Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Dialogi
Gregorius IDial 74 · 8063-dialog2More by Gregorius I
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregorius-i540-604" aria-label="More works by Gregorius I"> —
⋯
More
Original / primary: 8063 Dialog2
74.1
ΚΕΦΑΛ. Κ'. Περὶ τοῦ βίου τοῦ ὁσίου Στεφάνου.
74.1
Παρὰ τοῦ προλεχθέντος Πρόβου, καὶ ἄλλων ἀνδρῶν διηγουμένων ἔμαθον ἐκεῖνα ἅπερ τοῖς ἀκροωμένοις μηνύσαι ἐσπούδασα, ἐν ταῖς τοῦ εὐαγγελίου ὁμιλίαις περὶ τοῦ εὐλαβεστάτου πατρὸς Στεφάνου. Καθὼς γὰρ ὁ αὐτὸς Πρόβος, καὶ πολλοὶ ἕτεροι μαρτυροῦσιν, ὅτι ὑπῆρχεν ἀνὴρ μηδὲν ἐν τούτῳ τῷ κόσμῳ κεκτημένος, μηδὲν ζητῶν, εἰ μὴ μόνην τὴν κατὰ Θεὸν ἀγαπῶν πτωχείαν. Τοὺς δὲ ἐναντιουμένους αὐτῷ πάντοτε ὑπομένων, πρὸς ἑαυτὸν τούτους ἐπεσπᾶτο τὰ συνέδρια τῶν κοσμικῶν φεύγων. Τῇ δὲ εὐχῇ διαπαντὸς σχολάζειν ἐπεθύμει. Ὅθεν περὶ τῶν αὐτοῦ δυνάμεων ἓν ἔργον ἀναγγέλλω, ὥστε ἐκ τοῦ ἑνὸς δυνατὸν γενέσθαι, καὶ τὰ λοιπὰ αὐτοῦ κατανοῆσαι. Οὗτος ἔν τινι ἡμέρᾳ γένημα ὅπερ ἡ χεὶρ αὐτοῦ ἔσπειρεν θερίσας, εἰς τὴν ἅλωνα ἀπήγαγεν· οὐδὲν δὲ ἕτερον εἶχεν εἰς ἀποστροφὴν ὅλου τοῦ χρόνου ἅμα τῶν μαθητῶν αὐτοῦ, πάρεξ τούτου. Ἀνὴρ δέ τις διεστραμμένης προθεσεως, καὶ τοῖς τοῦ ἀρχεκάκου ἐχθροῦ σκόλοψιν ἐμπεπαρμένος, τὸ αὐτὸ γένημα εἰς τὴν ἅλωνα κείμενον πῦρ ὑφάψας ἔκαυσεν. Ἕτερος δέ τις τοῦτο γεγονὸς θεασάμενος, τῷ τοῦ Θεοῦ οἰκέτῃ δραμὼν ἐμήνυσε. Μετὰ δὲ τὸ μηνύσαι προέθετο, λέγων· Οὐαὶ οὐαὶ, πάτερ Στέφανε, τί σοι συνέβη; Αὐτὸς δὲ ἱλαρῷ τῷ προσώπῳ καὶ λογισμῷ ἀταράχῳ ἀπεκρίθη αὐτῷ λέγων· Οὐαὶ τί ἐκείνῳ συνέβη τῶ τοῦτο ποιήσαντι; Ἐπεὶ ἐμοὶ τί συνέβη; Ἐκ τούτου οὖν κατανόησον ἐν ποίῳ ὕψει δυνάμεως καὶ βαθμῷ ὁ τούτου λογισμὸς ἵδρυτο, ὅτι ἓν ὅπερ εἰς ἀποτροφὴν εἶχεν ἐν ὅλῳ τῷ βίῳ τοιαύτῃ ἀμερίμνῳ διαθέσει ἤπολλεν, καὶ μᾶλλον αὐτῷ ὑπὲρ ἐκείνου τοῦ τὴν ἁραρτίαν ποιήσαντος ἐπόνει, ἤπερ διὰ τὴν ζημίαν ἣν ὑπέμεινε διὰ τῆς ἐκείνου ἁμαρτίας, οὐδὲ ἐμέτρησε πόσον αὐτὸς ἔξωθεν ἀπώλεκεν, ἀλλὰ μᾶλλον ὁ τοῦ πταίσματος ἔνοχος ἔνδον ἐζημιοῦτο. Τοῦτον τοίνυν τῆς τοῦ θανάτου 403 ἡμέρας καταλαβούσης, καὶ κατεπειγούσης αὐτὸν ἐκ τοῦ σώματος ἐξελθεῖν, πολλοὶ ἐκεῖσε συνῆλθον, ἵνα τῆς ἁγίας ἐκείνης ψυχῆς ἐκ τοῦ κόσμου τούτου πορευομένης, τὰς ἑαυτῶν ψυχὰς ταύτῃ παράθωνται. Τῇ δὲ κλίνῃ αὐτοῦ πάντες οἱ συνελθόντες παριστάμενοι, οἱ μὲν εἰσερχομένους τοὺς ἀγγέλους ἐθεάσαντο, εἰπεῖν δὲ τι οὐδαμῶς ἠδυνήθησαν. Ἕτεροι δὲ τί ποτε μὲν οὐκ ἐθεάσαντο, πάντας δὲ τοὺς εὑρεθέντας φόβος σφοδρὸς συνετάραξεν, ὥστε μὴ δυνηθῆναι ἐκεῖσέ τινα στῆναι, τῆς, ἁγίας ἐκείνης ἐξερχομένης ψυχῆς. Πάντες γὰρ καὶ οἱ θεασάμενοι, καὶ οἱ μὴ ἑωρακότες, ἑνὶ φόβῳ συσχεθέντες, ἔφυγον. Ὥστε φανερῶς δειχθῆναι, τίνες ἐκεῖνοι ὑπῆρχον, οἱ τὴν ἁγίαν ψυχὴν ἐξερχομένην ὑποδεχόμενοι, ἧς τὴν ἔξοδον οὐδεὶς τῶν θνητῶν ὑπενέγκαι ἠδυνήθη.
74.1
ΚΕΦΑΛ. Κ'. Περὶ τοῦ βίου τοῦ ὁσίου Στεφάνου. CAPUT XX. Quod aliquando animae meritum non in ipso egressu, sed post mortem verius declaratur.
74.1
Sed inter haec sciendum est quia aliquando animae meritum non in ipso suo egressu ostenditur, post mortem vero certius declaratur. Unde et sancti martyres ab infidelibus crudelia multa perpessi sunt, qui tamen, ut praediximus, ad ossa sua mortua signis quotidie et miraculis clarescunt.

Intertext edge

Open linked passage

Note