφοτέρων λυχνιῶν ἔμπροσθεν τοῦ κραβάτου αὐτῆς ἑστῶτα ἐθεάσατο. Μηδόλως δειλιάσασα ἢ φοβηθεῖσα, μᾶλλον δὲ ἐκ τοῦ πόθου παῤῥησίαν λαβοῦσα, ἀγαλλιωμένη, πρὸς αὐτὸν εἶπε· Τί ἐστι, κύριέ μου, συνεχωρήθησάν μοι αἱ ἁμαρτίαι μου; Πρὸς ἣν αὐτὸς, ἀγαθῷ προσώπῳ καθὼς καὶ ὑπάρχει, τὴν κεφαλὴν κλίνας, ἔνευσε, λέγων· Συνεχωρήθησαν, ἐλθέ. Ἡ οὖν Γάλλα ἱερωτάτην τινὰ θηλείαν ἐν τῷ αὐτῷ μοναστηρίῳ ὑπὲρ τὰς λοιπὰς ἀγαπῶσα, προσέθετο, λέγουσα· Παρακαλῶ ἵνα ἡ ἀδελφὴ Βενέδικτα μετ' ἐμοῦ ἔλθῃ. Αὐτὸς δε πρὸς αὐτὴν ἀπεκρίθη, λέγων· Οὐχὶ, ἀλλ' ἡ δεῖνα, ἀρτίως ἔλθῃ μετά σου. Αὕτη δὲ ἣν αἰτεῖς, μετὰ τριακοστὴν ἡμέραν ἀκολουθήσει σοι. Τούτων τοίνυν ῥηθέντων, ἡ ὅρασις τοῦ ἀποστόλου τοῦ παρεστῶτος καὶ συντυγχάνοντος αὐτῇ ᾔρθη. Ἐκείνη δὲ εὐθέως τὴν μητέρα τῆς συνοδίας προσκαλεσαμένη ἅπαντα αὐτῇ ἅπερ ἐθεάσατο καὶ ἀκήκοεν ἐμήνυσε. Τῇ δὲ τρίτῃ ἡμέρᾳ ἅμα τῇ ἀδελφῇ ᾗ ἐκελεύσθη πρὸς κύριον ἐξεδήμησεν. Εκείνη δὲ ἥνπερ αὐτὴ ᾐτήσατο, τῇ τριακοστῇ ἡμέρᾳ τὸ τοῦ βίου τέλος ἐδέξατο. Τοῦτο δὲ ἐν τῷ αὐτῷ μοναστηρίῳ πραχθὲν μέχρι τοῦ νῦν 394 μνημονευόμενον διαμένει. Παρὰ γὰρ τῶν προοδευκουσῶν( sic) μητέρων ἐκεῖσε παραδοθὲν, οὕτως ἐπὶ λεπτοῦ διηγοῦνται αὐτόθι· οἰκοῦσαι νεάνιδες ἱεραὶ παρθένοι ὑπάρχουσαι, ὡς ὅτι ἐν ἐκείνῳ τῷ καιρῶ παροῦσαι τὸ τοιοῦτο μέγιστον θαῦμα ἐθεάσαντο.
68.1
391 ΚΕΦΑΛ. ΙΔprime;. Περὶ τῆς τελειώσεως Γάλλης μοναστρίας θυγατρὸς Συμμάχου πατρικίου. CAPUT XIV. De transitu Servuli paralytici.
68.1
Sed inter haec sciendum est quia saepe animabus exeuntibus electorum, dulcedo solet laudis coelestis erumpere, ut dum illam libenter audiunt, dissolutionem carnis ab anima sentire minime permittantur. Unde in Homiliis quoque Evangelii jam narrasse me memini quod in ea porticu quae euntibus ad ecclesiam beati Clementis est pervia, fuit quidam, Servulus nomine, cujus te quoque non ambigo meminisse, qui quidem pauper rebus, sed meritis dives erat, quem longa aegritudo dissolverat. Nam ex quo illum scire potuimus, usque ad finem vitae paralyticus jacebat. Quid dicam quia stare non poterat, qui nunquam in lecto surgere vel ad sedendum valebat, nunquam manum suam ad os ducere, nunquam se potuit ad latus aliud declinare? Huic ad serviendum mater cum fratre aderat, et quidquid ex eleemosyna potuisset accipere, hoc eorum manibus pauperibus erogabat. Nequaquam litteras noverat, sed Scripturae sacrae sibimet Codices emerat, et religiosos quosque in hospitalitatem suscipiens, hos coram se studiose legere faciebat. Factumque est ut juxta modum suum plene sacram Scripturam disceret, cum, sicut dixi, litteras funditus ignoraret. Studebat semper in dolore gratias agere, hymnis Deo et laudibus diebus ac noctibus vacare. Sed cum jam tempus esset ut tanta ejus patientia remunerari debuisset, membrorum dolor ad vitalia rediit. Cumque jam se morti proximum agnovisset, peregrinos viros, atque in hospitalitatem susceptos, admonuit ut surgerent, et cum eo psalmos pro exspectatione sui exitus decantarent. Cumque cum eis et ipse moriens psalleret, voces psallentium repente compescuit cum terrore magni clamoris, dicens: Tacete; nunquid non auditis quantae resonent laudes in coelo? Et dum ad easdem laudes quas intus audierat, aurem cordis intenderet, sancta illa anima carne soluta est. Qua scilicet exeunte, tanta illic fragrantia odoris aspersa est, ut omnes qui illic aderant inaestimabili suavitate replerentur, ita ut per hoc patenter cognoscerent quod eam laudes in coelo suscepissent. Cui rei monachus noster interfuit, qui nunc usque vivit, et cum magno fletu attestari solet, quia quousque corpus ejus sepulturae traderent, ab eorum naribus odoris illius fragrantia non recessit.
69.1
ΚΕΦΑΛ. ΙΕ'. Περὶ τῆς τελειώσεως Σερβούλου παραλυτικοῦ.
69.1
Καὶ τοῦτο δὲ γνώριμον ποιῆσαι ἀναγκαῖον ὑπάρχει, ὅτι πολλάκις τῶν ψυχῶν τῶν ἐκλεκτῶν ἐξερχομένων ἐκ τοῦ σώματος, αἶνος ἐν τοῖς οὐρανοῖς ἐπιτελεῖται, ἵνα ἐν ὅσῳ τούτου ἡδέως αἱ ψυχαὶ ἐπακροῶνται, τὴν ἐκ τῆς σαρκὸς διάλυσιν μὴ αἴσθωνται πῶς ὑπομένουσιν. Ὅθεν περὶ τούτου καὶ ἐν ταῖς ὁμιλίαις τοῦ εὐαγγελίου διηγήσασθαι μέμνημαι. Ἐν γὰρ τῷ ἐμβόλῳ τῷ ἀπερχομένῳ ἐν τῇ ἐκκλησίᾳ τοῦ μακαρίου Κλήμεντος ὑπῆρχέ τις κατὰ τὴν ὁδὸν κατακείμενος, ὀνόματι Σέρβουλος, ὅνπερ ἀγνοεῖν σε οὐ λογίζομαι. Οὗτος οὖν, εἰ καὶ πτωχὸς τοῖς πράγμασι τοῦ βίου ἐτύγχανεν, ἀλλ' οὖν τοῖς δικαιώμασι πλούσιος ὑπῆρχεν. Τοῦτου δὲ τὸ σῶμα πολυχρόνιος ἀῤῥωστία παρέλυσεν. Ἐξ οὗ γὰρ αὐτὸν γνῶναι ἠδυνήθημεν, μέχρι τοῦ τέλους τῆς ζωῆς αὐτοῦ παραλυτικὸς ἔκειτο. Τί δὲ λέγω; Παντελῶς στῆναι οὐκ ἠδύνατο, οὔτε ἐν τῇ κλίνῃ αὐτοῦ ποτε ἀνακαθίσαι ἴσχυσεν, οὐδέ ποτε τὴν χεῖρα αὑτοῦ ἐν τῷ στόματι ἀπενέγκαι ἠδυνήθη, οὐδέ ποτε ἑαυτὸν εἰς ἑτέραν πλευρὰν στρέψαι ἴσχυσεν. Τούτῳ δὲ πρὸς ὑπηρεσίαν ἡ μήτηρ καὶ ἕτερος αὑτοῦ ἀδελφὸς παρίσταντο. Εἴτι δὲ ἀπὸ ἐλεημοσύνης ἐλάμβανε, τοῦτο πάλιν διὰ τῶν χειρῶν αὑτοῦ τοῖς πτωχοῖς διεδίδου. Καὶ γράμματα μὲν οὐδαμῶς ἐγίνωσκε, βίβλους δὲ τῆς ἱερᾶς γραφῆς ἑαυτῷ ἠγόρασε. Καὶ δεχόμενος πρὸς παροικίαν εὐλαβεῖς τινας ἄνδρας, τούτους ἐνώπιον αὑτοῦ πεπονημένως ἀναγνῶναι ἐποίει. Γέγονε δὲ ὥστε κατὰ τὸ δυνατὸν αὐτῷ, χρησίμως τὴν ἱερὰν γραφὴν ἐκμαθεῖν, γράμματα, καθὼς προεῖπον, παντελῶς μὴ γινώσκων. Εὐχαρίστως δὲ πάντοτε τὸν πόνον ὑπέφερε, καὶ ἐν τῇ τοῦ Θεοῦ αἰνέσει νύκτα καὶ ἡμέραν ἐσχόλαζεν. Ὡς δὲ λοιπὸν καιρὸς ὑπῆρχεν, ἵνα ἡ τοσαύτη αὐτοῦ ὑπομονὴ τὴν ἀντάμειψιν ἀπολάβῃ, ὁ τῶν μελῶν αὐτοῦ πόνος ἔπαυσεν. Ἡνίκα δὲ τῷ θανάτῳ πλησιάζειν ἑαυτῷ ἐπέγνω, οὕσπερ ἦν ὑποδεξάμενος ἄνδρας πρὸς τὸ ξενοδοχῆσαι παρεκάλεσεν, ὅπως ἀναστῶσι, καὶ σὺν αὐτῷ διὰ τὴν ἀναμονὴν τῆς ἐξόδου τῆς ψυχῆς αὐτοῦ ψαλμῳδίαν τῷ Θεῷ ᾄσωσιν. Ἐν ὅσῳ δὲ σὺν αὐτοῖς καὶ αὐτὸς ὁ τελευτῶν ἔψαλλεν, αἴφνης τούτους τοῦ ψάλλειν ἐκώλυσε μετὰ φόβου καὶ κραυγῆς μεγάλης, λέγων· Σιωπᾶτε, μὴ γὰρ οὐκ ἀκούετε πῶς ἀντηχῶσιν αἰνέσεις ἐν τῷ οὐρανῷ; Εἰς οὖν τὰς αἰνέσεις ἐκείνας προσέχων, ὡς ὅτι ἔνδον ἐν τοῖς ὠσὶν τῆς καρδίας αὐτοῦ τούτων ἤκουεν, ἡ ἁγία ἐκείνη ψυχὴ ἐκ τῶν δεσμῶν τοῦ σώματος ἀπελύθη. Ταύτης δὲ ἐξελθούσης, τοσαύτη ὄσφρησις εὐωδίας ἐν τῷ τόπῳ ἐκείνῳ ἐπῆλθεν, ὥστε πάντας τοὺς ἐκεῖσε παρισταμένους ταύτης ἐμπλησθῆναι. Ὅθεν ἐκ τούτου φανερὸν τοῖς πᾶσι γενέσθαι, ὅτι ταύτην αἱ ἐν τῷ οὐρανῷ αἰνέσεις ἐδέξαντο. Ἐν δὲ τῷ πράγματι τούτῳ μοναχὸς ἡμέτερος παρὼν αὐτόθι ὑπῆρχεν. Ὅστις καὶ μέχρι τοῦ νῦν περίεστι. Οὗτος μετὰ πολλοῦ κλαυθμοῦ μαρτυρεῖ, λέγων ὅτι ἕως οὗ τὸ σῶμα αὐτοῦ τῇ ταφῇ παρεδώκασιν, ἐκ τῶν ῥινῶν αὐτῶν ἐκείνης τῆς εὐωδίας ἡ ὄσφρησις οὐκ ἀπέστη. 396
69.1
ΚΕΦΑΛ. ΙΕ'. Περὶ τῆς τελειώσεως Σερβούλου παραλυτικοῦ. CAPUT XV. De transitu Romulae ancillae Dei.
69.1
In eisdem quoque Homiliis rem narrasse me recolo, quam Speciosus compresbyter meus, qui hanc noverat, me narrante attestatus est. Eo namque tempore quo monasterium petii, anus quaedam Redempta nomine, in sanctimoniali habitu constituta in urbe hac juxta beatae Mariae semper virginis ecclesiam manebat. Haec illius Herundinis discipula fuerat, quae magnis virtutibus pollens, super Praenestinos montes vitam eremiticam duxisse ferebatur. Huic autem Redemptae duae in eodem habitu discipulae aderant, una nomine Romula, et altera, quae nunc adhuc superest, quam quidem facie scio, sed nomine nescio. Tres itaque hae in uno habitaculo commanentes, morum quidem divitiis plenam, sed tamen rebus pauperem vitam ducebant. Haec autem quam praefatus sum Romula aliam quam praedixi condiscipulam suam magnis vitae meritis anteibat. Erat quippe mirae patientiae, summae obedientiae, custos oris sui ad silentium, studiosa valde ad continuae orationis usum. Sed quia plerumque hi, quos jam homines perfectos aestimant, adhuc in oculis summi opificis aliquid imperfectionis habent, sicut saepe imperiti homines necdum perfecte sculpta sigilla conspicimus, et jam quasi perfecta laudamus, quae tamen adhuc artifex considerat et limat, laudari jam audit, et tamen ea tundere meliorando non desinit; haec quam praediximus Romula ea quam Graeco vocabulo medici paralysin vocant molestia corporali percussa est, multisque annis in lectulo decubans, pene omni jacebat membrorum officio destituta, nec tamen haec eadem ejus mentem ad impatientiam flagella perduxerant. Nam ipsa ei detrimenta membrorum facta fuerant incrementa virtutum, quia tanto sollicitius ad usum orationis excreverat, quanto et aliud quodlibet agere nequaquam valebat. Nocte igitur quadam eamdem Redemptam quam praefatus sum, quae utrasque discipulas suas filiarum loco nutriebat, vocavit, dicens: Mater, veni, mater, veni. Quae mox cum alia ejus condiscipula surrexit, sicut utrisque referentibus et multis eadem res claruit, et ego quoque eodem tempore agnovi. Cumque noctis medio lectulo jacentis assisterent, subito coelitus lux emissa omne illius cellulae spatium implevit, et splendor tantae claritatis emicuit, ut corda assistentium inaestimabili pavore perstringeret, atque, ut post ipsae referebant, omne in eis corpus obrigesceret, et in subito stupore remanerent. Coepit namque quasi cujusdam magnae multitudinis ingredientis sonitus audiri, ostiumque cellulae concuti, ac si ingredientium turba premeretur; atque, ut dicebant, intrantium multitudinem sentiebant, sed nimietate timoris et luminis 397 videre non poterant, quia earum oculos et pavor depresserat, et ipsa tanti luminis claritas reverberabat. Quam lucem protinus est miri odoris fragrantia subsecuta, ita ut earum animum quem lux emissa terruerat odoris suavitas refoveret. Sed cum vim claritatis illius ferre non possent, coepit eadem Romula assistentem et trementem Redemptam suorum morum magistram blanda voce consolari, dicens: Noli timere, mater, non morior modo. Cumque hoc crebro diceret, paulatim lux quae fuerat emissa subtracta est, sed is qui subsecutus est odor remansit. Sicque dies secundus et tertius transiit, ut aspersa odoris fragrantia remaneret. Nocte igitur quarta eamdem magistram suam iterum vocavit; qua veniente, viaticum petiit, et accepit. Necdum vero eadem Redempta, vel illa alia ejus discipula a lectulo jacentis abscesserant, et ecce subito in platea ante ejusdem cellulae ostium duo chori psallentium constiterunt, et sicut se dicebant sexus ex vocibus discrevisse, psalmodiae cantus dicebant viri, et feminae respondebant. Cumque ante fores cellulae exhiberentur coelestes exsequiae, sancta illa anima carne soluta est. Qua ad coelum ducta, quanto chori psallentium altius ascendebant, tanto coepit psalmodia lenius audiri, quousque et ejusdem psalmodiae sonitus, et odoris suavitas elongata finiretur.
70.1
395 ΚΕΦΑΛ. Ιϛ'. Περὶ τῆς τελειώσεως Ῥωμύλλης μοναστρίας.
70.1
Ἐν ταῖς αὐταῖς τοῦ εὐαγγελίου ὁμιλίαις, πρᾶγμα διηγήσασθαι μέμνημαι, ὅπερ καὶ Σπεκιῶσος ὁ συμπρεσβύτερός μου ἐν τῷ διηγεῖσθαί με αὐτὸ, καὶ αὐτὸς γινώσκειν αὐτὸ μεμαρτύρηκεν. Ἐν τῷ καιρῷ ἐν ᾧ τὸ μοναστήριον ᾐτησάμην, γραῦς τις Ῥεδέμπτα ὀνόματι, ἐν τῷ ἱερῷ ὑπάρχουσα σχήματι, ἐν ταύτῃ τῇ τῶν Ῥωμαίων πόλει κατῴκει πλησίον τοῦ ναοῦ τῆς μακαρίας ἀειπαρθένου καὶ θεοτόκου Μαρίας, μαθήτρια γενομένη Ἰρουνδίνης ἐκείνης τῆς ἐν μεγίσταις δυνάμεσιν ὑπεραυξησάσης. Ἥτις ἐπάνω τῶν Πραινεστίνων ὀρέων, ἐρημιτικὴν ζωὴν ἀπενέγκασθαι φέρεται. Ταύτης δὲ τῆς Ῥεδέμπτης δύο μαθήτριαι ὑπῆρχον ἐν τῷ αὐτῷ ἱερῷ σχήματι· ὄνομα τῇ μιᾷ Ῥωμύλλα, τῆς δὲ ἑτέρας τὸ μὲν ὄνομα οὐ γινώσκω, προσώπῳ δὲ ταύτην ἐπίσταμαι, ἥτις καὶ μέχρι τοῦ νῦν περίεστιν. Αἱ τρεῖς οὖν αὗται ἐν μιᾷ οἰκήσει κατέμενον, ἤθεσι μὲν χρηστοῖς πλουτοῦσαι, κατὰ δὲ τὴν πρόσκαιρον ταύτην ζωὴν ἐν ἐνδείᾳ ὑπάρχουσαι. Ἣν δὲ προεῖπον Ῥωμύλλαν τὴν συμμαθήτριαν αὑτῆς ἐν μεγίστοις τῆς πολιτείας δικαιώμασιν ὑπερέβαλλεν. Ὑπῆρχε δὲ ἄκρας ὑπομονῆς καὶ ὑπακοῆς θυγάτηρ, τοῦ στόματος φύλαξ, καρτερικὴ ἐν τῇ εὐχῇ, καὶ πρὸς σιωπὴν ἐπιτηδεία. Ἀλλ' ἐπειδὴ ἐν τελειότητι ὑπάρχειν τινὰς ὑπολαμβάνουσιν οἱ ἄνθρωποι, ἐν δὲ τοῖς ὀφθαλμοῖς τοῦ πάντων δημιουργοῦ πάντως ἀτελές τι ἔχουσιν· ὥσπερ γὰρ αἱ τελείως μὴ γλυφεῖσαι σφραγίδες, πολλάκις παρὰ τῶν μὴ γινωσκόντων ὁρώμεναι, ὡς ἤδη λοιπὸν τετελειωμέναι ἐπαινοῦνται, ἅσπερ ἀκμὴν ὁ τεχνίτης, εἰ καὶ ἐπαινουμένας αὐτὰς ἀκούει, ἀλλ' οὖν ῥινίζων καὶ κατακρούων, καλλωπίζων οὐκ ἀφίσταται· ὅθεν τι τοιοῦτον καὶ ἐπὶ ταύτῃ γέγονεν. Ἣν γὰρ προέφημεν Ῥωμύλλαν συνέβη νόσῳ σωματικῇ περιπεσεῖν Ἥνπερ νόσον τῇ Ἑλληνίδι διαλέκτῳ οἱ ἰατροὶ παράλυσιν ὀνομάζουσιν. Ἐπὶ πολλοὺς δὲ χρόνους ἐν τῇ κλίνῃ κατακειμένη ἐκ τῆς τῶν μελῶν αὑτῆς ὑπηρεσίας ἀκίνητος διέμενεν. Οὐ μέν τοί γε τὸν ταύτης λογισμὸν αἱ τῆς νόσου μάστιγες εἰς ἀνυπομονησίαν κατέσπασαν. Ἀλλὰ μᾶλλον αὗται αἱ ὀδύναι τῶν μελῶν, προσθήκη δυνάμεως ἐν αὐτῇ γεγόνασι. Τοσούτῳ γὰρ σπουδαιοτέρα ἐν τῇ εὐχῇ γέγονεν, ὅτι εἰ καὶ ἠθέλησεν ἕτερόν τι ποιῆσαι, οὐδαμῶς ἠδύνατο. Ἐν μιᾷ δὲ νυκτὶ τὴν προῤῥηθεῖσαν Ῥεδέμπταν, ἥτις τὰς ἀμφοτέρας αὑτῆς μαθητρίας ἐν τάξει θυγατέρων ἀνέτρεφε, πρὸς ἑαυτὴν ἐκάλεσε, λέγουσα· Ἐλθὲ, μῆτερ, ἐλθέ. Εὐθέως δὲ σὺν τῇ ἄλλῃ αὐτῆς μαθητρίᾳ ἀνέστη, καὶ πρὸς αὐτὴν ἀπῆλθον, καθὼς ἀμφοτέρων αὐτῶν διηγουμένων καὶ ἑτέρων πολλῶν τὸ πρᾶγμα ἐδηλοποιήθη. Κἀγὼ δὲ ἐν αὐτῷ τῷ καιρῷ τοῦτο διέγνων. Ἐν ὅσῳ οὖν κατὰ τὸ μεσονύκτιον τῇ κλίνῃ τῆς κειμένης παρέστησαν, αἴφνης οὐρανόθεν φωτὸς ἀποσταλέντος, πάντα τόπον τῆς κέλλης ἐκείνης ἐπλήρωσεν. Τοσαύτη δὲ ἀστραπὴ τῇ λαμπρότητι τοῦ φωτὸς ἐκείνου ἐξέλαμψεν, ὥστε τὰς καρδίας τῶν παρεστώτων φόβῳ ἐκπλῆξαι, καὶ καθὼς μετέπειτα ἐκεῖναι διηγοῦντο, ἕκαστον μέλος τοῦ σώματος αὐτῶν ἀπεπάγη. Ἐν ἐκπλήξει δὲ αὐτῶν ἀπομεινάντων, ἤρξατο ἦχος μέγας ἀκούεσθαι, ὡς πολλοῦ πλήθους εἰσερχομένου, καὶ τῶν θυρῶν τοῦ κελλίου δονουμένων, ὡς ὅτι ὄχλος πολὺς εἰσερχόμενος ταύτας ἐξέθλιβε, καὶ ἁπλῶς καθὼς ἔλεγον πλῆθος λαοῦ εἰσερχόμενον ὑπενόουν. Τῇ δὲ ὑπερβολῇ τοῦ φόβου 398 καὶ τῇ ἀστραπῇ τοῦ φωτὸς θεωρῆσαί τινα οὐκ ἠδύναντο. Οἱ γὰρ ὀφθαλμοὶ αὐτῶν καὶ ἐκ τοῦ φόβου ἐβαροῦντο, καὶ ἐκ τῆς τοσαύτης τοῦ φωτὸς λαμπρότητος ἀντεσκοτοῦντο. Τῷ δὲ φωτὶ ἐκείνῳ θαυμαστὴ ὄσφρησις εὐωδίας ἐπηκολούθει, ὥστε τὰς τούτων ψυχὰς, κἂν εἰ τὸ φῶς ἐφόβησεν, ἀλλ' οὖν ἡ τῆς εὐωδίας ὄσφρησις μᾶλλον ἐψυχαγώγει. Ὡς δὲ τὴν τοῦ φωτὸς ἐκείνου λαμπρότητα ὑπενέγκαι οὐκ ἠδύναντο, ἤρξατο ἡ αὐτὴ Ῥωμύλλα παρισταμένην καὶ τρέμουσαν Ῥεδέμπταν τὴν τῶν ἠθῶν αὐτῆς διδάσκαλον κολακευτικῇ φωνῇ παραμυθήσασθαι, λέγουσα· Μὴ φοβοῦ, μῆτερ, οὐκ ἀποθνήσκω ἄρτι. Ἐν δὲ τῷ συχνῶς τοῦτο λέγειν αὐτὴν, κατ' ὀλίγον τὸ φῶς ἐκεῖνο ὅπερ ἦν αὐτόθι ἀποσταλὲν ὑπεχώρησεν. Ἡ δὲ ἐπακολουθοῦσα εὐωδία ἐναπέμεινεν. Δευτέρας οὖν καὶ τρίτης ἡμέρας παρελθούσης, ἡ τῆς ἐκκενωθείσης εὐωδίας ὄσφρησις οὕτω διέμεινεν. Τῇ δὲ τετάρτῃ τὴν αὐτὴν διδάσκαλον αὑτῆς πάλιν ἐκάλεσεν. Ἐλθούσης δὲ αὐτῆς, δοθῆναι αὑτῇ συνοδοίπορον τὸ δεσποτικὸν σῶμα ᾐτήσατο, ὅπερ καὶ ἔλαβεν. Οὐ μέν τοί γε ἡ αὐτὴ Ῥεδἕμπτα, οὔτε ἡ ἄλλη αὐτῆς μαθήτρια ἀπὸ τῆς κλίνης τῆς κειμένης ὑπεχώρησαν. Αἴφνης οὖν ἐν τῇ πλατείᾳ ἔμπροσθεν τῶν θυρῶν τοῦ κελλίου, δύο χοροὶ ψαλλόντων παρέστήσαν. Καθὼς δὲ ἔλεγον, δύο φύσεων φωνὰς ἐκ τῆς τοῦ ὔσματος ψαλμῳδίας διεγίνωκων, ἀνδρῶν καὶ γυναικῶν ἀντιφωνούντων. Ἐν δὲ τῷ ταύτην τὴν οὐράνιον δοξολογίαν ἔμπροσθεν τῶν τοῦ κελλίου θυρῶν ἐπιτελεῖσθαι, ἡ ἁγία ἐκείνη ψυχὴ ἐκ τοῦ σώματος δεσμῶν ἀπελύθη. Ἥτις ἐν τῷ οὐρανῷ ἀνερχομένη, ὅσον οἱ ψαλλόντων χοροὶ ἐν τοῖς ὑψηλοτέροις ἀνέβαινον, τοσοῦτον ἤρξατο ἡ ψαλμῳδία ἐξ ὕψους ἀκούεσθαι, ἕως οὗ λοιπὸν καὶ ὁ ἦχος τῆς αὐτῆς ψαλμῳδίας καὶ τῆς εὐωδίας ὄσφρησις μακρυνθεῖσα ἐτελέσθη.
