Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Dialogi
Gregorius IDial 70 · 8063-dialog2More by Gregorius I
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregorius-i540-604" aria-label="More works by Gregorius I"> —
⋯
More
Original / primary: 8063 Dialog2
70.1
395 ΚΕΦΑΛ. Ιϛ'. Περὶ τῆς τελειώσεως Ῥωμύλλης μοναστρίας.
70.1
Ἐν ταῖς αὐταῖς τοῦ εὐαγγελίου ὁμιλίαις, πρᾶγμα διηγήσασθαι μέμνημαι, ὅπερ καὶ Σπεκιῶσος ὁ συμπρεσβύτερός μου ἐν τῷ διηγεῖσθαί με αὐτὸ, καὶ αὐτὸς γινώσκειν αὐτὸ μεμαρτύρηκεν. Ἐν τῷ καιρῷ ἐν ᾧ τὸ μοναστήριον ᾐτησάμην, γραῦς τις Ῥεδέμπτα ὀνόματι, ἐν τῷ ἱερῷ ὑπάρχουσα σχήματι, ἐν ταύτῃ τῇ τῶν Ῥωμαίων πόλει κατῴκει πλησίον τοῦ ναοῦ τῆς μακαρίας ἀειπαρθένου καὶ θεοτόκου Μαρίας, μαθήτρια γενομένη Ἰρουνδίνης ἐκείνης τῆς ἐν μεγίσταις δυνάμεσιν ὑπεραυξησάσης. Ἥτις ἐπάνω τῶν Πραινεστίνων ὀρέων, ἐρημιτικὴν ζωὴν ἀπενέγκασθαι φέρεται. Ταύτης δὲ τῆς Ῥεδέμπτης δύο μαθήτριαι ὑπῆρχον ἐν τῷ αὐτῷ ἱερῷ σχήματι· ὄνομα τῇ μιᾷ Ῥωμύλλα, τῆς δὲ ἑτέρας τὸ μὲν ὄνομα οὐ γινώσκω, προσώπῳ δὲ ταύτην ἐπίσταμαι, ἥτις καὶ μέχρι τοῦ νῦν περίεστιν. Αἱ τρεῖς οὖν αὗται ἐν μιᾷ οἰκήσει κατέμενον, ἤθεσι μὲν χρηστοῖς πλουτοῦσαι, κατὰ δὲ τὴν πρόσκαιρον ταύτην ζωὴν ἐν ἐνδείᾳ ὑπάρχουσαι. Ἣν δὲ προεῖπον Ῥωμύλλαν τὴν συμμαθήτριαν αὑτῆς ἐν μεγίστοις τῆς πολιτείας δικαιώμασιν ὑπερέβαλλεν. Ὑπῆρχε δὲ ἄκρας ὑπομονῆς καὶ ὑπακοῆς θυγάτηρ, τοῦ στόματος φύλαξ, καρτερικὴ ἐν τῇ εὐχῇ, καὶ πρὸς σιωπὴν ἐπιτηδεία. Ἀλλ' ἐπειδὴ ἐν τελειότητι ὑπάρχειν τινὰς ὑπολαμβάνουσιν οἱ ἄνθρωποι, ἐν δὲ τοῖς ὀφθαλμοῖς τοῦ πάντων δημιουργοῦ πάντως ἀτελές τι ἔχουσιν· ὥσπερ γὰρ αἱ τελείως μὴ γλυφεῖσαι σφραγίδες, πολλάκις παρὰ τῶν μὴ γινωσκόντων ὁρώμεναι, ὡς ἤδη λοιπὸν τετελειωμέναι ἐπαινοῦνται, ἅσπερ ἀκμὴν ὁ τεχνίτης, εἰ καὶ ἐπαινουμένας αὐτὰς ἀκούει, ἀλλ' οὖν ῥινίζων καὶ κατακρούων, καλλωπίζων οὐκ ἀφίσταται· ὅθεν τι τοιοῦτον καὶ ἐπὶ ταύτῃ γέγονεν. Ἣν γὰρ προέφημεν Ῥωμύλλαν συνέβη νόσῳ σωματικῇ περιπεσεῖν Ἥνπερ νόσον τῇ Ἑλληνίδι διαλέκτῳ οἱ ἰατροὶ παράλυσιν ὀνομάζουσιν. Ἐπὶ πολλοὺς δὲ χρόνους ἐν τῇ κλίνῃ κατακειμένη ἐκ τῆς τῶν μελῶν αὑτῆς ὑπηρεσίας ἀκίνητος διέμενεν. Οὐ μέν τοί γε τὸν ταύτης λογισμὸν αἱ τῆς νόσου μάστιγες εἰς ἀνυπομονησίαν