Dialogi
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregorius-i540-604" aria-label="More works by Gregorius I">
—
⋯
Original / primary: 8063 Dialog2
6.1
ΚΕΦΑΛ. Ε'. Περὶ Κωνσταντίου παραμοναρίου ἐκκλησίας τοῦ ἁγίου Στεφάνου πλησίον τῆς πόλεως Ἀγκώνων.
6.1
Παρὰ συνεπισκόπου μου τινὸς μεμάθηκα, ἥνπερ διηγοῦμαι ἀφήγησιν, ὅστις ἐν τῇ Ἀγκώνων πόλει, ἐπὶ πολλοὺς χρόνους ἐν τῷ μοναχικῷ διέπρεψε σχήματι, σπουδαίως καὶ ἐν πάσῃ εὐλαβείᾳ ἐκεῖσε πολιτευσάμενος· ὧ τινι συμμαρτυροῦσι καὶ ἐκ τῶν ἡμετέρων τινὲς προβεβηκότες ἤδη λοιπὸν, καὶ ἐκ τῶν αὐτόθι γεγονότες μερῶν, ὡς ὅτι πλησίον τῆς αὐτῆς πόλεως Ἀγκώνων, ἐκκλησία τοῦ ἁγίου πρωτομάρτυρος Στεφάνου διάκειται. Ἀνὴρ δέ τις τῇ πολιτείᾳ πάνυ εὐλαβέστατος, Κωνστάντιος τοὔνομα, ἐν αὐτῇ προσκαρτερῶν, τὴν τῆς ἐκκλησίας δουλείαν ἐπετέλει. Ἡ οὖν φήμη τῆς ἁγιωσύνης αὐτοῦ πᾶσιν ἀνθρώποις κατάδηλος διὰ πλάτους γέγονεν· ἐξ ὅλης γὰρ τῆς καρδίας αὐτοῦ τὰ ἐπίγεια βδελυξάμενος, ὅλῃ τῇ τοῦ νοὸς διαθέσει εἰς μόνα τὰ οὐράνια ἔσπευδεν. Ἐν μιᾷ δὲ ἡμέρᾳ ἔλαιον ἐν τῇ αὐτῆ ἐκκλησίᾳ παρέλειψεν, ὥστε παντελῶς μὴ ἔχειν τὸν προλεχθέντα τοῦ Θεοῦ δοῦλον ὅθεν τὰς κανδήλας ὀφείλῃ ἅψαι. Γεμίσας δὲ πάσας ὕδατος, καὶ πρὸς συνήθειαν ἐν μέσῳ τὸ ἀπτρὴν βαλὼν, προσαγαγὼν τὸ πῦρ ἧψεν· οὕτως δὲ τὸ ὕδωρ ἐν ταῖς κανδήλαις ἧψεν, ὡς ὅτε ἔλαιον ὑπῆρχεν. Κατανοήσας( Sic) οὖν, Πέτρε, ποίας δικαιοσύνης ὁ ἄνθρωπος οὗτος γέγονεν, ὅστις τῇ ἀνάγκῃ τῆς στενώσεως νυττόμενος, τὴν τοῦ στοιχείου φύσιν ἐνήλλαξεν.
6.2
ΠΕΤΡ. Ὄντως σφόδρα θαυμαστόν ἐστιν ὅπερ ἀκούω, ἀλλ' ἤθελον γνῶναι ἐν ποίᾳ ταπεινώσει ἔνδον ὑπῆρχεν ὁ τοσαύτῃ ὑψώσει ἔξωθεν διαλάμπων.
6.3
175 ΓΡΗΓΟΡ. Μεταξὺ τῶν δυνάμεων ἐν ποίοις ἡ ψυχὴ διάκειται, καλῶς ἐπιζητεῖς· σφόδρα γὰρ τὸν νοῦν ἔνδον ἐκπλήττουσιν ἐν τῇ δοκιμασίᾳ ἅπερ ἔξωθεν γίνονται θαύματα. Τούτου δὲ τοῦ σεβασμίου Κωνσταντίου ἒν ὅπερ ἐποίησεν ἐὰν ἀκούσῃς, ταχέως μαθήσῃ, ποίας ταπεινώσεως γέγονεν.