70.1
395 ΚΕΦΑΛ. Ιϛ'. Περὶ τῆς τελειώσεως Ῥωμύλλης μοναστρίας. CAPUT XVI. De transitu Tharsillae sacrae virginis.
70.1
Nonnunquam vero in consolatione egredientis animae ipse apparere solet auctor ac retributor vitae. Unde et hoc quod de Tharsilla amita mea in Homiliis Evangelii dixisse me recolo replicabo; quae inter duas alias sorores suas virtute continuae orationis, gravitate vitae, singularitate abstinentiae, ad culmen sanctitatis excreverat. Huic per visionem Felix atavus meus hujus Romanae Ecclesiae antistes apparuit, eique mansionem perpetuae claritatis ostendit, dicens: Veni, quia in hac te lucis mansione suscipio. Quae subsequenti mox febre correpta, ad diem pervenit extremum. Et sicut nobilibus feminis virisque morientibus, multi conveniunt qui eorum proximos consolentur, eadem hora exitus ipsius multi viri ac feminae ejus lectulum circumsteterunt. Cum subito illa sursum respiciens, Jesum venientem vidit, et cum magna animadversione coepit circumstantibus clamare, dicens: Recedite, recedite, Jesus venit. Cumque in eum intenderet quem videbat, sancta illa anima e corpore est egressa. Tantaque subito fragrantia miri odoris aspersa est, ut ipsa quoque suavitas cunctis ostenderet illic auctorem suavitatis venisse. 400 Cumque corpus ejus ex more mortuorum ad lavandum esset nudatum, longo orationis usu in cubitis ejus et genibus camelorum more inventa est obdurata cutis excrevisse; et quid vivens ejus spiritus semper egerit, caro mortua testabatur.
71.1
ΚΕΦΑΛ. ΙΖ'. Περὶ τῆς τελειώσεως Ταρσίλλης τῆς ἱερᾶς παρθένου.
71.1
Πολλάκις δὲ ἐν τῇ παρακλήσει τῆς ἐξερχομένης ψυχῆς, αὐτὸς ὁ ἀρχηγὸς καὶ ἀνταποδότης τῶν τῆς ζωῆς ἡμῶν πράξεων ἐπιφαίνεται. Ὅθεν τοῦτο, ὅπερ περὶ Ταρσίλλης τῆς ἐμῆς θείας καὶ ἐν ταῖς ὁμιλίαις τοῦ εὐαγγελίου λελεχέναι μέμνημαι, καὶ ἀρτίως λέξω. Αὕτη μεταξὺ δύο ἀδελφιδῶν αὐτῆς πάσῃ δυνάμει ἐν τῇ ἀδιαλείπτῳ προσευχῇ προσεκαρτέρει, ἐν μονώσει διάγουσα. Καὶ διὰ τοῦ τῆς ἐγκρατείας ὑψώματος ταπεινοφροσύνῃ ὑπερηύξησε. Δι' ὀπτασίας δὲ αὐτῇ ἐπεφάνη Φῆλιξ ὁ πρόπαππός μου, ταύτης τῆς τῶν Ῥωμαίων ἐκκλησίας πατριάρχης γενόμενος, καὶ ταύτῃ μονὴν αἰωνίου λαμπρότητος ὑπέδειξε, λέγων· Ἐλθὲ, ὅτι ἐν ταύτῃ σε τῇ μονῇ τοῦ φωτὸς ὑποδέχομαι. Πυρετοῦ δὲ αὐτῇ ἐπελθόντος, ἐν τῇ ἐσχάτῃ τοῦ θανάτου ἡμέρᾳ κατήντησε. Καθὼς δὲ ἔθος ἐστὶν ἀνδρῶν τε καὶ γυναικῶν εὐγενῶν ἀποθνησκόντων, πολλοὺς παραγίνεσθαι, ἐπὶ τὸ τοὺς πλησίον αὐτῶν παραμυθήσασθαι, ἐν αὐτῇ τῇ ὥρᾳ τῆς ἐξόδου αὐτῆς πολλοὶ ἄνδρες καὶ γυναῖκες πέριξ τῆς κλίνης αὐτῆς παρίσταντο. Αἴφνης δὲ αὐτῆς ἄνω θεασαμένης, εἶδε τὸν Ἰησοῦν ἐρχόμενον, καὶ μετὰ μεγίστης ψυχῆς προθυμίας ἤρξατο τοῖς παρισταμένοις αὐτῇ μετὰ κραυγῆς λέγειν· Ἀπόστητε, ἀπόστητε, ὁ Ἰησοῦς ἔρχεται. Ἐν δὲ τῷ προσέχειν αὐτὴν εἰς ὅνπερ ἐθεώρει, ἡ ἁγία ἐκείνη ψυχὴ ἐκ τοῦ σώματος ἐξῆλθε. Τοσαύτη δὲ ὄσφρησις θαυμαστῆς εὐωδίας ἐκεῖσε ἐξεχύθη, ὥστε διὰ ταύτης τῆς ὀσφρήσεως πᾶσι κατάδηλον γενέσθαι, ἐκεῖσε τὸν τῆς εὐωδίας 399 ἀρχηγὸν παραγενέσθαι. Κατὰ δὲ τὸ ἔθος τὸ ἐν τοῖς νεκροῖς τελούμενον, ἐπὶ τῷ λοῦσαι τὸ σῶμα αὐτῆς γυμνώσαντες ἐκ τῆς συντόνου εὐχῆς καὶ γονυκλισίας, εὗρον ἐν τοῖς γόνασι καὶ ἐν τοῖς ἀγκῶσιν αὐτῆς καθάπερ καμήλου τὸ δέρμα ἀπεσκληκός. Ὅθεν λοιπὸν τί τὸ πνεῦμα διεπράττετο ζώσης αὐτῆς ἡ σὰρξ νεκρωθεῖσα ἐμαρτύρησεν.
71.1.1
ΚΕΦΑΛ. ΙΖ'. Περὶ τῆς τελειώσεως Ταρσίλλης τῆς ἱερᾶς παρθένου. CAPUT XVII. De transitu Musae puellae.
71.1.1
Sed neque hoc sileo quod praedictus Probus Dei famulus de sorore sua, nomine Musa, puella parva, narrare consuevit, dicens, quod quadam nocte ei per visionem sancta Dei genitrix semper virgo Maria apparuit, atque coaevas ei in albis vestibus puellas ostendit. Quibus illa cum admisceri appeteret, sed se eis jungere non auderet, beatae Mariae virginis voce requisita est an velit cum eis esse atque in ejus obsequio vivere. Cui cum puella eadem diceret, Volo, ab ea protinus mandatum accepit, ut nihil ultra leve et puellare ageret, et a risu et jocis abstineret, sciens per omnia quod inter easdem virgines quas viderat, ad ejus obsequium die trigesimo veniret. Quibus visis, in cunctis suis moribus puella mutata est, omnemque a se levitatem puellaris vitae magnae gravitatis detersit manu. Cumque eam parentes ejus mutatam esse mirarentur, requisita rem retulit, quid sibi Dei Genitrix jusserit, vel qua die itura esset ad obsequium ejus indicavit. Tunc post vigesimum quintum diem febre correpta est. Die autem trigesimo cum hora ejus exitus propinquasset, eamdem beatam Genitricem Dei cum puellis quas per visionem viderat, ad se venire conspexit. Cui se etiam vocanti respondere coepit, et depressis reverenter oculis aperta voce clamare: Ecce, Domina, venio, ecce, Domina, venio. In qua etiam voce spiritum reddidit, et ex virgineo corpore, habitatura cum sanctis virginibus exivit.
71.1.2
PETR. Cum humanum genus multis atque innumeris vitiis sit subjectum, Jerusalem coelestis maximam partem ex parvulis vel infantibus arbitror posse compleri.
72.1
ΚΕΦΑΛ. ΙΗ'. Περὶ τῆς τελειώσεως Μούσης τῆς κόρης.
72.1
Οὐδὲ τοῦτο λοιπὸν σιγῇ παραπέμψω, ὅπερ μοι ὁ προλεχθεὶς Πρόβος ὁ τοῦ Θεοῦ οἰκέτης διηγήσατο περὶ τῆς ἰδίας αὐτοῦ ἀδελφῆς Μούσης ὀνομαζομένης, κόρης μικρᾶς ὑπαρχούσης. Ἔλεγε γὰρ ὅτι ἐν τῇ νυκτὶ δι' ὀπτασίας αὐτῇ ἐπεφάνη ἡ παναγία θεοτόκος καὶ ἀειπάρθενος Μαρία, καὶ τὰς ὁμηλίκους αὐτῇ κόρας ὑπέδειξεν αὐτῇ. Ταύταις δὲ ἑαυτὴν συμμίξαι ἐπεχείρει, ἀλλ' οὐκ ἐτόλμα. Παρὰ δὲ τῆς μακαρίας ἀειπαρθένου καὶ θεοτόκου Μαρίας ἐρωτηθεῖσα ἐὰν θέλῃ ἅμα αὐταῖς εἶναι, καὶ εἰς τὸ ὀψίκιον αὐτῆς ζῆσαι, ἀπεκρίθη ὴ κόρη λέγουσα· Θέλω. Παρευθὺ οὖν παρ' αὐτῆς ἐντολὴν ἐδέξατο, ὅπως τοῦ λοιποῦ μηδὲν παιδικὸν, ἢ ἄκαιρόν τι διαπράξηται, ἀπὸ γέλωτος καὶ παιγνιδίου ἐγκρατεύεσθαι, γινώσκουσα ἐκ παντὸς, ὅτι μεταξὺ τῶν αὐτῶν παρθένων ὧν ἐθεάσατο, εἰς τὸ ὀψίκιον αὐτῆς τῇ τριακοστῇ ἡμέρᾳ ἔρχεται. Ταῦτα οὗν ἡ κόρη θεασαμένη ἐκ πάντων τῶν ἐθῶν αὐτῆς ἠλλάγη, καὶ πᾶσαν ἀφ' ἑαυτῆς παιδικήν ἐλαφρότητα συντόνῳ δυνάμει παρέπηρεν. Οἱ δὲ ταύτης γονεῖς, οὔτως αὐτὴν ἀλλαγεῖσαν θεασάμενοι, θαυμάζοντες, ἐπηρώτων αὐτὴν περὶ τούτου. Οἷς τισιν ἀπελογεῖτο τί αὐτῇ ἡ μακαρία παρθένος καὶ θεοτόκος Μαρία ἐκέλευσε, καὶ ποίᾳ ἡμέρᾳ εἰς τὸ ὀψίκιον αὐτῆς μέλλει ἀπέρχεσθαι, τούτοις ἐμήνυσε. Τῇ οὖν εἰκοστῇ πέμπτῃ ἡμέρᾳ πυρετῷ κατεσχέθη. Τῇ δὲ τριακοστῇ ὅτε ἡ ὥρα τῆς ἐξόδου αὐτῆς ἐπλησίασεν, πάλιν τὴν αὐτὴν μακαρίαν παρθένον καὶ θεοτόκον πρὸς αὐτὴν ἐλθοῦσαν ἐθεάσατο σὺν ταῖς κόραις, ἃς καὶ τὸ πρότερον μετ' αὐτῆς δι' ὀπτασίας ἦν θεασαμένη, καὶ ταύτην καλοῦσα ἤρξατο αὐτῇ ἀποκρίνεσθαι, ἐρυθριῶντι βλέμματι, καὶ φωνῇ πραοτάτῃ· Ἰδοὺ, κυρία, ἔρχομαι, ἰδοὺ, κυρία, ἔρχομαι. Ἐν ταύτῃ δὲ τῇ φωνῇ τὸ πνεῦμα ἀπέδωκε, καὶ ἐκ τοῦ παρθενεύοντος σώματος ἐξελθοῦσα, μετὰ τῶν ἁγίων παρθένων κατῴκησε.
72.2
ΠΕΤΡ. Ἐν τῷ πολλοῖς καὶ ἀμετρήτοις πάθεσι τὸ τῶν ἀνθρώπων γένος ὑποταγῆναι τῆς ἐπουρανίου Ἱερουσαλὴμ πλεῖστον μέρος ὑπολαμβάνω ἐκ νηπίων μέλλειν πληροῦσθαι.
72.1
ΚΕΦΑΛ. ΙΗ'. Περὶ τῆς τελειώσεως Μούσης τῆς κόρης. CAPUT XVIII. Quod quibusdam parvulis regni coelestis aditus a parentibus clauditur, cum ab eis male nutriuntur; et de puero blasphemo.
72.1
GREGORIUS. Etsi omnes baptizatos infantes, atque in eadem infantia morientes ingredi regnum coeleste credendum est, omnes tamen parvulos qui scilicet jam loqui possunt, regna coelestia ingredi credendum non est, quia nonnullis parvulis ejusdem regni coelestis aditus a parentibus clauditur, si male nutriantur. Nam quidam vir cunctis in hac urbe notissimus, ante triennium filium habuit annorum, sicut arbitror, quinque; quem nimis carnaliter 401 diligens remisse nutriebat. Atque idem parvulus( quod dictu grave est) mox ut ejus animo aliquid obstitisset, majestatem Dei blasphemare consueverat: qui in hac urbe ante triennium mortalitate percussus, venit ad mortem. Cumque eum suus pater in sinu teneret, sicut hi testati sunt qui praesentes fuerunt, malignos ad se venisse spiritus trementibus oculis puer aspiciens, coepit clamare: Obsta, pater, obsta, pater. Qui clamans declinabat faciem, ut se ab eis in sinu patris absconderet. Quem cum ille trementem requireret quid videret, puer adjunxit, dicens: Mauri homines venerunt, qui me tollere volunt. Qui cum hoc dixisset, majestatis nomen protinus blasphemavit, et animam reddidit. Ut enim omnipotens Deus ostenderet pro quo reatu talibus fuisset traditus exsecutoribus, unde viventem pater suus holuit corrigere, hoc morientem permisit iterare; ut qui diu per Divinitatis patientiam blasphemus vixerat, quandoque per Divinitatis judicium blasphemaret, et moreretur; quatenus reatum suum pater ejus agnosceret, qui parvuli filii animam negligens, non parvulum peccatorem gehennae ignibus nutrisset. Sed interim hoc triste seponentes, ad ea quae narrare coeperamus laeta redeamus.
73.1
ΚΕΦΑΛ. ΙΘ'. Ἐρώτησις, ἐὰν πάντα τὰ βαπτιζόμενα παιδία εἰσέρχονται εἰς τὴν βασιλείαν, καὶ περὶ τοῦ βλασφημήσαντος παιδίου.
73.1
ΓΡΗΓΟΡΙΟΣ. Πάντα μὲν τὰ βαπτιζόμενα νήπια, καὶ ἐν αὐτῇ τῇ νηπιότητι ἀποθνήσκοντα εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν οὐκ ἀπιστοῦμεν, οὐχὶ δὲ καὶ τὰ λαλεῖν ἀρχόμενα πάντα εἰς αὐτὴν εἰσελθεῖν πιστευτέον. Πολλοῖς γὰρ τῶν νηπίων ἡ τῆς αὐτῆς βασιλείας εἴσοδος καὶ παρὰ τῶν γονέων ἀποκλείεται, ἐὰν κακῶς αὐτὰ ἀνατρέφωσιν. Ἐν γὰρ τῇ ταύτῃ τῇ πόλει, ἀνήρ τις πᾶσι γνώριμος ὑπάρχων, πρὸ τριῶν ἐτῶν υἱὸν ἔσχεν ὑπάρχοντα, ὡς ὑπολαμβάνω, ὡς ἐτῶν ε'. Ὅντινα λιαν ἀγαπῶν κατὰ τὴν σάρκα, ἀπαιδεύτως 402 αὐτὸν ἀνέτρεφεν. Ὅθεν ὁ αὐτὸς παῖς, ἡνίκα τὸ οἱονοῦν ἐνθύμιον τῇ ψυχῇ αὐτοῦ ὑπεισῆλθεν, ἔθος ἔλαβεν, ὅπερ καὶ εἰπεῖν κίνδυνος ὑπάρχει, τὴν τοῦ Θεοῦ βλασφημεῖν μεγαλωσύνην. Ὁ οὖν αὐτὸς παῖς ἐν τῷ θανατικῷ τῷ πρὸ τριῶν ἐτῶν ἐνταῦθα γενομένῳ κρουσθεὶς, ἐπὶ τὸ ἀποθανεῖν ἦλθεν. Ἐν ὅσῳ δὲ ὁ πατὴρ αὐτοῦ ἐν τῷ κόλπῳ αὐτὸν ἐκράτει, καθὼς οἱ αὐτόθι παρόντες μαρτυροῖσι, τὰ τῆς πονηρίας πνεύματα πρὸς αὐτὸν ἐλθόντα ὁ παῖς θεασάμενος, τρέμων καὶ τοὺς ὀφθαλμοὺς καμμύων ἤρξατο κράζειν· Ἐκδίκησόν με, πάτερ, ἐκδίκησον. Τὰς δὲ φωνὰς ταύτας κράζων, ἔκλινε τὸ πρόσωπον εἰς τὸν κόλπον τοῦ πατρὸς αὑτοῦ θέλων ἑαυτὸν κρύψαι. Τοῦτον δὲ τρέμοντα ὁ πατὴρ θεασάμενος, ἐπηρώτησεν αὐτὸν τί θεωρεῖ. Ὁ δὲ παῖς ἀπεκρίθη, λέγων· Μαῦροι ἄνθρωποι ἦλθον θέλοντές με λαβεῖν. Τοῦτο δὲ εἰπὼν, παρευθὺ τὸ τῆς μεγαλωσύνης ὄνομα ἐβλασφήμησε, καὶ ἐπὶ τούτοις τὴν ψυχὴν ἀπέδωκε· πρὸς γὰρ τὸ δεῖξαι τῶν παντοδύναμον Θεὸν διὰ ποῖον ἁμάρτημα τοιούτοις ὑπηρέταις παρεδόθη, ὅπερ ἔτι ζῶντος αὐτοῦ, ὁ πατὴρ κωλοῦσαι αὐτὸν οὐκ ἠθέλησε, τούτῳ ἀποθνήσκοντι συναπελθεῖν παρεχώρησεν. Καὶ ὃν ἡ θεία εὐσπλαγχνία βλασφήμως ζῇν ἠνέσχετο, τῇ δικαίᾳ κρίσει καὶ ἁποθνήσκοντα βλασφημῆσαι αὐτὸν παρεχώρησεν, ἵνα τὴν τούτου ἁμαρτίαν ὁ πατὴρ αὐτοῦ διαγνώσῃ, ὅστις ἀμελῶν τῆς ψυχῆς τοῦ μικροῦ αὑτοῦ υἱοῦ, οὐχὶ μικρὸν ἁμαρτωλὸν, ἀλλὰ μέγαν τῇ γεέννῃ τοῦ πυρὸς ἀνέθρεψεν. Ἀλλ' ἐπειδὴ τὸ λυπηρὸν τοῦτο καὶ κατηφὲς διήγημα διεξήλθομεν, εἰς ἐκεῖνα μᾶλλον τὰ εὐφραίνοντα, ἅπερ διηγήσασθαι ἠρξάμην πάλιν ἐπιστρέψωμεν.
73.1
ΚΕΦΑΛ. ΙΘ'. Ἐρώτησις, ἐὰν πάντα τὰ βαπτιζόμενα παιδία εἰσέρχονται εἰς τὴν βασιλείαν, καὶ περὶ τοῦ βλασφημήσαντος παιδίου. CAPUT XIX. De Transitu Stephani viri Dei.