κατέσπασαν. Ἀλλὰ μᾶλλον αὗται αἱ ὀδύναι τῶν μελῶν, προσθήκη δυνάμεως ἐν αὐτῇ γεγόνασι. Τοσούτῳ γὰρ σπουδαιοτέρα ἐν τῇ εὐχῇ γέγονεν, ὅτι εἰ καὶ ἠθέλησεν ἕτερόν τι ποιῆσαι, οὐδαμῶς ἠδύνατο. Ἐν μιᾷ δὲ νυκτὶ τὴν προῤῥηθεῖσαν Ῥεδέμπταν, ἥτις τὰς ἀμφοτέρας αὑτῆς μαθητρίας ἐν τάξει θυγατέρων ἀνέτρεφε, πρὸς ἑαυτὴν ἐκάλεσε, λέγουσα· Ἐλθὲ, μῆτερ, ἐλθέ. Εὐθέως δὲ σὺν τῇ ἄλλῃ αὐτῆς μαθητρίᾳ ἀνέστη, καὶ πρὸς αὐτὴν ἀπῆλθον, καθὼς ἀμφοτέρων αὐτῶν διηγουμένων καὶ ἑτέρων πολλῶν τὸ πρᾶγμα ἐδηλοποιήθη. Κἀγὼ δὲ ἐν αὐτῷ τῷ καιρῷ τοῦτο διέγνων. Ἐν ὅσῳ οὖν κατὰ τὸ μεσονύκτιον τῇ κλίνῃ τῆς κειμένης παρέστησαν, αἴφνης οὐρανόθεν φωτὸς ἀποσταλέντος, πάντα τόπον τῆς κέλλης ἐκείνης ἐπλήρωσεν. Τοσαύτη δὲ ἀστραπὴ τῇ λαμπρότητι τοῦ φωτὸς ἐκείνου ἐξέλαμψεν, ὥστε τὰς καρδίας τῶν παρεστώτων φόβῳ ἐκπλῆξαι, καὶ καθὼς μετέπειτα ἐκεῖναι διηγοῦντο, ἕκαστον μέλος τοῦ σώματος αὐτῶν ἀπεπάγη. Ἐν ἐκπλήξει δὲ αὐτῶν ἀπομεινάντων, ἤρξατο ἦχος μέγας ἀκούεσθαι, ὡς πολλοῦ πλήθους εἰσερχομένου, καὶ τῶν θυρῶν τοῦ κελλίου δονουμένων, ὡς ὅτι ὄχλος πολὺς εἰσερχόμενος ταύτας ἐξέθλιβε, καὶ ἁπλῶς καθὼς ἔλεγον πλῆθος λαοῦ εἰσερχόμενον ὑπενόουν. Τῇ δὲ ὑπερβολῇ τοῦ φόβου 398 καὶ τῇ ἀστραπῇ τοῦ φωτὸς θεωρῆσαί τινα οὐκ ἠδύναντο. Οἱ γὰρ ὀφθαλμοὶ αὐτῶν καὶ ἐκ τοῦ φόβου ἐβαροῦντο, καὶ ἐκ τῆς τοσαύτης τοῦ φωτὸς λαμπρότητος ἀντεσκοτοῦντο. Τῷ δὲ φωτὶ ἐκείνῳ θαυμαστὴ ὄσφρησις εὐωδίας ἐπηκολούθει, ὥστε τὰς τούτων ψυχὰς, κἂν εἰ τὸ φῶς ἐφόβησεν, ἀλλ' οὖν ἡ τῆς εὐωδίας ὄσφρησις μᾶλλον ἐψυχαγώγει. Ὡς δὲ τὴν τοῦ φωτὸς ἐκείνου λαμπρότητα ὑπενέγκαι οὐκ ἠδύναντο, ἤρξατο ἡ αὐτὴ Ῥωμύλλα παρισταμένην καὶ τρέμουσαν Ῥεδέμπταν τὴν τῶν ἠθῶν αὐτῆς διδάσκαλον κολακευτικῇ φωνῇ παραμυθήσασθαι, λέγουσα· Μὴ φοβοῦ, μῆτερ, οὐκ ἀποθνήσκω ἄρτι. Ἐν δὲ τῷ συχνῶς τοῦτο λέγειν αὐτὴν, κατ' ὀλίγον τὸ φῶς ἐκεῖνο ὅπερ ἦν αὐτόθι ἀποσταλὲν ὑπεχώρησεν. Ἡ δὲ ἐπακολουθοῦσα εὐωδία ἐναπέμεινεν. Δευτέρας οὖν καὶ τρίτης ἡμέρας παρελθούσης, ἡ τῆς ἐκκενωθείσης εὐωδίας ὄσφρησις οὕτω διέμεινεν. Τῇ δὲ τετάρτῃ τὴν αὐτὴν διδάσκαλον αὑτῆς πάλιν ἐκάλεσεν. Ἐλθούσης δὲ αὐτῆς, δοθῆναι αὑτῇ συνοδοίπορον τὸ δεσποτικὸν σῶμα ᾐτήσατο, ὅπερ καὶ ἔλαβεν. Οὐ μέν τοί γε ἡ αὐτὴ Ῥεδἕμπτα, οὔτε ἡ ἄλλη αὐτῆς μαθήτρια