6.4
ΠΕΤΡ. Ἡνίκα περὶ τοῦ τοιούτου θαύματος διηγήσω, ἔξεστι λοιπὸν, ὅπως με καὶ περὶ τῆς ταπεινώσεως τοῦ νοὸς αὐτοῦ οἰκοδομήσῃς.
6.5
ΓΡΗΓΟΡ. Ἐν τῷ σφόδρα τὴν φήμην τῆς ἁγιωσύνης αὐτοῦ πλατυνθῆναι, πολλοὶ ἐκ διαφόρων χωρῶν συνερχόμενοι, τοῦτον θεωρῆσαι ἐπεθύμουν. Ἐν μιᾷ δὲ ἡμέρᾳ γεωργός τις ἐκ τῶν ἐκ μήκους διακειμένων τόπων πρὸς τὸ θεάσασθαι αὐτὸν παραγέγονεν· κατ' αὐτὴν δὲ τὴν ὥραν συνέβη τὸν ἅγιον τοῦτον ἄνδρα ἐν ξυλίνῳ τετραποδίῳ ἱστάμενον, τὰς κανδήλας σκευάζειν. Πάνυ γὰρ στενὸς ὑπῆρχεν τῇ ἡλικίᾳ, καὶ ἰσχνὸς τῇ τοῦ σώματος κατασκευῇ, καὶ ἀειδὴς τῇ μορφῇ. Ἐπιμελῶς δὲ τοῦ παραγενομένου γεωργοῦ πρὸς τὸ θεάσασθαι αὐτὸν ἐπιζητοῦντος τίς ὁ εὐλαβέστατος ἀνὴρ Κωνστάντιος ὑπάρχει, καὶ ὅπως αὐτῷ ὀφείλῃ ἐπιδειχθῆναι δυσωποῦντος, οἱ τοῦτον σαφῶς ἐπιστάμενοι, τῷ γεωργῷ αὐτὸν ὑπέδειξαν. Καθάπερ δὲ οἱ ἄφρονι λογισμῷ χρώμενοι, καὶ ἐκ τῆς τοῦ σώματος κατασκευῆς τὴν ἀρετὴν ἀνδρὶ ὁρίζονται, τὸν αὐτὸν τρόπον καὶ οὗτος, στενὸν καὶ ἄμορφον τὸν ἅγιον θεασάμενος, οὐδαμῶς ἐπίστευε τοῦτον εἶναι περὶ οὗ ἀκήκοεν. Ἐν δὲ τῷ λογισμῷ αὐτοῦ ἀμφιβολία τις ὑπῆρχεν, ὧν τε περὶ αὐτοῦ ἦν ἀκούσας', καὶ περὶ ὧν ἐθεάσατο· διελογίζετο γὰρ ἐν ἑαυτῷ μὴ δύνασθαι τοιοῦτον στενὸν εἶναι, ὃν ἐν πολλῷ μεγέθει διὰ τῆς φήμης εἶχεν. Ὡς δὲ ἐκ πλείστων ἀκούσας, φανερὸν αὐτῷ γέγονεν, ὅτι αὐτὸς ὑπάρχει περὶ οὗ ἀκήκοεν, ἤρξατο καταγελᾷν, καὶ βδελύττεσθαι αὐτὸν, λέγων· Ἐγὼ μέγαν ἄνθρωπον θεάσασθαι προσεδόκουν, οὗτος δὲ ἀνθρώπου οὐδὲν ἔχει. Ὁ δὲ τοῦ Θεοῦ ἄνθρωπος Κωνστάντιος τοῦτο ἀκούσας, καταλείψας ἃς ἐπεμελεῖτο κανδήλας, μετὰ σπουδῆς κατῆλθε, καὶ εἰς τὸν τοῦ γεωργοῦ ἀσπασμὸν ἔδραμεν, καὶ μετὰ πολλοῦ πόθου ταῖς ἑαυτοῦ χερσὶ τοῦτον περιλαβὼν, ἤρξατο αὐτὸν καταφιλεῖν καὶ μεγάλας χάριτας αὐτῷ ὁμολογεῖν, ὅτι περὶ αὐτοῦ οὕτως ἔκρινεν· ἔλεγε γὰρ αὐτῷ, Ὅτι σὺ μόνος τοὺς ὀφθαλμούς σου ἔσχες ἀνεωγμένους εἰς ἐμέ. Ἐκ τούτου οὖν τοῦ πράγματος κατανοῆσαί ἐστι ποίας παρ' ἑαυτῷ ταπεινώσεως ὑπῆρχεν, ὅς τις τὸν βδελυσσόμενον αὐτὸν γεωργὸν περισσοτέρως