73.1
Praedicto etenim Probo aliisque religiosis narrantibus viris agnovi ea quae indicare audientibus de venerabili Patre Stephano in Homiliis Evangelii curavi. Fuit enim vir, sicut idem Probus et multi alii testantur, nihil in hoc mundo possidens, nihil requirens; solam cum Deo paupertatem diligens, inter adversa semper patientiam amplectens, conventus saecularium fugiens, vacare semper orationi concupiscens. De quo unum bonum virtutis refero, ut ex hoc uno valeant ejus multa pensari. Is namque cum quadam die messem quam sua manu severat decisam ad aream deduxisset, nihilque aliud cum discipulis suis ad totius anni stipendium haberet, quidam perversae voluntatis vir, antiqui hostis stimulis instigatus, eamdem messem, igne supposito, ita ut erat in area, incendit. Quod factum dum alter conspiceret, eidem Dei famulo cucurrit et nuntiavit. Quod postquam indicavit, adjunxit, dicens: Vae, vae, pater Stephane, quid tibi contigit? Cui statim vultu ac mente placida ille respondit: Vae illi contigit qui hoc fecit; nam mihi quid contigit? In quibus ejus verbis ostenditur in quo virtutis culmine sedebat, qui unum quod in sumptus mundi habuerat tam secura perdebat mente, magisque illi condolebat qui peccatum commiserat, quam sibi qui peccati illius damna tolerabat; nec pensabat quid ipse exterius, sed culpae reus quantum perdebat intus. Hunc itaque cum dies 404 mortis egredi de corpore urgeret, convenerunt multi, ut tam sanctae animae de hoc mundo recedenti suas animas commendarent. Cumque lecto illius hi qui convenerant omnes assisterent, alii ingredientes angelos viderunt, sed dicere aliquid nullo modo potuerunt, alii omnino nil viderunt; sed omnes qui aderant, ita vehementissimus timor perculit, ut nullus, egrediente illa sancta anima, illic stare potuisset. Et hi ergo qui viderant, et hi qui omnino nihil viderant, uno omnes timore perculsi et territi fugerunt, ut palam daretur intelligi quae et quanta vis esset quae illam egredientem animam susciperet, cujus egressum nemo mortalium ferre potuisset.
74.1
ΚΕΦΑΛ. Κ'. Περὶ τοῦ βίου τοῦ ὁσίου Στεφάνου.
74.1
Παρὰ τοῦ προλεχθέντος Πρόβου, καὶ ἄλλων ἀνδρῶν διηγουμένων ἔμαθον ἐκεῖνα ἅπερ τοῖς ἀκροωμένοις μηνύσαι ἐσπούδασα, ἐν ταῖς τοῦ εὐαγγελίου ὁμιλίαις περὶ τοῦ εὐλαβεστάτου πατρὸς Στεφάνου. Καθὼς γὰρ ὁ αὐτὸς Πρόβος, καὶ πολλοὶ ἕτεροι μαρτυροῦσιν, ὅτι ὑπῆρχεν ἀνὴρ μηδὲν ἐν τούτῳ τῷ κόσμῳ κεκτημένος, μηδὲν ζητῶν, εἰ μὴ μόνην τὴν κατὰ Θεὸν ἀγαπῶν πτωχείαν. Τοὺς δὲ ἐναντιουμένους αὐτῷ πάντοτε ὑπομένων, πρὸς ἑαυτὸν τούτους ἐπεσπᾶτο τὰ συνέδρια τῶν κοσμικῶν φεύγων. Τῇ δὲ εὐχῇ διαπαντὸς σχολάζειν ἐπεθύμει. Ὅθεν περὶ τῶν αὐτοῦ δυνάμεων ἓν ἔργον ἀναγγέλλω, ὥστε ἐκ τοῦ ἑνὸς δυνατὸν γενέσθαι, καὶ τὰ λοιπὰ αὐτοῦ κατανοῆσαι. Οὗτος ἔν τινι ἡμέρᾳ γένημα ὅπερ ἡ χεὶρ αὐτοῦ ἔσπειρεν θερίσας, εἰς τὴν ἅλωνα ἀπήγαγεν· οὐδὲν δὲ ἕτερον εἶχεν εἰς ἀποστροφὴν ὅλου τοῦ χρόνου ἅμα τῶν μαθητῶν αὐτοῦ, πάρεξ τούτου. Ἀνὴρ δέ τις διεστραμμένης προθεσεως, καὶ τοῖς τοῦ ἀρχεκάκου ἐχθροῦ σκόλοψιν ἐμπεπαρμένος, τὸ αὐτὸ γένημα εἰς τὴν ἅλωνα κείμενον πῦρ ὑφάψας ἔκαυσεν. Ἕτερος δέ τις τοῦτο γεγονὸς θεασάμενος, τῷ τοῦ Θεοῦ οἰκέτῃ δραμὼν ἐμήνυσε. Μετὰ δὲ τὸ μηνύσαι προέθετο, λέγων· Οὐαὶ οὐαὶ, πάτερ Στέφανε, τί σοι συνέβη; Αὐτὸς δὲ ἱλαρῷ τῷ προσώπῳ καὶ λογισμῷ ἀταράχῳ ἀπεκρίθη αὐτῷ λέγων· Οὐαὶ τί ἐκείνῳ συνέβη τῶ τοῦτο ποιήσαντι; Ἐπεὶ ἐμοὶ τί συνέβη; Ἐκ τούτου οὖν κατανόησον ἐν ποίῳ ὕψει δυνάμεως καὶ βαθμῷ ὁ τούτου λογισμὸς ἵδρυτο, ὅτι ἓν ὅπερ εἰς ἀποτροφὴν εἶχεν ἐν ὅλῳ τῷ βίῳ τοιαύτῃ ἀμερίμνῳ διαθέσει ἤπολλεν, καὶ μᾶλλον αὐτῷ ὑπὲρ ἐκείνου τοῦ τὴν ἁραρτίαν ποιήσαντος ἐπόνει, ἤπερ διὰ τὴν ζημίαν ἣν ὑπέμεινε διὰ τῆς ἐκείνου ἁμαρτίας, οὐδὲ ἐμέτρησε πόσον αὐτὸς ἔξωθεν ἀπώλεκεν, ἀλλὰ μᾶλλον ὁ τοῦ πταίσματος ἔνοχος ἔνδον ἐζημιοῦτο. Τοῦτον τοίνυν τῆς τοῦ θανάτου 403 ἡμέρας καταλαβούσης, καὶ κατεπειγούσης αὐτὸν ἐκ τοῦ σώματος ἐξελθεῖν, πολλοὶ ἐκεῖσε συνῆλθον, ἵνα τῆς ἁγίας ἐκείνης ψυχῆς ἐκ τοῦ κόσμου τούτου πορευομένης, τὰς ἑαυτῶν ψυχὰς ταύτῃ παράθωνται. Τῇ δὲ κλίνῃ αὐτοῦ πάντες οἱ συνελθόντες παριστάμενοι, οἱ μὲν εἰσερχομένους τοὺς ἀγγέλους ἐθεάσαντο, εἰπεῖν δὲ τι οὐδαμῶς ἠδυνήθησαν. Ἕτεροι δὲ τί ποτε μὲν οὐκ ἐθεάσαντο, πάντας δὲ τοὺς εὑρεθέντας φόβος σφοδρὸς συνετάραξεν, ὥστε μὴ δυνηθῆναι ἐκεῖσέ τινα στῆναι, τῆς, ἁγίας ἐκείνης ἐξερχομένης ψυχῆς. Πάντες γὰρ καὶ οἱ θεασάμενοι, καὶ οἱ μὴ ἑωρακότες, ἑνὶ φόβῳ συσχεθέντες, ἔφυγον. Ὥστε φανερῶς δειχθῆναι, τίνες ἐκεῖνοι ὑπῆρχον, οἱ τὴν ἁγίαν ψυχὴν ἐξερχομένην ὑποδεχόμενοι, ἧς τὴν ἔξοδον οὐδεὶς τῶν θνητῶν ὑπενέγκαι ἠδυνήθη.
74.1
ΚΕΦΑΛ. Κ'. Περὶ τοῦ βίου τοῦ ὁσίου Στεφάνου. CAPUT XX. Quod aliquando animae meritum non in ipso egressu, sed post mortem verius declaratur.
74.1
Sed inter haec sciendum est quia aliquando animae meritum non in ipso suo egressu ostenditur, post mortem vero certius declaratur. Unde et sancti martyres ab infidelibus crudelia multa perpessi sunt, qui tamen, ut praediximus, ad ossa sua mortua signis quotidie et miraculis clarescunt.
75.1
ΚΕΦΑΛ. ΚΑ'. Περὶ ψυχῶν δικαίων, ὅτι ἐν τῇ ἐξόδῳ οὐχ ὁρῶνται, καὶ τὰ ἑξῆς.
75.1
Ἐπὶ τούτοις πᾶσι, καὶ τοῦτο γνωστὸν ὑπάρχει, ὅτι οὐ πάντοτε ἐν τῇ ἐξόδῳ τῆς ψυχῆς τὸ ἀξίωμα αὐτῆς δείκνυται, μετὰ δὲ θάνατον ἀσφαλῶς φανεροῦται. Ὄθεν καὶ οἱ ἅγιοι μάρτυρες πολλὴν ὠμότητα παρὰ τῶν ἀπίστων ὑπέμειναν. Οἵτινης, καθὼς προείπομεν, ἐν τοῖς νεκροῖς αὐτῶν ὀστέοις σημίοις καὶ θαύμασι καθ' ἡμέραν λαμπρύνονται.
75.1
ΚΕΦΑΛ. ΚΑ'. Περὶ ψυχῶν δικαίων, ὅτι ἐν τῇ ἐξόδῳ οὐχ ὁρῶνται, καὶ τὰ ἑξῆς. CAPUT XXI. De duobus monachis Valentionis abbatis.
75.1
Vitae namque venerabilis Valentio, qui post in hac Romana urbe mihi, sicut nosti, meoque monasterio praefuit, prius in Valeriae provincia suum monasterium rexit. In quo dum Langobardi saevientes venissent, sicut ejus narratione didici, duos ejus monachos in ramis unius arboris suspenderunt, qui suspensi eodem die defuncti sunt. Facto autem vespere utrorumque eorum spiritus claris illic apertisque vocibus psallere coeperunt, ita ut ipsi quoque qui eos occiderant, cum voces psallentium audirent, nimium mirati terrerentur. Quas videlicet voces captivi quoque omnes qui illic aderant audierunt, atque eorum psalmodiae postmodum testes exstiterunt. Sed has voces spirituum omnipotens Deus idcirco pertingere voluit ad aures corporum, ut viventes quique in carne discerent, quia si Deo servire studeant, post carnis mortem verius vivant.
76.1
ΚΕΦΑΛ. ΚΒ'. Περὶ τῶν δύο μοναχῶν τῶν κρεμασθέντων ὑπὸ τῶν Λογγοβάρδων εἰς δένδρον.
76.1
Ὁ ἐν εὐλαβεστάτῃ ζωῇ διαπρέψας Βαλέντιος, ὅστις καθὼς γινώσκεις μετέπειτα ἐν ταύτῃ τῇ τῶν Ῥωμαίων πόλει κἀμοὶ καὶ τῷ ἐμῷ μοναστηρίῳ προέστη· πρότερον γὰρ ἐν τῇ χώρᾳ τῆς Βαλερίας τὸ αὑτοῦ μοναστήριον ἐποίμαινεν· οὗτος τοίνυν ἐξηγεῖτο ὅτι θυμομαχοῦντες οἱ Λογγοβάρδοι, ἐκεῖσε ἐλθόντες, δύο μοναχοὺς αὐτοῦ εἰς κλάδους δένδρων ἐκρέμασαν, οἵτινες κρεμασθέντες ἐν αὐτῇ τῇ ἡμέρᾳ ἀπέθανον. Ὀψίας δὲ γενομένης, ἑκατέρων αὐτῶν τὰ πνεύματα λαμπραῖς ἐκεῖσε καὶ φανεραῖς ταῖς φωναῖς ψάλλειν ἤρξαντο. Ἀκούσαντες δὲ τὴν τῶν ψαλλόντων φωνὴν οἱ φονεύσαντες αὐτοὺς, ἐκπλαγέντες, λίαν ἐφοβήθησαν. Ταύτας δὲ τῆς ψαλμῳδίας τὰς φωνὰς, καὶ πάντες οἱ ἐκεῖσε ὄντες αἰχμάλωτοι ἤκουσαν. Μάρτυρες γὰρ ἀληθῶς ἀνεδείχθησαν. Τούτου δὲ χάριν ὁ παντοδύναμος Θεὸς τὰς τῶν ἀνθρώπων φωνὰς ἐν τοῖς σκηνώμασιν αὐτῶν ἀκουσθῆναι ηὐδόκησεν, ὅπως οἱ ζῶντες ἐν σαρκὶ μάθωσιν, ὅτι ἐὰν τῷ Θεῷ γνησίως δουλεῦσαι ἀγωνίσωνται, καὶ μετὰ τὸν τῆς σαρκὸς θάνατον ἀληθῶς ζῶσιν. 405
76.1
ΚΕΦΑΛ. ΚΒ'. Περὶ τῶν δύο μοναχῶν τῶν κρεμασθέντων ὑπὸ τῶν Λογγοβάρδων εἰς δένδρον. CAPUT XXII. De transitu Surani abbatis.
76.1
Quibusdam religiosis quoque viris attestantibus, adhuc in monasterio positus agnovi quod hoc Langobardorum tempore, juxta in hac provincia quae Sura nominatur, quidam monasterii Pater vitae venerabilis, Suranus nomine, fuerit, qui captivis advenientibus, atque a Langobardorum depraedatione fugientibus, cuncta quae in monasterio videbatur habere, largitus est. Cumque in eleemosynis vestimenta sua ac fratrum omnia, et cellarium consumpsisset, quidquid habere in horto potuit, expendit. Expensis vero rebus omnibus, Langobardi ad eum subito venerunt, eumque tenuerunt, et aurum petere coeperunt. Quibus cum ille diceret se omnino nihil habere, in vicino monte ab eis ductus est, in quo silva immensae magnitudinis stabat. Ibi captivus quidam fugiens in cava arbore latebat, ubi unus ex Langobardis educto gladio praedictum venerabilem occidit virum. Cujus corpore in terram cadente, mons omnis protinus et silva concussa est, ac si se ferre non posse pondus sanctitatis ejus diceret terra, quae tremuisset.
77.1
406 ΚΕΦΑΛ. ΚΓ'. Περὶ τῆς τελειώσεως Σουράνου ἡγουμένου.
77.1
Παρὰ εὐλαβεστάτων τινῶν ἀνδρῶν, ἔτι ἐν τῷ μοναστηρίῳ ὑπάρχοντός μου, καὶ τοῦτο ὅπερ διηγοῦμαι, ἔγνων. Ἔλεγον γὰρ, ὅτι ἐν τῇ χώρᾳ τῇ Σούρᾳ ὀνομαζομένῃ, ὑπῆρχέ τις ἀνὴρ, πάνυ τῇ ζωῇ εὐλαβέστατος πατὴρ μοναστηρίου, ὀνόματι Σούρανος, ὅστις τοῖς πρὸς αὐτὸν ἐρχομένοις αἰχμαλώτοις, ἅπαντα ἅπερ ἐν τῷ μοναστηρίῳ πράγματα εἶχεν ἐδωρήσατο, ἕως καὶ τὰ ἱμάτια αὑτοῦ, καὶ τὰ τῶν ἀδελφῶν, καὶ τὰ ἐν τῷ κελλαρίῳ ἅπαντα ἐξοδίασε. Πάντων δὲ τῶν πραγμάτων πληρωθέντων, αἴφνης Λογγοβάρδοι πρὸς αὐτὸν κατέλαβον, καὶ τοῦτον κρατήσαντες, ἤρξαντο αὐτῷ χρυσίον ἐπιζητεῖν. Πρὸς οὓς ἀπεκρίθη, μηδὲν αὐτὸν ἔχειν τὸ σύνολον. Τότε ἐν τῷ γειτνιάζοντι ὄρει ὑπ' αὐτῶν ἀπηνέχθη, ἐν ᾧ ὕλη παμμεγέθης καὶ κάταλσος ὑπῆρχεν. Αἰχμάλωτος δέ τις ἐκεῖσε φυγὼν, ἐν ὑποκούφῳ δένδρῳ ἐκρύβετο. Ἐν αὐτῷ οὖν τῷ τόπῳ εἷς τῶν Λογγοβάρδων τὴν μάχαιραν ἐκβαλὼν, τὸν προλεχθέντα εὐλαβέστατον ἄνδρα ἐφόνευσε. Τοῦ δὲ σκηνώματος αὐτοῦ ἐν τῇ γῇ πεσόντος, πᾶσα ἡ ὕλη καὶ τὸ ὄρος ἐδονήθη φωνὴν ὥσπερ ἀφεῖσα ἡ τρομάσασα γῆ, μὴ δύνασθαι τῆς ἁγιωσύνης αὐτοῦ τὸ βάρος ὑποφέρειν.
77.1.1
406 ΚΕΦΑΛ. ΚΓ'. Περὶ τῆς τελειώσεως Σουράνου ἡγουμένου. CAPUT XXIII. De transitu diaconi Ecclesiae Marsorum.
77.1.1
Alius quoque in Marsorum provincia vitae valde venerabilis diaconus fuit; quem inventum Langobardi tenuerunt, quorum unus educto gladio caput ejus amputavit. Sed cum corpus ejus in terram caderet, ipse qui hunc capite truncaverat, immundo spiritu correptus, ad pedes corruit, et quod amicum Dei occiderit, inimico Dei traditus ostendit.
77.1.2
PETR. Quid est hoc, quaeso te, quod omnipotens Deus sic permittit mori, quos tamen post mortem cujus sanctitatis fuerint, non patitur celari?
78.1
ΚΕΦΑΛ. ΚΔ'. Περὶ τῆς τελειώσεως τοῦ ἀπὸ Μάρσης διακόνου.
78.1
Ἕτερος πάλιν ἐν τῇ χώρᾳ Μάρσῃ διάκονος, πάνυ τῇ πολιτείᾳ εὐλαβέστατος ὑπῆρχεν. Τοῦτον εὑρόντες οἱ Λογγοβάρδοι, ἐκράτησαν. Εἷς δὲ ἐξ αὐτῶν τὴν μάχαιραν ἑλκύσας, τὴν κεφαλὴν αὐτοῦ ἀπέτεμεν. Ὡς δὲ τὸ σῶμα αὐτοῦ εἰς τὴν γῆν ἐπεσεν, ἐκεῖνος ὁ τὴν κεφαλὴν αὐτοῦ ἀποτεμὼν, ἀκαθάρτῳ πνεύματι συσχεθεὶς, εἰς τοὺς πόδας τοῦ θανέντος ἔπεσεν, ἵνα δειχθῇ ὅτι δι' ὃν φίλον Θεοῦ ἐφόνευσε, τῷ τοῦ Θεοῦ ἐχθρῷ παρεδόθη.
78.2
ΠΕΤΡ. Τί τοῦτο ὑπάρχει, αἰτῶ σε, ὅτι ὁ παντοδύναμος Θεὸς οὕτω παραχωρεῖ ἀποθανεῖν, οὕσπερ μετὰ θάνατον οὐχ ἀνέχεται καλύψαι ποίας ἁγιωσύνης ὑπῆρχον;
78.1.1
ΚΕΦΑΛ. ΚΔ'. Περὶ τῆς τελειώσεως τοῦ ἀπὸ Μάρσης διακόνου. CAPUT XXIV. De morte viri Dei, qui missus Bethel fuerat.
78.1.1
GREGORIUS. Cum scriptum sit: Justus quacunque morte praeventus fuerit, justitia ejus non auferetur ab eo, electi, qui procul dubio ad perpetuam vitam tendunt, quid eis obest si ad modicum dure moriuntur? Et est fortasse nonnunquam eorum culpa, licet minima, quae in eadem debeat morte resecari. Unde fit ut 408 reprobi potestatem quidem contra viventes accipiant, sed illis morientibus hoc in eis gravius vindicetur, quod contra bonos potestatem suae crudelitatis acceperunt, sicut idem carnifex qui eumdem venerabilem diaconum viventem ferire permissus est, gaudere super mortuum permissus non est. Quod sacra quoque testantur eloquia. Nam vir Dei contra Samariam missus, quia per inobedientiam in itinere comedit, hunc leo in eodem itinere occidit. Sed statim illic scriptum est: Quia stetit leo juxta asinum, et non comedit de cadavere. Ex qua re ostenditur quod peccatum inobedientiae in ipsa fuerit morte laxatum, quia idem leo, quem viventem praesumpsit occidere, contingere non praesumpsit occisum. Qui enim occidendi ausum habuit, de occisi cadavere comedendi licentiam non accepit, quia is qui culpabilis in vita fuerat, punita inobedientia, erat jam justus ex morte. Leo ergo qui prius peccatoris vitam necaverat, custodivit postmodum cadaver justi.
78.1.2
PETR. Placet quod dicis; sed nosse velim si nunc ante restitutionem corporum in coelo recipi valeant animae justorum.
79.1
ΚΕΦΑΛ. ΚΕ'. Περὶ τοῦ θανάτου τοῦ ἀνθρώπου τοῦ Θεοῦ, τοῦ ἀποσταλέντος ἐν Σαμαρείᾳ.
79.1
ΓΡΗΓΟΡΙΟΣ. Γέγραπται, ὅτι οἵῳ δ' ἂν θανάτῳ προφθασθῇ ὁ δίκαιος, ἡ δικαιοσύνη αὐτοῦ οὐκ ἀφαιρεθή σεται ἀπ' αὐτοῦ. Ὅθεν τοῖς ἐκλεκτοῖς ἐν τῇ αἰωνίῳ ζωῇ παρατείνεται τί μέλλει αὐτοῖς ὑπάρχειν, εἰ καὶ πρὸς τὸ παρὸν πικρῷ θανάτῳ τελευτήσωσιν; πολλάκις δὲ καὶ μικρὸν πταῖσμα τούτοις ὑπολέλειπται, ὅπερ ἐν αὐτῷ τῷ θανάτῳ ἐκκοπῆναι ὀφείλει, ὅθεν καὶ συμβαίνει, ἔτι 407 ζώντων αὐτῶν, τοὺς ἐναντίους κατ' αὐτῶν ἐξουσίαν λαβεῖν, ἵνα τελευτώντων αὐτῶν ἡ ἐκδίκησις εἰς τὴν ἐκείνων ὠμότητα τούτων αὐτῶν γενήσεται. Καθάπερ καὶ ἐπὶ τούτου τοῦ σαρκοβόρου, τοῦ παραχωρηθέντος ζῶντα τὸν εὐλαβέστατον διάκονον κροῦσαι. Ἀλλὰ νεκρωθέντος αὐτοῦ οὐ συνεχωρήθη, καθὼς καὶ τὰ ἱερὰ λόγια μαρτυροῦσιν. Ἐπειδὴ γὰρ καὶ ὁ τοῦ Θεοῦ ἄνθρωπος, ὁ ἐν Σαμαρείᾳ ἀποσταλεὶς δι' ὧν παρήκουσε, λέων αὐτὸν ἐν τῇ ὁδῷ ἐφόνευσε. Πρὸς τούτοις δὲ γέγραπται, ὅτι ἔστη ὁ λέων πλησίον τῆς ὄνου, ἐκ δὲ τοῦ πτώματος οὐκ ἔφαγεν. Ὅθεν δείκνυται, ὅτι ἡ τῆς παρακοῆς ἁμαρτία, ἐν αὐτῷ τῷ θανάτῳ συνεχωρήθη. Ὃν γὰρ ὁ αὐτὸς λέων ζῶντα φονεῦσαι ἐτόλμησε, τούτου ἅψασθαι φονευθέντος οὐκ ἐτόλμησε. Φονεῦσαι μὲν γὰρ ἐξουσίαν ἔλαβεν, ἐκ δὲ τοῦ πτώματος τοῦ θανέντος φαγεῖν ἄδειαν οὐκ ἔλαβεν. Ἐπειδὴ γὰρ ἐκεῖνος ὁ ἐν τῇ ζωῇ πταίσματι ὑποπεσὼν, διὰ τοῦ θανάτου λοιπὸν δίκαιος γέγονεν, ὅθεν ὁ λέων ὁ πρότερον τὴν ζωὴν τοῦ ἁμαρτωλοῦ θανατώσας, μετὰ θάνατον τοῦ δικαίου πτῶμα ἐφύλαξεν.