ἀπὸ τῆς κλίνης τῆς κειμένης ὑπεχώρησαν. Αἴφνης οὖν ἐν τῇ πλατείᾳ ἔμπροσθεν τῶν θυρῶν τοῦ κελλίου, δύο χοροὶ ψαλλόντων παρέστήσαν. Καθὼς δὲ ἔλεγον, δύο φύσεων φωνὰς ἐκ τῆς τοῦ ὔσματος ψαλμῳδίας διεγίνωκων, ἀνδρῶν καὶ γυναικῶν ἀντιφωνούντων. Ἐν δὲ τῷ ταύτην τὴν οὐράνιον δοξολογίαν ἔμπροσθεν τῶν τοῦ κελλίου θυρῶν ἐπιτελεῖσθαι, ἡ ἁγία ἐκείνη ψυχὴ ἐκ τοῦ σώματος δεσμῶν ἀπελύθη. Ἥτις ἐν τῷ οὐρανῷ ἀνερχομένη, ὅσον οἱ ψαλλόντων χοροὶ ἐν τοῖς ὑψηλοτέροις ἀνέβαινον, τοσοῦτον ἤρξατο ἡ ψαλμῳδία ἐξ ὕψους ἀκούεσθαι, ἕως οὗ λοιπὸν καὶ ὁ ἦχος τῆς αὐτῆς ψαλμῳδίας καὶ τῆς εὐωδίας ὄσφρησις μακρυνθεῖσα ἐτελέσθη.
70.1
395 ΚΕΦΑΛ. Ιϛ'. Περὶ τῆς τελειώσεως Ῥωμύλλης μοναστρίας. CAPUT XVI. De transitu Tharsillae sacrae virginis.
70.1
Nonnunquam vero in consolatione egredientis animae ipse apparere solet auctor ac retributor vitae. Unde et hoc quod de Tharsilla amita mea in Homiliis Evangelii dixisse me recolo replicabo; quae inter duas alias sorores suas virtute continuae orationis, gravitate vitae, singularitate abstinentiae, ad culmen sanctitatis excreverat. Huic per visionem Felix atavus meus hujus Romanae Ecclesiae antistes apparuit, eique mansionem perpetuae claritatis ostendit, dicens: Veni, quia in hac te lucis mansione suscipio. Quae subsequenti mox febre correpta, ad diem pervenit extremum. Et sicut nobilibus feminis virisque morientibus, multi conveniunt qui eorum proximos consolentur, eadem hora exitus ipsius multi viri ac feminae ejus lectulum circumsteterunt. Cum subito illa sursum respiciens, Jesum venientem vidit, et cum magna animadversione coepit circumstantibus clamare, dicens: Recedite, recedite, Jesus venit. Cumque in eum intenderet quem videbat, sancta illa anima e corpore est egressa. Tantaque subito fragrantia miri odoris aspersa est, ut ipsa quoque suavitas cunctis ostenderet illic auctorem suavitatis venisse. 400 Cumque corpus ejus ex more mortuorum ad lavandum esset nudatum, longo orationis usu in cubitis ejus et genibus camelorum more inventa est obdurata cutis excrevisse; et quid vivens ejus spiritus semper egerit, caro mortua testabatur.

Intertext edge

Open linked passage

Note