μᾶλλον ἠγάπησεν· ἑκάστου γὰρ τὴν ἔνδον κεκρυμμένην προαίρεσιν ἡ προσαγομένη ὕβρις δοκιμάζει· καθάπερ γὰρ οἱ ὑπερήφανοι ταῖς τιμαῖς, οὕτως οἱ ταπεινόφρονες ἐπὶ τῇ ἑαυτῶν ἐξουδενώσει ἀγάλλονται· ὅταν δὲ καὶ ἐν τοῖς τῶν ἀλλοτρίων ὀφθαλμοῖς ἐξουδενημένοι ὁρῶνται, πλειόνως χαίρονται, καὶ τὴν ἑαυτῶν κρίσιν στηριχθῆναι πιστεύουσιν, ὅτι ὁποίους ἑαυτοὺς εἶχον, τοιοῦτοι καὶ παρ' ἐκείνων ἐνομίσθησαν.
6.6
ΠΕΤΡ. Ὡς οἶμαι, ὁ ἀνὴρ οὗτος μέγας μὲν γέγονεν ἔξωθεν ἐν θαύμασι, μείζων δὲ ἔνδοθεν ἐν ταπεινοφροσύνη.
6.1.1
ΚΕΦΑΛ. Ε'. Περὶ Κωνσταντίου παραμοναρίου ἐκκλησίας τοῦ ἁγίου Στεφάνου πλησίον τῆς πόλεως Ἀγκώνων. CAPUT VI. De Marcellino Anconitanae civitatis episcopo.
6.1.1
GREGORIUS. Ejusdem quoque Anconitanae antistes Ecclesiae vir vitae venerabilis Marcellinus fuit, cujus gressum dolore nimio podagra contraxerat, eumque familiares sui sicubi necesse erat in manibus ferebant. Quadam vero die per culpam incuriae eadem civitas Anconitana 177 succensa est. Cumque vehementer arderet, concurrerunt omnes ut ignem exstinguerent. Sed illis aquam certatim projicientibus, ita crescebat flamma, ut jam totius urbis interitum minari videretur. Cumque propinquiora sibi quaeque loca ignis invaderet, jamque urbis partem non modicam consumpsisset, et obsistere nullus valeret, deductus in manibus venit episcopus, et tanta periculi necessitate compulsus, familiaribus suis se portantibus praecepit, dicens: Contra ignem me ponite. Quod ita factum est, atque in eo loco est positus, ubi tota vis flammae videbatur incumbere. Coepit autem miro modo in semetipsum incendium retorqueri, ac si reflexione sui impetus exclamaret se episcopum transire non posse. Sicque factum est ut flamma incendii illo termino refrenata, in semetipsa refrigesceret, et contingere ulterius quidquam aedificii non auderet. Perpendis, Petre, cujus sanctitatis fuerit aegrum hominem sedere, et exorando flammas premere?
6.1.2
PETR. Et perpendo et obstupesco.