79.2
ΠΕΤΡ. Ἀρέσκει ὃ λέγεις· ἀλλὰ γνῶναι θέλω, ἐὰν νῦν πρὸ τῆς ἀπολήψεως τῶν σωμάτων ἐν τῷ οὐρανῷ προσδεχθῆναι δύνανται αἱ ψυχαὶ τῶν δικαίων.
79.1.1
ΚΕΦΑΛ. ΚΕ'. Περὶ τοῦ θανάτου τοῦ ἀνθρώπου τοῦ Θεοῦ, τοῦ ἀποσταλέντος ἐν Σαμαρείᾳ. CAPUT XXV. Si ante restitutionem corporis recipiantur in coelo animae justorum.
79.1.1
GREGORIUS. Hoc neque de omnibus justis fateri possumus, neque de omnibus negare. Nam sunt quorumdam justorum animae quae a coelesti regno quibusdam adhuc mansionibus differuntur. In quo dilationis damno quid aliud innuitur, nisi quod de perfecta justitia aliquid minus habuerunt? Et tamen luce clarius constat quia perfectorum justorum animae, mox ut hujus carnis claustra exeunt, in coelestibus sedibus recipiuntur, quod et ipsa per se Veritas attestatur, dicens: Ubicunque fuerit corpus, illuc congregabuntur et aquilae; quia ubi ipse Redemptor noster est corpore, illuc procul dubio colliguntur justorum animae. Et Paulus dissolvi desiderat, et esse cum Christo. Qui ergo Christum in coelo esse non dubitat, nec Pauli animam esse in coelo negant. Qui etiam de dissolutione sui corporis, atque de inhabitatione coelestis patriae, dicit: Scimus quoniam si terrestris domus nostra hujus habitationis dissolvatur, quod aedificationem habemus ex Deo, domum non manufactam, sed aeternam in caelis.
79.1.2
PETR. Si igitur nunc sunt in coelo animae justorum, quid est quod in die judicii pro justitiae suae retributione recipiant?
79.1.3
GREGOR. Hoc eis nimirum crescit in judicio, quod nunc animarum sola, postmodum vero etiam corporum beatitudine perfruuntur, ut in ipsa quoque carne gaudeant, in qua dolores pro Domino cruciatusque pertulerunt. Pro hac quippe germinata eorum gloria scriptum est: 409 In terra sua duplicia possidebunt. Hinc etiam ante resurrectionis diem de sanctorum animabus scriptum est: Datae sunt illis singulae stolae albae, et dictum est illis ut requiescerent tempus adhuc modicum, donec impleatur numerus conservorum et fratrum eorum. Qui itaque nunc singulas acceperunt, binas in judicio stolas habituri sunt, quia modo animarum tantummodo, tunc autem animarum simul et corporum gloria laetabuntur.
79.1.4
PETR. Assentio; sed velim scire, quonammodo agitur quod plerumque morientes multa praedicunt?
80.1
ΚΕΦΑΛ. Κϛ'. Ἐρώτησις περὶ τῶν ψυχῶν τῶν δικαίων.
80.1
ΓΡΗΓΟΡΙΟΣ. Τοῦτο οὔτε περὶ πάντων τῶν δικαίων εἰπεῖν δυνάμεθα, οὔτε πάλιν παντελῶς ἀρνήσασθαι. Εἰσὶ μὲν γάρ τινων δικαίων ψυχαὶ, αἵτινες ἐκ τῆς ἐπουρανίου Βασιλείας τισὶ μοναῖς διΐστανται. Τῆς δὲ ζημίας ταύτης τὴν δήλωσιν τί ἕτερον δείκνυσιν, εἰ μὴ ὅτι τῆς ὁλοκλήρου δικαιοσύνης τί ποτε ἔλλειμμα ἔσχον; ἐπεὶ ὅτι τῶν τετελειωμένων δικαίων αἱ ψυχαὶ, εὐθέως ἡνίκα ἐκ τῶν τῆς σαρκὸς κλείθρων ἐξέλθωσιν, ἐν ταῖς οὐρανίαις καθέδραις ὑποδέχονται, φανερώτερον τοῦ φωτὸς καθέστηκεν. Αὐτὴ γὰρ ἡ ἀλήθεια δι' ἑαυτῆς μαρτυρεῖ, λέγουσα· Ὅπου τὸ σῶμα, ἐκεῖ συναχθήσονται οἱ ἀετοί. Τουτέστιν ὅτι ἔνθα αὐτὸς ὁ λυτρωτὴς ἡμῶν σὺν τῇ σαρκὶ, ἣν ἀνέλαβεν ὑπάρχει, ἐκεῖ ἀδιστάκτως συναχθήσται καὶ αἱ τῶν δικαίων ψυχαί. Καὶ ὁ Παῦλος δὲ ἐπεθύμει ἀναλῦσαι, καὶ σὺν Ξριστῷ εἶναι. Ὅστις οὖν Χριστὸν ἐν οὐρανῷ ὑπάρχειν οὐκ ἀπιστεῖ, οὐδὲ τὴν Παύλου ψυχὴν ἐν τῷ οὐρανῷ ὑπάρχειν ἀρνήσηται. Αὐτὸς γὰρ περὶ τῆς τοῦ σώματος διαλύσεως, καὶ τῆς ἐν τῇ ἐπουρανίῳ πατρίδι κατοικίας λέγει· Οἴδαμεν ὅτι ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους καταλυθῇ, οἰκοδομὴν ἐκ Θεοῦ ἔχομεν, οἰκίαν ἀχειροποίητον, αἰώνιον ἐν τοῖς οὐρανοῖς.
80.2
ΠΕΤΡ. Ἐὰν νῦν ἐν τῷ οὐρανῷ εἰσιν αἱ ψυχαὶ τῶν δικαίων, τί ἐστιν ὃ δ' ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως ὑπὲρ τῆς δικαιοσύνης αὑτῶν μέλλουσιν ἀπολαβεῖν;
80.3
ΓΡΗΓ. Τοῦτο αὐτοῖς ἐν τῇ κρίσει θαυμασίως ὑπάρξει· νῦν γὰρ τῶν ψυχῶν μόνον, τότε δὲ καὶ τῶν σωμάτων τὴν μακαριότητα ἀπολήψονται. Ὥστε ἐν αὐτῇ τῇ σαρκὶ αὐτοὺς ἀγαλλιασθῆναι, ἐν ᾗ πόνους ὑπὲρ Χριστοῦ καὶ βασάνους ὑπέμειναν. Διὰ ταύτην γὰρ τὴν διπλῆν αὐτῶν δόξαν γέγραπται· 410 Ἐν τῇ γῇ αὐτῶν διπλασίονα νεμηθήσονται. Καὶ τοῦτο δὲ πρὸ τῆς ἡμέρας τῆς ἀναστάσεως περί τῶν ψυχῶν τῶν δικαίων γέγραπται, ὅτι ἐδόθη αὐτοῖς ἀπὸ μιᾶς στολῆς λευκῆς, καὶ ἐῤῥέθη αὐτοῖς, ὅπως ἀναπαύσωνται ἔτι ὀλίγον καιρὸν, ἕως οὗ πληρωθῇ τὸ μέτρον τῶν συνδούλων καὶ ἀδελφῶν αὐτῶν. Οἵτινες τοίνυν ἀπὸ μιᾶς στολῆς ἔλαβον, διπλᾶς ἐν τῇ κρίσει στολὰς λήψονται. Ἐπειδὴ γὰρ ἀρτίως ταῖς ψυχαῖς καὶ μόνον, τότε δὲ ταῖς ψυχαῖς ὁμοῦ καὶ τοῖς σώμασι τῇ δόξῃ εὐφρανθήσονται.
80.4
ΠΕΤΡ. Συντίθημι· ἀλλὰ θέλω γνῶναι ποίῳ τρόπῳ πολλοὶ τελευτῶντες πολλὰ προλέγουσιν;
80.1.1
ΚΕΦΑΛ. Κϛ'. Ἐρώτησις περὶ τῶν ψυχῶν τῶν δικαίων. CAPUT XXVI. Quibus modis morientes aliqua praedicunt; et de quodam advocato, de Gerontio ac Mellito monachis, et Armentario puero.
80.1.1
GREGORIUS. Ipsa aliquando animarum vis subtilitate sua aliquid praevidet. Aliquando autem exiturae de corpore animae, per revelationem ventura cognoscunt. Aliquando vero dum jam juxta sit ut corpus deserant, divinitus afflatae in secreta coelestia incorporeum mentis oculum mittunt. Nam quod vis animae aliquando subtilitate sua ea quae sunt ventura cognoscit patet ex eo quod quidam advocatus qui in hac urbe ante biduum lateris dolore defunctus est, paululum antequam moreretur, vocavit puerum suum, pararique sibi vestimenta ad procedendum jussit. Quem dum puer quasi insanire cerneret, ejusque praeceptis minime obediret, surrexit, vestimento se induit, et per viam Appiam ad beati Xysti Ecclesiam se esse processurum dixit. Cumque post modicum, ingravescente molestia, esset defunctus, deliberatum fuerat ut apud beatum Januarium martyrem Praenestina via ejus corpus poni debuisset. Sed quia longum hoc his qui funus ejus curaverant visum est, repente orto consilio exeuntes cum ejus funere per viam Appiam, nescientesque quid ille dixerat, in ipsa eum ecclesia quam praedixerat posuerunt. Et cum eumdem virum curis saecularibus obligatum lucrisque terrenis inhiantem fuisse noverimus, unde hoc praedicere potuit, nisi quia id quod futurum erat ejus corpori ipsa vis animae ac subtilitas praevidebat? Quod autem saepe etiam revelationibus agitur ut a morituris futura praesciantur, ex his colligere possumus quae apud nos gesta in monasteriis scimus. In monasterio etenim meo quidam frater ante decennium Gerontius dicebatur. Qui cum gravi molestia corporis fuisset depressus, in visione nocturna albatos viros, et clari omnimodo habitus in hoc ipsum monasterium descendere de superioribus aspexit. Qui dum coram lecto jacentis assisterent, unus eorum dixit: Ad hoc venimus, ut de monasterio Gregorii quosdam fratres in militiam mittamus; atque alteri praecipiens adjunxit: Scribe Marcellum, Valentinianum, Agnellum, atque 412 alios quorum nunc minime recordor. Quibus expletis addidit, dicens: Scribe et hunc ipsum qui nos aspicit. Ex qua visione certus redditus praedictus frater, facto mane innotuit fratribus, qui et qui essent in brevi ex eadem cella morituri, quos se etiam denuntiavit esse secuturum, cum die alio praedicti fratres mori coeperunt, atque sub eodem ordine se in morte secuti sunt quo fuerant in descriptione nominati. Ad extremum vero et ipse obiit, qui eosdem fratres morituros praevidit. In ea quoque mortalitate quae ante triennium hanc urbem vehementissima clade vastavit( Scilicet anno 590), in Portuensis civitatis monasterio, Mellitus dictus est monachus, adhuc in annis juvenilibus constitutus, sed mirae simplicitatis atque humilitatis vir: qui, appropinquante vocationis die, eadem clade percussus ad extrema deductus est. Quod vir vitae venerabilis Felix ejusdem civitatis episcopus audiens, cujus et haec relatione cognovi, ad eum accedere studuit, et ne mortem timere debuisset, verbis hunc persuasoriis confortare, cui etiam adhuc de divina misericordia longiora vitae spatia polliceri coepit. Sed ad haec ille respondit, cursus sui tempora esse completa, dicens apparuisse sibi juvenem, atque epistolas detulisse, dicentem: Aperi, et lege. Quibus apertis, asseruit quia se et omnes qui eodem tempore a praedicto episcopo in Paschali festivitate fuerant baptizati scriptos in eisdem epistolis litteris aureis invenisset. Primum quidem, ut dicebat, suum nomen reperit, ac inde omnium illo in tempore baptizatorum. Qua de re certum tenuit, et se et illos de hac vita esse sub celeritate migraturos. Factumque est ut die eadem ipse moreretur, atque post eum cuncti illi qui baptizati fuerant ita secuti sunt, ut intra paucos dies nullus eorum in hac vita remaneret. De quibus nimirum constat quod eos praedictus Dei famulus idcirco auro scriptos viderat, quia eorum nomina apud se fixa aeterna claritas habebat. Sicut itaque hi revelationibus potuerunt ventura cognoscere, ita nonnunquam egressurae animae possunt etiam mysteria coelestia non per somnium, sed vigilando praelibare. Ammonium namque monasterii mei monachum bene nosti, qui dum esset in saeculari habitu constitutus, Valeriani hujus urbis advocati naturalem filiam in conjugio sortitus, ejus obsequiis sedule atque incessanter adhaerebat, et quaeque in ejusdem domo agebantur noverat. Qui mihi jam in monasterio positus narravit quod in ea mortalitate quae patricii Narsae temporibus hanc urbem vehementer afflixit, in domo praedicti Valeriani puer Armentarius fuit praecipuae simplicitatis et humilitatis. Cum vero ejusdem advocati domus eadem clade vastaretur, idem puer percussus est, et usque ad extremum deductus. Qui subito sublatus a praesentibus, postmodum rediit, sibique dominum suum vocari fecit. Cui ait: Ego 413 in coelo fui, et qui de hac domo morituri sunt agnovi. Ille, ille, atque ille morituri sunt; tu vero ne timeas, quia in hoc tempore moriturus non es. Ut vero scias quod me in coelo fuisse verum fateor, ecce accepi illic ut linguis omnibus loquar. Nunquid tibi incognitum fuit Graecam me linguam omnino non nosse? et tamen Graece loquere ut cognoscas an verum sit quod me omnes linguas accepisse testificor. Cui tunc Graece dominus suus locutus est, atque ita ille in eadem lingua respondit, ut cuncti qui aderant, mirarentur. In ea quoque domo praedicti Narsae spatharius Bulgar manebat: qui festine ad aegrum deductus, ei Bulgarica lingua locutus est; sed ita puer ille in Italia natus et nutritus, in eadem barbara locutione respondit ac si ex eadem fuisset gente generatus. Mirati sunt omnes qui audiebant, atque ex duarum linguarum experimento quas eum antea nescisse noverant, crediderunt de omnibus quas probare minime valebant. Tunc per biduum mors ejus dilata est, sed die tertio, quo occulto judicio nescitur, manus ac brachia lacertosque suos dentibus labiavit, atque ita de corpore exivit. Quo mortuo, omnes illi quos praedixerat ex hac protinus luce subtracti sunt, nullusque in illa domo eadem tempestate defunctus est qui voce illius denuntiatus non est.
80.1.2
PETR. Valde terribile est, ut qui tale donum percipere meruit, tali etiam post hoc poena plecteretur.
80.1.3
GREGOR. Quis occulta Dei judicia sciat? Ea quae in divino examine comprehendere non possumus, timere magis quam discutere debemus.
81.1
ΚΕΦΑΛ. ΚΖ'. Ἐρώτησις περὶ ψυχῶν, δι' ἀποκαλύψεως Γεροντίου καὶ Μελλετίου μοναχῶν, καὶ περὶ τοῦ θανάτου τοῦ παιδὸς τοῦ Ἀρμενταρίου.
81.1
ΓΡΗΓΟΡΙΟΣ. Ποτὲ μὲν αὐτῷ τῷ θελήματι τῶν ψυχῶν διὰ τῆς λεπτότητος αὐτῶν τινα προθεωροῦσι. Ποτὲ δὲ ἐξερχομένων τῶν ψυχῶν ἐκ τῶν σωμάτων δι' ἀποκαλύψεως τὰ μέλλοντα προγιγνώσκουσιν. Ἔστι δὲ λοιπὸν, ὅτι καὶ ἐν τῷ πλησιάζειν τοῦ καταλεῖψαι τὸ σῶμα τὴν ψυχὴν, θείᾳ ἐπιπνοίᾳ ἐν τοῖς οὐρανοῖς μυστηρίοις, τὸν τοῦ νοὸς αὐτῆς ἀσώματον ὀφθαλμὸν ἐπιβάλλει. Ὄτι δὲ τῷ θελήματι ἡ ψυχὴ τῇ λεπτότητι αὐτῆς ἐκεῖνα τὰ μέλλοντα γίνεσθαι διαγινώσκει, φανερὸν ἐκ τῶν γεγονότων καθίσταται. Κουνκοδέους γὰρ ὁ ἀδβοκᾶτος, ὅστις ἐν ταύτῃ τῇ πόλει πρὸ δύο ἡμερῶν τῷ τοῦ πλευροῦ πόνῳ ἐτελεύτησε, πρὸ ὀλίγου τοῦ ἀποθανεῖν αὐτὸν ἐκάλεσε τὸν παῖδα αὑτοῦ, καὶ τούτῳ εὐτρεπίσαι τὰ ἱμάτια αὐτοῦ πρὸς τὸ προελθεῖν αὐτὸν ἐκέλευσεν. Ὁ δὲ αὐτὸς παῖς, ὥσπερ ἐξηχήσαντα αὐτὸν λογισάμενος, οὐδαμῶς τοῖς προστάγμασιν αὐτοῦ ὑπήκουσεν· αὐτὸς δὲ ἀναστὰς, ἑαυτὸν τοῖς ἱματίοις ἐνέδυσε, καὶ διὰ τῆς Ἀππίας ὁδοῦ ἐν τῇ τοῦ μακαρίου Σύξτου ἐκκλησίᾳ ἑαυτὸν προελθεῖν εἴρηκε. Μετ' ὀλίγον δὲ τῇ νόσῳ βαρηθεὶς ἐτελεύτησεν. Ὡρισμένον δὲ ὑπῆρχεν, ὅπως εἰς τὸν μακάριον Ἰανουάριον τὸν μάρτυρα ἐν τῇ Πραινεστίνῃ ὁδῷ ταφῇ. Διὰ δὲ τὸ ἐκ μήκους τὸν τόπον ὑπάρχειν, οἱ τὴν κηδείαν αὐτοῦ ποιούμενοι αἴφνης ἐβουλεύσαντο, ἵνα ἐξερχόμενοι μετὰ τῆς κηδείας διὰ τῆς ὁδοῦ τῆς Ἀππίας ἀπέλθωσιν, καὶ ἐν ἐκείνῃ τῇ ἐκκλησίᾳ αὐτὸν θάψωσιν, ἐν ᾗ αὐτὸς προεῖπε, καί τοι μὴ γινώσκοντες τί ἦν προειπὼν, ὅπερ καὶ γέγονε. Τοῦτον δὲ τὸν ἄνδρα γινώσκομεν κοσμικαῖς μερίμναις ἐμπεπλεγμένον, καὶ εἰς κέρδη ἐπίγεια κατεπειγόμενον. Πόθεν οὖν τοῦτο προειπεῖν ἠδυνήθη, ὅπερ ἤμελλεν ἐν τῷ σώματι αὐτοῦ γίνεσθαι, εἰ μὴ δηλονότι τῷ τῆς ψυχῆς θελήματι διὰ τῆς λεπτότητος αὐτῆς προεθεώρησεν; Τὸ δὲ δι' ἀποκαλύψεως πολκάκις γινώσκειν τοὺς τελευτῶντας τὰ μέλλοντα γίνεσθαι, ἐκ τούτων ἐπιδεῖξαι δυνάμεθα, ἐξ ὧν παρ' ἡμῖν ἐν τοῖς μοναστηρίοις γεγόνασι διέγνωμεν. Ἐν γὰρ τῷ ἐμῷ μοναστηρίῳ ἀδελφός τις ὑπῆρχε Γερόντιος ὀνομαζόμενος, ὅστις πρὸ τῆς δεκαετίας ταύτης ἐν βαρείᾳ ἀῤῥωστίᾳ τοῦ σώματος κατατεθεὶς, ἐν τῇ καθ' ὕπνον ὁράσει ἄνδρας εὐσχημονοῦντας, καὶ λαμπρῷ λίαν τῷ σχήματι ἐκ τῶν ἄνωθεν κατερχομένους, καὶ ἐν τῷ μοναστηρίῳ εἰσελθόντας ἐθεάσατο. Ἔμπροσθεν δὲ τῆς κλίνης αὐτοῦ σταθέντες, ὁ εἷς ἐξ αὐτῶν εἶπε· Ἐπὶ τοῦτο ἤλθομεν, ὅπως ἐκ τοῦ μοναστηρίου τοῦ Γρηγορίου τινὰς ἀδελφοὺς ἐν τῇ στρατιᾷ βάλωμεν. Ἑτέρῳ δὲ κελεύσας, προσέθετο, λέγων· Γράψον Μάρκελλον, Βαλεντιανὸν, 411 Ἀγνέλλον, καὶ ἄλλους τινὰς, οὕσπερ ἀρτίως οὐ μέμνημαι. Πληρωθέντων δὲ αὐτῶν, προσθεὶς εἶπε· Γράψον καὶ τοῦτον αὐτὸν τὸν θεωροῦντα ἡμᾶς. Ἐκ δὲ ταύτης τῆς ὁράσεως, ἀληθῆ εἶναι τὰ ῥηθέντα ὁ προλεχθεὶς ἀδελφὸς πιστεύσας, πρωΐας τοῖς ἀδελφοῖς ἐγνώρισε, τίνες εἰσὶν οἱ μέλλοντες ἐξ αὐτοῦ τοῦ μοναστηρίου τελευτᾷν. Καὶ περὶ ἑαυτοῦ διεμήνυσεν, ὅτι τούτοις μέλλει ἀκολουθεῖν. Ἐν δὲ ἑτέρᾳ ἡμέρᾳ οἱ προλεχθέντες ἀδελφοὶ ἀποθνήσκειν ἤρξαντο. Καὶ κατὰ τὸν ὄρδινον ὃν εἶπεν, ἀλλήλοις ἐν τῷ θανάτῳ ἐπηκολούθησαν, καθάπερ ἐν τῇ ἀναγραφῇ ἦσαν ὀνομασθέντες. Ἔσχατον δὲ καὶ αὐτὸς ἐτελεύτησεν ὁ προθεωρήσας τῶν αὐτῶν ἀδελφῶν τὸν θάνατον. Ἐν τῷ θανατικῷ δὲ τῷ πρὸ τριετίας ταύτην τὴν πόλιν σφοδροτάτῃ συμφορᾷ λυμῃναμένῳ, ἐν τῷ μοναστηρίῳ τῆς πόλεως τοῦ Πόρτου, μοναχός τις Μελίτων λεγόμενος, νέαν μὲν ἄγων τὴν ἡλικίαν, θαυμαστῆς δὲ ἀκακίας καὶ ταπειν φροσύνης ἀνὴρ ὑπάρχων, ἐκ τῆς συμφορᾶς τοῦ αὐτοῦ θανατικοῦ κρουσθεὶς, πλησιαζούσης τῆς ἡμέρας τῆς κλήσεως αὐτοῦ, εἰς τὰ ἔσχατα ἀπηνέχθη. Τοῦτο δὲ ὁ τῇ ζωῇ εὐλαβέστατος φύλαξ ἀκούσας ὁ τῆς αὐτῆς πόλεως ἐπίσκοπος, ὅστις μοι καὶ διηγήσατο, πρὸς αὐτὸν ἀπελθεῖν ἔσπευσε, βουλόμενος αὐτὸν λόγοις παραινετικοῖς ἐνισχῦσαι, ὥστε μὴ φοβηθῆναι τὸν θάνατον. Ἀπελθὼν οὖν ἤρξατο περὶ τῆς τοῦ Θεοῦ εὐσπλαγχνίας αὐτῷ διηγήσασθαι, καὶ ἐπιμηκέστερον τὸ τῆς ζωῆς διάστημα τούτῳ ἐπαγγέλλεσθαι. Ἐκεῖνος δὲ πρὸς αὐτὸν ἀπεκρίθη, λέγων, τὸν τῆς ζωῆς αὐτοῦ χρόνον πεπληρωμένον ὑπάρχειν. Ὀφθῆναι γὰρ αὐτῷ νεανίαν ἔφασκεν ἐπιστολὰς βαστάζοντα, καὶ πρὸς αὐτὸν λέγοντα· Ἄνοιξον καὶ ἀνάγνωθι. Ἀνοιχθεισῶν δὲ αὐτῶν, ἔλεγεν, ὅτι ἑαυτὸν καὶ πάντας τοὺς βαπτισθέντας παρὰ τοῦ προλεχθέντος ἐπισκόπου τῷ καιρῷ ἐκείνῳ ἐν τῇ ἑορτῇ τοῦ πάσχα γεγραμμένους ἐν ταῖς αὐταῖς ἐπιστολαῖς χρυσοῖς γράμμασιν εὗρε. Πρὸ δὲ πάντων, καθὼς ἔλεγε, τὸ ἴδιον ὄνομα εὗρε, καὶ τότε πάντων τῶν ἐν ἐκείνῳ τῷ καιρῷ βαπτισθέντων. Ἐξ οὗ πράγματος ἀσφαλῶς ἐπιστώθη, καὶ ἑαυτὸν κἀκείνους ἐκ ταύτης τῆς ζωῆς ἐν σπουδῇ μεταρσίους γενέσθαι, ὥστε ἐν αὐτῇ τῇ ἡμέρᾳ συνέβη αὐτὸν τελευτῆσαι, μετ' ἐκεῖνον δὲ, ἐντὸς ὀλίγων ἡμερῶν, καὶ πάντας τοὺς τότε βαπτισθέντας, ὥστε μηδένα ἐξ αὐτῶν ἐν ταύτῃ τῇ ζωῇ ἀπομεῖναι. Περὶ τούτου οὖν ἀληθὲς καθέστηκεν, ὅτι ὁ προλεχθεὶς τοῦ Θεοῦ οἰκέτης διὰ τοῦτο ἐκ χρυσίου γεγραμμένους αὐτοὺς ἐθεάσατο, ὅτι τὰ ὀνόματα αὐτῶν παρ' ἑαυτὴν πεπηγμένα εἶχεν ἡ αἰώνιος λαμπρότης. Καθὼς δὲ οὗτοι δι' ἀποκαλύψεων ἠδυνήθησαν τὰ μέλλοντα διαγνῶναι, οὕτω πολλάκις καὶ ἐξερχόμεναι αἱ ψυχαὶ δύνανται μυστήρια οὐράνια οὐχὶ δι' ἐνυπνίων, ἀλλὰ γρηγοροῦσαι θεάσασθαι. Ὅθεν καὶ περὶ τούτου δῆλον γενήσεται. Ἀμμώνιον τὸν τοῦ μοναστηρίου μου μοναχὸν καλῶς ἔγνως. Οὗτος ἔτι ἐν τῷ κοσμικῷ ὑπάρχων σχήματι, Βαλεριανοῦ τοῦ ἀδβοκάτου, τοῦ ἐν ταύτῃ τῇ πόλει οἰκοῦντος, γνησίαν θυγατέρα πρὸς συζυγίαν ἡρμόσατο, ὅστις ἐν τῇ τούτου ὑπουργίᾳ ἀδιαλείπτως προσεκαρτέρει. Ὅθεν καὶ πάντα τὰ ἐν τῷ οἴκῳ αὐτοῦ γενόμενα καλῶς ἐγίνωσκεν. Ἐν δὲ τῷ μοναστηρίῳ λοιπὸν ἐλθὼν αὐτό μοι διηγήσατο, λέγων, ὅτι ἐν τοῖς χρόνοις τοῦ πατρικίου Ναρσῆ σφοδρῶς τὸ θανατικὸν ταύτην τὴν πόλιν ἐλυμῄνατο. Ἐν δὲ τῷ οἴκῳ τοῦ προλεχθέντος Βαλεριανοῦ παῖς ὑπῆρχε Βουκόλος, πολλῇ ἀκακίᾳ καὶ ταπεινοφρασύνῃ συζῶν. Ἡνίκα δὲ ἐκ τῆς αὐτῆς τοῦ θανατικοῦ συμφορᾶς καὶ ὁ τούτου οἶκος ἐλυμαίνετο, αὐτὸς ὁ παῖς ἐκρούσθη, καὶ μέχρι τῶν ἐσχάτων ἀπηνέχθη. Αἴφνης δὲ ἁρπαγεὶς ἐκ τῶν παρόντων, πάλιν εἰς ἑαυτὸν ὑπέστρεψε, τὸν δὲ κύριον αὐτοῦ πρὸς ἑαυτὸν κληθῆναι πεποίηκεν. Τούτου δὲ ἐλθόντος, ἔφη αὐτῷ, λέγων· Ἐγὼ 414 ἐν τῷ οὐρανῷ ἤμην, καὶ τίνες ἐκ τοῦ οἴκου τούτου τελευτῆσαι μέλλουσιν ἔγνων, ὁ δεῖνα, καὶ ὁ δεῖνα, καὶ ὁ δεῖνα· σύ δὲ μὴ φοβοῦ, τῷ γὰρ χρόνῳ τούτῳ οὐκ ἀποθνήσκεις. Ἵνα δὲ πληροφορηθῇς, ὅτι ἀληθῆ λέγω ἐν τῷ οὐρανῷ με γεγονέναι, ἰδοὺ ἐπιτροπὴν ἔλαβον, ἵνα πάσαις ταῖς γλωσσαις λαλήσω. Καὶ ὡς οὖν ἐπίστασαι τὴν Ἑλληνίδα γλῶτταν παντελῶς οὐκ ἐγίνωσκον. Πλὴν ὅμως ἵνα γνῷς ὅτι ἀληθῆ λέγω, τῇ Ἑλληνίδι μοι γλώττῃ λάλησον, καὶ ἀποκρινοῦμαί σοι. Τούτῳ δὲ ὁ κύριος αὐτοῦ Ἑλληνιστὶ συντυχὼν, καὶ αὐτὸς ἐν τῇ αὐτῇ γλώσσῃ ἀπεκρίθη αὐτῷ, ὡστε πάντας τοὺς παρόντας θαυμάσαι. Ἐν δὲ τῳ αὐτῷ οἴκῳ σπαθάριος τοῦ προλεχθέντος πατρικίου Ναρσῆ ἦν ἀπληκευμένος, τῷ γένει Βούλγαρος· οὗτος πρὸς αὐτὸν ἀπενεχθεὶς, τῇ τῶν Βουλγάρων γλώσσῃ ἐλάλησεν αὐτῷ. Ὁ δὲ αὐτὸς παῖς ὁ ἐν τῇ Ἰταλίᾳ γεννηθεὶς καὶ ἀνατραφεὶς, οὕτω τὴν αὐτὴν βάρβαρον γλῶσσαν ἀποκριθεὶς ἐλάλει, ὡς ὅτι ἐν αὐτῷ τῷ γένει ὑπῆρχε γεννηθείς. Πάντες δὲ οἱ ἀκούσαντες τὰς δύο ταύτας γλώσσας αὐτὸν λαλήσαντα, ἅσπερ πρώην οὐκ ᾔδει, καὶ περὶ τῶν λοιπῶν ἐπίστευσαν ἀληθῆ αὐτὸν λέγειν. Ἐν δυσὶ δὲ ἡμέραις ὁ θάνατος αὐτοῦ ἐδηλοποιήθη. Τῇ δὲ τρίτῃ ἡμέρᾳ, τῇ κρυπτῇ τοῦ Θεοῦ βουλῇ, ὅπερ παρ' ἡμῖν οὐκ ἔγνωσται, τὰς χεῖρας αὑτοῦ καὶ τοὺς βραχίονας καὶ τοὺς ἀγκῶνας τοῖς ὁδοῦσι κατέφαγε. Καὶ οὕτως τούτου δὲ θανέντος, καὶ πάντες ἐκεῖνοι οὑς προεῖπεν ἐκ τοῦ φωτὸς τούτου παραυτὰ ὑπεχώρησαν. Οὐδεὶς δὲ ἐν τῆ αὐτῇ τοῦ θανατικοῦ ἀνάγκῃ, ἐξ αὐτοῦ τοῦ οἴκου ἕτερος ἀπέθανεν εἰ μὴ οἱ τῆ φωνῇ ἐκείνου μηνυθέντες.
81.2
ΠΕΤΡ. Φοβερον ἐστι σφόδρα, ὅτι τοιοῦτον δῶρον ἀξιωθείς λαβεῖν, τοιαύτῃ κρίσει μετέπειτα καθυπεβλήθη.
81.3
ΓΡΗΓΟΡ. Τίς τὰ κρυπτὰ τοῦ Θεοῦ γνώσεται κρίματα; Ἐκεῖνα δὲ τὰ τῇ θείᾳ κρίσει γινόμενα καταλαβέσθαι ἡμεῖς μὴ δυνάμενοι, φοβηθῆναι μᾶλλον ἤπερ ἐξετάσαι ὀφείλομεν.
81.1.1
ΚΕΦΑΛ. ΚΖ'. Ἐρώτησις περὶ ψυχῶν, δι' ἀποκαλύψεως Γεροντίου καὶ Μελλετίου μοναχῶν, καὶ περὶ τοῦ θανάτου τοῦ παιδὸς τοῦ Ἀρμενταρίου. CAPUT XXVII. De morte Theophanii comitis.
81.1.1
Ut autem de egredientibus animabus, quae multa praenoscunt, ea quae coepimus exsequamur, neque hoc silendum est quod de Theophanio, Centumcellensis urbis comite, in eadem urbe positus, multis attestantibus agnovi. Fuit namque vir misericordiae actibus deditus, bonis operibus intentus, hospitalitati praecipue studens. Exercendis quidem comitatus curis occupatus, agebat terrena et temporalia, sed, ut post in fine claruit, magis ex debito quam ex intentione. Nam dum appropinquante mortis ejus tempore gravissima aeris tempestas obsisteret, ne ad sepeliendum duci potuisset, eumque uxor sua cum fletu vehementissimo inquireret, dicens: Quid faciam? quomodo te ad sepeliendum ejicio, quae ostium domus hujus egredi prae nimia tempestate non possum? tunc ille respondit: Noli, mulier, flere, quia mox ut ego defunctus fuero, eadem hora aeris serenitas redibit. 416 Cujus protinus vocem mors, et mortem serenitas secuta est. Quod signum etiam alia signa sunt comitata. Nam manus ejus et pedes podagrae humore tumescentes versi in vulneribus fuerant, et profluente sanie patebant. Sed dum corpus ejus ex more ad lavandum fuisset nudatum, ita manus pedesque ejus sani inventi sunt, ac si nunquam vulneris aliquid habuissent. Ductus itaque ac sepultus est, ejusque conjugi visum est ut quarto die in sepulcro illius marmor quod superpositum fuerat mutari debuisset. Quod videlicet marmor corpori ejus superpositum dum fuisset ablatum, tanta ex corpore ipsius fragrantia odoris emanavit, ac si ex putrescente carne illius pro vermibus aromata ferbuissent. Quod factum dum, narrante me in homiliis, infirmis quibusdam venisset in dubium, die quadam, sedente me in conventu nobilium, ipsi artifices qui in sepulcro illius marmor mutaverant adfuerunt, aliquid me de propria causa rogaturi. Quos ego de eodem miraculo coram clero, nobilibus ac plebe requisivi, qui et eadem odoris fragrantia miro modo se repletos fuisse testati sunt, et quaedam alia in augmento miraculi, quae nunc narrare longum aestimo, de eodem sepulcro ejus addiderunt.
81.1.2
PETR. Inquisitioni meae sufficienter jam video satisfactum, sed hoc est adhuc quod quaestione animum pulsat: quia cum superius dictum sit esse jam sanctorum animas in coelo, restat procul dubio ut iniquorum quoque animae esse non nisi in inferno credantur. Et quid hac de re veritas habeat ignoro. Nam humana aestimatio non habet peccatorum animas ante judicium posse cruciari.
82.1
ΚΕΦΑΛ. ΚΗ'. Περὶ τῆς τελευτῆς Θεοφάνους κόμητος Κεντουμκέλλων.
82.1
Ἵνα οὖν ὅπερ ἠρξάμεθα ἀναπληρώσωμεν περὶ τῶν ἐξερχομένων ψυχῶν ὅτι πολλὰ προγινώσκουσιν, οὐδὲ τοῦτο σιγητέον, ὅπερ περὶ Θεοφάνους τοῦ κόμητος πολλῶν μαρτυρούντων ἔγνων, τοῦ ἐν Κεντουμκέλλῃ τῇ πόλει οἰκοῦντος. Οὗτος γὰρ ὁ ἀνὴρ ταῖς πράξεσιν ἐλεημοσύνης ἐφρόντιζε, πρὸ δὲ πάντων τῇ ξενοδοχίᾳ προσεῖχεν, καί τοι ταῖς φροντίσι τῆς ἀρχῆς ἀσχολούμενος, καὶ ἔπραττε μὲν τοῦ δοκεῖν ἐπίγεια καὶ πρόσκαιρα, τὸ δὲ πῶς ἐλαμπρύνθη ἐν τῇ τελευτῇ αὐτοῦ, φανερὸν γέγονεν. Ἐν γὰρ τῷ πλησιάσαι τὸν καιρὸν τοῦ θανάτου αὐτοῦ, βαρυτάτη ἀνάγκη, ὥστε μὴ δύνασθαι μήτε ἐπὶ τῷ ταφῆναι ἀπενεχθῆναι αὐτὸν. Ἡ δὲ τούτου γυνὴ μετὰ κλαυθμοῦ σφοδροτάτου πρὸς αὐτὸν ἔλεγε· Τί ποιήσω; Πῶς σε ἐπὶ τὴν ταφὴν δυνηθῶ ἀπενέγκαι, μήτε τὴν θύραν τοῦ οἴκου δυναμένη ἐξελθεῖν, διὰ τὴν πολλὴν τοῦ ἀέρος ἀνάγκην; Τότε ἐκεῖνος πρὸς αὐτὴν ἀπεκρίθη, λέγων· Μὴ θελήσῃς, γῦναι, κλαίειν· εὐθέως γὰρ ἡνίκα ἐγὼ τελευτήσω, ἡ τοῦ ἀέρος εὐδία ἐπανέρχεται. 415 Ἐπὶ δὲ ταύτῃ τῇ φωνῇ τὸ τέλος ἐδέξατο, τῷ δὲ θανάτῳ καὶ ἡ εὐδία ἐπηκολούθησεν. Καὶ ἕτερα δὲ σημεῖα ἐν τῷ θανάτῳ αὐτοῦ γεγόνασιν. Αἱ γὰρ χεῖρες αὐτοῦ καὶ οἱ πόδες φυσηθέντες ἐκ τοῦ χυμοῦ τῆς ποδάλγης, εἰς πωρώματα ἦσαν μεταβληθέντες, καὶ ὑποῤῥέοντος ὑγροῦ διηνοίγοντο. Κατὰ δὲ τὸ ἔθος ἐπὶ τῷ λοῦσαι τὸ σῶμα αὐτοῦ γυμνώσαντες, αἱ χεῖρες αὐτοῦ καὶ οἱ πόδες ὑγιεῖς ηὑρέθησαν, ὥστε μήτε ἴχνος πωρώματος ἐν αὐτοῖς εὑρεθῆναι. Ἀπηνέχθη τοίνυν καὶ ἐτάφη. Τῇ δὲ συζύγῳ αὐτοῦ ἔδοξε μετὰ τετάρτην ἡμέραν τοῦ ταφῆναι αὐτὸν, τὸ μάρμαρον τὸ ἐπάνω τοῦ μνήματος αὐτοῦ τεθὲν ἀλλάξαι. Τούτου δὲ ἐπαρθέντος ἐκ τοῦ σώματος αὐτοῦ ὄσφρησις εὐωδίας ἀνεπέμφθη, ὡς ὅτι ἐκ τῆς σαπείσης σαρκὸς αὐτοῦ, ἀντὶ σκωλήκων ἀρώματα ἀνέβλυζον. Τοῦτο δὲ καὶ ἐν τοῖς ὁμιλίαις τοῦ εὐαγγελίου διηγουμένου μου γέγονέ τινας τῶν ἀσθενεστέρων εἰς ἀπιστίαν ἐλθεῖν. Ἐν δὲ ἡμέρᾳ τινὶ καθεζομένου μου ἐν συλλόγῳ μετὰ ἀνδρῶν εὐγενῶν, αὐτοὶ οἱ τεχνῖται παρεγένοντο, οἵτινες τὸ μάρμαρον τοῦ μνήματος αὐτοῦ ἤλλαξαν παρακαλοῦντές με περὶ πράγματος αὐτῶν τινος. Ἐγὼ δὲ τούτους ἐνώπιον τοῦ κλήρου καὶ παντὸς τοῦ λαοῦ, περὶ τοῦ θαύματος τούτου ἐρωτήσας, ἀπεκρίθησαν, λέγοντες· Θαυμασίῳ τρόπῳ τῆς ὀσφρήσεως τῆς εὐωδίας ἐκείνης ἐμπλησθῆναι αὐτούς. Καὶ ἕτερα δέ τινα εἰς προσθήκην τοῦ θαύματος περὶ τοῦ αὐτοῦ μνήματος ἔλεγον, ἅπερ διηγήσασθαι ἐπίμηκες εἶναι ἡγοῦμαι.
82.2
ΠΕΤΡ. Τῇ παρ' ἐμοῦ ἐπιζητήσει λοιπὸν ἱκανῶς ὁρῶ ἑαυτὸν πληροφορηθέντα. Τοῦτο δὲ ἀκμὴν ἐρωτήσει τὴν ψυχὴν ὑπονύττει. Ὁτι καθὼς ἀνωτέρω ἐλέχθη, τὰς τῶν ἁγίων ψυχὰς ἐν οὐρανῷ εἶναι λοιπὸν, καὶ τὰς τῶν ἀδίκων ψυχὰς ἐν τῷ ᾅδῃ εἶναι πιστευτέον. Τί δὲ περὶ τούτου τοῦ πράγματος ἡ ἀλήθεια ἔχει ἀγνοῶ. Ἡ γὰρ ἀνθρωπίνη βουλὴ τὰς τῶν ἁμαρτωλῶν ψυχὰς οὐκ ἔχει πρὸ τῆς ἡμέρας τῆς κρίσεως δύνασθαι κριθῆναι.
82.1.1
ΚΕΦΑΛ. ΚΗ'. Περὶ τῆς τελευτῆς Θεοφάνους κόμητος Κεντουμκέλλων. CAPUT XXVIII. Quod sicut perfectorum animae in coelo, ita post dissolutionem corporis iniquorum animae in inferno esse credendae sunt.
82.1.1
GREGORIUS. Si esse sanctorum animas in coelo sacri eloquii satisfactione credidisti, oportet ut per omnia esse credas et iniquorum animas in inferno, quia ex retributione aeternae justitiae, ex qua justi jam gloriantur, necesse est per omnia ut et injusti crucientur. Nam sicut electos beatitudo laetificat, ita credi necesse est quod a die exitus sui ignis reprobos exurat.
82.1.2
PETR. Et qua ratione credendum est quia rem incorpoream tenere ignis corporeus possit?
83.1
ΚΕΦΑΛ. ΚΘ'. Ὅτι ὥσπερ αἱ τῶν δικαίων ψυχαὶ ἐν τῷ οὐρανῷ, οὕτω τῶν ἁμαρτωλῶν ἐν τῷ ᾅδῃ ἀπέρχονται.
83.1
ΓΡΗΓΟΡΙΟΣ. Ἐὰν τὰς τῶν ἁγίων ψυχὰς ἐν τῷ οὐρανῷ εἶναι ἐπίστευσας τῇ τῆς ἱερᾶς συντυχίας πληροφορίᾳ, δέον ἐστὶν ἵνα καὶ τὰς τῶν ἀδίκων ψυχὰς ἐν τῷ ᾅδῃ εἶναι ἐκ παντὸς πιστεύσῃς. Ἐκ γὰρ τῆς ἀνταποδόσεως τῆς ἐνδοτάτης δικαιοσύνης ἐξ ἧς οἱ δίκαιοι δοξάζονται, ἀναγκαῖόν ἐστιν ἵνα καὶ οἱ ἄδικοι πάντως κριθῶσι. Καθάπερ γὰρ τοὺς ἐκλεκτοὺς ἡ μακαριότης εὐφραίνει, οὕτω πιστεύειν χρὴ, ὅτι καὶ τοὺς ἀδίκους ἀπὸ τῆς ἡμέρας τῆς ἐξόδου αὐτῶν τὸ πῦρ καταφλέγει.
83.2
ΠΕΤΡ. Καὶ ποίῳ τρόπῳ πιστευτέον ἐστὶν, ὅτι σωματικὸν πῦρ εἶδος ἀσώματον κρατῆσαι δύναται.
83.1.1
ΚΕΦΑΛ. ΚΘ'. Ὅτι ὥσπερ αἱ τῶν δικαίων ψυχαὶ ἐν τῷ οὐρανῷ, οὕτω τῶν ἁμαρτωλῶν ἐν τῷ ᾅδῃ ἀπέρχονται. CAPUT XXIX. Qua ratione credendum sit ut incorporeos spiritus tenere ignis corporeus possit.
83.1.1
GREGORIUS. Si viventis hominis incorporeus spiritus tenetur in corpore, cur non post mortem, cum incorporeus sit spiritus, etiam corporeo igne teneatur?
83.1.2
417 PETR. In vivente quolibet idcirco incorporeus spiritus tenetur in corpore, quia vivificat corpus.
83.1.3
GREGOR. Si incorporeus spiritus, Petre, in hoc teneri potest quod vivificat, quare non poenaliter et ibi teneatur ubi mortificatur? Teneri autem spiritum per ignem dicimus, ut in tormento ignis sit videndo atque sentiendo. Ignem namque eo ipso patitur, quo videt; et quia concremari se aspicit, concrematur. Sicque fit ut res corporea incorpoream exurat, dum ex igne visibili ardor ac dolor invisibilis trahitur, ut per ignem corporeum mens incorporea etiam incorporea flamma crucietur. Quamvis colligere ex dictis evangelicis possumus quia incendium anima non solum videndo, sed etiam experiendo patiatur. Veritatis etenim voce dives mortuus in inferno dicitur sepultus. Cujus anima quia in igne teneatur insinuat vox ejusdem divitis qui Abraham deprecatur, dicens: Mitte Lazarum ut intingat extremum digiti sui in aquam, et refrigeret linguam meam, quia crucior in hac flamma. Dum ergo peccatorem divitem damnatum Veritas in ignem perhibet, quisnam sapiens reproborum animas teneri ignibus neget?
83.1.4
PETR. Ecce ratione ac testimonio ad credulitatem flectitur animus, sed dimissus iterum ad rigorem redit. Quomodo enim res incorporea a re corporea teneri atque affligi possit ignoro.
83.1.5
GREGOR. Dic, quaeso te, apostatas spiritus a coelesti gloria dejectos, esse corporeos, an incorporeos suspicaris?
83.1.6
PETR. Quis sanum sapiens ess spiritus corporeos dixerit?
83.1.7
GREGOR. Gehennae ignem esse incorporeum, an corporeum fateris?
83.1.8
PETR. Ignem gehennae corporeum esse non ambigo, in quo certum est corpora cruciari.
83.1.9
GREGOR. Certe reprobis Veritas in fine dictura est: Ite in ignem aeternum, qui paratus est diabolo et angelis ejus. Si igitur diabolus ejusque angeli, cum sint incorporei, corporeo sunt igne cruciandi, quid mirum si animae et antequam recipiant corpora, possint corporea sentire tormenta?
83.1.10
PETR. Patet ratio, nec debet animus de hac ulterius quaestione dubitare.
84.1
ΚΕΦΑΛ. Λ'. Ἐρώτησις πῶς πιστεύσωμεν, ὅτι τὰ ἀσώματα πνεύματα τῷ σωματικῷ πυρὶ δύνανται κρατεῖσθαι.
84.1
ΓΡΗΓΟΡΙΟΣ. Ἐὰν ζῶντος τοῦ ἀνθρώπου τὸ ἀσώματον πνεῦμα κρατεῖται ἐν τῷ σώματι, διὰ τί οὐχὶ καὶ μετὰ θάνατον, εἰ καὶ ἀσώματον τὸ πνεῦμα ὑπάρχει, ἐν τῷ σωματικῷ πυρὶ κρατηθήσεται;
84.2
418 ΠΕΤΡ. Τούτου ἕνεκεν ἐν τοῖς ζῶσι τὸ ἀσώματον πνεῦμα ἐν τῷ σώματι κρατεῖται, ἐπειδή τοῦτο ζωοποιεῖ τὸ σῶμα.
84.3
ΓΡΗΓΟΡ. Ἐὰν τὸ ἀσώματον πνεῦμα, Πέτρε, κρατηθῆναι ἐν τῷ σώματι δύναται ὅπερ ζωοποιεῖ, διὰ τί οὐχὶ κἀκεῖ κρατηθήσεται βασανιστικῶς, ἔνθα θανατοῦται; διὰ δὲ τοῦ πυρὸς κρατηθῆναι τὸ πνεῦμα λέγομεν, ἐπειδὴ ἐν τῇ βασάνῳ τοῦ πυρὸς ἔσηται, θεωροῦν καὶ αἰσθανόμενον, τὸ δὲ πῦρ ἐκεῖνο ὃπερ ὑπομένει θεωροῦν ἐκτήκεται. Γίνεται δὲ τοῦτο, ὥστε τὸ σωματικὸν εἶδος, τὸ ἀσώματον κατακαῦσαι, καθάπερ ἐκ τοῦ πυρὸς τούτου τοῦ φαινομένου ἔκκαυσις καὶ πόνος ἀθεώρητος ἐν τῷ λογισμῷ διαβαίνει, ὅτι διὰ τοῦ σωματικοῦ πυρὸς ὁ ἀσώματος λογισμὸς φλεγόμενος τήκεται κατὰ τὸ ἡμῖν δυνατὸν, ἐκ τῶν εὐαγγελικῶν ῥημάτων ἀποδεῖξαι πειράσομαι. Οὐ μόνον γὰρ ἡ ψυχὴ θεωροῦσα ὑπομένει τὸν ἐμπυρισμὸν, ἀλλὰ καὶ διὰ πείρας τοῦτο πάσχει. Αὐτῆς οὖν τῆς ἀληθείας ἡ φωνὴ λέλεχεν περὶ τοῦ πλουσίου, ὅτι ἀπέθανε καὶ ἐτάφη. Ὅτι δὲ ἡ ψυχὴ αὐτοῦ ἐν τῷ πυρὶ κατεσχέθη, σημαίνει λέγουσα οὕτως· Ἐν τῷ ᾅδη ὑπάρχων, τὸν Ἀβραὰμ ἐδυσώπει, λέγων· Ἀπόστειλον Δάζαρον, ἵνα βάψας τὸ ἄκρον τοῦ δακτύλου αὐτοῦ ὕδατος δροσίσῃ μου τὴν γλῶτταν, ὅτι ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ. Ἡνίκα οὖν ἁμαρτωλὸν πλοῦσιον ἐν τῷ πυρὶ κατακεκριμένον ἡ ἀλήθεια λέγει, τίς σοφὸς, ὅστις τῶν ἀποδεδοκιμασμένων τὰς ψυχὰς ἐν τῷ πυρὶ κρατεῖσθαι ἀρνήσηται;
84.4
ΠΕΤΡ. Ἰδοὺ τῇ ἀπολογίᾳ ταύτῃ καὶ τῇ μαρτυρίᾳ εἰς πίστωσιν κλίνεται ἡ ψυχὴ, ἀλλὰ περαιουμένη πάλιν εἰς ψυχρότητα ἐπιστρέφει. Πῶς γὰρ ἀσώματον πρᾶγμα, παρὰ σωματικοῦ εἴδους κρατηθῆναι καὶ βληθῆναι δύναται, ἀγνοῶ.
84.5
ΓΡΗΓΟΡ. Εἰπὲ, αἰτῶ σε, καὶ ἀποστατικὰ πνεύματα, τὰ ἐκ τῆς οὐρανίου δόξης ἐκριφέντα, σωματικὰ ὑπάρχειν, ἢ ἀσώματα ὑπολαμβάνεις;
84.6
ΠΕΤΡ. Τίς ὑγιῆ λογιζόμενος, σωματικὰ ὑπάρχειν τὰ πνεύματα λέξῃ;
84.7
ΓΡΗΓΟΡ. Τὸ δὲ γεέννης πῦρ ἀσώματον ὑπάρχειν λέγεις, ἢ σωματικόν;
84.8
ΠΕΤΡ. Τὸ δὲ γεέννης πῦρ σωματικὸν ὑπάρχειν οὐκ ἀμφιβάλλω, ἐν ᾧ σώματα ἐν πάσῃ ἀληθείᾳ κριθήσονται.
84.9
ΓΡΗΓΟΡ. Τοῖς καταδίκοις ἡ ὄντως ἀλήθεια Χριστὸς ὁ Θεὸς ἡμῶν ἐν τῇ συντελείᾳ ἐρεῖ· Ὑπάγετε εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Ἐὰν οὖν ὁ διάβολος καὶ οἱ ἄγγελοι αὐτοῦ ἀσώματοι ὄντες, τῷ σωματικῷ πυρὶ κριθῆναι μέλλουσι, τί θαυμαστὸν ἐὰν καὶ αἱ ψυχαὶ πρὸ τοῦ ἀπολαβεῖν τὰ σώματα, σωματικῶν κριτηρίων δύνανται αἰσθάνεσθαι;
84.10
ΠΕΤΡ. Φανερᾶς οὔσης τῆς ἀπολογίας, οὐκ ὀφείλει τοῦ λοιποῦ ἡ ψυχὴ περὶ ταύτης τῆς ἐκζητήσεως διστάσαι.
84.1
ΚΕΦΑΛ. Λ'. Ἐρώτησις πῶς πιστεύσωμεν, ὅτι τὰ ἀσώματα πνεύματα τῷ σωματικῷ πυρὶ δύνανται κρατεῖσθαι. CAPUT XXX. De morte Theodorici regis Ariani.
84.1
GREGORIUS. Postquam laboriose credidisti, operae pretium credo, si ea quae mihi a viris fidelibus sunt digesta narravero. Julianus namque hujus Romanae Ecclesiae, cui Deo auctore deservio, secundus defensor, qui ante septem ferme annos defunctus est, ad me adhuc in monasterio positum crebro veniebat, et mecum colloqui de animae utilitate consueverat. Hic itaque mihi quadam die narravit, 420 dicens: Theodorici regis temporibus pater soceri mei in Sicilia exactionem canonis egerat, atque jam ad Italiam redibat. Cujus navis appulsa est ad insulam quae Liparis appellatur. Et quia illic vir quidam solitarius magnae virtutis habitabat, dum nautae navis armamenta repararent, visum est praedicto patri soceri mei ad eumdem virum Dei pergere, seque ejus orationibus commendare. Quos vir Domini cum vidisset, eis inter alia colloquens, dixit: Scitis quia rex Theodoricus mortuus est? Cui illi protinus responderunt: Absit, nos eum viventem dimisimus, et nihil tale ad nos de eo nuncusque perlatum est. Quibus Dei famulus addidit, dicens: Etiam mortuus est: nam hesterno die hora nona inter Joannem papam et Symmachum patricium discinctus atque discalceatus et vinctis manibus deductus, in hanc vicinam Vulcani ollam jactatus est. Quod illi audientes, sollicite conscripserunt diem, atque in Italiam reversi, eo die Theodoricum regem invenerunt fuisse mortuum quo ejus exitus atque supplicium Dei famulo fuerat ostensum. Et quia Joannem papam affligendo in custodia occidit, Symmachum quoque patricium ferro trucidavit, ab illis juste in ignem missus apparuit, quos in hac vita injuste judicavit.
85.1
ΚΕΦΑΛ. ΛΑ'. Ἐρώτησις, εἰ μετὰ θάνατον καθαρτικὸν πῦρ ὑπάρχει.
85.1
ΓΡΗΓΟΡΙΟΣ. Ἡνίκα μετὰ καμάτου ἐπίστευσας τῆς ἐργασίας τοῦ καμάτου προσθήκην πίστεως ποιοῦμαι, ἐκεῖνα διηγούμενος, ἅπερ μοί εἰσι παρὰ πιστῶν ἀνθρώπων γνωρισθέντα. Ἰουλιανὸς ὁ δευτερεύων τῶν δεφενσώρων ταύτης τῆς τῶν Ῥωμαίων ἁγίας τοῦ Θεοῦ ἐκκλησίας, ᾗ χάριτι Χριστοῦ δουλεύω. Ὅστις πρὸ ἑπτὰ ἐτῶν ἀπέθανεν, ἔτι μου ἐν τῷ μοναστηρίῳ ὑπάρχοντος, ἔθος εἶχε συχνοτέρως πρός με παραβάλλειν, καὶ περὶ ὠφελείας ψυχῆς συντυγχάνειν. Οὗτος τοίνυν ἐν μιᾷ τῶν ἡμερῶν διηγήσατό μοι, λέγων, 419 ὅτι ἐν τοῖς χρόνοις Θεοδωρίχου τοῦ ῥηγὸς, ὁ πατὴρ τοῦ πενθεροῦ αὐτοῦ ἐν Σικελίᾳ τὴν ἄνυσιν τοῦ κανόνος ἔπραττεν. Ὑποστρέφοντος δὲ αὐτοῦ ἐν τῇ Ἰταλίᾳ εἰς νῆσόν τινα τὸ πλοῖον προσώρμησεν καλουμένην Λίπαριν. Ἀνὴρ δέ τις τὸν μονήρη βίον ἐκεῖσε ἀσκῶν, ἐν δυνάμει ἔργων μεγίστων ὑπῆρχεν. Ἐν ὅσῳ δὲ οἱ ναῦται τὰ ἐξάρτια τοῦ πλοίου περιεποιοῦντο, ἔδοξε τῷ προλεχθέντι πατρὶ τοῦ πενθεροῦ αὐτοῦ πρὸς τὸν αὐτὸν τοῦ Θεοῦ ἄνθρωπον ἀπελθεῖν, καὶ ταῖς ἐκείνου εὐχαῖς ἑαυτὸν παραθέσθαι. Τοῦτον δὲ ὁ τοῦ Θεοῦ ἄνθρωπος θεασάμενος, μετὰ τὸ συντυχεῖν αὐτοῖς περὶ ὠφελείας, προσθεὶς καὶ τοῦτο εἶπεν· Οἴδατε ὅτι Θεοδώριχος ὁ ῥὴξ ἀπέθανεν; Αὐτοὶ δὲ πρὸς αὐτὸν εἶπον· Μὴ γένοιτο, ἡμεῖς ζῶντα αὐτὸν παρεάσαμεν, καὶ οὐδὲν τοιοῦτον περὶ αὐτοῦ μέχρι τοῦ παρόντος ἠκούσαμεν. Πρὸς οὓς ὁ τοῦ Θεοῦ οἰκέτης πάλιν ἔφη· Τῇ χθὲς γὰρ ἡμέρᾳ περὶ ὥραν ἑννάτην μεταξὺ Ἰωάννου τοῦ πάπα καὶ Συμμάχου τοῦ πατρικίου, λυσόζωνος, καὶ ἀνυπόδετος, καὶ τὰς χεῖρας δεδεμένος ἀπενεχθεὶς, ἐν τῇ γειτνιαζούσῃ νήσῳ τοῦ βουλκάνου ἐν τῷ ὑποκαιομένῳ πυρὶ αὐτόθι ἐῤῥίφη. Τοῦτο δὲ ἐκεῖνοι ἀκούσαντες, νουνεχῶς τὴν ἡμέραν ἐσημειώσαντο. Ὑποστρέψαντες δὲ εἰς τὴν Ἰταλίαν, εὗρον ὅτι ἐν αὐτῇ τῇ ἡμέρᾳ Θεοδώριχος ὁ ῥὴξ ἐτελεύτησεν, ἐν ᾗ τὴν ἐκείνου ἔξοδον, καὶ τὴν τῆς κρίσεως βάσανον ὁ τοῦ Θεοῦ οἰκέτης δι' ἀποκαλύψεως ἐγνώρισεν. Ἐπειδὴ δὲ Ἰωάννην τὸν πάπαν μεγάλως ἐκθλίβων, εἰς φυλακὴν ἐφόνευσε, Σύμμαχον δὲ τὸν πατρίκιον ξίφει κατέσφαξε, δικαίως ὑπ' αὐτῶν ἐν τῷ πυρὶ βληθῆναι ἐφάνη, οὓς ἐν τῇ ζωῇ ταύτῃ ἀδίκως ἔκρινεν.
85.1
ΚΕΦΑΛ. ΛΑ'. Ἐρώτησις, εἰ μετὰ θάνατον καθαρτικὸν πῦρ ὑπάρχει. CAPUT XXXI. De morte Reparati.
85.1
Eo quoque tempore quo primum remotae vitae desideriis anhelabam, quidam honestus senex, Deusdedit nomine, valde hujus urbis nobilibus amicus, mihi quoque in amicitiis sedule jungebatur, qui mihi narrabat, dicens: Gothorum tempore quidam spectabilis vir, Reparatus nomine, venit ad mortem. Qui dum diu jam mutus ac rigidus jaceret, visum est quod ab eo funditus flatus vitalis exisset, atque exanime remansisset corpus. Cumque et multi qui convenerant, et eum jam mortuum familia lugeret, subito rediit, et cunctorum plangentium in stuporem versae sunt lacrymae. Qui reversus ait: Citius ad Ecclesiam beati Laurentii martyris, quae ex nomine conditoris Damasi vocatur, puerum mittite, et quid de Tiburtio presbytero agatur videat et renuntiare festinet. Qui videlicet tunc Tiburtius carnalibus desideriis subjacere ferebatur: cujus adhuc vitae morumque bene quoque Florentius ejus nunc Ecclesiae presbyter meminit. Cum vero puer pergeret, narravit idem Reparatus, qui ad se reversus fuerat, quid de illo ubi ductus fuerat agnovit, dicens: Paratus fuerat rogus ingens, deductus autem Tiburtius presbyter in eo est superpositus, atque supposito igne 421 concrematus. Alius autem parabatur rogus, cujus a terra in coelum cacumen tendi videbatur. Cui emissa voce clamatum est cujus esset. His igitur dictis statim Reparatus defunctus est: puer vero qui transmissus fuerat ad Tiburtium, jam eum mortuum invenit. Qui videlicet Reparatus ductus ad loca poenarum, dum vidit, rediit, narravit, et obiit, aperte monstratur quia nobis illa, non sibi viderit, quibus dum adhuc concessum est vivere, licet etiam a malis operibus emendare. Rogum vero construi Reparatus vidit, non quod apud infernum ligna ardeant ut ignis fiat; sed narraturus haec viventibus, illa de incendio pravorum vidit, ex quibus nutriri apud viventes corporeus ignis solet, ut per haec assueta audientes discerent quid de insuetis timere debuissent.
86.1
ΚΕΦΑΛ. ΛΒ'. Περὶ τοῦ θανάτου Ῥεπαράτου.
86.1
Ἐν ἀρχῇ τῶν χρόνων ἐν οἷς τὴν ἰδιάζουσαν ζωὴν ἐπιθυμίᾳ πολλῇ ὠρεγόμην, γέρων τις πάνυ εὐκατάστατος ὑπάρχων, Δεουσδέδιτ ὀνόματι, καθ' ἑκάστην μοι ἐν ταῖς φιλίαις προσεκολλᾶτο. Καὶ πάντων δὲ τῶν εὐγενῶν τῆς πόλεως ταύτης φίλος ὑπῆρχεν, οὕτως μοι διηγεῖτο, λέγων, ὅτι ἐν τοῖς χρόνοις τῶν Γότθων, ἀνήρ τις Ῥεπαρᾶτος ὀνόματι, ἐν τῇ τοῦ θανάτου ὥρᾳ ἐλθὼν, ἐπὶ πολὺ καταχθονισμένος ἔκειτο, ὥστε παρὰ πάντων νομίζεσθαι τὴν ζωτικὴν αὐτοῦ πνοὴν ἐκ τοῦ βάθους ἀνασπασθῆναι, καὶ ἄψυχον αὐτοῦ τὸ σῶμα ἀπομεῖναι. Πολλῶν δὲ πρὸς αὐτὸν συνεληλυθότων, ἅμα τῆς αὐτοῦ φαμιλίας, ὡς ἤδη τελευτήσαντα αὐτὸν ἐπένθουν. Αἴφνης δὲ αὐτοῦ ἀνανήψαντος, πάντων τῶν κλαιόντων τὰ δάκρυα εἰς ἔκπληξιν μετεστράφησαν. Ὁ δὲ ἀσθενὴς εἶπε· Διὰ τάχους παῖδα ἀποστείλατε ἐν τῇ ἐκκλησίᾳ τοῦ ἁγίου μάρτυρος Λαυρεντίου, τῇ ἐπονομαζομένῃ Δαμάσου, ἥ τις κατὰ τὴν ἐπωνυμίαν τοῦ ταύτην κτίσαντος οὕτω κέκληται, ἵνα θεωρήσῃ τί περὶ Τιβουρτίου τοῦ πρεσβυτέρου γίνεται. καὶ σπεύσῃ τοῦ μηνύσαι. Οὗτος δὲ Τιβούρτιος σωματικαῖς ἐπιθυμίαις τότε δουλεύειν ἐλέγετο. Τὴν γὰρ αὐτοῦ πολιτείαν καὶ τῆς διαγωγῆς τὰ ἤθη, καλῶς ἐπίσταται Φλωρέντιος, ὁ νυνὶ τῆς αὐτῆς ἐκκλησίας ὑπάρχων πρεσβύτερος. Ἐν τῷ πορευθῆναι οὖν τόν παῖδα, διηγήσατο ὁ αὐτὸς Ῥεπαρᾶτος, ὁ εἰς ἑαυτὸν ἐπανελθὼν τί ἐθεάσατο ἐκεῖθεν ἔνθα ἀπηνέχθη. Ἔλεγε γὰρ ὅτι μεγίστη στοιβὴ ξύλων ἑτοίμη ὑπῆρχεν. Ἀπενεχθέντος δὲ Τιβουρτίου τοῦ πρεσβυτέρου, ἐν αὐτῇ ἐπετέθη, καὶ πυρὸς ὑποβληθέντος, κατεκάη. 422 Ἑτέρα δὲ στοιβὴ ξύλων ἡτοιμάζετο, ἧς τινος ἡ κορυφὴ ἀπὸ τῆς γῆς ἕως τοῦ οὐρανοῦ παρατείνεσθαι ἐθεωρεῖτο, φωνὴ δὲ ἐλθοῦσα, εἴρηκε τίνος ὑπῆρχεν. Τούτων τοίνυν ῥηθέντων, παραχρῆμα ὁ αὐτὸς Ῥεπαρᾶτος ἀπέθανεν. Ὁ δὲ παῖς ὁ πρὸς Τιβούρτιον ἀποσταλεὶς ἤδη λοιπὸν κἀκεῖνον ἀποθανόντα εὗρεν. Ὅθεν περὶ τούτου φανερὸν καθέστηκεν, ὅτι Ῥεπαρᾶτος εἰς τοὺς τόπους τῶν βασάνων διὰ τοῦτο ἀπηνέχθη, καὶ ἅπερ ἐθεάσατο ὑποστρέψας διηγήσατο, καὶ παραχρῆμα ἀπέθανεν, οὐχὶ δι' ἑαυτὸν, ἀλλὰ δι' ἡμᾶς τοὺς ἐν ταύτῃ τῇ ζωῇ ἀκμὴν ὑπάρχοντας, ἵνα λοιπὸν ἐκ τῶν πονηρῶν ἔργων διορθωσώμεθα. Ξύλα δὲ εὐτρεπιζόμενα ὁ Ῥεπαρᾶτος εἶδεν, οὐχ ὅτι παρὰ τῷ ᾅδῃ ξύλα καίονται, ἀλλὰ πρὸς τὸ ἐξηγηθῆναι τοῖς ζῶσιν, εἶδεν ἐκεῖνα τὰ περὶ τοῦ ἐμπυρισμοῦ τῶν σκωλήκων, ἐξ ὧν ἤθισται τὸ πῦρ τρέφεσθαι παρὰ τοῖς σωματικοῖς ζῶσιν, ἵνα διὰ τῶν γνωρίμων ἀκούοντες μάθωσι τί ὤφελον καὶ περὶ τῶν ἀγνοουμένων φοβηθῆναι.
86.1.1
ΚΕΦΑΛ. ΛΒ'. Περὶ τοῦ θανάτου Ῥεπαράτου. CAPUT XXXII. De morte Curialis, cujus sepultura incensa est.
86.1.1
Terribile etiam quiddam in Valeriae provincia contigisse vir vitae venerabilis Maximianus, Syracusanus episcopus, qui diu in hac urbe meo monasterio praefuit, narrare consuevit, dicens: Quidam Curialis illic sacratissimo paschali Sabbato juvenculam cujusdam filiam in baptismate suscepit. Qui post jejunium domum reversus, multoque vino inebriatus, eamdem filiam suam secum manere petiit, eamque nocte illa( quod dictu nefas est) perdidit. Cumque mane facto surrexisset, reus cogitare coepit ut ad balneum pergeret, ac si aqua balnei lavaret maculam peccati. Perrexit igitur, lavit, coepitque trepidare ecclesiam ingredi. Sed si tanto die non iret ad ecclesiam, erubescebat homines; si vero iret, pertimescebat judicium Dei. Vicit itaque humana verecundia, perrexit ad ecclesiam: sed tremebundus ac pavens stare coepit, atque per singula momenta suspectus qua hora immundo spiritui traderetur, et coram omni populo vexaretur. Cumque vehementer timeret, ei in illa missarum celebritate quasi adversi nihil contigit. Qui laetus exiit, et die altero ecclesiam jam securus intravit. Factumque est ut per sex continuos dies laetus ac securus procederet, aestimans quod ejus scelus Dominus aut non vidisset, aut misericorditer dimisisset. Die autem septimo subita morte defunctus est. Cumque sepulturae traditus fuisset, per longum tempus cunctis videntibus de sepulcro illius flamma exiit, et tandiu ossa ejus concremavit, quousque omne sepulcrum consumeret, et terra quae in tumulum collecta fuerat defossa videretur. Quod videlicet omnipotens Deus faciens ostendit quid ejus anima in occulto pertulit, cujus etiam corpus ante humanos oculos flamma consumpsit. Qua in re nobis quoque haec audientibus exemplum formidinis dare dignatus est, quatenus ex hac consideratione colligamus, 424 quid anima vivens ac sentiens pro reatu suo patiatur, si tanto ignis supplicio etiam insensibilia ossa concremantur.
86.1.2
PETR. Nosse velim si vel boni bonos in regno, vel mali malos in supplicio agnoscant.
87.1
ΚΕΦΑΛ. ΛΓ'. Περὶ τοῦ θανάτου κουριαλίου, καὶ τοῦ ὅπως τὸ πνεῦμα αὐτοῦ ἐνεπυρίσθη.
87.1
Ἐν τῇ χώρᾳ τῆς Βαλερίας, πρᾶγμα πάνυ φοβερὸν συμβεβηκέναι ὁ τῇ ζωῇ εὐλαβέστατος Μαξιμιανὸς διηγήσατό μοι, ὁ νυνὶ τῆς Συρακουσίων πόλεως ὑπάρχων ἐπίσκοπος, πρότερον δὲ ἐν ταύτῃ τῇ πόλει τοῦ ἐμοῦ μοναστηρίου γεγονὼς προεστώς. Ἔλεγε δὲ οὕτως ὅτι κουριάλιός τις ἐκεῖσε τῷ ἁγίῳ καὶ ἱερῷ τοῦ Πάσχα σαββάτῳ θυγατέρα τινὸς νεωτέραν ὑπάρχουσαν ἐν τῷ βαπτίσματι ἐδέξατο. Ὅστις μετὰ τὴν νηστείαν ἐν τῷ οἴκῳ αὐτοῦ ὑποστρέψας, πολλῷ τε οἴνῳ μεθυσθεὶς, τὴν αὐτὴν αὐτοῦ θυγατέρα μεῖναι μεθ' ἑαυτοῦ ᾐτήσατο. Ἐν αὐτῇ δὲ τῇ νυκτὶ, ὅπερ καί εἰπεῖν ἀθέμιτον ὑπάρχει, ταύτην διέφθειρε. Πρωΐας δὲ γενομένης, ἀνέστη ὁ ἄθλιος καὶ διαλογίζεσθαι ἤρξατο, ἵνα εἰς τὸ λουτρὸν ἀπέλθῃ, δοκῶν διὰ τοῦ ὕδατος τὸν τῆς ἁμαρτίας μολυσμὸν ἀποπλῦναι. Ἀπῆλθε τοίνυν καὶ ἐλούσατο. Φόβῳ δὲ καὶ δειλίᾳ συνείχετο εἰς τὴν ἐκκλησίαν ἀπελθεῖν, ἐννοῶν τὴν ἁμαρτίαν ἣν εἰργάσατο. Ἠισχύνετο δὲ πάλιν τοὺς ἀνθρώπους, ἐὰν ἐν τοιαύτῃ ἡμέρᾳ εἰς τὴν ἐκκλησίαν μὴ ἀπέλθῃ· καὶ πάλιν ἐὰν ἀπέλθῃ, τὴν κρίσιν τοῦ Θεοῦ ἐφοβεῖτο. Ἐνίκησε τοίνυν ἡ τῶν ἀνθρώπων αἰσχύνη, καὶ ἐπορεύθη ἐν τῇ ἐκκλησίᾳ. Τρέμων δὲ καὶ δεδοικὼς ἵστατο, καθ' ἑκάστην τὴν ὥραν ὑφορώμενος, πότε πνεύματι ἀκαθάρτῳ παραδοθῇ, καὶ ἐνώπιον παντὸς τοῦ λαοῦ διαῤῥαγῇ. Μετὰ πολλοῦ δὲ φόβου τὴν λειτουργίαν τελέσας, καὶ μηδὲν ἐναντίον παθεῖν ἑαυτὸν θεασάμενος, ἀγαλλιώμενος λοιπὸν ἐξῆλθεν. Ὅθεν καὶ ἄλλῃ ἡμέρᾳ ἀμερίμνως ἐν τῇ ἐκκλησίᾳ ἀπῆλθε. Καὶ ἕως δὲ ἐπὶ ἓξ ἡμέρας ἐν ἀγαλλιάσει καὶ ἀμεριμνίᾳ προήρχετο, νομίζων ὅτι τὴν αἰτίαν αὐτοῦ οὐχ ἑώρακεν ὁ κύριος, ἢ θεωρήσας, εὔσπλαγχνος ὢν, συνεχώρησεν. Ἐν δὲ τῇ ζ' ἡμέρᾳ αἰφνιδίῳ θανάτῳ ἐτελεύτησε. Τοῦ δὲ σώματος αὐτοῦ τῇ ταφῇ παραδοθέντος, μετὰ χρόνον τινὰ πάντων θεωρούντων, ἐκ τοῦ μνήματος αὐτοῦ φλὸξ ἐξῆλθε, καὶ ἐπὶ τοσοῦτον τὰ ὀστᾶ αὐτοῦ κατέκαυσεν, ὥστε καὶ ὅλον τὸ μνῆμα καὶ τὴν γῆν τὴν ἐπάνω κειμένην καταφλέξαι. Τοῦτο δὲ ὁ παντοδύναμος Θεὸς γενέσθαι ηὐδόκησεν, ὅπως ἐπιδείξῃ τί ἡ ψυχὴ αὐτοῦ ἐν τῷ κρυπτῷ ὑπέμεινεν, οὗτινος τὸ σῶμα ἡ φλὸξ κατέφαγε, καὶ ἵνα ἡμεῖς ταῦτα ἀκούοντες, τὸ ὑπόδειγμα φοβηθῶμεν, καὶ κατανοήσωμεν τί μέλλει 423 ἡ ψυχὴ ζῶσα καὶ νοοῦσα ὑπὲρ τῆς ἁμαρτίας αὑτῆς ὑπομένειν, ἐν ὅσῳ τοσούτου πυρὸς βασάνῳ καὶ τὰ ἀναίσθητα ὀστᾶ κατακαίονται.
87.2
ΠΕΤΡ. Γνῶναι ἤθελον ἐὰν οἱ ἀγαθοὶ τοὺς ἀγαθοὺς ἐν τῇ βασιλείᾳ ἐπιγινώσκουσιν. Ὁμοίως δὲ πάλιν ἐὰν καὶ οἱ πονηροὶ τοὺς πονηροὺς ἐν τῇ βασάνῳ γνωρίζουσιν.
87.1
ΚΕΦΑΛ. ΛΓ'. Περὶ τοῦ θανάτου κουριαλίου, καὶ τοῦ ὅπως τὸ πνεῦμα αὐτοῦ ἐνεπυρίσθη. CAPUT XXXIII. Si boni bonos in regno, et mali malos in supplicio agnoscunt.
87.1
GREGORIUS. Hujus rei sententia in verbis est dominicis, quae jam superius protulimus, luce clarius demonstrata. In quibus cum dictum esset: Homo quidam erat dives, qui induebatur purpura et bysso, et epulabatur quotidie splendide; et erat quidam mendicus nomine Lazarus, qui jacebat ad januam ejus ulceribus plenus, cupiens saturari de micis quae cadebant de mensa divitis, et nemo illi dabat; sed et canes veniebant, et lingebant ulcera ejus. Subjunctum est quod mortuus Lazarus portatus est ab angelis in sinum Abrahae, et mortuus dives sepultus est in inferno. Qui elevans oculos suos cum esset in tormentis, vidit Abraham a longe, et Lazarum in sinu ejus, et ipse clamavit, dicens: Pater Abraham, miserere mei, et mitte Lazarum, ut intingat extremum digiti sui in aquam, et refrigeret linguam meam, quia crucior in hac flamma. Cui Abraham dixit: Fili, recordare quia recepisti bona in vita tua, et Lazarus similiter mala. Dives autem jam spem salutis de seipso non habens, ad promerendam suorum salutem convertitur, dicens: Rogo te, pater, ut mittas eum in domum patris mei; habeo enim quinque fratres, ut testetur illis, ne et ipsi veniant in locum hunc tormentorum. Quibus verbis aperte declaratur quia et boni bonos, et mali malos cognoscunt. Si enim Abraham Lazarum minime recognovisset, nequaquam ad divitem in tormentis positum de transacta ejus contritione loqueretur, dicens quod mala receperit in vita sua. Et si mali malos non recognoscerent, nequaquam dives in tormentis positus fratrum suorum etiam absentium meminisset. Quomodo enim praesentes non posset agnoscere, qui etiam pro absentium memoria curavit exorare? Qua in re illud quoque ostenditur, quod nequaquam ipse requisisti, quia et boni malos, et mali cognoscunt bonos. Nam et dives ab Abraham cognoscitur, cui dictum est: Recepisti bona in vita tua; et electus Lazarus a reprobo est divite cognitus, quem mitti precatur ex nomine, dicens: Mitte Lazarum, ut intingat extremum digiti sui in aquam, et refrigeret linguam meam. In qua videlicet cognitione utriusque partis cumulus retributionis excrescit: ut et boni amplius gaudeant, qui secum eos laetari conspiciunt quos amaverunt, et mali, dum cum eis torquentur quos in hoc mundo, despecto Deo, dilexerunt, eos non solum sua, sed etiam eorum poena consumat. Fit autem in electis quiddam mirabilius, quia non solum eos agnoscunt quos in hoc mundo noverant, sed velut visos ac cognitos recognoscunt 425 bonos quos nunquam viderunt. Nam cum antiquos Patres in illa aeterna haereditate viderint, eis incogniti per visionem non erunt, quos in opere semper noverunt. Quia enim illic omnes communi claritate Deum conspiciunt, quid est quod ibi nesciant, ubi scientem omnia sciunt?
88.1
ΚΕΦΑΛ. ΛΔ'. Ἐρώτησις ἐὰν οἱ δίκαιοι τοὺς δικαίους, καὶ οἱ ἁμαρτωλοὶ τοὺς ἁμαρτωλοὺς ἐν τῷ μέλλοντι αἰῶνι ἐπιγινώσκουσιν.
88.1
ΓΡΗΓΟΡΙΟΣ. Τῆς ἐρωτήσεως ταύτης ἡ ἀπόδειξις διὰ τῶν δεσποτικῶν ῥημάτων ὧν ἀνωτέρω προέφημεν, τοῦ φωτὸς λαμπρότερον ἀποδείκνυται. Ἐῤῥέθη γὰρ, ὅτι ἦν τις ἄνθρωπος πλούσιος, ὅστις ἐνεδιδύσκετο πορφύραν καὶ βύσσον, εὐφραινόμενος καθ' ἑκάστην ἡμέραν λαμπρῶς. Πτωχὸς δέ τις ὀνόματι Λάζαρος ἐβέβλητο πρὸς τὸν πυλῶνα αὐτοῦ ἡλκωμένος πάντοθεν, ἐπιθυμῶν χορτασθῆναι ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τοῦ πλουσίου· ἀλλὰ καὶ οἱ κύνες ἐρχόμενοι, ἀπέλειχον τὰ ἕλκη αὐτοῦ. Πρὸς δὲ τούτοις γέγραπται, ὅτι ἀποθανὼν Λάζαρος ἐβαστάχθη ὑπὸ τῶν ἀγγέλων, καὶ ἀπηνέχθη εἰς τὸν κόλπον τοῦ Ἀβραάμ. Ἀπέθανε δὲ καὶ ὁ πλούσιος, καὶ ἐτάφη. Καὶ ἐν τῷ ᾅδῃ ἐπᾴρας τοὺς ὀφθαλμοὺς αὑτοῦ, ὑπάρχων ἐν βασάνοις, ὁρᾷ Ἀβραὰμ ἀπὸ μακρόθεν, καὶ Λάζαρον ἐν τοῖς κόλποις αὐτοῦ, καὶ αὐτὸς φωνήσας, εἶπε· Πάτερ Ἀβραὰμ, ἐλέησόν με, καὶ πέμψον Λάζαρον ἵνα βάψῃ τὸ ἄκρον τοῦ δακτύλου αὑτοῦ ὕδατος, καὶ καταψύξῃ τὴν γλῶσσάν μου, ὅτι ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ. Εἶπε δὲ Ἀβραάμ· Τέκνον, μνήσθητι ὅτι ἀπέλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου, καὶ Λάζαρος ὁμοίως τὰ κακά. Ὁ πλούσιος δὲ λοιπὸν ἐλπίδα σωτηρίας μὴ ἔχων, ἐπὶ τὴν τῶν ἰδίων σωτηρίαν ὑποστρέφει, οὕτω λέγων· Δυσωπῶ σε, πάτερ, ἵνα ἀποστείλῃς αὐτὸν εἰς τὸν οἶκον τοῦ πατρός μου, ἔχω γὰρ πέντε ἀδελφοὺς, ὅπως διαμαρτύρηται αὐτοὺς, ἵνα μὴ καὶ αὐτοὶ ἔλθωσιν εἰς τὸν τόπον τῆς βασάνου ταύτης. Διὰ τούτων οὖν τῶν ῥημάτων, φανερῶς δείκνυται ὅτι καὶ οἱ ἀγαθοὶ τοὺς ἀγαθοὺς καὶ οἱ πονηροὶ τοὺς πονηροὺς γνωρίζουσιν. Ἐὰν γὰρ ὁ Ἀβραὰμ τὸν Λάζαρον οὐδαμῶς ἐγνώριζεν, οὐδ' ἂν πρὸς τὸν πλούσιον ἐν ταῖς βασάνοις ὑπάρχοντα περὶ τῆς παρελθούσης αὐτοῦ συντριβῆς διελέγετο, φάσκων, ὅτι ἀπέλαβε τὰ κακὰ ἐν τῇ ζωῆ αὐτοῦ. Καὶ πάλιν ἐὰν οἱ πονηροὶ τοὺς πονηροὺς οὐκ ἐγνώριζον, οὐκ ἂν ὁ πλούσιος ἐν βασάνοις ὑπάρχων τῶν ἀδελφῶν αὑτοῦ ἀπόντων ἐμέμνητο. Πῶς οὖν τοὺς παρόντας οὐ δύναται γνωρίσαι, ὁ καὶ περὶ τῶν ἀπόντων μνημονεύσας, καὶ ὑπὲρ αὐτῶν παρακαλέσαι φροντίσας; ἐν τούτῳ δὲ τῷ πράγματι κἀκεῖνο δείκνυται, ὅπερ αὐτὸς οὐδαμῶς ἐπεζήτησας, ὅτι καὶ οἱ ἀγαθοὶ τοὺς πονηροὺς, καὶ οἱ πονηροὶ τοὺς ἀγαθοὺς γνωρίζουσιν. Ἐπειδὴ γὰρ καὶ ὁ πλούσιος παρὰ τοῦ Ἀβραὰμ ἐγνωρίσθη, πρὸς ὃν ἔφη, ὅτι ἀπέλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου, ὁμοίως δὲ καὶ ὁ ἐκλεκτὸς Λάζαρος παρὰ τοῦ ἀποδεδοκιμασμένου πλουσίου ἐπεγνώσθη, ὃν ἀποσταλῆναι ἐδυσώπει, ἐξ ὀνόματος αὐτὸν καλῶν, καὶ λέγων· Ἀπόστειλον Λάζαρον, ἵνα βάψῃ τὸ ἄκρον τοῦ δακτύλου αὑτοῦ ὕδατος καὶ καταψύξῃ μου τὴν γλῶσσαν. Ἐν ταύτῃ τοίνυν τῇ ἐπιγνώσει τῶν ἀμφοτέρων μερῶν, τὸ τῆς ἀνταποδόσεως μέγεθος ἐπαυξάνει· ἵνα καὶ οἱ ἀγαθοὶ ἐπιπλεῖον χαρῶσιν, οἵτινες αὐτοὺς μετ' ἐκείνων ἀγαλλιωμένους θεωροῦσιν, ὧνπερ ἠγάπησαν· ὡσαύτως δὲ καὶ οἱ πονηροὶ μετ' ἐκείνων στρεβλωθῶσιν, οὕσπερ ἐν τούτῳ τῷ κόσμῳ ὁ Θεὸς ἐβδελύσσετο, αὐτοὶ δὲ τούτους ἠγάπησαν. Ὅθεν οὐ μόνον αὐτοὺς ἡ ἰδία βάσανος, ἀλλὰ καὶ ἡ ἐκείνων θέα ἐπὶ πλεῖον καταφλέξῃ. Ἐν δὲ τοῖς ἐκλεκτοῖς, καὶ ἕτερόν τι θαυμασιώτερον συμβαίνει, ὅτι οὐχὶ μόνον ἐκείνους γνωρίζουσιν, οὓς ἐν τούτῳ τῷ κόσμῳ ἐγίνωσκον, ἀλλὰ καὶ οὓς οὐδέποτε ἐθεάσαντο, καθάπερ 426 συνήθεις καὶ γνωρίμους οὕτως ἐπιγινώσκουσι. Θεώμενοι γὰρ τοὺς ἀρχαίους πατέρας ἐν ἐκείνῃ τῇ αἰωνίᾳ κληρονομίᾳ, οὐκ ἔσονται αὐτοῖς ἄγνωστοι διὰ τῆς θέας, οὓς ἐν τῇ τῶν ἔργων μιμήσει διαπαντὸς ἐγνώριζον. Ἡνίκα γὰρ ἐκεῖσε πάντες κοινῇ τῆ λαμπρότητι τὸν Θεὸν θεωροῦσιν, τί ἐστιν ὅπερ οὐ γινώσκουσιν, ἔνθα τὸν γινώσκοντα τὰ πάντα γινώσκουσιν;
88.1
ΚΕΦΑΛ. ΛΔ'. Ἐρώτησις ἐὰν οἱ δίκαιοι τοὺς δικαίους, καὶ οἱ ἁμαρτωλοὶ τοὺς ἁμαρτωλοὺς ἐν τῷ μέλλοντι αἰῶνι ἐπιγινώσκουσιν. CAPUT XXXIV. De quodam religioso, qui prophetas moriens vidit.
88.1
Nam quidam noster religiosus, vir vitae valde laudabilis, cum ante hoc quadriennium moreretur, sicut religiosi alii qui praesentes fuerunt testati sunt, in hora exitus sui Jonam prophetam, Ezechielem quoque et Danielem coepit aspicere, eosque dominos suos ex nomine clamare. Quos dum ad se venisse diceret, et depressis luminibus eis reverentiae obsequium praeberet, ex carne eductus est. Qua in re aperte datur intelligi quae erit in illa incorruptibili vita notitia, si vir iste adhuc in carne corruptibili positus prophetas sanctos, quos nimirum nunquam viderat, agnovit.
89.1
ΚΕΦΑΛ. ΛΕ'. Περὶ τοῦ θεασαμένου τοὺς προφήτας ἐν τῇ ἐξόδῳ αὐτοῦ.
89.1
Ἀνήρ τις τῶν ἡμετέρων πάνυ ἐπαινετῆς πολιτείας πρὸ ταύτης τῆς τετραετίας μέλλων τελευτᾷν, καθώς τινες εὐλαβεῖς ἐκεῖσε τότε παρόντες μαρτυροῦσιν, ἐν τῇ ὥρᾳ τῆς ἐξόδου αὑτοῦ ἐλθὼν, Ἰωνᾶν τὸν προφήτην, ἅμα Ἰεζεκιὴλ καὶ Δανιὴλ ἐθεάσατο, καὶ τούτους ἐξ ὀνόματος κυρίους ἑαυτοῦ καλεῖν ἤρξατο. Τούτοις δὲ τὴν τιμὴν ἀπονέμων, πρὸς τοὺς παρεστηκότας αὑτοῦ ἔλεγεν, Ὅτι οὗτοι πρός με ἐληλύθασι. Ταῦτα δὲ αὐτοῦ λέγοντος, φωτὸς φανέντος, ἐκ τῆς σαρκὸς ἐξῆλθεν. Ὅθεν καὶ ἐν τούτῳ φανερῶς δείκνυται ὁποία ἔσται ἐπίγνωσις ἐν ἐκείνῃ τῇ ἀφθάρτῳ ζωῇ, ἐν ᾗ ὁ ἀνὴρ οὗτος ἔτι ἐν τῇ φθαρτῇ ταύτῃ σαρκὶ ὑπάρχων, τοὺς ἁγίους προφήτας, οὓς οὐδέποτε εἶδεν, ἐγνώρισεν.
89.1.1
ΚΕΦΑΛ. ΛΕ'. Περὶ τοῦ θεασαμένου τοὺς προφήτας ἐν τῇ ἐξόδῳ αὐτοῦ. CAPUT XXXV. Quod se etiam ignotae animae nonnunquam in exitu recognoscunt, quae vel pro culpis tormenta, vel pro bonis actibus similia sunt praemia recepturae; et de morte Joannis et Ursi, Eumorphii, et Stephani.
89.1.1
Solet autem plerumque contingere ut egressura anima eos etiam recognoscat cum quibus pro aequalitate culparum, vel etiam praemiorum, in una est mansione deputanda. Nam vir vitae venerabilis Eleutherius senex, de quo praecedente libro multa narravi, in monasterio suo germanum fratrem nomine Joannem se habuisse perhibuit, qui ante dies quatuordecim suum fratribus exitum praedixit. Cumque decrescentes quotidie computaret dies, ante triduum quam vocaretur ex corpore, febre correptus est. Ad horam vero mortis veniens, mysterium Dominici corporis, et sanguinis accepit. Vocatisque fratribus, coram se psallere praecepit, quibus tamen antiphonam ipse per semetipsum imposuit, dicens: Aperite mihi portas justitiae, et ingressus in eas confitebor Domino: haec porta Domini, justi intrabunt per eam. Cumque coram eo assistentes fratres psallerent, emissa subito et producta voce clamavit dicens: Urse, veni. Quod mox ut dixit, eductus e corpore mortalem vitam finivit. Mirati sunt fratres: quia hoc quod moriens frater clamaverat, ignorabant. Quo defuncto, in monasterio facta est magna tristitia. Quarto autem die quiddam fratribus necessarium fuit, ut ad monasterium aliud longe positum transmitterent. Illuc ergo euntes 428 fratres, omnes ejusdem monasterii monachos tristes vehementer invenerunt. Quibus cum dicerent: Quid habetis, quod vos in tanto moerore deprimitis? responderunt, dicentes: Loci hujus desolationem gemimus, quia unus Frater, cujus nos vita in hoc monasterio continebat, hodie quartus est dies quod ex hac luce subtractus est. Cumque fratres qui venerant, studiose inquirerent qualiter dictus fuisset, responderunt: Ursus. Qui vocationis ejus horam subtiliter inquirentes, ipso eum momento cognoverunt exisse de corpore, quo per Joannem, qui apud eos defunctus est, fuerat vocatus. Qua ex re colligitur, quia utrorumque par fuerat meritum, eisque datum est, ut in una mansione socialiter viverent, quibus e corpore contigit socialiter exire.
89.1.2
Sed neque hoc sileam, quod dum adhuc laicus viverem, atque in domo mea, quae mihi in hac urbe ex jure patris obvenerat, manerem, de quibusdam vicinis meis me contigit agnovisse. Quaedam namque juxta me vidua, Galla dicebatur. Haec Eumorphium nomine juvenem filium habebat, a quo non longe quidam Stephanus, qui in numero Optio fuit, habitabat. Sed idem Eumorphius ad extrema vitae veniens, vocavit puerum suum, eique praecepit, dicens: Vade citius, et dic Stephano Optioni, ut concitus veniat, quia ecce navis parata est ut ad Siciliam duci debeamus. Cumque hunc puer insanire crederet, et obedire recusaret, coepit ille vehementer imminere, dicens: Vade et nuntia illi quod dico, quia non insanio. Egressus est itaque puer ut ad Stephanum pergeret. Cumque in medium iter venisset, ei alius quidam obvius factus est, qui hunc requisivit, dicens: Quo vadis? Cui ille respondit: Ad Stephanum Optionem a domino meo missus sum. Atque ille protinus dixit: Ab eo venio, sed ante me hac hora defunctus est. Reversus vero est puer ad Eumorphium dominum suum, sed jam eum mortuum invenit. Sicque factum est, ut dum alter obviam venit, et ex medio itinere puer reversus est, ex mensura spatii potuisset colligi, quia uno momento utrique fuerant vocati.
89.1.3
PETR. Terribile est valde, quod dicitur: sed quaeso te, cur egredienti animae navis apparuit, vel cur se ad Siciliam duci moriturus praedixit?
89.1.4
GREGOR. Anima vehiculo non eget: sed mirum non est, si adhuc homini in corpore posito illud apparuit, quod per corpus assueverat videre, ut per hoc intelligi daretur quo ejus anima spiritualiter duci potuisset. Quod vero se ad Siciliam duci testatus est, quid sentiri aliud potest, nisi quod prae ceteris locis in ejus terrae 429 insulis eructante igne tormentorum ollae patuerunt? Quae, ut solent narrare qui noverunt, laxatis quotidie sinibus excrescunt, ut mundi termino appropinquante, quanto certum est illuc amplius exurendos colligi, tanto et eadem tormentorum loca amplius videantur aperiri. Quod omnipotens Deus ad correptionem viventium in hoc mundo voluit ostendi; ut mentes infidelium, quae inferni tormenta esse non credunt, tormentorum loca videant, quae audita credere recusant. Quod vero sive electi, sive reprobi, quorum communis causa in opere fuerit, ad loca etiam communia deducantur, Veritatis nobis verba satisfacerent, etiamsi exempla deessent. Ipsa quippe propter electos in Evangelio dicit: In domo Patris mei mansiones multae sunt. Si enim dispar retributio in illa aeterna beatitudine non esset, una potius mansio quam multae essent. Multae ergo mansiones sunt, in quibus distincti bonorum ordines, et propter meritorum consortia communiter laetantur, et tamen unum denarium omnes laborantes accipiunt. Qui multis mansionibus distinguuntur; quia et una est beatitudo quam illic percipiunt, et dispar retributionis qualitas, quam per opera diversa consequuntur. Quae nimirum Veritas judicii sui diem denuntians, ait: Tunc dicam messoribus: Colligite zizania, et ligate ea in jasciculos ad comburendum. Messores quippe angeli zizania ad comburendum in fasciculos ligant, cum pares paribus in tormentis similibus sociant, ut superbi cum superbis, luxuriosi cum luxuriosis, avari cum avaris, fallaces cum fallacibus, invidi cum invidis, infideles cum infidelibus ardeant. Cum ergo similes in culpa ad tormenta similia deducuntur, quia eos in locis poenalibus angeli deputant, quasi zizaniorum fasciculos ad comburendum ligant.
89.1.5
PETR. Ad inquisitionem meam responsionis satisfactione patuit causa rationis. Sed quidnam est, quaeso te, quod nonnulli quasi per errorem extra huntur e corpore, ita ut facti exanimes redeant, et eorum quisque audisse se dicat, quia ipse non fuerit qui erat jussus deduci?
90.1
ΚΕΦΑΛ. Λϛ'. Ὅτι ἄγνωστοί εἰσιν αἱ ψυχαὶ πρὸς ἀλλήλας, καὶ περὶ ἀνταποδόσεως ἀγαθῶν τε καὶ πονηρῶν, καὶ περὶ τοῦ θανάτου Ἰωάννου καὶ Οὔρσου καὶ Εὐμορφίου καὶ Στεφάνου.
90.1
Πολλάκις συμβαίνει τῆς ψυχῆς ἐξερχομένης, ἐκείνους ἐπιγνῶναι, μεθ' ὧν μέλλει διὰ τῆς τῶν πταισμάτων ἰσότητος, ὡσαύτως δὲ καὶ διὰ τῶν κατορθωματων ἐν μίᾳ μονῇ ὁρισθῆναι. Ὅθεν περὶ τούτου, ὁ τῇ ζωῇ εὐλαβέστατος ἀνὴρ Ἐλευθέριος ὁ πρεσβύτερος, περὶ οὗ ἐν τῷ προλαβόντι βιβλίῳ πολλὰ διηγησάμην, ἔλεγεν, ὅτι ἐν τῷ ἑαυτοῦ μοναστηρίῳ γνήσιον ἀδελφὸν εἶχεν, Ἰωάννην τῷ ὀνόματι, ὅστις μέλλων τελευτᾷν, πρὸ δεκατεσσάρων ἡμερῶν τὴν ἑαυτοῦ ἔξοδον τοῖς ἀδελφοῖς προεμήνυσε. Ψηφίζων δὲ καθ' ἡμέραν τὰς παρερχομένας ἡμέρας, πρὸ τριῶν ἡμερῶν τῆς κλήσεως αὑτοῦ, τῷ πυρετῷ συνεσχέθη. Ἐἰς δὲ τὴν ὥραν τοῦ θανάτου ἐλθὼν, τῶν θείων μυστηρίων μετέλαβε τοῦ δεσποτικοῦ σώματος καὶ αἵματος. Καὶ τοὺς ἀδελφοὺς καλέσας, ἐνώπιον αὑτοῦ ψάλλειν ἐκέλευσεν. Οἷς ἀντιφωνῶν τὸ τροπάριον αὐτὸς περὶ ἑαυτοῦ ὑπέβαλε, λέγων· Ἀνοίξατέ μοι πύλας δικαιοσύνης, εἰσελθὼν ἐν αὐταῖς, ἐξομολογήσομαι τῷ κυρίῳ, αὕτη ἡ πύλη τοῦ κυρίου, δίκαιοι εἰσελεύσονται ἐν αὐτῇ. Ἐν δὲ τῷ ψάλλειν ἐνώπιον αὐτοῦ τοὺς ἀδελφοὺς, αἴφνης φωνὴν προσενέγκας, ἔκραζε, λέγων· Οὖρσε, ἐλθέ. Τοῦτο δὲ εἰπὼν, παρευθὺ ἐκ τοῦ σώματος ἐξῆλθε, τὴν θνητὴν ζωὴν τελειώσας. Ἐθαύμασαν δὲ οἱ ἀδελφοὶ περὶ τούτου μὴ γινώσκοντες τί ὁ ἀδελφὸς τελευτῶν ἔκραζε. Τούτου δὲ θανόντος, μεγάλη λύπη ἐν τῷ μοναστηρίῳ γέγονεν. Μετὰ δὲ ἡμέραν τετάρτην, ἐπάναγκες τοῖς ἀδελφοῖς ὑπῆρχε περί τινος πράγματος ἐν ἑτέρῳ μοναστηρίῳ ἀποστεῖλαι ἐκ μήκους αὐτῶν διακειμένῳ. Πορευθέντων τοίνυν ἐκεῖσε τῶν 427 ἀδελφῶν, πάντας τοὺς ἐν αὐτῷ τῷ μοναστηρίῳ μοναχοὺς τεθλιμμένους πάνυ εὗρον. Ἀνακρίναντες δὲ αὐτοὺς τίνος ἕνεκεν ἐν τοιαύτῃ λύπῃ ἑαυτοὺς κατεχθόνισαν, ἀπεκρίθησαν, λέγοντες· Τὴν κατάλυσιν τοῦ τόπου τούτου στενάζομεν. Εἶς γὰρ ἀδελφός οὗτινος ἡ πολιτεία ἐν τῷ τόπῳ τούτῳ ἡμᾶς ἐκράτει, τετάρτη σήμερον ἡμέρα ὑπάρχει, ὅτι ἐκ τοῦ φωτὸς τούτου ὑπεχώρησεν. Οἱ δὲ παραγενόμενοι ἀδελφοὶ πεπονημένως ἐρωτήσαντες τίς ἐλέγετο, ἀπεκρίθησαν· Οὖρσος. Ἐπὶ λεπτοῦ δὲ καὶ τὴν τῆς κλήσεως αὐτοῦ ὥραν ἐπιζητήσαντες, εὗρον ὅτι ἐν ἐκείνῃ τῇ στιγμῇ ἐξῆλθε τοῦ σώματος, ἐν ᾗ διὰ Ἰωάννου τοῦ παρ' αὐτοῖς τελευτήσαντος γέγονε κληθείς. Ἐξ οὗ πράγματος δείκνυται, ὅτι τῶν ἀμφοτέρων ὅμοιον ὑπῆρχεν ἐν δικαιοσύνῃ τὸ ἀξίωμα. Ὅθεν καὶ ἐδόθη αὐτοῖς ἐν μιᾷ μονῇ ὁμοθυμαδὸν ζῆσαι, οὓς καὶ ὁμοθυμαδὸν συνέβη ἐκ τοῦ σώματος ἐξελθεῖν.
90.2
Οὐδὲ τοῦτο δὲ παρασιωπήσω, ὅπερ συνέβη με γνῶναι περί τινος γείτονός μου, ἔτι μου λαϊκοῦ ὑπάρχοντος, καὶ ἐν τῷ γενικῷ μου οἴκῳ τῷ ἐκ πατρικῆς κληρονομίας μοι ἐν ταύτῃ τῇ πόλει περιελθόντι κατοικοῦντος. Χήρα γὰρ γυνή τις ὀνόματι Γάλλα, πλησίον μου οἰκοῦσα, υἱὸν εἶχε νεώτερον, ὀνόματι Εὐμόρφιον. Οὐ μήκοθεν δὲ ταύτης κατῴκει τις ὀνόματι Στέφανος, Ὀπτίων ἐν νουμέρῳ ὑπάρχων. Ὁ δὲ προλεχθεὶς Εὐμίρφιος νόῳ περιελθὼν, εἰς τὰ τέλη τῆς ζωῆς ἦλθε. Παῖδα δὲ προσκαλεσάμενος, ἐπέτρεψεν αὐτῷ, λέγων· Ἄπελθε ἐν τάχει, καὶ εἰπὲ τῷ Στεφάνῳ ἵνα συντόμως ἔλθῃ, ὅτι ἰδοὺ τὸ πλοῖον ἕτοιμόν ἐστιν, ὄφειλον ἡμᾶς ἐν Σικελίᾳ ἀπαγαγεῖν. Ὁ δὲ παῖς νομίσας ὅτι ἐκ τῆς ἀσθενείας παρεφρόνησεν, καὶ διὰ τοῦτο παραλαλεῖ, ὑπακοῦσαι αὐτῷ οὐδαμῶς ἠβούλετο. Ἐκεῖνος δὲ σφοδροτέρως ἐπέμενε, λέγων· Ἄπελθε καὶ μήνυσον αὐτῷ ὅπερ λέγω, ἀκμὴν γὰρ οὐ παραφρονῶ. Ἐξῆλθε τοίνυν ὁ παῖς, ἵνα πρὸς τὸν Στέφανον ἀπέλθῃ. Ἀπερχομένου δὲ αὐτοῦ, μέσον τῆς ὁδοῦ ἠπήντησεν αὐτῷ τις, καὶ τοῦτον ἠρώτησε λέγων· Ποῦ ἀπέρχῃ; Ὁ δὲ παῖς ἀποκριθεὶς, εἶπε· Πρὸς Στέφανον τὸν Ὀπτίονα παρὰ τοῦ κυρίου μου ἀπεστάλην. Ὁ δὲ πρὸς αὐτὸν ἔφη· Ἐξ αὐτοῦ ἔρχομαι, ἀλλ' ἐνώπιόν μου τῇ ὥρᾳ ταύτῃ ἐτελειώθη. Ὑποστρέψας δὲ ὁ παῖς πρὸς Εὐμόρφιον τὸν κύριον αὐτοῦ, κἀκεῖνον λοιπὸν ἀποθανόντα εὗρε. Τοῦτο δὲ γέγονεν, ἵνα ἕτερος μέσον τῆς ὁδοῦ ἐν ὑπαντήσει τοῦ παιδὸς γένηται, καὶ οὕτως ὑποστρέψῃ, ἵνα ἐκ τοῦ μέτρου τοῦ διαστήματος δειχθῇ, ὅτι ἐν μιᾷ ῥοπῇ οἱ ἀμφότεροι αὐτῶν κληθέντες, ἐτελειώθησαν.
90.3
ΠΕΤΡ. Φοβερόν ἐστιν ὄντως πάνυ τὸ λεγόμενον· ἀλλ' αἰτῶ σε, διὰ τί τῆς ψυχῆς ἐξερχομένης πλοῖον αὐτῇ ἐδείχθῃ, καὶ διὰ τί ἐν Σικελίᾳ ἑαυτὸν ἀπενεχθῆναι ὁ τελευτῶν προεἶπεν;
90.4
ΓΡΗΓΟΡ. Ἡ ψυχὴ οὐ δέεται πλοίου ἐξερχομένη τοῦ σώματος, οὐκ ἔστι δὲ θαυμαστὸν ἐὰν ἔτι ἐν σαρκὶ ἄνθρωπος ὑπάρχων, ἐκεῖνο αὐτῷ δειχθῇ, ὅπερ ἔθος εἶχε σωματικῶς θεωρεῖν, ὥστε δοθῆναι αὐτῷ ἐπιγνῶναι, ὅτι ἡ ψυχὴ πνευματικῶς ἀπενεχθῆναι δύναται. Ὅτι δὲ ἐν Σικελίᾳ ἑαυτὸν ἀπενεχθῆναι ἔφη, τί ἕτερον νοηθῆναι δύναται, εἰ μὴ ὅτι ὑπὲρ τοὺς ἄλλους τόπους ἐν ἐκείναις ταῖς νήσοις 430 τὸ βασανιστικὸν πῦρ ἐκβρασσόμενον θεωρεῖται. Καθὼς γὰρ οἱ γινώσκοντες διηγοῦνται τῶν κολπῶν αὐτοῦ ὑπερεκχεόμενον τὸ πῦρ καθ' ἡμέραν ὑπεραυξάνει. Ὅθεν λοιπὸν τοῦ τέλους τοῦ κόσμου πλησιάζοντος, ἀσφαλῶς δείκνυται, ὅτι ὅσον τῶν φλεγομένων πλῆθος πρὸς ἑαυτὸ τὸ πῦρ ἐπισυνάγει, τοσοῦτο καὶ τῶν βασάνων οἱ τόποι ἐπὶ πλεῖον ἀνοιγόμενοι θεωροῦνται. Τοῦτο δὲ ὁ παντοδύναμος Θεὸς εἰς διόρθωσιν τῶν ζώντων ἐν τούτῳ τῷ κόσμῳ δεῖξαι ἠθέλησεν, ἵνα τοὺς λογισμοὺς τῶν ἀπίστων πληροφορήσῃ τῶν μὴ πιστευόντων ὑπάρχειν τὰ τοῦ ᾅδου κριτήρια. Ὅθεν καὶ τοὺς τῶν βασάνων τόπους θεαθῆναι πεποίηκεν, οὕσπερ ἀκούοντες πιστεύειν οὐκ ἠβούλοντο. Ὅτι δὲ οἱ ἐκλεκτοὶ, ὧν ὁμοία ἡ ἐργασία ἐν τῷ ἀγαθῷ γέγονε κοινωτέρως τοὺς τῆς ἀναπαύσεως τόπους ἀπολαμβάνουσιν, ὁμοίως δὲ καὶ οἱ ἀποδεδοκιμασμένοι τοὺς τῆς κολάσεως τόπους, ἵνα κἂν τὰ παραδείγματα μὴ ὑπῆρχον, αὐτῆς τῆς ἀληθείας Χριστοῦ τὰ ῥήματα ἡμᾶς πληροφορῶσι. Περὶ μὲν γὰρ τῶν ἐκλεκτῶν ἐν τῷ εὐαγγελίῳ λέγει· Ἐν τῷ οἴκῳ τοῦ πατρός μου πολλαὶ μοναί εἰσιν. Ἐὰν οὖν πάντες ἐν ἐκείνῃ τῇ αἰωνίᾳ μακαριότητι ὁμοίως τὰ τῆς ἀνταποδόσεως ἐλάμβανον, μία μονὴ εἶχεν εἶναι, ἤπερ πολλαί. Πολλαὶ οὖν μοναί εἰσιν ἐν αἷς καὶ κατ' ἀξίαν οἱ ἐκλεκτοὶ διανεμηθέντες ὑπὲρ τῆς δικαιοσύνης αὐτῶν, κοινωτέρως ἀγαλλιάσονται. Τὸ δὲ ἀνὰ δηνάριον πάντας λαβεῖν τοὺς ἐν ταῖς πολλαῖς μοναῖς διανεμηθέντας, δηλοῖ, ὅτι μία ἐστὶν ἡ μακαριότης, ἣν ἐκεῖσε πάντες λαμβάνουσι. Παρηλλαγμένη δὲ τῆς ἀνταποδόσεως ἡ ἰσότης, ἧς δι' ἔργων διαφόρων ἐπιτυγχάνουσι. Τὴν δὲ τῆς κρίσεως ἡμέραν δηλῶν ὁ κύριος, ἔλεγε· Τότε ἐρῶ τοῖς θερισταῖς, Συνάξατε πρῶτον τὰ ζιζάνια, καὶ δήσατε αὐτὰ εἰς δεσμὰ πρὸς τὸ κατακαῦσαι. Οἱ θερισταὶ οὖν ἄγγελοι τὰ ζιζάνια εἰς δεσμὰ δέουσι πρὸς τὸ κατακαῦσαι, τουτέστι, τοὺς ὁμοίους μετὰ τῶν ὁμοίων ἐν ταῖς βασάνοις ζευγνύουσι, ἵνα οἱ ὑπερήφανοι μετὰ τῶν ὑπερηφάνων, οἱ πόρνοι μετὰ τῶν πορνῶν, οἱ φιλάργυροι μετὰ τῶν φιλαργύρων, οἱ ψεύσται μετὰ τῶν ψευστῶν, οἱ φθονεροὶ μετὰ τῶν φθονερῶν, οἱ ἄπιστοι μετὰ τῶν ἀπίστων κατακαῶσι. Περὶ γὰρ τούτου ἐῤῥέθη, ὅτι οἱ ἄγγελοι τὰ ζιζάνια εἰς δεσμὰ πρὸς τὸ κανακαῦσαι δεσμοῦσιν. Ὥστε τοὺς ἐν τοῖς πταίσμασιν ὁμοίως ἁμαρτήσαντας ὁμοίως καὶ ἐν τοῖς τῶν βασάνων τόποις ὑπὸ τῶν ἀγγέλων ἀπενεχθῆναι.
90.5
ΠΕΤΡ. Πρὸς τὴν ἐκζήτησιν τῆς ἐρωτήσεώς μου ἡ πληροφορία διὰ τῆς ἀπολογίας ἀπεδείχθη. Ἀλλ' αἰτῶ, τί ἐστι τοῦτο, ὅπερ πολλοὶ ὡς ἐν πλάνῃ ἐκ τοῦ σώματος ἁρπάζονται, καὶ ὥσπερ ἄψυχοι γενόμενοι πάλιν ὑποστρέφουσι, καὶ λέγουσιν ἀκοῦσαι ὅτι οὐχ ὑπῆρχεν οὗτος ὁ ἐπιτραπεὶς ἀπενεχθῆναι.
90.1.1
ΚΕΦΑΛ. Λϛ'. Ὅτι ἄγνωστοί εἰσιν αἱ ψυχαὶ πρὸς ἀλλήλας, καὶ περὶ ἀνταποδόσεως ἀγαθῶν τε καὶ πονηρῶν, καὶ περὶ τοῦ θανάτου Ἰωάννου καὶ Οὔρσου καὶ Εὐμορφίου καὶ Στεφάνου. CAPUT XXXVI. De his qui quasi per errorem educi videntur e corpore, et de vocatione et revocatione Petri monachi, et de morte et resuscitatione Stephani, ac de visione cujusdam militis.
90.1.1
GREGORIUS. Hoc cum fit, Petre, si bene perpenditur, non error, sed admonitio est. Superna enim pietas ex magna misericordiae suae largitate disponit, ut nonnulli etiam post exitum repente ad corpus redeant, et tormenta inferni, quae audita non crediderant, saltem visa pertimescant. Nam quidam Illiricianus monachus, qui in hac urbe in monasterio mecum vivebat, mihi narrare consueverat, quia 432 quodam tempore cum adhuc in eremo moraretur, agnoverit quod Petrus quidam monachus ex regione ortus Iberiae, qui ei in loco vastae solitudinis, cui Evasa nomen est, inhaerebat, sicut ipso narrante didicerat, priusquam eremum peteret, molestia corporis interveniente defunctus est: sed protinus corpori restitutus, inferni supplicia atque innumera loca flammarum se vidisse testabatur. Qui etiam quosdam hujus saeculi potentes in eisdem flammis suspensos se vidisse narrabat. Qui cum jam ductus esset ut in illas et ipse mergeretur, subito angelum corusci habitus apparuisse fatebatur, qui eum in ignem mergi prohiberet. Cui etiam dixit: Egredere, et qualiter tibi posthac vivendum sit, cautissime attende. Post quam vocem paulatim recalescentibus membris, ab aeternae mortis somno evigilans, cuncta quae circa illum fuerant gesta narravit. Tantisque se postmodum jejuniis vigiliisque constrinxit, ut inferni eum vidisse et pertimuisse tormenta, etiamsi taceret lingua, conversatio loqueretur: quippe cui omnipotentis Dei mira largitate in morte actum est ne mori debuisset.
90.1.2
Sed quia humanum cor gravis valde duritiae est, ipsa quoque poenarum ostensio non aeque omnibus utilis est. Nam illustris vir Stephanus, quem bene nosti, de semetipso mihi narrare consueverat, quia in Constantinopolitana urbe pro quadam causa demoratus, molestia corporis superveniente defunctus est. Cumque medicus atque pigmentarius ad aperiendum eum atque condiendum esset quaesitus, et die eodem minime inventus, subsequente nocte corpus jacuit inhumatum. Qui ductus ad inferni loca, vidit multa quae prius audita non credidit. Sed cum praesidenti illic judici praesentatus fuisset, ab eo receptus non est, ita ut diceret: Non hunc deduci, sed Stephanum ferrarium jussi. Qui statim reductus in corpore est, et Stephanus ferrarius qui juxta eum habitabat, eadem hora defunctus est. Sicque probatum est vera fuisse verba quae audierat, dum haec effectus mortis Stephani demonstravit.

Intertext edge

Open linked passage

Note